Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1.1
Ἀδικεῖν νομίσας τὴν ἀρετὴν εἰ καὶ Σαλαμάνου τοῦ θαυμασίου τὸν βίον τοῖς
19.1.2
ἐσομένοις μὴ γνωρίσαιμι, ἀλλ' ὑπὸ τῆς λήθης χωννυμένην περιΐδοιμι, ἐν κεφαλαίῳ
19.1.3
ποιήσομαι τὴν διήγησιν. Κώμη τίς ἐστι τοῦ Εὐφράτου ποταμοῦ πρὸς ἑσπέραν αὐτῇ
19.1.4
ἐπικειμένη τῇ ὄχθῃ, Καπερσανᾶ καλουμένη. Ἐκ ταύτης οὗτος ὁρμώμενος καὶ τὸν
19.1.5
ἡσύχιον ἀσπαζόμενος βίον, ἐν τῇ ἀντιπέραν κώμῃ σμικρὸν οἰκίσκον εὑρὼν καθεῖρξεν
19.1.6
ἑαυτὸν οὔτε θύραν οὔτε θυρίδα καταλιπών· ἅπαξ δὲ τοῦ ἔτους παρὰ τὴν γῆν ὀρύττων
19.1.7
παντὸς τοῦ ἔτους ὑπεδέχετο τὴν τροφὴν οὐδενί ποτε ἀνθρώπων διαλεγό μενος· καὶ
19.1.8
τοῦτον τὸν τρόπον οὐκ ὀλίγον ἀλλ' ὅτι μάλιστα πλεῖστον διετέλεσε χρόνον.
19.2.1
Καὶ ὁ τῆς πόλεως δὲ ἀρχιερεὺς ἧς ἦν ἡ κώμη, τὴν τοῦ ἀνδρὸς μαθὼν ἀρετήν,
19.2.2
ἀφίκετο τῆς ἱερωσύνης αὐτῷ δοῦναι τὸ δῶρον βουλόμενος· καὶ διορύξας τοῦ οἰκίσκου
19.2.3
τι μέρος εἰσελήλυθε καὶ τὴν χεῖρα ἐπέθηκε καὶ τὴν εὐχὴν ἐπετέλεσε καὶ πολλὰ μὲν πρὸς
19.2.4
αὐτὸν ἔφη καὶ τὴν ἐπιγενο μένην ἐμήνυσε χάριν. Οὐδεμιᾶς δὲ φωνῆς ἀκούσας
19.2.5
ἀπελήλυθεν ἀνοικοδομηθῆναι κελεύσας τὸ ὄρυγμα.
19.3.1
Ἄλλοτε δὲ πάλιν οἱ τῆς κώμης ἐκείνης ἀφ' ἧς ὥρμητο, νύκτωρ τοῦ ποταμοῦ
19.3.2
τὸν πόρον διαπεράσαντες καὶ τὸ οἴκημα διορύξαντες, λαβόντες αὐτὸν οὔτε
19.3.3
ἀντιτείνοντα οὔτε κελεύοντα εἰς τὴν οἰκείαν κώμην φοράδην ἐκόμισαν καὶ τοιοῦτον
19.3.4
ἕωθεν οἰκίσκον δειμάμενοι παραυτίκα καθεῖρξαν. Ὁ δὲ ὁμοίως ἡσυχίαν ἦγεν, οὐδὲν
19.3.5
πρὸς οὐδένα διαλεγόμενος. Μετ' ὀλίγας δὲ πάλιν ἡμέρας οἱ τῆς ἀντιπέραν κώμης,
19.3.6
νύκτωρ πάλιν ἐπελθόντες καὶ τὸ οἴκημα διορύξαντες, πρὸς ἑαυτοὺς ἀπῆγον οὐκ
19.3.7
ἀντιλέγοντα οὐδὲ μένειν βιαζόμενον οὐδ' αὖ πάλιν προθύμως ἀπαίροντα. Οὕτω νεκρὸν
19.3.8
ἑαυτὸν παντελῶς τῷ βίῳ κατέστησε καὶ τὴν ἀποστολικὴν ἐκείνην φωνὴν ἀληθεύων
19.3.9
ἐφθέγγετο." Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν
19.3.10
ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ δόντος ἑαυτὸν
19.3.11
ὑπὲρ ἐμοῦ". Τοιοῦτος καὶ οὗτος ἐγένετο. Ἀρκεῖ γὰρ καὶ ταῦτα δεῖξαι τὴν πᾶσαν τοῦ βίου
19.3.12
προαίρεσιν. Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν καρπωσάμενος εὐλογίαν ἐπὶ τὴν τῶν ἄλλων
19.3.13
διήγησιν μεταβήσομαι.
19.3.14
20. t ΜΑΡΙΣ