Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Ζηνῶνα τὸν θαυμάσιον οὐ πολλοὶ μὲν γινώσκουσιν, οἱ δὲ γινώσκοντες
12.1.2
θαυμάζειν ἀξίως οὐ δύνανται. Οὗτος γὰρ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐν τῇ πατρίδι
12.1.3
καταλιπών– αὕτη δὲ ἦν ὁ Πόντος–, ἀπέλαυσε μέν, ὡς ἔλεγε, τῶν Βασιλείου τοῦ μεγάλου
12.1.4
ναμάτων γειτονεύοντος καὶ τὴν Καππαδοκῶν ἄρδοντος χώραν, τῆς δὲ ἀρδείας ἀξίους
12.1.5
ἀπέδωκε τοὺς καρπούς.
12.2.1
Εὐθὺς μὲν γὰρ Οὐάλεντος τοῦ βασιλέως ἀναιρεθέντος, τὴν στρατιωτικὴν
12.2.2
ἀπέθετο ζώνην· ἐγκατείλεκτο δὲ τοῖς τὰ βασιλέως ὀξέως διακομίζουσι γράμματα. Ἀπὸ
12.2.3
δὲ τῶν βασιλείων εἴς τινα τάφον ὁρμήσας– πολλοὺς δὲ ἔχει τὸ τῇ Ἀντιοχείᾳ
12.2.4
παρακείμενον ὄρος–, μόνος διῆγε, τὴν ψυχὴν ἐκκαθαίρων καὶ τὸ ταύτης ὀπτικὸν ἀεὶ
12.2.5
ἀπορρύπτων καὶ τὴν θείαν φανταζόμενος θεωρίαν καὶ" τὰς τοῦ θεοῦ ἀναβάσεις ἐν τῇ
12.2.6
καρδίᾳ τιθέμενος" καὶ" πτέρυγας λαβεῖν ὡσεὶ περιστερᾶς" ἐφιέμενος καὶ εἰς τὴν θείαν
12.2.7
κατάπαυσιν ἀναπτῆναι ποθῶν. Τούτου χάριν, οὐ κλίνην ἔσχεν, οὐ λύχνον, οὐκ ἐσχάραν,
12.2.8
οὐ χύθραν, οὐ ληκύθιον, οὐ κιβώτιον, οὐ βιβλίον, οὐκ ἄλλο οὐδέν· ἀλλὰ ῥάκια μὲν
12.2.9
ἠμπείχετο παλαιὰ καὶ ὑποδήματα δὲ ὡσαύτως δεσμῶν δεόμενα· διῄρητο γὰρ τῶν
12.2.10
καττυμάτων τὰ δέρματα.
12.3.1
Παρ' ἑνὸς δὲ μόνου τῶν γνωρίμων τὴν ἀναγκαίαν τροφὴν ἐκομίζετο· αὕτη
12.3.2
δὲ ἦν εἷς ἄρτος δύο χορηγούμενος ἡμέραις· τὸ δὲ ὕδωρ πόρρωθεν ἀρυόμενος αὐτὸς
12.3.3
ἔφερε. Καί ποτέ τις αὐτὸν ἀχθοφοροῦντα θεασάμενος ἱκέτευσε κουφῖσαι τοῦ πόνου. Ὁ
12.3.4
δὲ τὰ μὲν πρῶτα ἀντέτεινε, διδάσκων ὡς οὐκ ἀνέξεται μεταλαβεῖν ὕδατος ὑπ' ἄλλου
12.3.5
κομισθέντος. Ὡς δὲ οὐκ ἔπεισεν, ἔδωκε τὰ σταμνία· δύο γὰρ ἀμφοῖν τοῖν χεροῖν
12.3.6
ἐπεφέρετο. Ὡς δὲ εἴσω τῆς αὐλείου θύρας ἐγένετο, ἐκχέας τὸ ὕδωρ καὶ διαρράνας, πάλιν
12.3.7
ἔδραμεν ἐπὶ τὸν κρουνὸν ἔργῳ βεβαιώσας τοὺς λόγους.
