Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Μακεδόνιον δὲ τὸν ἐπίκλην Κριθοφάγον– ἡ γὰρ τοιάδε τροφὴ ταύτην αὐτῷ
13.1.2
τὴν ἐπωνυμίαν ἐπέθηκεν– ἴσασι μὲν ἅπαντες, Φοίνικές τε καὶ Σύροι καὶ Κίλικες· ἴσασι δὲ
13.1.3
καὶ οἱ τούτων ὅμοροί τε καὶ γείτονες, οἱ μὲν αὐτόπται τῶν τοῦ ἀνδρὸς θαυμάτων
13.1.4
γενομένοι, οἱ δὲ τῆς φήμης ᾀδούσης ταῦτα καὶ θρυλούσης ἀκούσαντες· οὐ μὴν ἅπαντες
13.1.5
ἴσασιν ἅπαντα, ἀλλ' οἱ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο μεμαθηκότες, ὃ γινώσκουσιν εἰκότως
13.1.6
μόνον θαυμάζουσιν. Ἐγὼ δὲ τὰ κατὰ τὴν θείαν ἐμοὶ κεφαλὴν τῶν ἄλλων ἀκριβεστέρον
13.1.7
ἐπιστάμενος– πολλὰ γάρ με παρ' αὐτὸν ἰέναι καὶ θαμίζειν προέτρεπε–, διηγήσομαι ὡς ἂν
13.1.8
ἕκαστα δύνωμαι. Ταύτην δὲ αὐτῷ τὴν τάξιν τετήρηκα καὶ μετὰ πολλοὺς αὐτοῦ τὸ
13.1.9
διήγημα τέθηκα οὐκ ἐπειδὴ δεύτερος τῶν ἄλλων τὴν ἀρετήν– τοῖς γὰρ ἄκροις καὶ
13.1.10
πρώτοις ἐφάμιλλος ἦν–, ἀλλ' ὅτι χρόνον βεβιωκὼς ὅτι μάλιστα πλεῖστον, μετ' ἐκείνους
13.1.11
ὧν ἐμνήσθην τοῦ βίου τὸ πέρας ἐδέξατο.
13.2.1
Οὗτος τοίνυν παλαίστραν ἔσχε καὶ στάδιον τὰς τῶν ὀρῶν κορυφὰς οὐκ ἐφ'
13.2.2
ἑνὸς ἱδρυμένος χωρίου, ἀλλὰ νῦν μὲν τούτῳ ἐνδιαιτώμενος, νῦν δὲ εἰς ἐκεῖνο
13.2.3
μεταβαίνων. Ἐποίει δὲ τοῦτο οὐ τὰ χωρία δυσχεραίνων, ἀλλὰ τῶν ὡς αὐτὸν συνιόντων
13.2.4
καὶ πάντοθεν συνθεόντων ἀποδιδράσκων τὰ πλήθη. Πέντε δὲ καὶ τετταράκοντα ἔτη
13.2.5
τοῦτον διάγων διετέλεσε τὸν τρόπον, οὐ σκηνῇ χρώμενος, οὐ καλύβῃ, ἀλλ' ἐν ὀρύγματι
13.2.6
βαθεῖ τὴν στάσιν ποιούμενος, ὅθεν καὶ Γουββᾶν αὐτόν τινες ἐπωνόμαζον– ἀπὸ δὲ τῆς
13.2.7
σύρας εἰς τὴν ἑλλάδα φωνὴν τοῦτο μεταφερόμενον λάκκον σημαίνει τὸ ὄνομα. Μετὰ δὲ
13.2.8
τοῦτον τὸν χρόνον πρεσβύτης γενόμενος, εἶξε τοῖς ἱκετεύουσι καὶ καλύβην ἐπήξατο.
13.2.9
Ὕστερον δὲ τῶν γνωρίμων ἀντιβολούντων καὶ οἰκιδίοις οὐκ οἰκείοις ἀλλ' ἀλλοτρίοις
13.2.10
ἐχρήσατο. Πέντε δὲ καὶ εἴκοσι διατετέλεκεν ἔτη τῇ καλύβῃ καὶ τοῖς οἰκιδίοις
13.2.11
ἐνδιαιτώμενος ὡς συνά γεσθαι λοιπὸν ἑβδομήκοντα ἔτη τῶν ἀγώνων τὸν χρόνον.
