Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Μωϋσῆς, ὁ θεῖος νομοθέτης, ὁ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας καὶ τὴν
1.1.2
ἄνικμον ἔρημον ὕδασι κατα κλύσας καὶ τὰ ἄλλα πάντα θαυματουργήσας, τῶν πάλαι
1.1.3
γεγενημένων ἁγίων τὴν πολιτείαν συνέγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἣν παρὰ τῶν
1.1.4
Αἰγυπτίων παρέλαβεν, ἀλλὰ τῆς ἄνωθεν χάριτος τὴν αἴγλην δεξάμενος. Πόθεν γὰρ ἂν
1.1.5
ἔμαθεν ἄλλοθεν τοῦ Ἄβελ τὴν ἀρετήν, καὶ τοῦ Ἐνὼχ τὸ φιλόθεον, καὶ τοῦ Νῶε τὸ
1.1.6
δίκαιον, καὶ τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερωσύνην, καὶ τοῦ Ἀβραὰμ τὴν κλῆσιν, τὴν
1.1.7
πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν πολυθρύλητον τοῦ παιδὸς
1.1.8
ἱερουργίαν, καὶ τὸν τῶν ἄλλων κατορθωμάτων κατάλογον καί, συντόμως εἰπεῖν, τῶν
1.1.9
θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας, τὰς νίκας, τὰς ἀναρρήσεις, εἰ μὴ τοῦ νοεροῦ
1.1.10
καὶ θείου πνεύματος τὰς ἀκτῖνας ἐδέξατο; Ταύτης ἐπὶ τοῦ παρόντος κἀμοὶ δεῖ τῆς
1.1.11
συνεργίας, τῶν ὀλίγον πρὸ ἡμῶν καὶ ἐφ' ἡμῶν διαλαμ ψάντων ἁγίων τὸν βίον
1.1.12
πειρωμένῳ συγγράψαι, καὶ οἷόν τινα νομοθεσίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ
1.1.13
προθεῖναι· τὰς τούτων τοίνυν προσευχὰς ἐπικλητέον καὶ τῆς διηγήσεως ἀρκτέον.
1.2.1
Νίσιβίς ἐστι πόλις ἐν μεθορίῳ τῆς Ῥωμαίων καὶ Περσῶν βασιλείας, ἣ πάλαι
1.2.2
Ῥωμαίοις ἐδασμοφόρει καὶ ὑπὸ τὴν τούτων ἡγεμονίαν ἐτέλει· ἐκ ταύτης ὁρμώμενος ὁ
1.2.3
μέγας Ἰάκωβος τὸν ἐρημικὸν καὶ ἡσύχιον ἠσπάσατο βίον καί, τὰς τῶν ὑψηλοτάτων
1.2.4
ὀρῶν καταλαβὼν κορυφάς, ἐν ἐκείναις διῆγεν, ἐν ἔαρι μὲν καὶ θέρει καὶ μετοπώρῳ ταῖς
1.2.5
λόχμαις χρώμενος καὶ ὄροφον ἔχων τὸν οὐρανόν· τὸν δὲ τοῦ χειμῶνος καιρὸν ἄντρον
1.2.6
αὐτὸν ὑπεδέχετο, σκέπην βραχεῖαν παρέχον. Τροφὴν δὲ εἶχεν, οὐ τὴν μετὰ πόνου
1.2.7
σπειρομένην καὶ φυομένην, ἀλλὰ τὴν αὐτομάτως βλαστά νουσαν· τῶν γὰρ ἀγρίων
1.2.8
δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους καὶ
1.2.9
λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα, τὴν τοῦ πυρὸς
1.2.10
παραιτούμενος χρείαν. Περιττὴ δὲ ἦν αὐτῷ καὶ τῶν ἐρίων ἡ χρῆσις· αἱ γὰρ τραχύταται
1.2.11
τῶν αἰγῶν τρίχες τὰ ἐκείνων ἐπλήρουν· ἐκ τούτων αὐτῷ καὶ χιτὼν ἐγίνετο, καὶ τὸ
1.2.12
ἁπλοῦν περιβόλαιον.
1.3.1
Οὕτω τὸ σῶμα κατατρύχων, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε
1.3.2
τῇ ψυχῇ καί, τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων καὶ κάτοπτρον διαφανὲς τοῦ θείου
1.3.3
κατασκευάζων πνεύματος," ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον ἀπόστολον,
1.3.4
τὴν δόξαν κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς
1.3.5
δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος". Ἐντεῦθεν ἡ πρὸς τὸν θεὸν αὐτῷ παρρησία καθ'
1.3.6
ἑκάστην ηὔξετο τὴν ἡμέραν καί, αἰτῶν ἃ τὸν θεὸν αἰτεῖν ἔδει, παραυτίκα ἐλάμβανεν.
