Theodoretus of Cyrrhus PG 80-84
Historia religiosa
Reli 21.3.5
Choose a text
More by Theodoretus of Cyrrhus
—
Pg Scrape Grc
21.3.1
Μάρωνι γὰρ ἐκείνῳ τῷ πάνυ συγγενόμενος καὶ τῆς θείας αὐτοῦ
21.3.2
διδασκαλίας μεταλαχὼν τοῖς μείζοσι πόνοις ἀπέκρυψε τὸν διδάσκαλον. Ὁ μὲν γὰρ καὶ
21.3.3
περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος καὶ σκηνὴν ἐκ δέρρεων τριχίνων
21.3.4
ἐπήξατο καὶ ταύτῃ χρώμενος τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ διέφυγε προσβολάς· οὗτος δὲ
21.3.5
πᾶσι τούτοις ἐρρῶσθαι φράσας, καὶ σκηνῇ καὶ καλύβῃ καὶ περιβόλῳ, ὄροφον ἔχει τὸν
21.3.6
οὐρανόν, πάσας τοῦ ἀέρος τὰς ἐναντίας δεχόμενος προσβολάς, καὶ νῦν μὲν ὑετῷ λάβρῳ
21.3.7
κατακλυζόμενος, νῦν δὲ κρυμῷ καὶ νιφετῷ πηγνύμενος, ἄλλοτε δὲ ταῖς ἀκτῖσι
21.3.8
φλεγόμενός τε καὶ ἐμπιπράμενος καὶ πρὸς ἅπαντα καρτερῶν. Καὶ ὡς ἐν ἀλλοτρίῳ
21.3.9
ἀγωνιζόμενος σώματι καὶ φιλονεικῶν τῇ προθυμίᾳ νικῆσαι τὴν τοῦ σώματος φύσιν–
21.3.10
θνητὸν γὰρ τοῦτο καὶ παθητὸν περικείμενος ὡς ἐν ἀπαθεῖ πολιτεύεται– καὶ τὴν
21.3.11
ἀσώματον ζωὴν ἐν σώματι μελετῶν μετὰ τοῦ θεσπεσίου Παύλου βοᾷ·" Ἐν σαρκὶ
21.3.12
περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ
21.3.13
δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρω μάτων· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα
21.3.14
ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν
21.3.15
ὑπακοὴν τοῦ Χριστοῦ".
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).