Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
Ἀκεψιμᾶς κατὰ τὸν αὐτὸν γέγονε χρόνον οὗ κλέος εὐρὺ κατὰ πᾶσαν τὴν ἕω.
15.1.2
Οὗτος ἐν οἰκίσκῳ καθείρξας ἑαυτόν, ἑξήκοντα διετέλεσεν ἔτη μήτε ὁρώμενος μήτε
15.1.3
φθεγγόμενος, ἀλλ' εἰς ἑαυτὸν νεύων καὶ τὸν θεὸν φαντα ζόμενος ἐκεῖθεν ψυχαγωγίαν
15.1.4
ἐδέχετο κατὰ τὴν προφητείαν τὴν λέγουσαν·" Κατατρύφησον τοῦ κυρίου καὶ δῴη σοι τὰ
15.1.5
αἰτήματα τῆς καρδίας σου". Διά τινος δὲ βραχέος ὀρύγματος τὴν χεῖρα προτείνων τὴν
15.1.6
κομιζομένην τροφὴν εἰσεδέχετο· τὸ δὲ ὄρυγμα οὐ διαμπερὲς ἦν κατ' εὐθὺ διωρυγμένον
15.1.7
ἵνα μὴ προκέηται τοῖς ὁρᾶν βουλομένοις, ἀλλ' ἐγκάρσιον ἦν, ἑλικοειδῶς
15.1.8
κατεσκευασμένον. Τροφὴ δὲ αὐτῷ ἐκομίζετο φακὸς διάβροχος ὕδατι.
15.2.1
Ἅπαξ δὲ τῆς ἑβδομάδος νύκτωρ ἐξιὼν τὸ ἀρκοῦν ὕδωρ ἀπὸ τῆς πελαζούσης
15.2.2
ἀνιμᾶτο πηγῆς. Καί ποτέ τις πόρρωθεν προβατεὺς θρέμματα νέμων, σκότους ὄντος,
15.2.3
κινούμενον θεασάμενος καὶ λύκον ὑποτοπήσας– συγκεκυφὼς γὰρ ἐβάδιζε σιδήρῳ
15.2.4
πολλῷ βαρυνόμενος–, τὴν σφενδόνην ὡς λίθον ἀκοντίσων ἐκίνησε· τῆς δὲ χειρὸς ἐπὶ
15.2.5
πλεῖστον ἀκινήτου μενούσης καὶ ἀφιέναι τὸν λίθον οὐ δυναμένης ἕως ὁ θεῖος ἐκεῖνος
15.2.6
ἀνὴρ τὸ ὕδωρ ἀρυσάμενος ἐπανῆκεν, αἴσθησιν τῆς ἀγνοίας ἐδέξατο καὶ μετὰ τὴν ἕω
15.2.7
καταλαμ βάνει τὸ τῆς ἀρετῆς φροντιστήριον καὶ διηγεῖται τὸ γεγονὸς καὶ συγγνώμην
15.2.8
αἰτεῖ καὶ λαμβάνει τῆς πλημμελείας τὴν ἄφεσιν οὐ φωνῆς φθεγξαμένης ἀκούσας, ἀλλὰ
15.2.9
διὰ τῶν τῆς χειρὸς κινημάτων καταμαθὼν τὴν εὐμένειαν.
15.3.1
Ἄλλος δέ τις κακοήθει πολυπραγμοσύνῃ χρησάμενος καὶ γνῶναι ποθήσας τί
15.3.2
δρῶν ἅπαντα τὸν χρόνον διατελεῖ εἰς τὴν τῷ θριγκίῳ παραπεφυτευμένην πλάτανον
15.3.3
ἀναβῆναι τετόλμηκεν. Ἀλλὰ παραυτίκα τῆς τολμῆς ἐδρέψατο τοὺς καρπούς· τὸ γὰρ
15.3.4
ἥμισυ τοῦ σώματος ἀπ' ἄκρας κορυφῆς μέχρι τῶν ποδῶν αὐανθεὶς ἱκέτης ἐγένετο τῆς
15.3.5
ἁμαρτάδος κατηγορῶν. Ὁ δὲ τῇ τομῇ τῆς πλατάνου τὴν ὑγιείαν ἔσεσθαι προεμήνυσεν·
15.3.6
ἵνα γὰρ μὴ καὶ ἕτερος τὰ ἴσα δράσας ὑπομείνῃ τὰ ἴσα τμηθῆναι παραυτίκα τὸ δένδρον
15.3.7
ἐκέλευσεν· εἵπετο δὲ τῇ τοῦ δένδρου τομῇ καὶ τῆς τιμωρίας ἡ λύσις. Τοσαύτῃ μὲν οὗτος
15.3.8
ὁ θεσπέσιος ἐχρήσατο τῇ καρτερίᾳ, τοσαύτην δὲ παρὰ τοῦ ἀγωνοθέτου ἐδέξατο τὴν
15.3.9
χάριν .
15.4.1
Ἡνίκα δὲ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστέλλετο, προεσή μανεν ὡς μετὰ
15.4.2
πεντήκοντα ἡμέρας δέξεται τοῦ βίου τὸ τέλος· ὑπεδέξατο δὲ ἅπαντας τοὺς ἰδεῖν
15.4.3
ἐθελήσαντας. Ἐπειδὴ δὲ καὶ ὁ τῆς ἐκκλησίας ἀφίκετο πρόεδρος, ἤπειγεν αὐτὸν
15.4.4
ὑποδέξασθαι τοῦ πρεσβυτέρου τὴν ζεύγλην·" Οἶδα, λέγων, ὦ πάτερ, καὶ τῆς σῆς
15.4.5