1.3.7
Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητικῶς προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς
1.3.8
τοῦ παναγίου πνεύματος ἐδέξατο χάριτος. Τούτων ὀλίγα διηγήσομαι καὶ τῆς
1.3.9
ἀποστολικῆς αὐτοῦ λαμπηδόνος τοῖς ἀγνοοῦσι τὴν ἀκτῖνα γυμνώσω.
1.4.1
Ἤκμαζε κατ' ἐκεῖνον τὸν καιρὸν ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία καὶ
1.4.2
τὰ μὲν ἄψυχα ξόανα τὸ θεῖον σέβας ἐσφετερίζετο, ἡ δὲ τοῦ θεοῦ θεραπεία ὑπὸ τῶν
1.4.3
πλείστων κατημελεῖτο· εὐκαταφρόνητοι δὲ ἦσαν οἱ κοινωνεῖν μὲν ἐκείνοις οὐκ
1.4.4
ἐθέλοντες τῆς μέθης, ἀκριβῆ δέ, ἅτε δὴ καθεστηκότες, τὴν τῶν ὄντων διάκρισιν ἔχοντες
1.4.5
καὶ τὴν μὲν τῶν εἰδώλων γελῶντες ἀσθένειαν, τὸν τῶν ὅλων δὲ προσκυνοῦντες
1.4.6
δημιουργόν. Κατ' ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα κατέλαβε, τὰ φυτὰ τῆς εὐσεβείας
1.4.7
ὀψόμενος καὶ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων. Πηγὴν δὲ αὐτοῦ τινα
1.4.8
διϊόντος, κόραι τινὲς πλυνοῖς ἐφεστῶσαι καὶ ἱμάτια τοῖς ποσὶν ἀπορρύπτουσαι, οὐδὲ τοῦ
1.4.9
σχήματος τὸ καινοπρεπὲς κατῃδέσθησαν, ἀλλὰ τὴν αἰδὼ ῥίψασαι, ἀπηρυ θριασμένῳ
1.4.10
προσώπῳ καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὸν θεῖον ἄνθρωπον ἐθεώρουν, οὔτε τὰς κεφαλὰς
1.4.11
συγκαλύπτουσαι, οὔτε τὰ ἀνεζωσμένα χαλῶσαι ἱμάτια. Τοῦτο δυσχεράνας ὁ τοῦ θεοῦ
1.4.12
ἄνθρωπος καὶ δεῖξαι τοῦ θεοῦ τὴν δύναμιν εἰς καιρὸν ἐθελήσας, ἵνα τῇ θαυματουργίᾳ
1.4.13
τῆς ἀσεβείας ἐλευ θερώσῃ, ἐπηράσατο μὲν τῇ πηγῇ, καὶ φροῦδον παραυτίκα τὸ ῥεῖθρον
1.4.14
ἐγένετο· ἐπηράσατο δὲ ταῖς μείραξι, καὶ τὴν ἀναίσχυντον αὐτῶν νεότητα προώρῳ
1.4.15
ἐκόλασε πολιᾷ· καὶ εἵπετο τῷ λόγῳ τὸ ἔργον, καὶ τὸ μέλαν τῶν τριχῶν ἐνηλλάττετο καὶ
1.4.16
ἐῴκεσαν νεοφύτοις δένδρεσιν ἐν ἔαρι μετοπωρινὰ φύλλα περικειμένοις. Οὕτως
1.4.17
αἰσθόμεναι τῆς τιμωρίας– τῆς τε γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τὰς ἀλλήλων
1.4.18
θεώμεναι κεφαλὰς ἑώρων τὴν ἀθρόαν ἐκείνην μεταβολήν–, ἔδραμον εἰς τὴν πόλιν τὸ
1.4.19
συμβὰν ἀπαγγε λοῦσαι. Οἱ δὲ δραμόντες καὶ τὸν μέγαν καταλαβόντες Ἰάκωβον,
1.4.20
ἱκέτευον χαλάσαι τὴν ὀργὴν καὶ λῦσαι τὴν τιμωρίαν. Ὁ δὲ μηδὲ βραχὺ μελλήσας,
1.4.21
προσέφερε μὲν τῷ δεσπότῃ τὴν ἱκετείαν, ἐκέλευσε δὲ πάλιν ἀναβλύσαι τὰ νάματα· τὰ δὲ
1.4.22
παραυτίκα πάλιν ἐκ τῶν οἰκείων ἀνεφαίνετο ταμιείων, τοῖς τοῦ δικαίου
1.4.23
μετοχετευόμενα νεύμασιν. Οἱ δὲ τούτου τετυχηκότες, καὶ τοῖς πλοκάμοις τῶν
1.4.24
θυγατέρων τὴν προτέραν ἠντιβόλουν χρόαν ἀποδοθῆναι. Τὸν δὲ εἶξαι μὲν καὶ τοῦτό
1.4.25
φασιν, ἐπιζητῆσαι δὲ τὰς κόρας, τὰς τὴν παιδείαν ἐκείνην δεξαμένας καί, ἐπειδὴ οὐκ
1.4.26
ἀφίκοντο, ἐᾶσαι τὴν τιμωρίαν, δίδαγμα σωφροσύνης καὶ εὐκοσμίας ὑπόθεσιν καὶ τῆς
1.4.27
θείας δυνάμεως ὑπόμνημα διηνεκές τε καὶ ἐναργές.
