Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Ἐπειδὴ τῶν ἀναρρηθέντων τῆς ἀρετῆς ἀθλητῶν τοὺς ἀγῶνας διεξήλθομεν,
21.1.2
ἐν κεφαλαίῳ διηγησάμενοι καὶ τοὺς ἐν τῇ μελέτῃ πόνους καὶ τοὺς ἐν τοῖς ἀγῶσιν
21.1.3
ἱδρῶτας καὶ τὰς λαμπροτάτας καὶ περιφανεστάτας νίκας, φέρε καὶ τῶν ἔτι περιόντων
21.1.4
καὶ μεγαλοπρεπῶς ἀγωνιζομένων καὶ φιλονεικούντων νικῆσαι τοῖς ἱδρῶσι τοὺς
21.1.5
προλαβόντας τὴν πολιτείαν συγγράψωμεν καὶ τοῖς ἐσομένοις καταλείψομεν
21.1.6
ὀνησιφόρον μνήμην. Ὥσπερ γὰρ τῶν πάλαι ποτὲ διαπρε ψάντων ἁγίων ἡ πολιτεία τοῖς
21.1.7
ἔπειτα μεγίστην ὠφέλειαν ἐκόμισεν, οὕτως ἀρχέτυπα τοῖς μεθ' ἡμᾶς τὰ τούτων
21.1.8
γενήσεται διηγήματα.
21.2.1
Ἀρχὴν δὲ τούτων ποιήσομαι τὸν μέγαν Ἰάκωβον· οὗτος γὰρ τῶν ἄλλων καὶ
21.2.2
τῷ χρόνῳ καὶ τῷ πόνῳ πρωτεύει καὶ τοῦτον ζηλώσαντες οἱ ζηλώσαντες τὰ θαυμαστὰ
21.2.3
καὶ παράδοξα δρῶσιν. Συνέβη δὲ οὐκ οἶδ' ὅπως καὶ τῶν ἀπελθόντων καὶ τῶν ἔτι
21.2.4
περιόντων τοῦτο πρωτεῦσαι τὸ ὄνομα. Καὶ γὰρ τὴν ἐκείνων πολιτείαν διηγησάμενος
21.2.5
ἀρχὴν τὸν θεῖον ἐκεῖνον ἐποιησάμην Ἰάκωβον ὃς τὴν περσικὴν ἐκείνην στρατιὰν
21.2.6
ἐσκέδασε προσευχῇ καί, τῶν τοῦ ἄστεως περιβόλων κατα πεσόντων, οὔτε τὴν πόλιν
21.2.7
ἁλῶναι συνεχώρησε καὶ τοὺς πολεμίους φυγεῖν κατηνάγκασεν ἐμπίδας αὐτοῖς
21.2.8
ἐπιστρατεύ σας καὶ κώνωπας. Ὁ ἐκείνου τοίνυν ὁμώνυμος καὶ ὁμότροπος τῆς τῶν ἔτι
21.2.9
περιόντων ἀγωνιστῶν πρωτευέτω συμμορίας, οὐκ ἐπειδὴ τῆς προσηγορίας ἐστὶ
21.2.10
κοινωνός, ἀλλ' ὅτι καὶ τὴν ἐκείνου ἐζήλωκεν ἀρετὴν καὶ παράδειγμα φιλοσοφίας αὐτὸς
21.2.11
τοῖς ἄλλοις ἐγένετο.
21.3.1
Μάρωνι γὰρ ἐκείνῳ τῷ πάνυ συγγενόμενος καὶ τῆς θείας αὐτοῦ
21.3.2
διδασκαλίας μεταλαχὼν τοῖς μείζοσι πόνοις ἀπέκρυψε τὸν διδάσκαλον. Ὁ μὲν γὰρ καὶ
21.3.3
περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος καὶ σκηνὴν ἐκ δέρρεων τριχίνων
21.3.4
ἐπήξατο καὶ ταύτῃ χρώμενος τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ διέφυγε προσβολάς· οὗτος δὲ
21.3.5
πᾶσι τούτοις ἐρρῶσθαι φράσας, καὶ σκηνῇ καὶ καλύβῃ καὶ περιβόλῳ, ὄροφον ἔχει τὸν
21.3.6
οὐρανόν, πάσας τοῦ ἀέρος τὰς ἐναντίας δεχόμενος προσβολάς, καὶ νῦν μὲν ὑετῷ λάβρῳ
21.3.7
κατακλυζόμενος, νῦν δὲ κρυμῷ καὶ νιφετῷ πηγνύμενος, ἄλλοτε δὲ ταῖς ἀκτῖσι
21.3.8
φλεγόμενός τε καὶ ἐμπιπράμενος καὶ πρὸς ἅπαντα καρτερῶν. Καὶ ὡς ἐν ἀλλοτρίῳ
21.3.9
ἀγωνιζόμενος σώματι καὶ φιλονεικῶν τῇ προθυμίᾳ νικῆσαι τὴν τοῦ σώματος φύσιν–
21.3.10
θνητὸν γὰρ τοῦτο καὶ παθητὸν περικείμενος ὡς ἐν ἀπαθεῖ πολιτεύεται– καὶ τὴν
21.3.11
ἀσώματον ζωὴν ἐν σώματι μελετῶν μετὰ τοῦ θεσπεσίου Παύλου βοᾷ·" Ἐν σαρκὶ
21.3.12
περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ
21.3.13
δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρω μάτων· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα
21.3.14
ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν
21.3.15
ὑπακοὴν τοῦ Χριστοῦ".
