Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
Οὐδὲ Ἀβραάμου τοῦ θαυμαστοῦ τὴν μνήμην παραλιπεῖν εὐαγὲς προφάσει
17.1.2
χρωμένους ὅτι μετὰ τὸν μονήρη βίον τὴν ἀρχιερατικὴν ἐφαίδρυνε προεδρίαν· πολλῷ
17.1.3
γὰρ δήπουθεν τούτου γε εἵνεκα ἀξιομνημονευτότερος εἰκότως ἂν εἴη ὅτι τὴν πολιτείαν
17.1.4
βιασθεὶς ἐναλλάξαι τὸν βίον οὐκ ἤμειψεν, ἀλλὰ μετὰ τῆς ἀσκητικῆς μετέβη
17.1.5
κακοπαθείας καὶ κατὰ ταὐτὸν μοναχικοῖς τε πόνοις καὶ ἀρχιερατικαῖς περιστοιχιζό
17.1.6
μενος φροντίσι τοῦ βίου τὸν δρόμον ἐξήνυσεν.
17.2.1
Καὶ οὗτος δὲ τῆς Κύρρου χώρας καρπός· ἐνταῦθα γὰρ καὶ τεχθεὶς καὶ
17.2.2
τραφεὶς τῆς ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον συνέλεξε. Τοσαύτῃ γὰρ αὐτόν φασιν οἱ
17.2.3
συγγεγονότες ἀγρυπνίᾳ καὶ στάσει καὶ νηστείᾳ καταδαμάσαι τὸ σῶμα ὡς ἀκίνητον ἐπὶ
17.2.4
πλεῖστον διαμεῖναι χρόνον, ἥκιστα βαδίζειν δυνάμενον. Θείᾳ δὲ προμηθείᾳ τῆς
17.2.5
ἀσθενείας ἐκείνης ἀπαλλαγείς, κινδύνους εἰσενεγκεῖν εὐσεβεῖς ἀντὶ τῆς θείας χάριτος
17.2.6
ἐβουλήθη καὶ καταλαμβάνει τὸν Λίβανον, κώμην τινὰ μεγίστην κατέχεσθαι τῷ τῆς
17.2.7
ἀσεβείας ζόφῳ μεμαθηκώς· καὶ προσωπείῳ ἐμπορικῷ τὸ μοναχικὸν πρόσωπον κατα
17.2.8
κρύψας καὶ θυλάκους μετὰ τῶν συνόντων ἐπιφερόμενος ὡς δῆθεν ὠνησόμενος κάρυα–
17.2.9
τοῦτον γὰρ ἡ κώμη διαφερόντως ἔφερε τὸν καρπὸν– καὶ οἰκίαν μισθωσάμενος καὶ ὀλίγα
17.2.10
χρήματα τοῖς κεκτημένοις προδεδωκὼς τρεῖς μὲν καὶ τέτταρας ἡμέρας ἡσυχίαν ἦγεν·
17.2.11
εἶτα κατὰ μικρὸν τῆς θείας ἥψατο λειτουργίας μετρίᾳ φωνῇ κεχρημένος. Ἐπειδὴ δὲ τῆς
17.2.12
ψαλμῳδίας ἐπῄσθοντο ὁ μὲν κῆρυξ ἐβόα καὶ συνεκάλει πάντας· συνελέγοντο δὲ καὶ
17.2.13
ἄνδρες καὶ παῖδες καὶ γυναῖκες, καὶ τὰς θύρας ἔξωθεν ἀνοικοδομήσαντες, ἄνωθεν ἀπὸ
17.2.14
τῆς ὀροφῆς πολὺν χοῦν συμφοροῦντες κατέβαλλον. Ὡς δὲ ἑώρων ἀποπνιγομένους καὶ
17.2.15
χωννυμένους, οὐδὲν δὲ οὔτε δρᾶν οὔτε λέγειν ἐθέλοντας, εὐχὴν δὲ μόνην τῷ θεῷ προσ
17.2.16
κομίζοντας, τῶν γεραιτέρων ὑποθεμένων, τῆς μανίας ἐπαύσαντο· εἶτα τὰς θύρας
17.2.17
ἀνοίξαντες καὶ ἀπὸ τοῦ χώματος ἀνασπάσαντες ἀπιέναι παραυτίκα ἐκέλευον.