1.5.1
Τοιοῦτον τοῦ νέου τούτου Μωϋσέως τὸ θαῦμα, οὐ πληγῇ ῥάβδου γενόμενον,
1.5.2
ἀλλὰ τῷ τοῦ σταυροῦ σημείῳ δεξάμενον τὴν ἐνέργειαν. Ἐγὼ δὲ πρὸς τῇ θαυματουργίᾳ
1.5.3
κομιδῇ θαυμάζω καὶ τὴν πρᾳότητα. Οὐδὲ γὰρ ὡς ὁ μέγας Ἐλισσαῖος ἄρκοις ὠμοβόροις
1.5.4
τὰς ἀναιδεῖς ἐκείνας παρέδωκε κόρας, ἀλλ' ἀβλαβεῖ τινι παιδείᾳ καὶ σμικρὰν ἀκοσμίαν
1.5.5
ἐχούσῃ χρησάμενος, εὐσέβειαν ὁμοῦ καὶ εὐκοσμίαν ἐδίδαξεν. Καὶ ταῦτα ἔφην, οὐκ
1.5.6
ἀπήνειαν τοῦ προφήτου κατηγορῶν– μὴ οὕτω μανείην–, ἀλλὰ δεικνὺς ὡς ἐκείνην ἔχων
1.5.7
τὴν δύναμιν, τῇ τοῦ Χριστοῦ πρᾳότητι καὶ τῇ καινῇ διαθήκῃ ἐπετέλει τὰ πρόσφορα.
1.6.1
Οὗτος ἄλλοτέ ποτε δικαστὴν πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον θεασάμενος,
1.6.2
λίθῳ τινὶ μεγίστῳ παρακειμένῳ ἐπαρασάμενος, συντριβῆναι καὶ σκεδασθῆναι, καὶ
1.6.3
τούτῳ διελέγξαι τὴν ἄδικον ἐκείνου παρηγγύησε ψῆφον. Παραυτίκα δὲ τοῦ λίθου εἰς
1.6.4
μυρία μόρια μερισθέντος, ἐξεδειματώθησαν οἱ παρόντες· φρίκης δὲ ἀνάπλεως ὁ
1.6.5
δικαστὴς γενόμενος, ἀνεκαλέσατο μὲν τὴν προτέραν, ἑτέραν δὲ δικαίαν ἐπήνεγκε
1.6.6
ψῆφον. Κἀνταῦθα δὲ τὸν οἰκεῖον δεσπότην ἐζήλωσεν, ὃς δεῖξαι βουληθεὶς ὡς ἑκὼν
1.6.7
ὑπομένει τὸ πάθος καὶ ῥᾳδίως ἂν ἐθελήσας τοὺς ἀλιτηρίους ἐκόλασεν, οὐκ αὐτοῖς
1.6.8
ἐπήνεγκε τιμωρίαν, ἀλλὰ τὴν ἄψυχον συκῆν λόγῳ ξηράνας, τὴν οἰκείαν ἔδειξε δύναμιν.
1.6.9
Ταύτην καὶ αὐτὸς τὴν φιλανθρωπίαν μιμούμενος, οὐ τὸν ἄδικον ἐκόλασε δικαστήν,
1.6.10
ἀλλὰ τῇ τοῦ λίθου πληγῇ δικαιοσύνην ἐκεῖνον ἐδίδαξεν.