13.3.1
Τροφῇ δὲ ἐκέχρητο οὐκ ἄρτῳ οὐδ' ὀσπρίοις, ἀλλὰ κριθαῖς πτισσομέναις καὶ
13.3.2
μόνῳ ὕδατι δευομέναις· καὶ ταύτην αὐτῷ τὴν τροφὴν ἡ μήτηρ ἡ ἐμὴ γενομένη συνήθης
13.3.3
ἐπὶ πλεῖστον ἐχορήγησε χρόνον. Καί ποτε πρὸς αὐτὴν ἀρρωστοῦσαν ἀφικόμενος καὶ
13.3.4
μαθὼν ὡς οὐ πείθεται τροφῆς καταλλήλου τῇ νόσῳ μεταλαβεῖν– τὸν ἀσκητικὸν γὰρ
13.3.5
λοιπὸν καὶ αὐτὴ ἠσπάζετο βίον–, εἶξαι παρῄνει τοῖς ἰατροῖς καὶ φάρμακον νομίσαι τὴν
13.3.6
τοιαύτην τροφήν· οὐδὲ γὰρ τρυφῆς χάριν, ἀλλὰ χρείας προσφέρεται." Καὶ γὰρ ἐγώ, ἔφη,
13.3.7
τετταράκοντα ἔτη ταῖς κριθαῖς, ὡς οἶσθα, μόναις χρησάμενος, ἀσθενείας μοι τῇ
13.3.8
προτεραίᾳ προσγενομένης τινός, τὸν σύνοικον ἐκέλευσα ἄρτον βραχὺν αἰτῆσαί τέ μοι
13.3.9
καὶ κομίσαι. Ἔννοια γάρ τίς μοι γέγονεν ὡς εἰ τεθναίην εὐθύνας ὑφέξω τοῦ θανάτου
13.3.10
παρὰ τῷ δικαίῳ κριτῇ ὡς τοὺς ἀγῶνας φυγὼν καὶ τῆς δουλείας δραπετεύσας τοὺς
13.3.11
πόνους· δυνατοῦ γὰρ ὄντος τροφῇ βραχείᾳ κωλυθῆναι τὸν θάνατον καὶ τῷδε τῷ βίῳ
13.3.12
προσμεῖναι πονοῦντα καὶ ταλαιπωρούμενον καὶ τὸν ἐντεῦθεν συναγείροντα πλοῦτον
13.3.13
τὴν ἐκ λιμοῦ τελευτὴν τῆς ἐν φιλοσοφίᾳ ζωῆς αἱρετωτέραν ὑπέλαβον. Δείματος τοίνυν
13.3.14
ἐντεῦθεν ἐμφορηθεὶς καὶ τοῦ λογισμοῦ τὰς ἀκίδας ἀμβλῦναι θελήσας αἰτῆσαί τε τὸν
13.3.15
ἄρτον ἐκέλευσα καὶ κομισθέντος μετέλαβον· καί σοι παρεγγυῶ μηκέτι μοι τὰς κριθὰς
13.3.16
ἀλλὰ τὸν ἄρτον παρέχειν." Ἐκ τῆς ἀψευδοῦς τοίνυν ἐκείνης ἀκηκόαμεν γλώττης ὡς
13.3.17
τεσσαράκοντα ἔτη τροφὴν τὰς κριθὰς ἐποιήσατο. Τὸ μὲν οὖν ἀσκητικὸν τοῦ ἀνδρὸς καὶ
13.3.18
φιλόπονον ἱκανὰ καὶ ταῦτα τεκμηριῶσαι.
13.4.1
Τὴν δὲ ἀκεραιότητα καὶ ἁπλότητα τῶν ἠθῶν δι' ἄλλων δηλώσομεν. Ἐπειδὴ
13.4.2
γὰρ ὁ μέγας Φλαβιανὸς τὴν μεγάλην τοῦ θεοῦ ποίμνην ποιμαίνειν ἐτάχθη, τὴν δὲ τοῦ
13.4.3
ἀνδρὸς ἔμαθεν ἀρετήν– ᾔδετο γὰρ καὶ ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν–, ἄγει μὲν
13.4.4
αὐτὸν ἐκ τῆς τοῦ ὄρους κορυφῆς ὡς γραφῆς κατ' αὐτοῦ γενομένης. Τῆς δὲ μυστικῆς
13.4.5
προκειμένης ἱερουργίας προσάγει τῷ θυσιαστηρίῳ καὶ τοῖς ἱερεῦσιν ἐγκαταλέγει. Ὡς δὲ
13.4.6
τέλος ἔλαβεν ἡ λειτουργία καί τις αὐτῷ τοῦτο μεμήνυκε– πάμπαν γὰρ ἠγνόει τὸ
13.4.7
γεγονός–, τὰ μὲν πρῶτα ἐλοιδορεῖτο καὶ λόγοις ἔβαλλεν ἅπαντας· ὕστερον δὲ τὴν
13.4.8
βακτηρίαν λαβών– εἰώθει γὰρ σκηριπτόμενος διὰ τὸ γῆρας βαδίζειν–, ἐδίωκεν αὐτόν τε
13.4.9
τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους ὅσοι παρῆσαν· ὑπελάμβανε γὰρ τὴν χειροτονίαν τῆς τοῦ
13.4.10
ὄρους αὐτὸν κορυφῆς καὶ τῆς ποθουμένης διαίτης ἀποστερήσειν. Ἀλλὰ τότε μὲν αὐτὸν
13.4.11
μόλις τινὲς τῶν συνήθων ἀγανακτοῦντα κατέπαυσαν· ἐπειδὴ δὲ ὁ τῆς ἑβδομάδος
13.4.12
συνεπεράνθη κύκλος καὶ ἧκε πάλιν τῆς δεσποτικῆς ἑορτῆς ἡ ἡμέρα, αὖθις αὐτὸν ὁ μέγας
13.4.13
Φλαβιανὸς μετεπέμπετο τῆς πανηγύρεως κοινωνῆσαι σφίσι παρακαλῶν. Ὁ δὲ πρὸς τοὺς
13.4.14
ἀφικομένους·" Οὐκ ἀπόχρη ὑμῖν, ἔφη, τὰ ἤδη γεγενημένα, ἀλλὰ πάλιν με βούλεσθε
13.4.15
προβαλέσθαι πρεσβύτερον;" Τῶν δὲ λεγόντων ὡς οὐ δυνατὸν ἑνὶ δὶς τὴν αὐτὴν
13.4.16
ἐπιτεθῆναι χειροτονίαν, οὐκ εἶξεν οὐδὲ ἀφίκετο ἕως αὐτὸν ὁ χρόνος καὶ οἱ συνήθεις
13.4.17
τοῦτο πολλάκις ἐδίδαξαν.