21.4.1
Ἀλλὰ τούτους τοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐν μείοσιν ἐμελέτησε πόνοις. Ἐν
21.4.2
οἰκίσκῳ γάρ τινι βραχεῖ πρότερον ἑαυτὸν καθείρξας καὶ τῶν ἔξωθεν θορύβων τὴν
21.4.3
ψυχὴν ἐλευθερώσας καὶ τῇ τοῦ θεοῦ μνήμῃ προσηλώσας τὸν νοῦν, οὕτω τὴν τῆς
21.4.4
ἐντελοῦς ἀρετῆς ἐποιεῖτο μελέτην. Γυμνασάμενος δὲ ἄριστα καὶ τῶν ἀγαθῶν πόνων
21.4.5
ἐθάδα τὴν ψυχὴν ἀποφήνας τῶν μειζόνων κατετόλμησεν ἄθλων· καὶ τοῦτο τὸ ὄρος
21.4.6
καταλαβὼν ὃ τοῦδε τοῦ ἄστεως τριάκοντα σταδίους ἀφέστηκεν, ἐπίσημον ἀπέφηνε καὶ
21.4.7
σεβάσμιον, ἄσημον ὂν πάλαι καὶ ἄκαρπον παντελῶς. Τοσαύτην δὲ νῦν εὐλογίαν
21.4.8
δεδέχθαι πεπίστευται ὡς τὴν ἐπικειμένην δαπανᾶσθαι γῆν, τῶν πάντοθεν
21.4.9
ἀφικνουμένων εἰς ὠφέλειαν ταύτην κομιζομένων.
21.5.1
Ἐν τούτῳ διαιτώμενος ὑπὸ τῶν παραγινομένων ἁπάντων θεωρεῖται, οὐκ
21.5.2
ἄντρον ἔχων, ὡς ἔφην, οὐ σκηνήν, οὐ καλύβην, οὐ θριγκίον, οὐχ αἱμασιὰν
21.5.3
περιφράττουσαν, ἀλλὰ καὶ προσευχόμενος ὁρᾶται καὶ διαναπαυόμενος καὶ ἑστὼς καὶ
21.5.4
καθήμενος καὶ ὑγιαίνων καὶ ἀρρωστίᾳ τινὶ κατεχόμενος ὡς διηνεκῶς ὑπὸ θεαταῖς
21.5.5
ἀγωνίζεσθαι καὶ τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούεσθαι. Οὐδὲ γὰρ τοῖς ἄλλοις
21.5.6
ἀνθρώποις ἐν ἐλευθερίᾳ βραχείᾳ τεθραμμένοις, ξένων παρόντων, εὐπετὲς τὰς τῶν
21.5.7
περιττωμάτων ἐκκρίσεις ποιεῖ σθαι μή τί γε ἀνδρὶ τὴν ἄκραν φιλοσοφίαν ἐξησκημένῳ.
21.5.8
Καὶ ταῦτα λέγω, οὐ παρ' ἄλλου τοῦτο μαθών, ἀλλ' αὐτὸς αὐτόπτης γεγενημένος. Πρὸ
21.5.9
τεττάρων γὰρ καὶ δέκα ἐνιαυτῶν νόσος αὐτῷ χαλεπὴ προσπεσοῦσα διέθηκεν ὡς ἦν
21.5.10
εἰκὸς τὸν θνητὸν ἔχοντα σῶμα. Θέρος γὰρ ἦν ἀκμάζον καὶ σφοδρό τερον ἐξήπτετο τῆς
21.5.11
ἀκτῖνος ἡ φλὸξ τῶν μὲν ἀνέμων κεκοιμισμένων, ἀκινήτου δὲ μένοντος τοῦ ἀέρος. Τὸ δὲ
21.5.12
πάθος ἦν πλημμύρα χολῆς φερομένης ἐπὶ τὰ κάτω καὶ δακνούσης τὸ ἔντερον καὶ
21.5.13
συνωθούσης καὶ τρέχειν ἐπὶ τὰ ἔξω βιαζομένης. Τότε τὴν πολλὴν τοῦ ἀνδρὸς καρτερίαν
21.5.14
ἐθεασάμην. Παμπόλλων γὰρ χωρίτων συναθροισθέντων ὡς ἁρπασομένων τὸ σῶμα τὸ
21.5.15
νικηφόρον, καθῆστο διχόθεν βαλλόμενος· ἡ μὲν γὰρ φύσις ἰέναι ἐπὶ τὴν ἔκκρισιν
21.5.16
κατηνάγκαζεν, ἡ δὲ τῆς παρεστηκυίας πληθύος αἰδὼς μένειν ἐπὶ σχήματος ἐβιάζετο.
21.5.17
Ἐγὼ δὲ τοῦτο γινώσκων πολλὰς μὲν τοῖς συνελθοῦσι παραινέσεις προσήνεγκα, πολλὰς
21.5.18
δὲ καὶ ἀπειλάς, ἀπιέναι κελεύων· ὕστερον δὲ καὶ τὰ τῆς ἱερωσύνης αὐτοῖς δεσμὰ
21.5.19
περιτέθηκα καὶ σὺν πόνῳ πολλῷ, δείλης ὀψίας, ἀπεπεμψάμην. Ὁ δὲ θεῖος ἀνήρ, οὐδὲ
21.5.20
τούτων ἀπελθόντων, ἡττήθη τῆς φύσεως, ἀλλ' ἔμεινε καρτερῶν ἕως νὺξ ἐπιγενομένη
21.5.21
βαθεῖα πάντας ἀπελθεῖν οἴκαδε κατηνάγκασεν.
21.6.1
Πάλιν δὲ τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ἀφικόμενος, ὡς εἶδον τὸν φλογμὸν
21.6.2
σφοδρότερον γεγενημένον καὶ τὸν ἐπικείμενον αὐτῷ πυρετὸν τῷ ἔξωθεν πυρὶ
21.6.3
τρεφόμενόν τε καὶ αὐξανόμενον, κεφαλαλγίαν σκηψάμενος δυσχεραίνειν ἔλεγον τῆς
21.6.4
ἀκτῖνος τὴν προσβολὴν καὶ παρεκάλουν βραχεῖάν μοί τινα παρ' αὐτῷ σχεδιάσαι σκιάν·
21.6.5
καὶ ἐπειδὴ προσέταξε, καλάμους τρεῖς προσπήξαντες καὶ δύο τούτοις περιθέντες σισύρας
21.6.6
ἐσοφισάμεθα τὴν σκιάν. Κελεύοντος δέ μοι εἴσω ἰέναι·" Αἰσχρόν, ἔφην, ὦ πάτερ, ἐμὲ μὲν
21.6.7
καὶ νέον ὄντα καὶ ἐρρωμένον τῆσδε τῆς ψυχαγωγίας τυχεῖν, σὲ δὲ πυρετῷ κατεχόμενον
21.6.8
λάβρῳ καὶ τῆς τοιαύτης παραψυχῆς δεόμενον, ἔξω καθῆσθαι δεχόμενον τῆς ἡλιακῆς
21.6.9
ἀκτῖνος τὴν προσβολήν. Εἰ τοίνυν, ἔφην, ἐθέλεις με τῆς σκιᾶς ἀπολαῦσαι, γενοῦ μοι
21.6.10
κοινωνὸς τῆς βραχείας ταύτης σκηνῆς· προσμεῖναι γάρ σοι βούλομαι μέν, ὑπὸ δὲ τῆς
21.6.11
ἀκτῖνος κωλύομαι". Εἶξε τοίνυν τούτων ἀκούσας τῶν λόγων καὶ τὴν ἐμὴν θεραπείαν
21.6.12
προείλετο .