1.7.1
Ἐν τούτοις διαπρέπων καὶ πᾶσιν ἐπέραστος ὤν, καὶ ἐν ταῖς ἁπάντων
1.7.2
περιφερόμενος γλώτταις, εἰς τὴν τῆς ἀρχιερωσύνης ἕλκεται λειτουργίαν καὶ τῆς
1.7.3
πατρίδος λαγχάνει τὴν προστασίαν. Ἐναλλάξας δὲ τὴν ὄρειον ἐκείνην διατριβὴν καὶ
1.7.4
τὴν ἐν ἄστει διαγωγὴν οὐ κατὰ γνώμην ἑλόμενος, οὔτε τὴν τροφὴν οὔτε τὴν
1.7.5
ἀμπεχόνην ἐνήλλαξεν· ἀλλὰ τὰ μὲν χωρία ἠμείβετο, ἡ δὲ πολιτεία μεταβολὴν οὐκ
1.7.6
ἐδέχετο. Οἱ δὲ πόνοι προσθήκην ἐλάμβανον καὶ πολλαπλάσιοι τῶν προτέρων ἐγίνοντο·
1.7.7
τῇ γὰρ ἀπαστίᾳ καὶ χαμευνίᾳ καὶ τῇ τοῦ σάκκου περιβολῇ ἐπεισῄεσαν αἱ δι' ὅλου τῶν
1.7.8
δεομένων φροντίδες· χηρῶν, φημι, ἐπιμέλειαι καὶ ὀρφανῶν κηδεμονίαι καὶ τῶν τε
1.7.9
ἀδικούντων οἱ ἔλεγχοι τῶν τε ἀδικουμένων ἡ δικαία ἐπικουρία. Καὶ τί δεῖ πρὸς εἰδότας
1.7.10
ἅπαντα κατα λέγειν, ἃ τοὺς ταύτην ἀναδεδεγμένους περιστοιχίζει τὴν πρόνοιαν;
1.7.11
Διαφερόντως δὲ ἐκεῖνος τοὺς τοιούτους πόνους ἠσπάζετο, ἅτε δὴ διαφερόντως καὶ
1.7.12
ποθῶν καὶ δεδιὼς τῶν προβάτων τὸν κύριον.
1.8.1
Ὅσῳ δὲ πλείονα τῆς ἀρετῆς τὸν πλοῦτον συνέλεγε, τοσούτῳ μείζονος καὶ τῆς
1.8.2
τοῦ παναγίου πνεύματος ἀπέλαυε χάριτος. Καὶ δήποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν
1.8.3
ἀπαίροντι– οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον– προσίασί τινες πένητες, ἕνα τινὰ τῶν
1.8.4
συνόντων ὡς τεθνεῶτα προτεθηκότες καί τινα πρὸς τὴν ἐκείνου ταφὴν ἐπιτήδεια
1.8.5
λαβεῖν ἱκετεύοντες. Ὁ δὲ εἶξεν ἀντιβολοῦσιν· τῷ θεῷ δὲ ὡς ὑπὲρ τεθνεῶτος τὴν
1.8.6
ἱκετείαν προσέφερεν, ἀφεῖναί οἱ παρακαλῶν τὰ κατὰ τὸν βίον πλημμεληθέντα καὶ τοῦ
1.8.7
τῶν δικαίων ἀξιῶσαι χοροῦ. Τούτων δὲ λεγομένων, ἀφίπτατο τοῦ τέως σκηπτομέ νου
1.8.8
τὸν θάνατον ἡ ψυχή. Ἐχορηγεῖτο δὲ τῷ σώματι τὰ καλύμματα· ὡς δὲ μικρὸν προῆλθεν ὁ
1.8.9
θεσπέσιος ἄνθρωπος, ἀναστῆναι τὸν κείμενον ἐκέλευον οἱ τὸ δρᾶμα συντεθηκότες· ὡς
1.8.10
δὲ ἑώρων οὐκ ἐπαΐοντα, ἀλλ' ἀλήθειαν τὸ σχῆμα γεγενη μένον καὶ εἰς πρόσωπον τὸ
1.8.11
προσωπεῖον μεταβληθέν, κατα λαμβάνουσι μὲν τὸν μέγαν Ἰάκωβον, ποτνιώμενοι δέ,
1.8.12
καὶ τῶν ποδῶν προκαλινδούμενοι, καὶ τοῦ τολμηθέντος δράματος αἰτίαν εἶναι λέγοντες
1.8.13
τὴν πενίαν, ἱκέτευον λῦσαι σφίσιν αὐτοῖς τὴν πλημμέλειαν καὶ ἀποδοῦναι τῷ κειμένῳ
1.8.14
τὴν ἀφαιρεθεῖσαν ψυχήν. Τὴν δεσποτικὴν τοίνυν φιλανθρωπίαν μιμούμενος, καὶ τὴν
1.8.15
ἱκετείαν ἐδέξατο, καὶ τὴν θαυματουργίαν ἐπεδείξατο, τὴν ὑπὸ τῆς εὐχῆς ἀφαιρεθεῖσαν
1.8.16
ζωὴν διὰ τῆς εὐχῆς ἀποδοὺς τῷ κειμένῳ.