13.5.1
Οἶδα μὲν οὖν ὡς οὐ πολλοῖς τοῦτο ἀξιάγαστον εἶναι τὸ διήγημα δόξει·
13.5.2
τέθηκα δὲ αὐτὸ ἀξιομνημόνευτον εἶναι νομίζων ὡς ἱκανὸν τεκμηριῶσαι καὶ διανοίας
13.5.3
ἁπλότητα καὶ ψυχῆς καθαρότητα. Τοῖς δὲ τοιούτοις ὁ δεσπότης τὴν τῶν οὐρανῶν
13.5.4
ὑπέσχετο βασιλείαν·" Ἀμὴν γάρ, ἔφη, λέγω ὑμῖν, ἐὰν μὴ στραφέντες γένησθε ὡς τὰ
13.5.5
παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν". Ἐπειδὴ τοίνυν ἐν
13.5.6
κεφαλαίῳ καὶ τὸν τῆς ψυχῆς ἐδείξαμεν χαρακτῆρα, φέρε καὶ τὴν ἀπὸ τῆς ἀρετῆς αὐτοῦ
13.5.7
δείξωμεν παρρησίαν.
13.6.1
Στρατηγός τις κυνηγεσίοις χαίρων θηρεύσων εἰς τὸ ὄρος ἀνῆλθεν· εἵποντο
13.6.2
δὲ αὐτῷ καὶ κύνες καὶ στρατιῶται καὶ ὅσα εἰς θήραν ἐστὶν ἐπιτήδεια. Ὡς δὲ πόρρωθεν
13.6.3
εἶδε τὸν ἄνδρα καὶ παρὰ τῶν συνόντων ἔμαθεν ὅστις εἴη, εὐθὺς ἀπὸ τοῦ ἵππου
13.6.4
καταπηδήσας, προσῆλθέ τε καὶ προσεῖπε καὶ ἤρετο τί ποιῶν ἐνταῦθα διάγοι. Ὁ δὲ
13.6.5
ἀντήρετο·" Σὺ δὲ τί ποιήσων ἐνταῦθα ἀνελήλυθας;" Εἰρηκότος δὲ τοῦ στρατηγοῦ ὅτι
13.6.6
θηρεῦσαι·" Κἀγώ, ἔφη, τὸν ἐμὸν θηρεύω θεὸν καὶ λαβεῖν ἐφίεμαι καὶ θεωρῆσαι ποθῶ
13.6.7
καὶ τῆς καλῆς ταύτης οὐκ ἀφέξομαι θήρας". Τούτων ἀκούσας ὁ στρατηγὸς καὶ
13.6.8
θαυμάσας, ὡς εἰκός, ἀπελήλυθεν.
