Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.1
Μάρωνος μετὰ τοῦτον μνησθήσομαι· καὶ γὰρ οὗτος τὸν θεῖον τῶν ἁγίων
16.1.2
χορὸν κατεκόσμησε· τὸν ὕπαιθρον γὰρ ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν ὑπὸ
16.1.3
τῶν πάλαι δυσσεβῶν τιμωμένην· καὶ τὸ ἐν ταύτῃ τῶν δαιμόνων τέμενος τῷ θεῷ
16.1.4
καθοσιώσας, ἐν αὐτῷ διέτριψε, σκηνήν τινα βραχεῖαν πηξάμενος μέν, ὀλιγάκις δὲ ταύτῃ
16.1.5
χρησάμενος. Πόνοις δὲ οὐ τοῖς εἰωθόσιν ἐχρῆτο μόνοις, ἀλλὰ καὶ ἑτέρους ἐπενόει, τῆς
16.1.6
φιλοσοφίας συναθροίζων τὸν πλοῦτον.
16.2.1
Ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐμέτρησεν· οὕτω γὰρ αὐτῷ
16.2.2
πλουσίως ὁ μεγαλόδωρος τὸ τῶν ἰαμάτων ἐδωρήσατο χάρισμα ὡς πανταχοῦ μὲν τούτου
16.2.3
τὸ κλέος διαδραμεῖν, πάντας δὲ πάντοθεν ἐφελκύσασθαι καὶ τῇ πείρᾳ διδάξαι τῆς φήμης
16.2.4
τὸ ἀληθές· ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ δρόσῳ τῆς εὐλογίας καὶ φρίκην
16.2.5
παυομένην καὶ δαίμονας δραπετεύοντας καὶ τὰ παντοδαπὰ καὶ ποικίλα παθήματα ἑνὶ
16.2.6
φαρμάκῳ θεραπευόμενα. Ἰατρῶν μὲν γὰρ παῖδες ἑκάστῳ παθήματι τὸ κατάλληλον
16.2.7
προσφέ ρουσι φάρμακον, ἡ δὲ τῶν ἁγίων προσευχὴ κοινόν ἐστι παθῶν ἁπάντων
16.2.8
ἀλεξιφάρμακον .
16.3.1
Οὐ μόνον δὲ τὰς σωματικὰς ἀρρωστίας ἰᾶτο, ἀλλὰ καὶ ταῖς ψυχαῖς τὴν
16.3.2
πρόσφορον θεραπείαν προσέφερε, τούτου μὲν τὴν πλεονεξίαν, ἐκείνου δὲ τὸν θυμὸν
16.3.3
ἰατρεύων, καὶ τούτῳ μὲν τὴν περὶ σωφροσύνης διδασκαλίαν προσφέρων, ἐκείνῳ δὲ
16.3.4
προστιθεὶς τὰ τῆς δικαιοσύνης παιδεύματα καὶ τοῦ μὲν τὴν ἀκολασίαν κολάζων, τοῦ δὲ
16.3.5
τὸ νωθρὸν διεγείρων. Ταύτῃ χρώμενος τῇ γεωργίᾳ πολλὰ φυτὰ φιλοσοφίας ἀπέφηνε
16.3.6
καὶ τὸν νῦν ἐν τῇ Κύρρου χώρᾳ τεθηλότα παράδεισον αὐτὸς τῷ θεῷ κατεφύτευσε. Τῆς
16.3.7
τούτου φυτουργίας ἔργον ὁ μέγας Ἰάκωβος, εἰς ὃν εἰκότως ἄν τις ἑλκύσειε τὴν
16.3.8
προφητικὴν ἐκείνην φωνήν·" Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
16.3.9
πληθυνθήσεται"· καὶ οἱ ἄλλοι δὲ ἅπαντες ὧν ἰδίᾳ σὺν θεῷ φάναι μνησθήσομαι.
16.4.1
Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος καὶ ψυχὰς ὁμοῦ θεραπεύων καὶ
16.4.2
σώματα, ἀρρωστίαν ὑπομείνας βραχεῖαν ἵνα καὶ τῆς φύσεως τὴν ἀσθένειαν καὶ τῆς
16.4.3
προαιρέσεως καταμάθωμεν τὴν ἀνδρείαν, αὐτὸς μὲν ὑπεξῆλθε τὸν βίον, πόλεμος δὲ
16.4.4
περὶ τοῦ σώματος τοῖς γειτονεύουσι συνέστη σφοδρός. Κώμη δέ τις τῶν ὁμόρων
16.4.5
πολυάνθρωπος πανδημεὶ παραγενομένη τοὺς μὲν ἄλλους ἐσκέδασε, τὸν δὲ τριπό θητον
16.4.6
ἐκεῖνον ἥρπασε θησαυρὸν καὶ σηκὸν οἰκοδομησάμενοι μέγιστον τὴν ἐκεῖθεν μέχρι καὶ
16.4.7
τήμερον ὠφέλειαν καρποῦνται δημοτελεῖ πανηγύρει τὸν νικηφόρον ἐκεῖνον
16.4.8
γεραίροντες. Ἡμεῖς δὲ καὶ ἀπόντες τὴν εὐλογίαν καρπούμεθα· ἀρκεῖ γὰρ ἡμῖν ἀντὶ τῆς
16.4.9
θήκης ἡ μνήμη.
16.4.10
17. t ΑΒΡΑΑΜΗΣ

Intertext edge

Open linked passage

Note