21.7.1
Ἐπειδὴ δὲ κοινῇ τῆς σκιᾶς ἀπελαύομεν, ἠρξάμην πάλιν ἑτέρου λόγου καὶ
21.7.2
ἔφην ὅτι δεῖ μοι κατακλίσεως, τοῦ ἰσχίου τὴν καθέδραν ἀλύπως οὐ φέροντος. Ἀλλὰ
21.7.3
πάλιν ἠξίου μέν με κατακλίνεσθαι, ἀντήκουε δὲ ὡς οὐ φορητὸν ἐμοὶ καθήμενον αὐτὸν
21.7.4
ὁρῶντι προσκλίνεσθαι." Εἰ τοίνυν, ἔφην, ἐθέλεις με καὶ ταύτης ἀπολαῦσαι τῆς
21.7.5
ἀναπαύλης, κοινῇ προσκλιθῶμεν, ὦ πάτερ· οὐ γὰρ ἐρυθριάσω μόνος κατα κλινόμενος."
21.7.6
Τοιούτοις λόγοις αὐτοῦ τὴν καρτερίαν κατα σοφισάμενος τὴν ἀπὸ τῆς ἀνακλίσεως αὐτῷ
21.7.7
παραψυχὴν προσενήνοχα.
21.8.1
Ἐπὶ δὲ τοῦ ἐδάφους ἐρριμμένῳ προσέφερον λόγους χαριέντας, ἐπὶ τὸ
21.8.2
θυμηρέστερον τὴν ψυχὴν μεταφέρων. Εἴσω δὲ τοῦ ἱματίου τὴν χεῖρα βαλὼν ἐπειρώμην
21.8.3
μετρίως ἀποτρίβειν τὰ νῶτα· τότε τὸ πολὺ τοῦ σιδήρου φορτίον ἐθεασάμην ὃ καὶ τὴν
21.8.4
ὀσφὺν ἐδέσμει καὶ τὸν αὐχένα· καὶ ἕτεραι δὲ ἀλύσεις ἀπὸ τοῦ περὶ τὸν αὐχένα κύκλου,
21.8.5
δύο μὲν ἔμπροσθεν, δύο δὲ ὄπισθεν, εἰς τὸν κάτω κύκλον ἐγκάρσιαι διήκουσαι καὶ τοῦ χῖ
21.8.6
στοιχείου τὸ σχῆμα ποιοῦσαι ἔμπροσθέν τε καὶ ὄπισθεν τοὺς δύο κύκλους ἀλλήλοις
21.8.7
συνέδεον· καὶ ἑτέρους δὲ αἱ χεῖρες ἔνδον περὶ τοὺς ἀγκῶνας εἶχον τοιούτους δεσμούς.
21.8.8
Τὸ πολυτάλαντον οὖν τοῦτο θεασάμενος φορτίον ἱκέτευον ἐπικουρῆσαι τῷ σώματι
21.8.9
κάμνοντι καὶ φέρειν οὐ δυναμένῳ κατὰ ταὐτὸν καὶ τὰ ἐθελούσια φορτία καὶ τὴν
21.8.10
ἀκούσιον ἀρρωστίαν." Νῦν μὲν γάρ, ἔφην, ὦ πάτερ, ὁ πυρετὸς τὰ τοῦ σιδήρου ποιεῖ.
21.8.11
Ὅταν δὲ οὗτος λωφήσῃ, τηνικαῦτα τῷ σώματι τὸν ἐκ σιδήρου πάλιν ἐπιθήσομεν
21.8.12
πόνον." Εἶξε καὶ τοῦτο πολλαῖς τοιαύταις καταθελχθεὶς ἐπῳδαῖς.
21.9.1
Ἀλλὰ τότε μὲν ὀλίγας ἀρρωστήσας ἡμέρας ῥᾳδίως ἐρράϊσεν. Χρόνῳ δὲ
21.9.2
ὕστερον χαλεπωτέρᾳ περιέπεσε νόσῳ. Πολλῶν δὲ πολλαχόθεν συνεληλυθότων ὡς
21.9.3
ἁρπασομένων τὸ σῶμα, πυθόμενοι οἱ τοῦ ἄστεως συνέδραμον ἅπαντες καὶ στρατιῶται
21.9.4
καὶ ἰδιῶται, οἱ μὲν τὴν πολεμικὴν ἀναλαβόντες σκευήν, οἱ δὲ ὅπλοις τοῖς προστυχοῦσι
21.9.5
χρησάμενοι· καὶ συσπειρα θέντες ἐμάχοντο καὶ βέλη ἀφιέντες καὶ λίθους σφενδονῶντες
21.9.6
οὐχ ὡς πλήξοντες, ἀλλ' ὡς φοβήσοντες μόνον· καὶ οὕτω τοὺς περιοίκους ἐξελάσαντες,
21.9.7
τῇ κλίνῃ τὸν πένταθλον ἀγωνιστὴν ἐπιθέντες, τῶν γιγνομένων οὐδαμῶς αἰσθανόμενον
21.9.8
– οὐδὲ γὰρ τῆς κόμης αὐτοῦ τιλλομένης ὑπὸ τῶν ἀγροίκων ἐπῄσθετο– ἐπὶ τὴν πόλιν
21.9.9
ᾔεσαν .
