Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Ὁ μὲν οὖν μέγας Θεοδόσιος, ἀπὸ τῆς Ἀντιοχέων ὁρμώμενος καὶ ἐν τοῖς
11.1.2
ῥωσικοῖς ἀγωνισάμενος ὄρεσιν, εἰς τὴν Ἀντιόχου πόλιν ἐπανελθών, οὕτω τοῦ βίου τὸ
11.1.3
τέλος ἐδέξατο. Ῥωμανὸς δὲ ὁ θεῖος, ἐν τῇ Ῥώσῳ καὶ τεχθεὶς καὶ τὰ πρῶτα τραφεὶς, ἐν
11.1.4
Ἀντιοχείᾳ τοὺς τῆς ἀρετῆς ὑπεδέξατο ἄθλους, ἔξω μὲν τῶν τοῦ ἄστεως περιβόλων παρὰ
11.1.5
τὴν ὑπώρειαν ἐσκηνωμένος, ἐν ἀλλοτρίῳ δὲ οἰκιδίῳ καὶ τούτῳ σμικρῷ πάντα τὸν
11.1.6
χρόνον διαβιώσας. Διετέλεσε δὲ μέχρι γήρως μήτε πυρὶ χρησάμενος, μήτε λυχνιαῖον
11.1.7
δεξάμενος φῶς. Τροφὴ γὰρ ἦν αὐτῷ ἄρτος καὶ ἅλες, πόμα δὲ τὸ κρηναῖον νᾶμα, κόμη δὲ
11.1.8
τῷ μεγάλῳ Θεοδοσίῳ παραπλησία καὶ ἐσθὴς δὲ καὶ σίδηρος ὡσαύτως.
11.2.1
Ἐπλεονέκτει δὲ οὗτος ἤθους ἁπλότητι καὶ πρᾳότητι τρόπων καὶ
11.2.2
φρονήματος μετριότητι. Καὶ τούτων εἵνεκα τῆς θείας χάριτος ἠφίει τὴν αἴγλην." Ἐπὶ
11.2.3
τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς
11.2.4
λόγους;" Καὶ τοῖς ἰδίοις δὲ πάλιν ἔλεγε μαθηταῖς·" Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ
11.2.5
ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Καὶ πάλιν·" Μακάριοι
11.2.6
οἱ πραεῖς ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν." Καὶ Μωϋσέως δὲ τοῦ νομοθέτου τοῦτο ἦν
11.2.7
τὸ τῶν κατορ θωμάτων ἐπίσημον·" Ἦν γάρ, φησί, Μωϋσῆς πρᾳότατος παρὰ πάντας
11.2.8
ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς". Τοῦτο καὶ τῷ προφήτῃ Δαβὶδ τὸ πανάγιον
11.2.9
ἐμαρτύρησε πνεῦμα·" Μνήσθητι γάρ, φησιν, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πρᾳότητος
11.2.10
αὐτοῦ". Καὶ περὶ τοῦ πατριάρχου Ἰακὼβ μεμαθήκαμεν ὅτι ἄπλαστος ἦν, οἰκῶν οἰκίαν.
11.3.1
Ταύτας δίκην μελίττης ἐκ τῶν θείων ἐκείνων λειμώνων τὰς ἀρετὰς
11.3.2
συναθροίσας τὸ τῆς ἀληθοῦς φιλοσοφίας κατε σκεύασε μέλι. Ἀλλ' οὐ μόνος τῶν πόνων
11.3.3
ἀπέλαυσε· προ εχεῖτο δὲ αὐτοῦ καὶ εἰς τοὺς ἔξω τὰ ἥδιστα νάματα. Καὶ τοῖς πρὸς αὐτὸν
11.3.4
ἀφικνουμένοις τῇ πραείᾳ καὶ γλυκείᾳ κεχρημένος φωνῇ, πολλὰς μὲν περὶ φιλαδελφίας,
11.3.5
πολλὰς δὲ περὶ ὁμονοίας τε καὶ εἰρήνης προσέφερε παραινέσεις· πολλοὺς δὲ τῶν θείων
11.3.6
καὶ μόνον ὁρώμενος ἀπέφηνεν ἐραστάς. Τίς γὰρ οὐκ ἂν ὑπερηγάσθη πρεσβύτην
11.3.7
θεώμενος τὸ σῶμα τετρυχωμένον καὶ κόμης πολλῆς ἀνεχόμενον καὶ σίδηρον ὅτι
11.3.8
πλεῖστον φέρειν αἱρούμενον καὶ τῷ ἐκ τριχῶν ἐσθήματι κεχρημένον καὶ τροφῆς
11.3.9
ἀπολαύοντα κωλῦσαι μόνον ἀπο χρώσης τὸν ἐκ λιμοῦ θάνατον;
11.4.1
Πρὸς δὲ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν πόνων καὶ ἡ ἐπανθοῦσα χάρις
11.4.2
θαυμάζειν αὐτὸν ἅπαντας καὶ γεραίρειν ἀνέπειθε. Πολλῶν μὲν γὰρ πολλάκις χαλεπὰς
11.4.3
ἀπήλασε νόσους, πολλαῖς δὲ γυναιξὶ στερίφαις ἐχαρίσατο παῖδας· καὶ τοσαύτην παρὰ
11.4.4
τοῦ θείου πνεύματος δεξάμενος δύναμιν, πτωχὸν ἑαυτὸν καὶ προσαίτην ὠνόμαζεν.
11.5.1
Πάντας τοίνυν τοὺς παρ' αὐτῷ φοιτῶντας καὶ φαινό μενος καὶ φθεγγόμενος
11.5.2
ὠφελείας πληρῶν τὸν ἅπαντα διετέλεσε βίον. Ἐντεῦθεν δὲ ἐκδημήσας καὶ εἰς τὴν
11.5.3
ἀγγελι κὴν χορείαν μετατεθεὶς κατέλιπε μνήμην οὐ συνταφεῖσαν τῷ σώματι ἀλλ'
11.5.4
ἀνθοῦσαν καὶ τεθηλυῖαν καὶ ἄσβεστον εἰς ἀεὶ διαμένουσαν καὶ εἰς ὄνησιν τοῖς
11.5.5
βουλομένοις ἀρκοῦσαν. Καὶ τὴν ἐντεῦθεν τοίνυν ἐρανισάμενος εὐλογίαν καὶ τὰ κατὰ
11.5.6
τοὺς ἄλλους ἀθλητὰς ὡς οἷόν τε διηγήσομαι.
11.5.7
12. t ΖΗΝΩΝ