17.3.1
Ἀλλὰ κατ' αὐτὸν τὸν καιρὸν πράκτορες ἀφίκοντο τὰς εἰσφορὰς ἐκτίνειν
17.3.2
καταναγκάζοντες· καὶ τοὺς μὲν ἐδέσμουν, τοὺς δὲ ᾐκίζοντο. Ἀλλ' ὁ θεῖος ἐκεῖνος ἀνὴρ
17.3.3
οὐδενὸς ἐκείνων τῶν εἰς αὐτοὺς γεγενημένων ἀναμνησθείς, τὸν δεσπότην μιμούμενος
17.3.4
ὃς τῷ σταυρῷ προσηλωμένος τῶν τοῦτο δεδρακότων ἐκήδετο, τοὺς πράκτορας ἐκείνους
17.3.5
ἱκέτευεν ἡμέρως ποιεῖσθαι τὴν εἴσπραξιν. Ἐπειδὴ δὲ καὶ ἐγγυητὰς ἐπεζήτησαν, ἐθελοντὶ
17.3.6
τὴν πρόσκλησιν ὑπεδέξατο καὶ χρυσίνους ἑκατὸν μετ' ὀλίγας δώσειν ἡμέρας ὑπέσχετο.
17.3.7
Ὑπεραγασθέντες δὲ οἱ τὰ δεινὰ ἐκεῖνα ἐργασάμενοι τῆς φιλανθρωπίας τὸν ἄνδρα,
17.3.8
αἰτοῦσι μὲν τῶν τετολμημένων συγγνώμην, προστάτην δὲ αὐτῶν γενέσθαι
17.3.9
παρακαλοῦσιν· οὐδὲ γὰρ εἶχεν ἡ κώμη δεσπότην· αὐτοὶ δὲ ἦσαν καὶ γεωργοὶ καὶ
17.3.10
δεσπόται. Τοὺς μὲν οὖν ἑκατὸν χρυσίνους ἀφικόμενος εἰς τὴν πόλιν– Ἔμισα δὲ ἦν αὕτη–
17.3.11
καὶ γνωρίμους τινὰς εὑρὼν ποιεῖται τὸ δάνεισμα· εἶτα τὴν κώμην καταλαβὼν κατὰ τὴν
17.3.12
κυρίαν πληροῖ τὴν ὑπόσχεσιν.
17.4.1
Ταύτην αὐτοῦ τὴν σπουδὴν θεασάμενοι, σπουδαιοτέραν αὐτῷ προσφέρουσι
17.4.2
τὴν παράκλησιν. Τοῦ δὲ τοῦτο δρᾶν ὑποσχομένου εἰ ἐκκλησίαν οἰκοδομεῖν
17.4.3
ἐπαγγέλλοιντο, εὐθὺς ἐπιχειρεῖν ἱκέτευον καὶ περιῆγον τὸν μακάριον ἄνδρα τοὺς
17.4.4
ἐπιτηδειοτέρους τόπους ὑποδεικνύντες· καὶ ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον ἐπῄνει·
17.4.5
προελόμενος δὲ τὸν ἀμείνω καὶ τὰ θεμέλια καταπήξας, ἐν ὀλίγῳ χρόνῳ τὸν ὄροφον
17.4.6
ἐπιτέθηκεν καὶ τῆς οἰκοδομίας δεξαμένης τὸ πέρας ἱερέα δείξασθαι παρηγγύα. Ἐπεὶ δὲ
17.4.7
ἔλεγον ὡς ἕτερον οὐκ ἂν ἕλοιντο, αὐτὸν δὲ καὶ πατέρα καὶ ποιμένα λαβεῖν ἱκέτευον,
17.4.8
δέχεται δὴ τῆς ἱερωσύνης τὴν χάριν. Καὶ τρία συγγενόμενος αὐτοῖς ἔτη καὶ πρὸς τὰ θεῖα
17.4.9
ποδηγήσας καλῶς ἕτερον τῶν συνόντων ἀντ' αὐτοῦ προβληθῆναι παρασκευάσας πάλιν
17.4.10
τὸ μοναχικὸν κατέλαβε καταγώγιον.