21.10.1
Εἰς δὲ τὸν προφητικὸν ἀφικόμενοι σηκὸν εἰς τὸ τούτῳ πελάζον
21.10.2
φροντιστήριον τὴν κλίνην ἀπέθεντο. Ἧκε δέ τις εἰς τὴν Βέροιαν– ἐκεῖ γὰρ ὢν
21.10.3
ἐτύγχανον– τὰ γεγενημένα σημαίνων καὶ τῆς τελευτῆς κομίζων τὴν ἀγγελίαν.
21.10.4
Τοιγάρτοι παραυτίκα δραμὼν καὶ τὴν νύκτα πᾶσαν εἰς ὁδοιπορίαν καταναλώσας,
21.10.5
κατέλαβον μετὰ τὴν ἕω τὸν θεῖον ἄνθρωπον οὔτε φθεγγόμενον οὔτε τινὰ τῶν
21.10.6
παρόντων ἐπιγινώσκειν δυνάμενον. Ὡς δέ γε προσεῖπον καὶ τὸν μέγαν Ἀκάκιον
21.10.7
προσφθέγγεσθαι αὐτὸν ἔφην, ἀνέῳξέ τε παραχρῆμα τοὺς ὀφθαλμοὺς καὶ ὅπως ἔχοι
21.10.8
ἤρετο καὶ πότε εἴην ἐληλυθὼς ἐπυνθάνετο. Ἐμοῦ δὲ πρὸς ταῦτα ἀπο κριναμένου, πάλιν
21.10.9
τοὺς ὀφθαλμοὺς ἔμυσεν. Τριῶν δὲ διελθουσῶν ἡμερῶν ἑσπέρας ἤρετο ὅπου εἴη· μαθὼν
21.10.10
δὲ ἤχθετο λίαν καὶ ἠξίου παραυτίκα εἰς τὸ ὄρος ἀποκομίζεσθαι. Θεραπεύειν δὲ αὐτὸν διὰ
21.10.11
πάντων ἐθέλων εὐθὺς τὴν κλίνην παρηγγύησα φέρειν καὶ εἰς τὸ ποθούμενον χωρίον
21.10.12
ἀποκο μίζειν.
21.11.1
Τότε τῆς σεβασμίας ἐμοὶ κεφαλῆς τὸ ἀφιλότιμον εἶδον. Τῇ γὰρ ὑστεραίᾳ
21.11.2
πτισάνης αὐτῷ χυλὸν προσενήνοχα καταψύξας· θερμοῦ γὰρ οὐδενὸς μεταλαγχάνειν
21.11.3
ἠνείχετο, παντελῶς τοῦ πυρὸς τὴν χρείαν ἀπαρνησάμενος. Ἐπειδὴ δὲ μεταλαμβάνειν
21.11.4
οὐκ ἤθελε·" Πᾶσιν ἡμῖν, ἔφην, ὦ πάτερ, μετάδος φειδοῦς. Κοινὴν γὰρ σωτηρίαν τὴν σὴν
21.11.5
ὑγίειαν ἡγούμεθα. Οὐ γὰρ μόνον ὠφελείας ἀρχέτυπον πρόκεισαι ἀλλὰ καὶ
21.11.6
προσευχόμενος ἐπαμύνεις καὶ τὴν θείαν ἡμῖν εὐμένειαν προξένεις. Εἰ δέ σε ἀποκναίει τὸ
21.11.7
ἄηθες, καὶ τοῦτο, ἔφην, ὦ πάτερ, καρτέρησον· εἶδος γὰρ καὶ τοῦτο φιλοσοφίας. Ὥσπερ
21.11.8
γὰρ ὑγιαίνων τροφῆς ἐφιέμενος ἐνίκας τῇ καρτερίᾳ τὴν ἔφεσιν, οὕτως νῦν ἥκιστα
21.11.9
ὀρεγόμενος τὴν τῆς μεταλήψεως καρτερίαν ἐπίδειξαι". Ταῦτά μοι λέγοντι παρῆν καὶ ὁ
21.11.10
τοῦ θεοῦ ἄνθρωπος Πολυχρόνιος ὃς τῷ λόγῳ συναγωνιζόμενος, αὐτὸς πρῶτος
21.11.11
μεταλαμβάνειν ἤθελε τῆς τροφῆς, καὶ ταῦτα ὄρθρου ὄντος, ὃς δι' ἑπτὰ πολλάκις
21.11.12
ἡμερῶν τὸ σῶμα διέτρεφεν. Ἡττηθεὶς τοίνυν τῶν λόγων, μίαν τοῦ χυλοῦ μεμυκόσι τοῖς
21.11.13
ὀφθαλμοῖς παρεπέμψατο κύλικα, ὅπερ ποιεῖν ἐπὶ τῶν πικρῶν πομάτων εἰώθαμεν.