φιλοσοφίας τὸ ὕψος καὶ τὴν τῆς ἐμῆς πενίας ὑπερβολήν, ἀλλὰ τῆς ἀρχιερωσύνης τὴν
15.4.6
οἰκονομίαν πεπιστευμένος, ταύτῃ τὰς χειροτονίας, ἀλλ' οὐκ ἐκείνῃ προβάλλομαι. Δέξαι
15.4.7
τοίνυν, ἔφη, τῆς ἱερωσύνης τὸ δῶρον, τῆς μὲν ἐμῆς δεξιᾶς ὑπουργούσης, τῆς δὲ τοῦ
15.4.8
παναγίου πνεύματος τοῦτο χάριτος χορηγούσης". Πρὸς ταῦτα φάναι λέγεται ὅτι" μετ'
15.4.9
ὀλίγας ἐντεῦθεν ἐκδημήσων ἡμέρας, ἥκιστα περὶ τούτων ζυγομαχήσω· εἰ μὲν γὰρ
15.4.10
ἔμελλον ἐπὶ πλεῖστον βιώσεσθαι, πάμπαν ἔφυγον ἂν τὸ βαρὺ τοῦτο καὶ φοβερὸν τῆς
15.4.11
ἱερωσύνης φορτίον, τῆς παρα καταθήκης ὀρρωδῶν τὰς εὐθύνας. Ἐπειδὴ δὲ οὐκ εἰς
15.4.12
μακρὰν ἀπελεύσομαι καταλείψων τὰ τῇδε, εὐπειθῶς τὸ κελευόμενον δέξομαι". Αὐτίκα
15.4.13
τοίνυν, οὐδενὸς ἄγοντος, ὁ μὲν τὰ γόνατα κάμπτων τὴν χάριν ἀνέμενεν, ὁ δὲ τὴν χεῖρα
15.4.14
ἐπιτιθεὶς ὑπούργει τῷ πνεύματι.
15.5.1
Τῇ δὲ ἱερωσύνῃ ὀλίγας ἐπιβιώσας ἡμέρας βίου βίον ἠλλάξατο καὶ τὸν
15.5.2
ἀγήρω καὶ ἄλυπον ἀντὶ τοῦ πολυφρόν τιδος ἔλαβεν. Ἁρπάζειν δὲ πάντων βουλομένων
15.5.3
τὸ σῶμα καὶ εἰς τὴν οἰκείαν ἑκάστου κώμην ἀποκομίζειν προαιρου μένων, μηνύσας τις
15.5.4
τοῦ ἁγίου τοὺς ὅρκους τὴν ἔριν διέλυσεν· ὁρκῶσαι γὰρ αὐτὸν ἔφησεν ἐν ἐκείνῳ τῷ
15.5.5
χωρίῳ παραδοῦναι τοῦτο ταφῇ.
15.6.1
Οὕτω καὶ τῆς μετὰ θάνατον εὐτελείας ἐπεμελοῦντο τῶν οὐρανῶν οἱ
15.6.2
πολῖται· καὶ οὔτε περιόντες μέγα φρονεῖν ἠνέσχοντο πώποτε, καὶ τελευτήσαντες τὸ
15.6.3
παρὰ ἀνθρώπων οὐκ ἐπεσπάσαντο γέρας, ἀλλὰ τὸ φίλτρον ἅπαν εἰς τὸν νυμφίον
15.6.4
μετέθεσαν κατὰ τὰς σώφρονας γυναῖκας αἳ παρὰ μόνων τῶν ὁμοζύγων καὶ φιλεῖσθαι
15.6.5
καὶ ἐπαινεῖσθαι σπουδά ζουσι, τῆς παρὰ τῶν ἄλλων εὐφημίας καταφρονοῦσαι. Τούτου
15.6.6
χάριν αὐτοὺς ὁ νυμφίος καὶ μὴ βουλομένους ἀοιδίμους ἀπέφηνε καὶ τῆς παρὰ
15.6.7
ἀνθρώποις εὐκλείας ἐκ περιουσίας μετέδωκεν. Ὅταν γάρ τις τὰ θεῖα μετιὼν αἰτῇ τὰ
15.6.8
οὐράνια, προστίθησι μετ' ἐκείνων καὶ ἕτερα πάμπολλα, πολλαπλασίας τὰς αἰτήσεις
15.6.9
δωρούμενος· τοῦτο καὶ νομοθετῶν ἔλεγεν." Αἰτεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν
15.6.10
δικαιοσύνην αὐτοῦ καὶ τὰ λοιπὰ πάντα προστεθήσεται ὑμῖν". Καὶ πάλιν·" Ὁ
15.6.11
καταλιμπάνων πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα εἵνεκεν ἐμοῦ
15.6.12
καὶ τοῦ εὐαγγελίου καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται καὶ ἐν τῷ
15.6.13
μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει." Ταῦτα καὶ εἴρηκεν καὶ πεποίηκεν. Ἡμᾶς δὲ εἴη
15.6.14
καὶ λόγῳ καὶ ἔργῳ παιδευομένους καὶ ταῖς τούτων προσευχαῖς ἐπερειδομένους κατὰ
15.6.15
σκοπὸν διῶξαι ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
15.6.16
16. t ΜΑΡΩΝ

Intertext edge

Open linked passage

Note