17.5.1
Καὶ ἵνα μὴ πάντα τὰ ἐκείνου διηγούμενος μακρὸν ἐργάσωμαι τὸ διήγημα, ἐν
17.5.2
τούτοις διαλάμψας τὴν Καρρῶν ὑποδέχεται προεδρίαν· πόλις δὲ αὕτη τῆς δυσσεβείας
17.5.3
περικειμένη τὴν μέθην καὶ τῇ τῶν δαιμόνων ἑαυτὴν ἐκδεδω κυῖα βακχείᾳ. Ἀλλὰ τῆς
17.5.4
τούτου γεωργίας ἀξιωθεῖσα καὶ τῆς τούτου διδασκαλίας δεξαμένη τὸ πῦρ, τῶν μὲν
17.5.5
προτέρων ἀκανθῶν ἐλευθέρα διέμεινε, κομᾷ δὲ νῦν τοῖς ληίοις τοῦ πνεύματος,
17.5.6
ἀσταχύων ὡρίμων τῷ θεῷ προσφέρουσα δράγ ματα. Ἀλλ' οὐκ ἀπόνως ὁ θεῖος ἀνὴρ τὴν
17.5.7
γεωργίαν ταύτην εἰργάσατο· πόνοις δὲ μυρίοις χρησάμενος καὶ τῶν τὰ σώματα
17.5.8
θεραπεύειν πεπιστευμένων τὴν τέχνην μιμούμενος, τὰ μὲν καταιονήσει γλυκαίνων, τὰ
17.5.9
δὲ τοῖς αὐστηροῖς ἐπι στύφων φαρμάκοις, ἔστι δὲ ὅπου καὶ τέμνων καὶ καίων τὴν
17.5.10
ὑγίειαν ταύτην εἰργάσατο. Τῇ δὲ διδασκαλίᾳ καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ καὶ αἱ τοῦ βίου
17.5.11
λαμπηδόνες συνηγόρουν· ἐκείναις γὰρ φωτιζόμενοι καὶ τῶν λεγομένων ὑπήκουον καὶ
17.5.12
ἄσμενοι τὰ δρώμενα κατεδέχοντο.
17.6.1
Πάντα γὰρ τῆς προεδρίας τὸν χρόνον περιττὸς μὲν ἦν αὐτῷ ὁ ἄρτος,
17.6.2
περιττὸν δὲ τὸ ὕδωρ, ἄχρηστος δὲ ἡ κλίνη, περιττὴ δὲ ἡ τοῦ πυρὸς χρεία· τεσσαράκοντα
17.6.3
μὲν γὰρ νύκτωρ τὰς ἀντιφθεγγομένας ὑμνῳδίας ἐπλήρου τῶν διὰ μέσου γιγνομένων
17.6.4
προσευχῶν διπλασιάζων τὸ μέτρον· τὸ δὲ λειπόμενον τῆς νυκτὸς ἐπὶ θρόνου καθῆστο
17.6.5
βραχύ τι διαναπαύεσθαι παραχωρῶν τοῖς βλεφάροις. Ὅτι μὲν οὖν" οὐκ ἐπ' ἄρτῳ μόνῳ
17.6.6
ζήσεται ἄνθρωπος", ἔφη μὲν Μωϋσῆς ὁ νομοθέτης, ἀπεμνημόνευσε δὲ ταύτης τῆς
17.6.7
φωνῆς ὁ δεσπότης τοῦ διαβόλου τὴν πρόκλησιν παραιτούμενος· ὅτι δὲ καὶ ἄνευ ὕδατος
17.6.8
διαβιῶναι τῶν δυνατῶν, οὐδαμοῦ τῆς θείας γραφῆς ἐπαιδεύθημεν. Καὶ γὰρ ὁ τοσοῦτος
17.6.9
Ἠλίας πρῶτον μὲν ἀπὸ τοῦ χειμάρρου τὴν χρείαν ταύτην ἐπλήρου, ἔπειτα δὲ καὶ πρὸς
17.6.10
τὴν Σαραφθίαν χήραν παραγενόμενος ὕδωρ αὐτῷ πρῶτον κομισθῆναι προσέταξεν, εἶθ'
17.6.11
οὕτω τὸν ἄρτον ἐπήγγειλεν. Ἀλλ' ὁ θαυμάσιος οὗτος ἀνὴρ οὔτε ἄρτου κατὰ τὸν τῆς
17.6.12
ἀρχιερωσύνης μετέλαβε χρόνον οὔτε ὀσπρίων οὔτε λαχάνων ὁμιλησάντων πυρί, οὐχ
17.6.13
ὕδατος ὃ τῶν τεττάρων στοιχείων πρῶτον παρὰ τοῖς τὰ τοιαῦτα δεινοῖς εἶναι δόξασιν
17.6.14
ἐνομίσθη διὰ τὴν χρείαν· ἀλλὰ θριδακίνας καὶ σέρεις καὶ σέλινα καὶ ὅσα τοιαῦτα καὶ
17.6.15
τροφὴν ἐποιεῖτο καὶ πόμα, ἀρτοποιῶν καὶ ὀψοποιῶν περιττὰς ἀποφαίνων τὰς τέχνας.