21.11.14
Ἐπειδὴ δὲ καὶ τοὺς πόδας τὸ βαδίζειν ἐξ ἀτονίας ἀπολέσαντας ὕδατι βρέξαι πεπείκαμεν,
21.11.15
προὔργου νομίζω καὶ ταύτην αὐτοῦ τῆς ψυχῆς τὴν φιλοσοφίαν γυμνῶσαι. Παρέκειτο
21.11.16
μὲν γὰρ πλησίον ὁ σκύφος· ἐπειράθη δέ τις τῶν διακονούντων φορμῷ τινι τοῦτον
21.11.17
συγκαλύψαι ὡς μὴ δῆλος εἴη τοῖς παρ' αὐτὸν ἀφικνουμένοις. Ὁ δὲ·" Τί καλύπτεις, ἔφη,
21.11.18
τὸν σκύφον;" Τοῦ δὲ εἰρηκότος·" Ὡς μὴ προκέοιτο τοῖς ἀφικνουμένοις εἰς θεωρίαν"–
21.11.19
" Ἄπαγε, ἔφη, ὦ παῖ, μὴ κρύπτε ἀνθρώπους τὰ τῷ θεῷ τῶν ὅλων δεδηλωμένα· ἐκείνῳ
21.11.20
γὰρ ζῆν μόνῳ βουλόμενος τῆς ἀνθρωπίνης οὐ πεφρόντικα δόξης. Τί γὰρ ὄφελος εἰ οὗτοι
21.11.21
μὲν πλείονά μοι συγγνοῖεν ἄσκησιν, ὁ δὲ θεὸς μείονα; Τοῦ γὰρ ὑπὲρ τῶν πόνων μισθοῦ
21.11.22
οὐχ οὗτοι δοτῆρες, ἀλλ' ὁ θεὸς χορηγός". Τίς τοίνυν οὐκ ἂν ὑπεραγασθείη καὶ τοὺς
21.11.23
λόγους καὶ τὸν τοὺς λόγους γεννήσαντα νοῦν οὕτω δόξης ἀνθρωπίνης γεγενημένον
21.11.24
ὑπέρτερον ;
21.12.1
Τοιοῦτόν τι καὶ ἄλλοτέ ποτε γεγενημένον μεμάθηκα. Ἑσπέρα ἦν καὶ
21.12.2
ἑσπέρα βαθεῖα καὶ τῆς τροφῆς ὁ καιρός. Λαβὼν τοίνυν τὸ παρακείμενον ὄστρακον τοῦ
21.12.3
βραχέντος φακοῦ μετελάμβανε. Ταύτην γὰρ εἶχε τὴν τροφήν. Ἧκε δέ τις ἀπὸ τοῦ
21.12.4
ἄστεως εἴσπραξίν τινα στρατιωτικὴν ἐμπεπιστευμένος. Ὁ δὲ καὶ πόρρωθεν αὐτὸν
21.12.5
θεασάμενος οὐκ ἀπέθετο τὸν φακόν, ἀλλὰ συνήθως παρεπέμπετο τὴν τροφήν. Δαίμονος
21.12.6
δὲ φαντασίαν ὑπολαβών, λόγοις βάλλων ἀπήλαυνεν ὡς πολέμιον· καὶ δεικνὺς ὡς οὐ
21.12.7
δέδιε, μεταξὺ τῷ στόματι προσέφερε τὸν φακόν. Ἱκέτευε δέ γε ὁ ταῖς λοιδορίαις
21.12.8
βαλλόμενος καὶ ἄνθρωπος ἔφασκεν εἶναι καὶ ὡς ὅρκῳ τινὶ προσληφθεὶς πρὸς ἑσπέραν
21.12.9
ἀπαίρειν τῆς πόλεως κατὰ τοῦτον ἀφίκοιτο τὸν καιρόν. Ὁ δὲ·" Θάρσει, ἔφη, καὶ μὴ
21.12.10
δείσῃς, ἀλλὰ προσευξάμενος ἄπιθι. Γενοῦ δέ μοι καὶ σύσσιτος, καὶ τῆς τροφῆς μοι
21.12.11
κοινώνησον." Καὶ ἅμα ταῦτα λέγων ἐπλήρου τὴν δεξιὰν καὶ τοῦ φακοῦ μετεδίδου. Οὕτω
21.12.12
τῆς κενῆς δόξης τὸ πάθος μετὰ τῶν ἄλλων τῆς διανοίας ἀπήλασεν.
21.13.1
Περὶ δέ γε καρτερίας περιττὸν καὶ λέγειν, μαρτυρούσης τῆς ὄψεως. Τρεῖς
21.13.2
γὰρ πολλάκις ἡμέρας καὶ τοσαύτας νύκτας χιόνος κατενεχθείσης, οὕτω κατεχώσθη
21.13.3
πρηνὴς κείμενος καὶ τὸν θεὸν ἱκετεύων ὡς μηδὲ βραχύ τι τῶν περικειμένων αὐτῷ
21.13.4
ῥακίων ὁρᾶσθαι. Πολλάκις δὲ καὶ ἄμαις χρώμενοι καὶ δικέλλαις οἱ γειτονεύοντες καὶ
21.13.5
τούτῳ τῷ τρόπῳ τὴν περικειμένην ἀποσύροντες χιόνα, ἀνασπῶσί τε καὶ ἐγείρουσι
21.13.6
κείμενον .
21.14.1
Ἐκ τούτων τῶν πόνων τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα ὧν πάντες
21.14.2
μεταλαγχάνουσιν οἱ βουλόμενοι. Τῇ γὰρ ἐκείνου εὐλογίᾳ πολλοὶ μὲν ἐσβέσθησάν τε καὶ
21.14.3
σβέννυνται πυρετοί· πολλοὶ δὲ ἠπίαλοι ἐλώφησάν τε καὶ παντελῶς ὑπεχώρησαν·
21.14.4
πολλοὶ δὲ φεύγειν ἠναγκάσθησαν δαίμονες· καὶ τὸ ὕδωρ τὸ ὑπὸ τῆς ἐκείνου δεξιᾶς
21.14.5
εὐλογούμενον ἀλεξίκακον φάρμακον γίγνεται. Τίς ἀγνοεῖ τοῦ τεθνηκότος παιδίου διὰ
21.14.6
τῆς τούτου προσευχῆς τὴν γενομένην ἀνάστασιν; Ἐν γὰρ τοῖς τῆς πόλεως προαστείοις
21.14.7
οἱ τούτου ἤστην γεννήτορες οἳ πολλῶν μὲν παίδων ἐγενέσθην πατέρες, πάντας δὲ
21.14.8
ἀώρους τῷ τάφῳ παρεπεμψάτην. Ὅτε τοίνυν τοῦτο τὸ τελευταῖον ἐγεννήθη παιδίον,
21.14.9
ἔδραμεν ὁ πατὴρ πρὸς τὸν τοῦ θεοῦ ἄνθρωπον, μακρᾶς αὐτῷ ζωῆς μεταλαχεῖν ἱκετεύων