13.7.1
Ἄλλοτε δὲ τῆς πόλεως ὑπό τινος πονηροῦ δαίμονος βακχευθείσης καὶ τῇ
13.7.2
μανίᾳ κατὰ τῶν βασιλικῶν χρησαμένης στηλῶν ἀφίκοντο μὲν οἱ ἄριστοι τῶν
13.7.3
στρατηγῶν πανωλεθρίας ψῆφον κατὰ τῆς πόλεως φέροντες· καταβὰς δὲ οὗτος ἀπὸ τοῦ
13.7.4
ὄρους ἄμφω κατέσχε κατὰ τὴν ἀγορὰν παριόντας τοὺς στρατηγούς. Οἱ δὲ τίς εἴη
13.7.5
μεμαθηκότες κατεπήδησάν τε ἀπὸ τῶν ἵππων καὶ χειρῶν ἥπτοντο καὶ γονάτων καὶ
13.7.6
σωτηρίαν ἐπήγγελον. Ὁ δὲ φάναι τῷ βασιλεῖ παρηγγύα ὅτι ἄνθρωπος εἴη καὶ τὴν αὐτὴν
13.7.7
ἔχοι φύσιν τοῖς ὑβρικόσι· καὶ τῇ φύσει μετρεῖν τὴν ὀργὴν δέον, ἀμέτρῳ κέχρηται τῷ
13.7.8
θυμῷ καὶ τῶν εἰκόνων εἵνεκα τῶν οἰκείων τὰς θείας εἰκόνας σφαγῇ παραδίδωσι καὶ
13.7.9
ἀντὶ χαλκῶν στηλῶν σώματα παραπέμπει θανάτῳ·" Καὶ ἡμῖν μέν, ἔφη, τὰς χαλκᾶς
13.7.10
ἀναπλάσαι τε καὶ ἀναμορφῶσαι ῥᾴδιόν τε καὶ εὐπετές· σοὶ δὲ καὶ βασιλεῖ ὄντι ἀδύνατον
13.7.11
τὰ κατασφαγέντα σώματα ἐπαναγαγεῖν εἰς ζωήν. Καὶ τί λέγω σώματα; οὐδὲ γὰρ τρίχα
13.7.12
μίαν σοι δυνατὸν διαπλάσαι". Ταῦτα τῇ σύρᾳ κεχρημένος ἔλεγε γλώττῃ· οἱ δὲ τοῦ
13.7.13
ἑρμηνέως εἰς τὴν ἑλλάδα φωνὴν μεταφέροντος, ἐπήκουόν τε καὶ ἔφριττον καὶ
13.7.14
διαπορθμεύειν αὐτὰ ἐπηγγέλλοντο τῷ βασιλεῖ.
13.8.1
Ἐγὼ δὲ νομίζω πάντας ἂν ὁμολογῆσαι τῆς τοῦ θείου πνεύματος εἶναι ταῦτα
13.8.2
τὰ ῥήματα χάριτος. Πῶς γὰρ ἂν ἄλλως ταῦτα ἐφθέγξατο ἀνὴρ παιδείας μὲν ἁπάσης
13.8.3
ἀμύητος, ἐν ἀγροικίᾳ δὲ τεθραμμένος, ταῖς δὲ τῶν ὀρῶν ἐνδιαιτώμενος κορυφαῖς,
13.8.4
ἁπλότητα δὲ πᾶσαν ἐν τῇ ψυχῇ περιφέρων καὶ οὐδὲ τοῖς θείοις λογίοις ἐσχολακώς;
13.8.5
Τοιγαροῦν καὶ τὴν πνευματικὴν αὐτοῦ σοφίαν δηλώσας καὶ τὴν δικαίῳ πρέ πουσαν
13.8.6
παρρησίαν–" δίκαιος γὰρ ὡς λέων πέποιθεν"– ἐπὶ τὰ θαύματα μεταβήσομαι.
13.9.1
Γυνή τις τῶν εὐπατρίδων τινὸς ἀδηφαγίας περιέπεσε πάθει καὶ οἱ μὲν
13.9.2
δαίμονος τὸ πάθος ἐκάλουν ἐνέργειαν, οἱ δὲ σώματος ἀρρωστίαν ἐνόμιζον· εἴτε δὲ
13.9.3
τοῦτο, εἴτε ἐκεῖνο ἦν, τοιόνδε ἦν· τριάκοντα αὐτὴν ἔλεγον τῆς ἡμέρας ὄρνεις ἐσθίουσαν
13.9.4
μὴ σβεννύναι κόρῳ τὴν ἔφεσιν, ἀλλ' ἔτι ἑτέρων ὀρέγεσθαι. Οὕτω τοίνυν εἰς αὐτὴν τῆς
13.9.5
οὐσίας δαπανωμένης, οἰκτείραντες οἱ προσήκοντες τὸν θεῖον ἐκεῖνον ἱκετεύουσιν
13.9.6
ἄνθρωπον. Ὁ δὲ ἀφίκετο καὶ προσηύξατο καὶ ὕδατι τὴν δεξιὰν ἐπιθεὶς καὶ τὴν σωτήριον
13.9.7
ἐντυπώσας σφραγῖδα καὶ πιεῖν κελεύσας τὸ πάθος ἰάσατο. Καὶ οὕτω σφόδρα ἤμβλυνε
13.9.8
τὴν τῆς ὀρέξεως ἀμετρίαν ὡς εἰς τὸν ἔπειτα χρόνον βραχύ τι μορίον ὄρνιθος καθ'
13.9.9
ἑκάστην ἡμέραν τὴν τῆς τροφῆς αὐτῇ χρείαν πληροῦν. Τοῦτο μὲν οὖν τὸ πάθος
13.9.10
τοιαύτην θεραπείαν ἐδέξατο.