17.6.16
Ἐν δὲ τῇ ὥρᾳ τῆς ὀπώρας, ἐκείνη τὴν χρείαν ἐπλήρου· καὶ τούτων δὲ μετὰ τὴν
17.6.17
ἑσπερίνην μετελάγχανε λειτουργίαν.
17.7.1
Τοιούτοις δὲ πόνοις κατατήκων τὸ σῶμα ἄπληστον τοῖς ἄλλοις προσέφερεν
17.7.2
ἐπιμέλειαν· τοῖς γὰρ ἀφικνουμένοις ξένοις καὶ στιβὰς ἦν εὐτρεπὴς καὶ ἄρτοι λαμπροί τε
17.7.3
καὶ ἔκκριτοι προσεφέροντο καὶ οἶνος ἀνθοσμίας καὶ ἰχθύες καὶ λάχανα καὶ τὰ ἄλλα ὅσα
17.7.4
τούτοις συνέζευκται. Παρε κάθητο δὲ καὶ αὐτὸς μεσημβρίας τοῖς ἑστιωμένοις, μοίρας
17.7.5
ἑκάστῳ τινὰς τῶν παρακειμένων προσφέρων καὶ τὰς κύλικας πᾶσι διδοὺς καὶ πίνειν
17.7.6
παρεγγυῶν καὶ τὸν ὁμώνυ μον ἐκεῖνον μιμούμενος, τὸν πατριάρχην φημί, ὃς τοῖς
17.7.7
ξένοις διηκόνει μέν, οὐ συνειστιᾶτο δέ.
17.8.1
Ἐν δὲ ταῖς τῶν ζυγομαχούντων δίκαις διημερεύων, τοὺς μὲν
17.8.2
καταλλάττεσθαι ἀλλήλοις ἀνέπειθε, τοὺς δὲ κατ ηνάγκαζε ταῖς ἡμέροις διδασκαλίαις μὴ
17.8.3
πειθομένους. Οὐδεὶς δὲ τῶν ἀδίκων θρασύτητι τὸ δίκαιον ἀπῆλθε νενικηκώς· τῷ γὰρ
17.8.4
ἀδικουμένῳ τὴν τοῦ δικαίου μοῖραν ἀεὶ προστιθεὶς ἄμαχον ἐδείκνυ καὶ τοῦ ἀδικεῖν
17.8.5
ἐθέλοντος κρείττονα. Καὶ ἰατρῷ ἀρίστῳ ἐῴκει τῶν χυμῶν ἀεὶ τὸ πλεονάζον κωλύοντι
17.8.6
καὶ τὴν ἰσομετρίαν μηχανωμένῳ ταῖς ὕλαις.
17.9.1
Τούτου καὶ τὴν θέαν ἐπόθησε βασιλεύς– ὑπόπτερος γὰρ ἡ φήμη πάντα
17.9.2
ῥᾳδίως καὶ τὰ καλὰ καὶ τὰ χείρω μηνύουσα– καὶ πρὸς ἑαυτὸν ἐκάλει καὶ ἀφικνούμενον
17.9.3
ἠσπάζετο καὶ τὴν ἀγροικικὴν ἐκείνην σισύραν τῆς οἰκείας ἁλουργῖδος τιμιωτέραν
17.9.4
ἡγεῖτο. Καὶ ὁ τῶν βασιλίδων χορὸς καὶ χειρῶν ἥπτετο καὶ γονάτων· καὶ ἱκέτευον ἄνδρα
17.9.5
οὐδὲ ἐπαίειν τῆς ἑλλάδος ἐπιστάμενον γλώττης.