21.14.10
καὶ ὑπισχνούμενος τῷ θεῷ ἀναθήσειν εἰ ζήσειεν. Τέτταρα τοίνυν ἔτη διαβιῶσαν ἐδέξατο
21.14.11
τοῦ βίου τὸ τέλος. Ἀπῆν δὲ ὁ πατήρ· ἀφικόμενος δὲ ἐξαίφνης ὁρᾷ τοῦτο λοιπὸν
21.14.12
ἐκφερόμενον καὶ ἁρπάσας ἀπὸ τῆς κλίνης·" Προσήκει, ἔφη, πληρῶσαί με τὴν ὑπόσχεσιν
21.14.13
καὶ τῷ τοῦ θεοῦ ἀνθρώπῳ καὶ τεθνεὸς ἀποδοῦναι". Ἀπεκόμισεν οὖν ὡς προείρηκε καὶ
21.14.14
τέθηκε πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν, λέγων ἐκεῖνα ἃ καὶ τοῖς οἰκείοις εἰρήκει. Ὁ δὲ
21.14.15
θεῖος ἄνθρωπος προτε θηκὼς τὸ παιδίον καὶ τὰ γόνατα κλίνας ἔκειτο πρηνὴς τὸν ζωῆς
21.14.16
καὶ θανάτου δεσπότην ἀντιβολῶν. Δείλης δὲ ὀψίας ἀφῆκε τὸ παιδίον φωνὴν καὶ τὸν
21.14.17
πατέρα ἐκάλεσεν. Οὕτως αἰσθόμενος ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ ὡς τὴν ἱκετείαν ὁ
21.14.18
δεσπότης ἐδέξατο καὶ τὴν ζωὴν ἐχορήγησεν, ἀνέστη καὶ προσκυνήσας τὸν ποιοῦντα τὸ
21.14.19
θέλημα τῶν φοβουμένων αὐτὸν καὶ τῆς δεήσεως αὐτῶν εἰσακούοντα, συνεπέρανε τὴν
21.14.20
ἱκετείαν καὶ τῷ φύσαντι τὸ παιδίον ἀπέδωκε. Τοῦτο κἀγὼ ἐθεασάμην καὶ τοῦ πατρὸς τὸ
21.14.21
θαῦμα διηγησαμένου ἀκήκοα καὶ πολλοῖς προσήνεγκα τὸ διήγημα ἀποστολικὸν εἰδὼς
21.14.22
καὶ πολλῆς ὠφελείας τοῖς ἀκουσομένοις ἐσόμενον πρόξενον.
21.15.1
Κἀγὼ δὲ πολλάκις τῆς τούτου ἐπικουρίας ἀπέλαυσα. Μιᾶς δὲ ἢ δύο
21.15.2
μνησθήσομαι, λίαν ἡγούμενος ἄγνωμον εἶναι σιγῇ παραδοῦναι καὶ μὴ διδάξαι τῆς
21.15.3
εὐεργεσίας τὰ εἴδη. Μαρκίων ὁ βδελυρὸς πολλὰς ἀσεβείας ἀκάνθας εἰς τὴν χώραν τῆς
21.15.4
Κύρρου κατέσπειρε πόλεως. Ταύτας ἀνασπᾶν προρρίζους πειρώμενος πάντα κάλων
21.15.5
ἐκίνουν καὶ πάσῃ μηχανῇ χρώμενος διετέλουν. Οἱ δὲ τῆς δι' ἐμοῦ θεραπείας
21.15.6
ἀπολαύοντες," ἀντὶ τοῦ ἀγαπᾶν με, προφητικῶς εἰπεῖν, ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ'
21.15.7
ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου". Καὶ γοητευτικαῖς χρώμενοι
21.15.8
μαγγανείαις καὶ δαίμοσι πονηροῖς συνεργοῖς κεχρημένοι ἀοράτως πολεμεῖν ἐπειρῶντο.
21.15.9
Καί ποτε νύκτωρ ἧκέ τις βοῶν ἀλιτήριος δαίμων καὶ τῇ σύρᾳ κεχρημένος φωνῇ·" Τί
21.15.10
πολεμεῖς, ὁ δεῖνα, Μαρκίωνι; Τί δήποτε δὲ τὴν πρὸς τοῦτον ἀναδέδεξαι μάχην; Τί σοι
21.15.11
λυπηρὸν εἰργάσατο πώποτε; Λῦσον τὸν πόλεμον, κατάπαυσον τὴν δυσμένειαν ἢ τῇ
21.15.12
πείρᾳ μαθήσῃ ὅσον ἀγαθὸν ἡσυχία. Εὖ ἴσθι γὰρ ὡς πάλαι ἄν σε κατηκόντισα, εἰ μὴ τὸν
21.15.13
τῶν μαρτύρων χορὸν σὺν Ἰακώβῳ φρουροῦντά σε ἑώρων".
21.16.1
Ἤκουσα τούτων ἐγὼ καί τινι τῶν γνωρίμων πλησίον καθεύδοντι·
21.16.2
" Ἀκούεις, ἔφην, ὁ δεῖνα, τῶν λεγομένων;" Ὁ δέ·" Πάντων, εἶπεν, ἐπήκουσα, καὶ
21.16.3
διαναστῆναι βουλόμενος καὶ διακῦψαι καὶ γνῶναι τίς ὁ φθεγγόμενος, σοῦ χάριν
21.16.4
ἡσυχίαν ἦγον, καθεύδειν σε τοπάσας". Ἀναστάντες τοίνυν ἀμφότεροι διεκύπτομεν καὶ
21.16.5
οὐδένα οὔτε κινούμενον ἑωρῶμεν οὔτε φθεγγόμενον ἠκούομεν. Τῶν δὲ ῥημάτων
21.16.6
ἐκείνων καὶ οἱ ἄλλοι ἡμῶν ἐπήκουσαν σύνοικοι. Συνῆκα τοίνυν ὡς χορὸν μὲν
21.16.7
μαρτύρων ἔλεγε τὸ τοῦ ἐλαίου τῶν μαρτύρων ληκύθιον ὃ παρὰ παμπολλῶν μαρτύρων
21.16.8
συνειλεγ μένην ἔχον τὴν εὐλογίαν παρὰ τὴν ἐμὴν ἐξήρτητο κλίνην. Καὶ τῇ κεφαλῇ δέ
21.16.9
μου ὑπέκειτο τοῦ μεγάλου Ἰακώβου τὸ παλαιὸν περιβόλαιον παντὸς ἕρκους
21.16.10
ἀδαμαντίνου στερρότερόν μοι γεγενημένον.