13.10.1
Κόρης δέ τινος ἔτι θαλαμευομένης καὶ πονηροῦ δαίμονος ἐξαπιναίως
13.10.2
δεξαμένης ἐνέργειαν, ἔδραμεν ὁ πατὴρ πρὸς τὸν θεῖον ἄνθρωπον, ἀντιβολῶν καὶ
13.10.3
ποτνιώμενος καὶ τυχεῖν ἰάσεως παρακαλῶν τὸ θυγάτριον. Ὁ δὲ προσευ ξάμενος
13.10.4
ἐκέλευσεν ἀπαλλαγῆναι τῆς κόρης παραυτίκα τὸν δαίμονα. Ὁ δὲ ἔφασκε μὴ ἑκὼν
13.10.5
ὑπεισδύναι, ἀλλὰ μαγγανείᾳ βιασθῆναι γοητευτικῇ· ἔλεγε δὲ καὶ τὴν τοῦ βιασαμένου
13.10.6
προσηγορίαν καὶ ἔρωτα εἶναι τὴν τῆς γοητείας αἰτίαν.
13.11.1
Ἀλλὰ τούτων ἀκούσας οὐκ ἤνεγκεν ὁ πατὴρ τὴν τοῦ θυμοῦ προσβολὴν
13.11.2
οὐδὲ τὴν τῆς παιδὸς ἀνέμεινε θεραπείαν, ἀλλὰ τὸν τῶν μειζόνων ἀρχόντων καταλαβὼν
13.11.3
ἄρχοντα τῶν πλειόνων ἐθνῶν προστατεύοντα, γράφεται τὸν ἄνθρωπον καὶ διηγεῖται τὸ
13.11.4
δρᾶμα. Ὁ δὲ ἀγώγιμος γεγονὼς ἠρνεῖτο καὶ συκοφαντίαν ὠνόμαζε τὴν γραφήν. Ὁ δὲ
13.11.5
μάρτυρα ἐκάλει οὐχ ἕτερον, ἀλλὰ τὸν τῇ γοητείᾳ διακονήσαντα δαίμονα καὶ τὸν
13.11.6
δικαστὴν ἱκέτευε παρὰ τὸν θεῖον ἐκεῖνον ἄνθρωπον δραμεῖν καὶ τὴν τοῦ δαίμονος
13.11.7
δέξασθαι μαρτυρίαν. Τοῦ δὲ λέγοντος οὐκ ἔννομον εἶναι οὐδὲ μὴν ὅσιον ἐν ἀσκη τικῷ
13.11.8
χωρίῳ γενέσθαι τὴν βάσανον, ἄξειν εἰς τὸ δικαστήριον ὁ τῆς κόρης πατὴρ τὸν θεῖον
13.11.9
ὑπέσχετο Μακεδόνιον· καὶ δραμὼν ἔπεισέ τε καὶ ἤγαγεν. Ἔξω δὲ τοῦ ἀρχείου καθίσας ὁ
13.11.10
δικαστὴς οὐ δικαστὴς ἐγένετο ἀλλὰ θεατής· τὰ δικαστῶν γὰρ ὁ μέγας Μακεδόνιος ἔδρα,
13.11.11
τῇ ἐνοικούσῃ δυνάμει χρώ μενος καὶ τῷ δαίμονι παρακελευόμενος τὸ μὲν σύνηθες
13.11.12
ψεῦδος ἐᾶν, σὺν ἀληθείᾳ δὲ πᾶσαν τοῦ πράγματος διηγεῖσθαι τὴν τραγῳδίαν. Ὁ δὲ ὑπὸ
13.11.13
τῆς μεγίστης ἀνάγκης ὠθούμενος καὶ τὸν ἄνδρα ὑπεδείκνυ τὸν ταῖς γοητευτικαῖς ᾠδαῖς
13.11.14
βιασάμενον καὶ τὴν παιδίσκην δι' ἧς ὁ κυκεὼν ἐκεῖνος προσηνέχθη τῇ κόρῃ. Ὡς δὲ καὶ
13.11.15
ἕτερα λέγειν ἠπείγετο ἃ ὑπ' ἄλλων τινῶν βιασθεὶς ἐδεδράκει, τοῦ μὲν ἐμπρήσας τὴν
13.11.16
οἰκίαν, τοῦ δὲ τὰ κτήματα διαφθείρας, τὸν δὲ ἄλλο τι λυμηνάμενος, σιγὴν ἄγειν
13.11.17
ἐκέλευσεν ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ παραυτίκα πόρρω που καὶ τῆς κόρης καὶ τοῦ
13.11.18
ἄστεως γενέσθαι. Ὁ δὲ ὡς δεσποτικῷ πειθόμενος νόμῳ τὸ κελευσθὲν ἐποίει καὶ εὐθὺς
13.11.19
ἐδραπέτευεν .