1.9.1
Τοῦτο δὲ ἐμοίγε δοκεῖ τῇ τοῦ μεγάλου Πέτρου ἐοικέναι θαυματουργίᾳ, ὃς τὸν
1.9.2
Ἀνανίαν καὶ τὴν Σάπφειραν κεκλοφότας καὶ ψευσαμένους θανάτῳ παρέπεμψεν. Καὶ
1.9.3
γὰρ οὗτος ὡσαύτως τὸν τὴν ἀλήθειαν κεκλοφότα, καὶ τῷ ψεύδει χρησάμενον ἀφείλετο
1.9.4
τὴν ζωήν. Ἀλλ' ὁ μὲν γνοὺς τὴν κλοπήν– ἀπεκάλυψε γὰρ ἡ τοῦ πνεύματος χάρις– τὴν
1.9.5
δίκην ἐπήγαγεν· ὁ δὲ τοῦ δράματος ἀγνοῶν τὴν ὑπόθεσιν, προσήνεγκε μὲν τὴν εὐχήν,
1.9.6
ἔστησε δὲ τῷ πλα σαμένῳ τοῦ βίου τὸν δρόμον. Καὶ ὁ μὲν θεῖος ἀπόστολος οὐκ ἔλυσε
1.9.7
τοῖς τεθνηκόσι τὴν συμφοράν· δέους γὰρ ἔχρῃζε τοῦ σωτηρίου κηρύγματος τὰ προοίμια·
1.9.8
ὁ δὲ τῆς ἀποστο λικῆς ὑπάρχων ἀνάπλεως χάριτος καὶ ἐκόλασεν εἰς καιρὸν καὶ ἔλυσε
1.9.9
ταχέως τὴν κόλασιν· τούτῳ γὰρ ᾔδει κερδανοῦντας τοὺς πταίσαντας. Ἀλλὰ γὰρ καὶ ἐπὶ
1.9.10
τὰ ἄλλα ἰτέον καὶ συντόμως κἀκεῖνα ἐξηγητέον.
1.10.1
Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος
1.10.2
βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς,
1.10.3
ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ
1.10.4
τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ– κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ
1.10.5
τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς
1.10.6
ὕψος ἀνήγειρεν–, ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ'
1.10.7
ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας
1.10.8
Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης
1.10.9
τῆς φάλαγγος– τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις. Ἐν τοίνυν τῇ
1.10.10
μεγάλῃ συνόδῳ πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων– ἦσαν γὰρ
1.10.11
ὀλίγοι τινὲς οἳ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάρρουν ἀσέβειαν,
1.10.12
ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωρίμοις, τοῖς δὲ ἀκριβέσι τῆς
1.10.13
ἀληθείας μύσταις καὶ μάλα δήλοις–, ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην
1.10.14
ἐπὶ τοῦ πάροντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία, ὑπεσημήναντο
1.10.15
δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν· ἀλλ'
1.10.16
οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν, ἑπτὰ δέ τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι
1.10.17
τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ συνωμολόγησαν, ἀντιφθεγγο μένην δὲ τῇ γλώττῃ τὴν
1.10.18
γνώμην ἐπέκτηντο κατὰ τὴν προφητείαν τὴν λέγουσαν·" Οὗτος ὁ λαὸς τοῖς χείλεσί με
1.10.19
τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ' ἐμοῦ" καὶ κατὰ τὴν Ἱερεμίου φωνὴν τὴν διαρ
1.10.20
ρήδην βοῶσαν·" Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν".
1.10.21
Σύμφωνα δὲ τούτοις περὶ τούτων καὶ ὁ μακάριος ἔφη Δαβίδ·" Τῷ στόματι αὐτῶν
1.10.22
εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο." Καὶ πάλιν·" Ἠπαλύνθησαν οἱ λόγοι αὐτῶν
1.10.23
ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες." Οὗτοι τῆς Ἀλεξανδρέων ἐπίσκοπον τὸν μέγαν
1.10.24
Ἀλέξανδρον παρεκάλουν οἰκτεῖραι τὸν Ἄρειον ὑπὸ πάσης ἐκείνης ἀποκηρυχθέντα τῆς
1.10.25
φάλαγγος· τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος καὶ τὴν ἐκείνου πονηρίαν
1.10.26
ὑφορωμένου καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν, ἄλλοι τινὲς τῶν ἁπλότητι
1.10.27
συνεζηκότων πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες
1.10.28
καὶ τὸν τῶν ὅλων θεόν. Ἐπειδὴ δὲ ὁ μέγας Ἀλέξανδρος τὴν ἄδικον περὶ ἕνα
1.10.29
φιλανθρωπίαν ἀπανθρωπίαν ὠνόμαζε, πολλῶν οὖσαν λυμαντικήν, καὶ λώβης
1.10.30
πρόφασιν ἔσεσθαι τοῖς ποιμνίοις ἅπασιν ἔλεγε, παρῄνει πᾶσιν ὁ θεῖος Ἰάκωβος τῇ μὲν
1.10.31
τῆς νηστείας χρήσασθαι κακουχίᾳ, ἑπτὰ δὲ κατὰ ταὐτὸν ἡμέρας τὸν θεὸν ἱκετεῦσαι τὸ
1.10.32
ταῖς ἐκκλησίαις συνοῖσον πρυτανεῦσαι. Δεξαμένων δὲ ἁπάντων τοῦ θεσπεσίου ἀνδρὸς
1.10.33
τὴν εἰσήγησιν– ᾔδεσαν γὰρ αὐτὸν ἀποστολικοῖς χαρίσμασι λάμ ποντα–, ἐκεράννυτο μὲν
1.10.34
ἡ νηστεία τῇ προσευχῇ· ἐψηφίζετο δὲ ταῖς ἐκκλησίαις ὁ τούτων κυβερνήτης τὸ
1.10.35
συμφέρον. Καὶ ἐπειδὴ ἀπήντησεν ἡ κυρία, καθ' ἣν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον
1.10.36
εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρός, καὶ προσέμενον ἅπαντες
1.10.37
ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα·
1.10.38
ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς
1.10.39
ἐκκρίνων τὰ περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ἐξέκρινε δοχεῖα. Οὕτω δὲ τῶν
1.10.40
σπλάγχνων αὐτοῦ διαλυθέντων καὶ σὺν τῇ κόπρῳ κεχωρηκότων, ἐξέπνευσεν ὁ δείλαιος
1.10.41
παραχρῆμα καὶ τὸν αἴσχιστον ἐκεῖνον ὑπέμεινε θάνατον, τῆς δυσώδους αὐτοῦ
1.10.42
βλασφημίας ἐν δυσώδεσι χωρίοις εἰσπραχθεὶς τὰς εὐθύνας καὶ διὰ τῆς Ἰακώβου τοῦ
1.10.43
μεγάλου γλώττης δεξάμενος τὴν σφαγήν. Θαυμάζει μὲν οὖν ἡ θεία γραφὴ Φινεὲς τὸν
1.10.44
ἱερέα, καὶ εἰκότως θαυμάζει, ὅτι τὸν ὀλέθρου τῷ λαῷ γενόμενον πρόξενον κατέ σφαξε
1.10.45
τὸν Ζαμβρί. Διὸ καὶ ψάλλων ὁ μακάριος ἔλεγε Δαβίδ·" Ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ
1.10.46
ἐκόπασεν ἡ θραῦσις· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ
1.10.47
αἰῶνος." Ἀλλ' ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησάμενος, τὴν δικαίαν καὶ
1.10.48
πολυθρύλητον ἐκείνην εἰργάσατο σφάγην· τούτῳ δὲ ἤρκεσεν ἀντὶ δόρατος καὶ ξίφους ἡ
1.10.49
γλῶττα καὶ ἀνεῖλε τὸν ἀσεβῆ ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου. Ἀπόχρη δὲ τοῦτο καὶ μόνον
1.10.50
τῶν τῆς Ἀρείου δυσσεβείας κληρονόμων διελέγξαι τὴν ἄνοιαν. Ὁ γὰρ τοσοῦτος ἀνὴρ
1.10.51
τῶν μὲν ὑφ' ἡμῶν πρεσβευο μένων δογμάτων κῆρυξ ἦν καὶ συνήγορος· οὕτω δὲ κομιδῇ
1.10.52
τὴν τούτων ἀσέβειαν ἐβδελύττετο ὅτι καὶ τὸν ταύτης πατέρα κατηκόντισεν, ὅπλῳ τῇ
1.10.53
γλώττῃ χρησάμενος. Ἐπειδὴ δὲ ὁ σύλλογος ἐκεῖνος ὁ ἱερὸς διελύθη καὶ τὴν οἰκίαν
1.10.54
κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς νικη φόρος τοῖς τῆς εὐσεβείας
1.10.55
τροπαίοις ἐπαγαλλόμενος.
1.11.1
Χρόνου δὲ διελθόντος ὁ μὲν μέγας ἐκεῖνος καὶ θαυμάσιος βασιλεὺς μετὰ
1.11.2
τῶν τῆς εὐσεβείας στεφάνων ὑπεξῄει τὸν βίον· οἱ δὲ ἐκείνου παῖδες τὴν ἡγεμονίαν
1.11.3
ἐκληρονόμουν. Τότε ὁ Περσῶν βασιλεύς– Σαβώρης δὲ τούτῳ ὄνομα ἦν–, καταφρονήσας
1.11.4
τῶν παίδων ὡς οὐ τὰ αὐτὰ τῷ πατρὶ δυναμένων, ἐπεστράτευσε τῇ Νισίβει παμ πόλλῃ
1.11.5
μὲν ἵππῳ, παμπόλλῃ δὲ πεζῇ στρατιᾷ. Ἦγε δὲ καὶ ἐλέφαντας ὅτι πλείστους. Καὶ διελὼν
1.11.6
ὡς εἰς πολιορκίαν τὴν στρατιὰν περιεκάθισε κύκλῳ, καὶ μηχανήματα ἵστη, καὶ τύρσεις
1.11.7
ἀνῳκοδόμει καί, σταυρώματα καταπηγνὺς καὶ τὰ μέσα τούτων φορμηδὸν περιφράττων
1.11.8
τοῖς κλάδοις, ἐκέλευε προσχοῦν τοὺς στρατιώτας, καὶ πύργους ἀντεγείρειν τοῖς πύργοις.