21.17.1
Καὶ ἡνίκα δὲ τῇ μεγίστῃ τούτων αὐτῶν κώμῃ προσβάλλειν ἤμελλον, εἶτα
21.17.2
πολλά τινα ἐν μέσῳ γιγνόμενα τὴν ἔξοδον διεκώλυεν, ἔπεμψα παρὰ τὸν ἐμὸν Ἡσαίαν,
21.17.3
τῆς θείας συμμαχίας ἀντιβολῶν ἀπολαῦσαι. Ὁ δέ·" Θάρρει, ἔλεγε, πάντα γὰρ ἐκεῖνα
21.17.4
δίκην ἀραχνῶν διαλέλυται τὰ κωλύματα· καὶ τοῦτό με νύκτωρ ἐδίδαξεν ὁ θεὸς οὐκ
21.17.5
ὄναρ σκιαγραφήσας, ἀλλ' ὕπαρ ἐπιδείξας. Ἑώρων γάρ, ἔλεγε, τῆς ὑμνῳδίας ἀρξάμενος,
21.17.6
κατ' ἐκεῖνο τὸ μέρος ἐν ᾧ τὰ χωρία ἐκεῖνα διάκειται, ὄφιν τινὰ πυροειδῆ ἀπὸ τῆς
21.17.7
ἑσπέρας ἐπὶ τὴν ἕω ἑρπύζοντα καὶ διὰ μέσου τοῦ ἀέρος φερόμενον. Τρεῖς δὲ εὐχὰς
21.17.8
ἐξανύσας πάλιν ἐθεασάμην ἐπικαμφθέντα καὶ τὸ κυκλοτερὲς ἐπιδείξαντα σχῆμα καὶ τῇ
21.17.9
κεφαλῇ συναφθεῖσαν τὴν κέρκον. Ὀκτὼ δὲ πάλιν προσευχὰς συμπεράνας ἐθεασάμην
21.17.10
διχοτομηθέντα καὶ εἰς καπνὸν διαλυθέντα."
21.18.1
Ταῦτα αὐτὸς μὲν οὕτω προεῖδεν, ἡμεῖς δὲ ἐθεασάμεθα συνομολογήσασαν
21.18.2
τῇ προρρήσει τὴν ἔκβασιν. Ἕωθεν μὲν γὰρ ὑπὸ τοῦ ἀρχεκάκου ὄφεως στρατηγούμενοι,
21.18.3
οἱ πάλαι μὲν τῆς Μαρκίωνος συμμορίας, νῦν δὲ τῆς ἀποστολικῆς γενόμενοι φάλαγγος,
21.18.4
γυμνὰ ἡμῖν ἀπὸ τῆς ἑσπέρας ὁρμῶντες τὰ ξίφη ἐδείκνυον. Περὶ δὲ τρίτην ὥραν τῆς
21.18.5
ἡμέρας συσπειρα θέντες τῆς οἰκείας μόνης ἐφρόντιζον φυλακῆς, καθάπερ ὁ ὄφις τῇ
21.18.6
κέρκῳ τὴν κεφαλὴν συνεκάλυπτεν. Ὀγδόῃ δὲ ὥρᾳ σκεδασθέντες χώραν ἡμῖν ἔδοσαν
21.18.7
τῆς εἰς τὴν κώμην εἰσόδου· καὶ παραυτίκα ηὕρομεν ὄφιν ἐξ ὕλης χαλκοῦ πεποιημένον
21.18.8
ὑπ' ἐκείνων προσκυνούμενον. Τὸν γὰρ κατὰ τοῦ δημιουργοῦ καὶ ποιητοῦ τῶν ὅλων
21.18.9
προφανῶς ἀναδεξάμενοι πόλεμον, τὸν ἐπάρατον ὄφιν ὡς ἐκείνου πολέμιον θεραπεύειν
21.18.10
ἐσπού δαζον. Τοιούτων εὐεργεσιῶν παρὰ τῆς ἐμοὶ σεβασμίας κεφαλῆς ἀπωνάμην κἀγώ.
21.19.1
Ἐπειδὴ δὲ εἰς τὴν τῶν θείων ἀποκαλύψεων ὁ λόγος εἰσῆλθε διήγησιν,
21.19.2
φέρε ἃ παρὰ τῆς ἀψευδοῦς ἐκείνης ἀκήκοα διηγήσομαι γλώττης. Διηγήσατο δὲ οὐ
21.19.3
φιλοτι μούμενος– πόρρω γὰρ καὶ τούτου τοῦ πάθους ἡ θεῖα ψυχή–, ἀλλά τινος χρείας
21.19.4
βιασαμένης εἰπεῖν ἃ κρύπτειν ἐβούλετο. Ἱκέτευον αὐτὸν ἀντιβολῆσαι τὸν τῶν ὅλων
21.19.5
θεὸν καθαρόν μοι ζιζανίων ἀποφῆναι τὸ λήϊον καὶ τῶν αἱρετικῶν σπερμάτων πάμπαν
21.19.6
ἐλευθερῶσαι· ἠνία γάρ με κομιδῇ ἡ τοῦ βδελυροῦ Μαρκίωνος ἐπὶ πλεῖστον
21.19.7
διακρατήσασα πλάνη. Ἔφη τοίνυν λιπαρούμενος·" Οὔτε ἐμοῦ οὔτε ἄλλου του δεῖ σοι
21.19.8
πρὸς τὸν θεὸν πρεσβευτοῦ. Ἔχεις γὰρ Ἰωάννην τὸν πάνυ, τὴν τοῦ λόγου φωνήν, τοῦ
21.19.9
δεσπότου τὸν πρόδρομον, ταύτην ὑπὲρ σοῦ τὴν ἱκετείαν διηνεκῶς προσκομίζοντα."