13.12.1
Οὕτω δὲ ταύτην ὁ θεῖος ἄνθρωπος τῆς μανίας ἐκείνης ἐλευθερώσας καὶ
13.12.2
τὸν δείλαιον ἐκεῖνον ἐξήρπασε τῆς γραφῆς καὶ τοῦ δικαστοῦ τὴν θανατηφόρον
13.12.3
ἐκώλυσε ψῆφον, οὐχ ὅσιον εἶναι φήσας τοῖς δι' αὐτοῦ γενομένοις ἐλέγχοις ἐπιτεθῆναι
13.12.4
σφαγὴν ἀλλὰ μᾶλλον τὴν διὰ μετανοίας αὐτῷ σωτηρίαν χορηγηθῆναι. Ἀπόχρη μὲν οὖν
13.12.5
καὶ ταῦτα τὴν τῆς παρασχεθείσης αὐτῷ θείας δυνάμεως δεῖξαι περιουσίαν· ἐγὼ δὲ ὅμως
13.12.6
καὶ ἕτερα διηγήσομαι.
13.13.1
Τῶν εὐπατριδῶν τις γυνὴ καὶ λίαν εὐπορωτάτων– Ἄστριον δὲ αὐτὴν
13.13.2
προσηγόρευον– ἔξω μὲν τῶν φρενῶν ἐγεγόνει· ἐπεγίνωσκε δὲ τῶν οἰκείων οὐδένα,
13.13.3
σιτίων δὲ ἢ ποτῶν μεταλαβεῖν οὐκ ἠνείχετο. Παραπαίουσα δὲ ἐπὶ πλεῖστον διετέλεσε
13.13.4
χρόνον· καὶ τοῦτο οἱ μὲν ἄλλοι δαίμονος ἐκάλουν ἐνέργειαν, οἱ δὲ ἰατροὶ τοῦ
13.13.5
ἐγκεφάλου προσηγόρευον νόσημα. Πάσης τοίνυν δαπανηθείσης τῆς τέχνης καὶ μηδε
13.13.6
μιᾶς ἐκεῖθεν ἐπικουρίας προσγενομένης, ὁ ταύτης ἀνὴρ–̓ Οβοδιανὸς δὲ οὗτος ἦν, ἀνὴρ
13.13.7
τῶν ἐν τέλει καὶ ἀξιωτάτων– παρὰ τὴν θείαν ἐκείνην δραμὼν κεφαλὴν καὶ τῆς
13.13.8
ὁμοζύγου διηγεῖτο τὸ πάθος καὶ τυχεῖν τῆς θεραπείας ἱκέτευεν. Εἶξε δὲ ὁ θεσπέσιος
13.13.9
ἄνθρωπος καὶ τὴν οἰκίαν κατέλαβε καὶ σπουδαίαν τῷ θεῷ τὴν ἱκετείαν προσήνεγκε· τὴν
13.13.10
δὲ προσευχὴν συμπεράνας καὶ ὕδωρ κομισθῆναι κελεύσας καὶ τὴν σωτήριον ἐντυπώσας
13.13.11
σφραγῖδα πιεῖν αὐτῇ παρηγγύησε· τῶν δὲ ἰατρῶν ἀπαγορευόντων ὡς τῇ ψυχροποσίᾳ
13.13.12
αὔξησιν δεχομένου τοῦ πάθους, πᾶσαν ἐκείνων τὴν συμμορίαν ὁ ἀνὴρ ἀπωσάμενος τῇ
13.13.13
γυναικὶ τὸ πόμα προσέφερεν· ἡ δὲ ἔπινέ τε ἅμα καὶ εἰς ἑαυτὴν ἐπανῄει καὶ φρενήρης
13.13.14
ἐγίνετο· καὶ πάμπαν ἀπαλλαττομένη τοῦ πάθους τὸν θεῖον ἐπεγίνωσκεν ἄνδρα καὶ τὴν
13.13.15
δεξιὰν λαβεῖν ἱκέτευε καὶ τοῖς ὀφθαλμοῖς ἐπετίθει καὶ τῷ στόματι προσέφερε· καὶ εἰς
13.13.16
τὸν ἔπειτα διέμεινε χρόνον φρεσὶν ἐρρωμέναις χρωμένη.
13.14.1
Καὶ ἡνίκα δὲ τὴν ὄρειον πολιτείαν ἠσπάζετο, ποιμήν τις μαστεύων
13.14.2
ἁλώμενα πρόβατα εἰς ἐκεῖνο τὸ χωρίον ἀφίκετο ἔνθα ὁ τοῦ θεοῦ ἄνθρωπος ἦν. Νὺξ δὲ
13.14.3
ἦν βαθεῖα καὶ νιφετὸς κατῄει πολὺς καὶ εἶδεν, ὡς ἔφησε, πυρὰν περὶ αὐτὸν ἁπτομένην
13.14.4
καὶ δύο τινὰς λευχειμονοῦντας ὕλην τῷ πυρὶ χορηγοῦντας. Τὴν γὰρ προθυμίαν
13.14.5
εἰσφέρων τῆς θείας ἐπικουρίας ἀπέλαυεν.