12.4.1
Κἀγὼ δέ, ὅτε πρῶτον αὐτὸν ἱστορῆσαι ποθήσας εἰς τὸ ὄρος ἀνῆλθον,
12.4.2
ἐθεασάμην τοῖν χεροῖν τὰ σταμνία κατέ χοντα. Εἶτα ἠρόμην ὅπου εἴη τὸ τοῦ θαυμασίου
12.4.3
Ζήνωνος καταγώγιον· ὁ δὲ ἥκιστα ἔλεγεν εἰδέναι μονάζοντα ταύτῃ τῇ προσηγορίᾳ
12.4.4
καλούμενον. Ἐγὼ δὲ εἱπόμην, αὐτὸν εἶναι τοπάσας, τεκμήριον ποιούμενος τῶν λόγων
12.4.5
τὸ μέτριον. Ὡς δὲ εἴσω τῆς θύρας ἐγενόμην, στιβάδα εἶδον ἀπὸ χόρτου συγκειμένην καὶ
12.4.6
ἕτερόν τινα φορυτὸν ἐπὶ τῶν λίθων κατε στρωμένον ὡς μηδεμίαν ἐκεῖθεν οἱ ἐπ'
12.4.7
ἐκείνων καθήμενοι ἀποφέροιντο βλάβην. Ὡς δὲ πολλοὺς περὶ φιλοσοφίας ἐκινήσαμεν
12.4.8
λόγους– ἐγὼ μὲν γὰρ ἐπυνθανόμην, αὐτὸς δὲ ἡμῖν ἀνέπτυσσε τὰ ζητούμενα– καὶ ἔδει
12.4.9
λοιπὸν ἐπανιέναι οἴκαδε, ἱκέτευον αὐτὸν δοῦναι τὰ τῆς εὐλογίας ἐφόδια. Ὁ δὲ
12.4.10
ἀντέτεινεν ἡμᾶς πληροῦν τὴν εὐχὴν ἔννομον εἶναι λέγων, καὶ ἑαυτὸν μὲν ἰδιώτην
12.4.11
καλῶν, στρατιώτας δὲ ἡμᾶς ὀνομάζων· καὶ γὰρ ἐτύγχανον τηνικάδε τὰς ἱερὰς βίβλους
12.4.12
τῷ θείῳ ὑπαναγινώσκων λαῷ. Ἡμῶν δὲ τὴν νεότητα προβαλλομένων καὶ τῆς ἡλικίας
12.4.13
τὸ ἄωρον– ἄρτι γὰρ ἰούλου βραχεῖάν τινα προβολὴν ἐδεδέγμεθα– καὶ διομνυμένων ὡς
12.4.14
οὐχ ἥξομεν αὖθις εἰ τοῦτο δρᾶσαι νῦν βιασθείημεν, μόλις ὀψέ ποτε ταῖς πολλαῖς
12.4.15
ἱκετείαις ἐπι καμφθείς, προσήνεγκε μὲν τῷ θεῷ τὴν πρεσβείαν· μακρὰν δὲ ὑπὲρ τῆς
12.4.16
πρεσβείας ἀπολογίαν ἐξέτεινεν, ἀγάπης εἵνεκα καὶ εὐπειθείας τοῦτο πεποιηκέναι
12.4.17
λέγων· καὶ γὰρ ἠκούομεν εὐχομένου πελάζοντες.
12.5.1
Τὸ δὲ ἐν τοσούτῳ φιλοσοφίας ὕψει τοσαύτην ἔχειν φρονήματος μετριότητα
12.5.2
πρεσβύτην ἄνδρα– τεσσαράκοντα γὰρ ἐν ἀσκήσει διηνυκὼς ἐτύγχανεν ἔτη–, τίς ἂν ἀξίως
12.5.3
θαυμάσειεν; Ποίαν δὲ ἄν τις τῷ μεγέθει πρόσφορον εὐφημίαν ποιήσαιτο; Τοσοῦτον δὲ
12.5.4
ἀρετῆς κεκτημένος πλοῦτον, ὡς πενίᾳ τῇ ἐσχάτῃ συζῶν, εἰς τὴν θείαν ἐκκλησίαν μετὰ
12.5.5
τῶν πολλῶν κατὰ κυριακὴν ἡμέραν ἐφοίτα καὶ τῶν θείων ἐπαίων λογίων καὶ τοῖς
12.5.6
διδασκάλοις ὑποτιθεὶς τὰ ὦτα καὶ τῆς μυστικῆς μεταλαμβάνων τραπέζης· εἰς τὸ
12.5.7
καινὸν ἐκεῖνο καταγώγιον ἐπανῄει, οὐ κλειδίον ἔχων, οὐ κλεῖθρον, οὐ φύλακα
12.5.8
καταλιμπάνων– ἄβατον γὰρ ἦν τοῖς κακούργοις καὶ παντελῶς ἄσυλον–, μόνον ἔχων
12.5.9
ἐκεῖνον τὸν φορυτόν. Βίβλον δὲ μίαν παρὰ τῶν συνήθων λαμβάνων, ἀνεγίνωσκεν
12.5.10
ἅπασαν καὶ ταύτην ἀποδιδοὺς πρότερον, οὕτως ἑτέραν ἐλάμβανεν.