1.11.9
Εἶτα ἐκεῖ τοὺς τοξότας ἀναβιβάζων καὶ ἀφιέναι κατὰ τῶν ἐπὶ τοῦ τείχους ἑστηκότων τὰ
1.11.10
βέλη κελεύων, ἄλλους κάτωθεν ὑπορύττειν τὸ τεῖχος ἐκέλευεν. Ὡς δὲ ἄπρακτα ἅπαντα
1.11.11
ἐγίνετο τῇ τοῦ θεσπεσίου ἀνδρὸς διαλυόμενα προσευχῇ, τέλος τοῦ παραρρέοντος
1.11.12
ποταμοῦ τὸ ῥεῦμα τῇ πολυχειρίᾳ κωλύσας καὶ τῇ ἀποτειχίσει κεκω λυμένον τοῦ
1.11.13
ποταμοῦ ὅτι πλεῖστον συναθροίσας, ἐπαφῆκεν ἀθρόον κατὰ τοῦ τείχους, οἷόν τινι
1.11.14
μηχανήματι τούτῳ σφοδροτάτῳ χρησάμενος. Τὸ δὲ οὐκ ἤνεγκε τὴν τοῦ ὕδατος
1.11.15
ἐμβολήν, ἀλλὰ τῇ ῥύμῃ κατασεισθὲν ἄρδην ἅπαν τὸ κατ' ἐκεῖνο τὸ μέρος κατέπεσεν. Οἱ
1.11.16
δὲ μέγα ἐβόησαν, ὡς εὐαλώτου γενομένου τοῦ ἄστεως· τὸ γὰρ μέγα τεῖχος τῶν
1.11.17
ἐνοικούντων ἠγνόουν. Ἀνεβάλλοντο δὲ ὅμως τὴν προσβολήν, ἄβατον ὁρῶντες ὑπὸ τῶν
1.11.18
ὑδάτων γενομένην τὴν πόλιν. Πόρρω τοίνυν ὑποχωρήσαντες, ὡς τοῦ πόνου σφίσι
1.11.19
λωφήσαντος, αὐτοί τε διανεπαύοντο, καὶ τοὺς ἵππους ἐθεράπευον. Οἱ δὲ τὴν πόλιν
1.11.20
οἰκοῦντες εἰς ἱκετείας σπουδαιο τέρας ἐτρέποντο, πρεσβευτὴν ἔχοντες τὸν μέγαν
1.11.21
Ἰάκωβον· οἱ δὲ ἐν ἡλικίᾳ πάντες ἀνῳκοδόμουν σπουδῇ, οὔτε κάλλους, οὔτε ἁρμονίας
1.11.22
ἐπιμελούμενοι, ἀλλὰ πρὸς τὸ τυχὸν ἅπαντα συντιθέντες, καὶ λίθους, καὶ πλίνθους, καὶ ὅ
1.11.23
τι ἄν τις ἐκόμιζεν· καὶ ἐν μιᾷ νυκτὶ προὔβη τὸ ἔργον, καὶ τοσοῦτον ἔλαβεν ὕψος ὅσον
1.11.24
ἀπόχρη διακωλῦσαι καὶ τῶν ἵππων τὸν δρόμον καὶ τῶν ἀνδρῶν τὴν ἄνευ κλιμάκων
1.11.25
ἐπίβασιν. Τότε πάντες ἱκετεύουσι τὸν τοῦ θεοῦ ἄνθρωπον φανῆναί τε ἐπὶ τοῦ τείχους
1.11.26
καὶ ἀραῖς κατατοξεῦσαι τοὺς πολεμίους. Ὁ δὲ ἐπείθετο καὶ ἀνῄει καί, τὰς πολλὰς αὐτῶν
1.11.27
θεασάμενος μυριάδας, σκνιφῶν αὐτοῖς καὶ κωνώπων ἐπιπέμψαι νέφος ἱκέτευσε τὸν
1.11.28
θεόν. Καὶ ὁ μὲν ἔλεγεν, ὁ δὲ ἔπεμπε, Μωϋσῇ παραπλησίως πειθόμενος. Καὶ οἵ τε ἄνδρες
1.11.29
τοῖς θείοις κατετιτρώσκοντο βέλεσιν, οἵ τε ἵπποι καὶ οἱ ἐλέφαντες, τὰ δεσμὰ
1.11.30
διαρρήξαντες, ἐδραπέτευον τῇδε κἀκεῖσε σκεδαν νύμενοι καὶ φέρειν ἐκείνας οὐ
1.11.31
δυνάμενοι τὰς ἀκίδας.