13.15.1
Καὶ προφητικοῦ δὲ μετειλήφει χαρίσματος. Καί ποτε πρὸς αὐτὸν
13.15.2
ἀφικόμενος στρατηγὸς εὐσεβείᾳ λαμπρυνόμενος– τίς δὲ ἀγνοεῖ Λουπικίνου τὴν ἀρετήν;
13.15.3
– φροντίζειν ἔλεγε περί τινων ἀπὸ τῆς βασιλευούσης πόλεως διὰ τῆς θαλάττης αὐτῷ τὰ
13.15.4
ἐπιτήδεια κομιζόντων. Πεντήκοντα γὰρ ἔφασκε διεληλυθέναι ἡμέρας ἐξ οὗ τοῦ λιμένος
13.15.5
ἀνήχθησαν, οὐδεμίαν δὲ περὶ αὐτῶν ὑποδέξασθαι φήμην. Ὁ δὲ μηδὲν μελλήσας·" Τὸ ἕν,
13.15.6
ἔφη, σκάφος, ὦ φίλος, ἀπόλωλε· τὸ ἕτερον δὲ τῇ ὑστεραίᾳ τὸν Σελευκείας καταλήψεται
13.15.7
λιμένα." Καὶ τοῦτο ἤκουσε μὲν τῆς θείας ἐπιφθεγξαμένης γλώττης, ἔμαθε δὲ τῇ πείρᾳ
13.15.8
τὴν τῶν λόγων ἀλήθειαν.
13.16.1
Ἵνα δὲ τὰ ἄλλα καταλίπω, τὸ καθ' ἡμᾶς αὐτοὺς διηγήσομαι. Τρία καὶ δέκα
13.16.2
ἔτη συνοικήσασα τῷ ἐμῷ πατρὶ ἡ μήτηρ παιδῶν οὐκ ἐγένετο μήτηρ· στεριφὴ γὰρ ἦν,
13.16.3
φέρειν καρπὸν ὑπὸ τῆς φύσεως εἰργομένη· καὶ τοῦτο τὴν μὲν οὐ λίαν ἠνία– τὰ γὰρ θεῖα
13.16.4
πεπαιδευμένη τοῦτο συμφέρειν ἐπίστευεν–, ἐλύπει δὲ τὸν πατέρα λίαν ἡ ἀπαιδία καὶ
13.16.5
πάντοσε περινοστῶν ἱκέτευε τοὺς θείους θεράποντας αἰτῆσαί οἱ παρὰ τοῦ θεοῦ παῖδας.
13.16.6
Οἱ μὲν οὖν ἄλλοι καὶ προσεύχεσθαι ὑπισχνοῦντο καὶ στέργειν αὐτῷ τὸ θεῖον βούλημα
13.16.7
παρηγγύων· ὁ δὲ θεῖος οὗτος ἄνθρωπος διαρρήδην αἰτήσειν ἐπηγγείλετο υἱὸν ἕνα παρὰ
13.16.8
τοῦ τῶν ὅλων δημιουργοῦ καὶ λήψεσθαι τὴν αἴτησιν ὑπισχνεῖτο. Τριῶν τοίνυν διελ
13.16.9
θόντων ἐνιαυτῶν καὶ τῆς ἐπαγγελίας τὸ τέλος οὐ δεξαμένης, πάλιν ἔτρεχεν ὁ πατὴρ τὴν
13.16.10
ὑπόσχεσιν ἀπαιτῶν· ὁ δὲ πεμφθῆναι αὐτῷ προσέταττε τὴν ὁμόζυγα· ἀφικομένης δὲ τῆς
13.16.11
μητρός, ἔλεγεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ ὡς καὶ αἰτήσει καὶ λήψεται τὸ παιδίον καὶ ὡς
13.16.12
προσήκει τοῦτο τῷ δεδωκότι ἀντιδοθῆναι. Τῆς δὲ μητρὸς σωτηρίαν ψυχῆς μόνην ἀντι
13.16.13
βολούσης λαβεῖν καὶ τὴν τῆς γεέννης ἀπαλλαγήν·" Πρὸς τούτῳ, ἔφη, καὶ τὸν υἱὸν ὁ
13.16.14
μεγαλόδωρος δώσει· τοῖς γὰρ εἰλικρινῶς αἰτοῦσι διπλᾶς τὰς αἰτήσεις χαρίζεται". Ἐπα
13.16.15
νῆκεν ἐκεῖθεν ἡ μήτηρ τὴν τῆς ἐπαγγελίας εὐλογίαν κομίζουσα· καὶ τῷ τετάρτῳ τῆς
13.16.16
ὑποσχέσεως ἐνιαυτῷ κύει καὶ τὴν γαστέρα φορτίζεται· καὶ πρὸς τὸν θεῖον ἄνθρωπον
13.16.17
παραγίνεται τῶν τῆς εὐλογίας σπερμάτων ὑπο δεικνῦσα τὰ δράγματα.