12.6.1
Ἀλλ' ὅμως κλεῖθρα οὐκ ἔχων οὐδὲ μοχλοῖς χρώμενος ὑπὸ τῆς ἄνωθεν
12.6.2
χάριτος ἐφρουρεῖτο. Καὶ τοῦτο σαφῶς δι' αὐτῆς τῆς πείρας ἐμάθομεν. Ὅτε γὰρ τῶν
12.6.3
Ἰσαύρων ὁ λόχος νύκτωρ κατέλαβε τὴν ἀκρόπολιν, εἶτα μετὰ τὴν ἕω μέχρις αὐτῆς τῆς
12.6.4
ὑπωρείας κατέδραμον, πολλοὺς μὲν ἄνδρας, πολλὰς δὲ γυναῖκας τὸν ἀσκητικὸν
12.6.5
μετιούσας βίον ἀπηνῶς κατηκόντισαν. Τότε τοίνυν ὁ θεῖος οὗτος ἀνὴρ τῶν ἄλλων
12.6.6
θεώμενος τὰς σφαγὰς εὐχῇ τὰς ἐκείνων κατη μαύρωσεν ὄψεις καὶ διὰ τῆς θύρας ἰόντες
12.6.7
οὐκ ἐθεώρουν τὴν εἴσοδον. Ὡς δὲ ἔφασκε, μάρτυρα καλῶν τὴν ἀλήθειαν, καὶ τρία
12.6.8
μειράκια ἐναργῶς ἐθεάσατο, ἅπαν ἐκείνων ἐξελαύνοντα τὸ στῖφος, σαφῶς τοῦ θεοῦ τὴν
12.6.9
οἰκείαν χάριν ὑποδεικνύντος. Ὁποῖον μὲν οὖν ἔζη βίον ὁ θεῖος οὗτος ἀνὴρ καὶ οἵας
12.6.10
θεόθεν ἀπέλαυσε χάριτος, ἀπόχρη καὶ ταῦτα διδάξαι.
12.7.1
Ἀλλὰ γὰρ ἀναγκαῖον κἀκεῖνο τούτοις προσθεῖναι. Λίαν αὐτὸν ἠνία καὶ
12.7.2
ἔδακνε τὸ διαμεῖναι τὴν περιουσίαν καὶ μὴ κατὰ τὸν εὐαγγελικὸν διαπραθῆναί τε καὶ
12.7.3
διανεμηθῆναι νόμον. Αἴτιον δὲ τούτου ἦν τῆς τῶν ἀδελφῶν ἡλικίας τὸ ἄωρον. Ἐπειδὴ
12.7.4
γὰρ κοινὰ ἦν τά τε χρήματα καὶ τὰ κτήματα, αὐτὸς μὲν καταλαβεῖν τῆς διανομῆς ἕνεκεν
12.7.5
τὴν ἐνεγκοῦσαν οὐκ ἠθέλησεν, ἑτέρῳ δὲ τῆς οὐσίας ἀποδόσθαι τὸ μέρος ἐδεδίει μὴ
12.7.6
πλεονεξίᾳ οἱ ὠνούμενοι κατὰ τῶν ἀδελφιδῶν χρησάμενοι, βλασφημίαις αὐτὸν
12.7.7
περιβάλωσι, τούτους ἐν ἑαυτῷ στρέφων τοὺς λογισμοὺς πολὺν τὴν ἀπόδοσιν ἀνεβάλετο
12.7.8
χρόνον, ὕστερον δέ τινι τῶν γνωρίμων μυρίων ἀποδόμενος ἅπαντα, τὰ μὲν πλεῖστα
12.7.9
διένειμε· μεταξὺ δὲ ἀρρωστία συμβᾶσα περὶ τῶν λειπομένων βουλεύσασθαι
12.7.10
κατηνάγκασεν. Μεταπεμ ψάμενος τοίνυν τὸν τῆς πόλεως πρόεδρον– ἦν δὲ ὁ μέγας
12.7.11
Ἀλέξανδρος, τὸ τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς ἀρετῆς τὸ ἀρχέτυπον, ἡ ἀκριβὴς τῆς
12.7.12
φιλοσοφίας εἰκών·" Δεῦρο, ἔφη, ὦ θεία μοι κεφαλή, γενοῦ καὶ τῶνδε τῶν χρημάτων
12.7.13
ἄριστος οἰκονόμος, κατὰ τὸν θεῖον αὐτὰ διανέμων σκοπὸν ὡς ἐκείνῳ τῷ κριτῇ τὰς
12.7.14
εὐθύνας ὑφέξων· τῶν μὲν γὰρ ἄλλων αὐτουργὸς ἐγενόμην ἐγὼ καὶ διέδωκα ᾗ ἐνόμιζον
12.7.15
ἄριστα· καὶ τὰ λειπόμενα δὲ παραπλησίως οἰκονομεῖν ἐβουλόμην· ἐπειδὴ δὲ ἐκ τοῦδε
12.7.16
τοῦ βίου μεταβῆναι κελεύομαι, σὲ τούτων οἰκόνομον καθίστημι, ἀρχιερέα τε ὄντα καὶ
12.7.17
τῆς ἀρχιερωσύνης ἀξίως πολιτευόμενον". Τὰ μὲν οὖν χρήματα ὡς θείῳ ταμίᾳ
12.7.18
παραδέδωκεν· αὐτὸς δὲ οὐ πολὺν ἐπιβιώσας χρόνον, οἷά τις ὀλυμπιονίκης ἀπὸ τῶν
12.7.19
σκαμμάτων ἀπῆρεν, οὐ παρὰ ἀνθρώπων μόνον ἀλλὰ καὶ παρὰ ἀγγέλων τὴν εὐφημίαν
12.7.20
δεξάμενος. Ἐγὼ δὲ καὶ τοῦτον πρὸς τὸν δεσπότην ὑπὲρ ἐμοῦ πρεσβεύειν ἀντιβολήσας,
12.7.21
εἰς ἑτέραν διήγησιν τρέψομαι.
12.7.22
13. t ΜΑΚΕΔΟΝΙΟΣ