1.12.1
Θεασάμενος τοίνυν ὁ δυσσεβὴς βασιλεὺς καὶ τὰ μηχανήματα ἅπαντα ὄνησιν
1.12.2
οὐδεμίαν παρεσχηκότα, καὶ τοῦ ποταμοῦ τὴν προσβολὴν ἀνόνητον γεγενημένην– τὸ γὰρ
1.12.3
καταπεσὸν ἀνῳκοδόμητο τεῖχος–, καὶ τὴν στρατιὰν ἅπασαν καὶ τοῖς πόνοις
1.12.4
ταλαιπωρουμένην καὶ ὑπαίθριον κακοπαθοῦσαν καὶ ὑπὸ τῆς θεηλάτου ἐλαυνομένην
1.12.5
πληγῆς, ἰδὼν δὲ καὶ τὸν θεῖον ἄνθρωπον ἐπὶ τοῦ τείχους βαδίζοντα, καὶ τοπάσας αὐτὸν
1.12.6
ἐφεστάναι τῷ ἔργῳ τὸν βασιλέα– ἁλουργίδα γὰρ καὶ διάδημα περικείμενος ἑωρᾶτο–,
1.12.7
ἠγα νάκτει μὲν κατὰ τῶν ἐξαπατησάντων καὶ στρατεῦσαι πεισάντων καὶ τὸν βασιλέα μὴ
1.12.8
παρεῖναι φησάντων. Θανάτου δὲ ψῆφον κατὰ τούτων ἐξενεγκών, διέλυσε τὴν στρατιὰν
1.12.9
καὶ τὰ οἰκεῖα βασίλεια κατέλαβεν ὅτι τάχιστα.
1.13.1
Τοιαῦτα καὶ ἐπὶ τοῦδε τοῦ Ἐζεκίου τεθαυματούργηκεν ὁ θεός, οὐ μείονα
1.13.2
ἐκείνων, ἀλλὰ καὶ μείζονα, ὡς ἐμοίγε δοκεῖ. Τὸ γὰρ καὶ τοῦ τείχους καταπεσόντος μὴ
1.13.3
ἁλῶναι τὴν πόλιν, ποίαν θαύματος ὑπερβολὴν καταλείπει; Ἐγὼ δὲ πρὸς τούτῳ κἀκεῖνο
1.13.4
ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρησάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι καὶ
1.13.5
κεραυνούς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα πρὸς αὐτὸν πεντηκόνταρχος
1.13.6
ἑκάτερος μετὰ τῆς πεντηκοστύος ἀφίκετο. Ἤκουσε γὰρ τοῦ κυρίου πρὸς Ἰάκωβον καὶ
1.13.7
Ἰωάννηντοῦτ' αὐτὸ πειραθέντας ποιῆσαι διαρρήδην εἰπόντος·" Οὐκ οἴδατε ποίου
1.13.8
πνεύματός ἐστε;" Διὰ τοῦτο οὐ χᾶναι αὐτοῖς τὴν γῆν ᾔτησεν, οὐδὲ πυρὶ δαπανηθῆναι
1.13.9
τὴν φάλαγγα παρεκάλεσεν, ἀλλὰ τοῖς ζωϋφίοις ἐκείνοις κατα τρωθῆναι καί, τοῦ θεοῦ
1.13.10
διαγνόντας τὴν δύναμιν, ὀψέ ποτε μεταμαθεῖν τὴν εὐσέβειαν.
1.14.1
Τοσαύτην εἶχεν ὁ θεῖος οὗτος ἄνθρωπος πρὸς τὸν θεὸν παρρησίαν· τοσαύτης
1.14.2
ἄνωθεν ἀπέλαυε χάριτος. Ἐν τούτοις διατελῶν καί, καθ' ἑκάστην ἐν τοῖς θείοις αὐξανό
1.14.3
μενος ἡμέραν, μετὰ τῆς μεγίστης εὐκλείας τόνδε τὸν βίον ἀπέθετο καὶ τὴν ἐντεῦθεν
1.14.4
ἀποδημίαν ἐστείλατο. Χρόνου δὲ διελθόντος καὶ τοῦδε τοῦ ἄστεως ὑπὸ τοῦ τηνικάδε
1.14.5
κρατοῦντος τῇ περσικῇ βασιλείᾳ παραδοθέντος, ἐξῄεσαν μὲν ἅπαντες οἱ τὴν πόλιν
1.14.6
οἰκοῦντες, ἔφερον δὲ τοῦ προμάχου τὸ σῶμα, ἀσχάλλοντες μὲν καὶ ὀλοφυρόμενοι τὴν
1.14.7
μετοικίαν, ᾄδοντες δὲ τοῦ νικηφόρου ἀριστέως τὴν δύναμιν. Οὐ γὰρ ἂν ἐκείνου
1.14.8
περιόντος ὑπὸ βαρβάροις ἐγένοντο. Ταῦτα περὶ τοῦδε τοῦ θείου διεξελθὼν εἰς ἑτέραν
1.14.9
διήγησιν μεταβήσομαι, τῆς τούτου μεταλαχεῖν εὐλογίας ἀντιβολῶν.
1.14.10
2. t ΙΟΥΛΙΑΝΟΣ

Intertext edge

Open linked passage

Note