13.17.1
Τῷ δὲ πέμπτῳ μηνὶ τῆς κυήσεως, ἀμβλώσεως ἐπεγένετο κίνδυνος. Ἡ δὲ
13.17.2
πάλιν πρὸς τὸν νέον αὐτῆς Ἐλισσαῖον ἀπέστειλε– δραμεῖν γὰρ αὐτὴν τὸ πάθος ἐκώλυε–
13.17.3
καὶ ὡς οὐκ ἐβούλετο παίδων γενέσθαι μήτηρ ἀνέμνησε καὶ τὰς αὐτοῦ ὑποσχέσεις εἰς
13.17.4
μέσον παρήγαγεν. Ὁ δὲ πόρρωθεν τὸν ἀφικόμενον θεασάμενος ἐπέγνω τε καὶ τὴν
13.17.5
αἰτίαν ἐγνώρισε· νύκτωρ γὰρ αὐτῷ καὶ τὸ πάθος καὶ τὴν σωτηρίαν ὁ δεσπότης
13.17.6
ἐδεδηλώκει· λαβὼν τοίνυν τὴν βακτηρίαν, ἀφίκετο σκηριπτόμενος καὶ τῆς οἰκίας εἴσω
13.17.7
γενόμενος καὶ τῆς εἰρήνης, ὡς εἰώθει, τὸ πρόσρημα δεδωκώς." Θάρσει, ἔφη, καὶ μὴ
13.17.8
δείσῃς· οὐ γὰρ ἀφαιρήσεται τὸ δῶρον ὁ δεδωκὼς εἰ μὴ σὺ τὰς γεγενημένας παραβαίης
13.17.9
συνθήκας. Ὑπέσχου δὲ ἀντιδώσειν τὸ δοθησόμενον καὶ εἰς τὴν θείαν αὐτὸ θεραπείαν
13.17.10
καθοσιώσειν".–" Οὕτως, ἔφη ἡ μήτηρ, καὶ ἐγὼ τεκεῖν βούλομαί τε καὶ εὔχομαι· τῆς γὰρ
13.17.11
ἀλλοίας τοῦ παιδίου τροφῆς αἱρετώτερον ἡγοῦμαι τὸν ἀτέλεστον τόκον."–" Πίε τοίνυν,
13.17.12
ἔφη ὁ θεῖος ἄνθρωπος, τόδε τὸ ὕδωρ καὶ τῆς θείας ἐπικουρίας αἰσθήσῃ." Ἔπιε τοιγαροῦν
13.17.13
ὡς προσέταξε καὶ ὁ τῆς ἀμβλώσεως ἐδραπέτευσε κίνδυνος. Τοιαῦτα τοῦ ἡμετέρου
13.17.14
Ἐλισσαίου τὰ θαύματα.
13.19.1
Ὁποῖος μὲν οὖν ἐκεῖνος ἦν καὶ οἵοις χρησάμενος πόνοις τὴν θείαν
13.19.2
ἐπεσπάσατο χάριν ἱκανὰ καὶ ταῦτα διδάξαι. Ἐδέξατο δὲ ὅμως καὶ κατὰ τόνδε τὸν βίον ἡ
13.19.3
τελευτὴ τῶν πόνων ἀξίαν τιμήν· ἅπαντες γὰρ καὶ πολῖται καὶ ξένοι καὶ οἱ τὰς μεγάλας
13.19.4
ἀρχὰς οἰκονομεῖν πεπιστευμένοι τὴν ἱερὰν ἐκείνην ἐπὶ τῶν ὤμων φέροντες κλίνην εἰς
13.19.5
τὸν τῶν νικηφόρων μαρτύρων σηκὸν ἀπεκόμισαν καὶ μετὰ τῶν θείων ἐκείνων ἀνδρῶν
13.19.6
Ἀφραάτου καὶ Θεοδοσίου τὸ ἅγιον ἐκεῖνο καὶ θεοφιλὲς κατέθηκαν σῶμα. Τὸ δὲ κλέος
13.19.7
διέμεινεν ἄσβεστον καὶ οὐδεὶς τοῦτο χρόνος ἀφανίσαι δυνήσεται. Ἡμεῖς δὲ τέλος
13.19.8
ἐπιθέντες τῷ διηγήματι τὴν ἀπὸ τῆς διηγήσεως εὐωδίαν ἐκαρπωσάμεθα.
13.19.9
14. t ΜΑΗΣΥΜΑΣ

Intertext edge

Open linked passage

Note