Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Ὁμήρου κώμη τίς ἐστι παρ' ἡμῖν καλουμένη. Παρὰ ταύτην οἰκίδιον
20.1.2
οἰκοδομήσας βραχὺ Μάρις ὁ θεσπέσιος ἑπτὰ καὶ τριάκοντα ἐν αὐτῷ καθειργμένος
20.1.3
διετέλεσεν ἔτη. Πολλὴν δὲ ἐκ τοῦ παρακειμένου ὄρους ὑπεδέχετο τὴν νοτίδα· ἐν ὥρᾳ δὲ
20.1.4
χειμῶνος καὶ λιβάδας τινὰς ὑδάτων ἀνέβλυζεν. Ὅση δὲ τοῖς σώμασιν ἐντεῦθεν
20.1.5
ἐπιγίνεται βλάβη ἴσασι καὶ ἀστοὶ καὶ χωριτικοί· καὶ γὰρ τοῖς ἀγροίκοις δῆλα τὰ
20.1.6
παθήματα τὰ ἐντεῦθεν φυόμενα. Ἀλλ' ὅμως οὐδὲ ταῦτα ἔπεισε τὴν ἱερὰν ἐκείνην
20.1.7
κεφαλὴν τὸν οἰκίσκον ἀμεῖψαι, ἀλλὰ διέμεινε καρτερῶν ἕως τὸν δρόμον ἐξήνυσεν. 20. 2
20.1.8
Καὶ τὸν πρότερον δὲ βίον μετὰ τῶν τῆς ἀρετῆς διώδευσε πόνων, ὅθεν καὶ τῷ σώματι τὴν
20.1.9
ἁγνείαν καὶ τῇ ψυχῇ διετήρησε. Καὶ τοῦτό μοι σαφῶς αὐτὸς κατεμή νυσεν ἄφθορον
20.1.10
αὐτῷ διαμεῖναι τὸ σῶμα διδάξας καὶ οἷον ἀπὸ τῆς μητρῴας ἐξεληλύθει μήτρας, καὶ
20.1.11
ταῦτα πολλὰς μὲν μαρτύρων πανηγύρεις ἐπιτελέσας ἡνίκα νέος ἐτύγχανεν, εὐφωνίᾳ δὲ
20.1.12
καταθέλξας τοὺς δήμους· ψάλλων γὰρ ἐπὶ πλεῖστον διετέλεσε χρόνον, ὥρᾳ τε σώματος
20.1.13
λάμπων. Ἀλλ' ὅμως οὔτε τοῦ σώματος τὸ κάλλος οὔτε τῆς φωνῆς ἡ λαμπρότης, οὐχ ἡ
20.1.14
τῶν πολλῶν ἐπιμιξία τὸ τῆς ψυχῆς ἐλυμήνατο κάλλος, ἀλλὰ τοῖς καθειργμένοις
20.1.15
παραπλησίως βιοτεύων τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς· ηὔξησε δὲ τὴν ἀρετὴν τοῖς τῆς
20.1.16
καθείρξεως πόνοις.
20.3.1
Τούτου πολλάκις τῆς συνουσίας ἀπέλαυσα· ἀποφράτ τειν γάρ μοι τὴν θύραν
20.3.2
ἐκέλευε, καὶ εἰσιόντα δὲ περιεπτύσσετο καὶ μακροὺς περὶ φιλοσοφίας ἐξέτεινε λόγους.
20.3.3
Ἁπλότητι δὲ καὶ οὗτος διέλαμπε καὶ τὰ ποικίλα ἤθη παντά πασιν ἐβδελύττετο· τὴν
20.3.4
πενίαν δὲ ὑπὲρ τὴν ἄκραν εὐπορίαν ἠγάπησεν. Ἐνενήκοντα δὲ ἔτη βεβιωκὼς τοῖς ἐξ
20.3.5
αἰγείων τριχῶν κατεσκευασμένοις ἱματίοις ἐχρῆτο. Ἄρτος δὲ καὶ ἅλες ὀλίγοι τῆς
20.3.6
τροφῆς αὐτῷ τὴν χρείαν ἐπλήρουν.
20.4.1
Ποθήσας δὲ διὰ χρόνου μακροῦ τὴν πνευματικὴν καὶ μυστικὴν θυσίαν
20.4.2
προσφερομένην ἰδεῖν, ᾔτησεν ἐκεῖ γενέσθαι τὴν τοῦ θείου δώρου προσκομιδήν. Ἐγὼ δὲ
20.4.3
ἀσμένως ὑπήκουσα καὶ τὰ ἱερὰ σκεύη κομισθῆναι παρεγ γυήσας– οὐ πόρρωθεν γὰρ ἦν τὸ
20.4.4
χωρίον– καὶ ταῖς τῶν διακόνων χερσὶν ἀντὶ θυσιαστηρίου χρησάμενος τὴν μυστικὴν καὶ
20.4.5
θείαν καὶ σωτήριον θυσίαν προσήνεγκα. Ὁ δὲ πάσης ἡδονῆς ἐνεφορεῖτο πνευματικῆς
20.4.6
καὶ αὐτὸν ὁρᾶν τὸν οὐρανὸν ὑπελάμβανε καὶ ἔφασκεν οὐδεπώποτε εὐφροσύνης
20.4.7
ἀπολελαυ κέναι τοσαύτης. Ἐγὼ δὲ θερμῶς λίαν ὑπ' αὐτοῦ φιληθεὶς ἀδικήσειν ᾠήθην εἰ
20.4.8
μὴ καὶ τελευτήσαντα εὐφημήσαιμι, ἀδικήσειν δὲ καὶ τοὺς ἄλλους εἰ μὴ τὴν ἀρίστην
20.4.9
ταύτην φιλοσοφίαν προθείην εἰς μίμησιν. Καὶ νῦν τοίνυν τῆς παρ' αὐτοῦ τυχεῖν
20.4.10
ἐπικουρίας ἀντιβολήσας πέρας ἐπιθήσω τῷ διηγήματι.
20.4.11
21. t ΙΑΚΩΒΟΣ

Intertext edge

Open linked passage

Note