17.10.1
Οὕτω καὶ βασιλεῦσι καὶ πᾶσιν ἀνθρώποις αἰδοῦς ἄξιόν ἐστι χρῆμα
17.10.2
φιλοσοφία· καὶ τελευτήσαντες δὲ οἱ ταύτης ἐρασταὶ καὶ φροντισταὶ μείζονος εὐκλείας
17.10.3
τυγχά νουσιν. Καὶ τοῦτο πολλαχόθεν μέν ἐστι καταμαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν
17.10.4
κατὰ τόνδε τὸν θεσπέσιον ἄνθρωπον. Ἐπειδὴ γὰρ ἐτελεύτησε καὶ τοῦτο ἔμαθεν ὁ
17.10.5
βασιλεύς, ἐβουλήθη μὲν ἔν τινι τῶν ἱερῶν αὐτὸν καταθεῖναι σηκῶν· μαθὼν δὲ ὡς ὅσιον
17.10.6
εἴη τοῖς ποιμνίοις ἀποδοθῆναι τοῦ ποιμένος τὸ σῶμα, καὶ αὐτὸς προὔπεμπεν ἡγούμενος
17.10.7
καὶ ὁ τῶν βασιλίδων χορὸς ἐφεπόμενος καὶ ἄρχοντες ἅπαντες καὶ ἀρχόμενοι,
17.10.8
στρατιῶται καὶ ἰδιῶται. Μετὰ ταύτης αὐτὸν τῆς σπουδῆς καὶ ἡ Ἀντιόχου ὑπεδέξατο
17.10.9
πόλις καὶ αἱ μετὰ ταύτην ἕως εἰς τὸν μέγαν ἐκεῖνον ἀφίκετο ποταμόν· παρὰ δὲ τοῦ
17.10.10
Εὐφράτου τὴν ὄχθην συνέθεον μὲν ἀστοί, συνέθεον δὲ ξένοι καὶ χωριτικοὶ πάντες καὶ οἱ
17.10.11
ὅμοροι δὲ τῆς εὐλογίας ἀπολαύειν ἠπείγοντο. Ῥαβδοφόροι δὲ πολλοὶ τῇ κλίνῃ
17.10.12
παρείποντο τοὺς γυμνοῦν τὸ σῶμα τῆς ἐσθῆτος πειρωμένους καὶ ῥάκια λαμβάνειν
17.10.13
ἐκεῖθεν ἐφιεμένους ὡς παίσοντες δεδιττόμενοι. Καὶ ἦν ἀκούειν τῶν μὲν ψαλλόν των,
17.10.14
τῶν δὲ θρηνῳδούντων· ἡ μὲν γὰρ ὀδυρομένη προστάτην ἐκάλει, ἡ δὲ τροφέα, ἡ δὲ
17.10.15
ποιμένα τε καὶ διδάσκαλον· καὶ ὁ μὲν δακρύων πατέρα ὠνόμαζεν, ὁ δὲ ἐπίκουρον καὶ
17.10.16
κηδεμόνα. Μετὰ τοιούτων εὐφημιῶν τε καὶ θρήνων τῷ τάφῳ τὸ ἅγιον ἐκεῖνο καὶ ἱερὸν
17.10.17
παρέδωκαν σῶμα.
17.11.1
Ἐγὼ δὲ θαυμάσας ὅτι τὴν πολιτείαν ἀμείψας τὸν βίον οὐ συμμετέβαλεν,
17.11.2
οὐδὲ ἀνειμένην ἐν τῇ προεδρίᾳ ἠγάπησε δίαιταν, ἀλλὰ τοὺς ἀσκητικοὺς ἐπηύξησε
17.11.3
πόνους, ἐν τῇ τῶν μοναχῶν αὐτὸν ἱστορίᾳ κατέλεξα καὶ τῆς ἀγαπη θείσης ὑπ' αὐτοῦ
17.11.4
συμμορίας οὐκ ἐχώρισα καὶ τῆς ἐντεῦθεν ἐφιέμενος εὐλογίας.
17.11.5
18. t ΕΥΣΕΒΙΟΣ