21.19.10
Ἐμοῦ δὲ λέγοντος ὡς καὶ ταῖς τούτου πιστεύω προσευχαῖς καὶ ταῖς τῶν ἄλλων ἁγίων
21.19.11
ἀποστόλων καὶ προφητῶν ὧν ἔναγχος ἡμῖν τὰ λείψανα ἐκεκόμιστο·" Θάρρει, ἔφη, ὡς
21.19.12
Ἰωάννην ἔχεις τὸν βαπτιστήν".
21.20.1
Ἀλλ' οὐδὲ οὕτω σιγὴν ἄγειν ἠνειχόμην· πολλῷ δὲ πλέον ἐπεκείμην
21.20.2
πυνθανόμενος καὶ μαθεῖν ἐφιέμενος τί δήποτε τούτου μᾶλλον ἐμνήσθη. Ὁ δέ·
21.20.3
" Περιπτύξασθαι, ἔφη, ἐβουλόμην αὐτοῦ τὰ ἐπέραστα λείψανα." Ἐπειδὴ δὲ ἔλεγον ὡς
21.20.4
οὐκ οἴσω ταῦτα εἰ μὴ ἐρεῖν ὑπόσχοιτο ἃ θεασάμενος εἴη, αὐτὸς μὲν ἔδωκε τὴν
21.20.5
ὑποσχέσιν, ἐγὼ δὲ τῇ ὑστεραίᾳ ἐκόμισα τὰ ποθούμενα καὶ πάντας πόρρω κελεύσας
21.20.6
γενέσθαι ἐμοὶ μόνῳ διηγήσατο ταῦτα." Ἡνίκα, ἔφη, τοὺς πολιούχους τούτους ἀπὸ τῆς
21.20.7
Φοινίκης καὶ τῆς Παλαιστίνης ἀφικομένους μετὰ τῆς δαυϊτικῆς ὑπεδέξω χορείας, ἔννοιά
21.20.8
τίς μοι γέγονεν εἰ τῷ ὄντι ταῦτα Ἰωάννου τοῦ πάνυ λείψανα καὶ μὴ ἄλλου του
21.20.9
μάρτυρος ὁμωνύμου. Μετὰ μίαν τοίνυν ἡμέραν, νύκτωρ ἐγὼ μὲν ἐπὶ τὴν ὑμνῳδίαν
21.20.10
ἀνέστην· ὁρῶ δέ τινα λευχειμονοῦντα καί·" 3Ἀδελφὲ Ἰάκωβε, λέγοντα, εἰπὲ τί δήποτε
21.20.11
ἡμῖν ἀφικομένοις οὐχ ὑπαπήντησας;" 3 Ἐμοῦ δὲ ἐρομένου τίνες ποτὲ εἶεν, ἀπεκρίνατο
21.20.12
λέγων·" 3Οἱ ἀπὸ Φοινίκης καὶ Παλαιστίνης τῇ προτεραίᾳ ἐληλυθότες. Καὶ πάντων ἡμᾶς
21.20.13
ὑποδεξαμένων προθύμως καὶ τοῦ ποιμένος καὶ τοῦ λαοῦ, καὶ ἀστῶν καὶ χωριτικῶν, σὺ
21.20.14
μόνος οὐκ ἐκοινώνησας τῆς τιμῆς" 3. Ἠινίττετο δὲ τὴν γενομένην ἀμφιβολίαν. Εἰπεῖν
21.20.15
τοίνυν ἔφη πρὸς ταῦτα ὅτι" 3καὶ ἀπόντων ὑμῶν τε καὶ τῶν ἄλλων, ὑμᾶς τε τιμῶ καὶ τὸν
21.20.16
τῶν ἁπάντων προσ κυνῶ θεόν" 3. Πάλιν δὲ τῇ ὑστεραίᾳ κατὰ τὸν αὐτὸν καιρὸν αὐτὸς
21.20.17
ἐκεῖνος ἐπιφανείς·" 3Ὅρα, ἔφη, ἀδελφὲ Ἰάκωβε, τὸν ἐκεῖθεν ἑστῶτα οὗ ἡ μὲν ἐσθὴς
21.20.18
χιόνι κατὰ τὴν χροὰν ἀπείκα σται, κλίβανος δὲ αὐτῷ πυρὸς πρόκειται" 3. Ἐμοῦ δὲ τὰς
21.20.19
ὄψεις ἐκεῖσε μεταθέντος καὶ τὸν βαπτιστὴν Ἰωάννην ὑποτοπή σαντος– καὶ γὰρ τὴν
21.20.20
αὐτοῦ στολὴν περιεβέβλητο καὶ τὴν χεῖρα ὡς βαπτίζων προέτεινεν." 3Αὐτός ἐστιν, ἔφη,
21.20.21
ὃν ὑπέλαβες εἶναι" 3."
21.21.1
" Καὶ ἄλλοτε δέ, ἡνίκα, ἔφη, εἰς τὴν πρώτην νύκτωρ ἀπῄεις κώμην
21.21.2
παιδεύσων ὡς στασιαστάς, καὶ σπουδαιοτέραν τῷ θεῷ προσενεγκεῖν εὐχὴν
21.21.3
παρηγγυήσας, ἄγρυπνος διετέλεσα τὸν δεσπότην ἀντιβολῶν· εἶτα φωνῆς ἀκήκοα
21.21.4
λεγούσης·" 3Μηδὲν δείσῃς, Ἰάκωβε· ὁ γὰρ μέγας Ἰωάννης ὁ βαπτιστὴς παννύχιον
21.21.5
ἀντιβολεῖ τὸν τῶν ὅλων θεόν· πολὺς γὰρ ἂν ἐγεγόνει φόνος εἰ μὴ ταῖς ἐκείνου
21.21.6
πρεσβείαις ἐσβέσθη τοῦ διαβόλου τὸ θράσος" 3." Ταῦτά μοι διηγησάμενος, παρηγγύησε
21.21.7
μόνον εἰδέναι καὶ μὴ λαβεῖν ἄλλους συνίστορας. Ἐγὼ δέ γε ὠφελείας ἕνεκεν οὐ μόνον
21.21.8
πολλοῖς προσήνεγκα τὸ διήγημα, ἀλλὰ καὶ συγγραφῇ παραδίδωμι.
21.22.1
Καὶ Ἰωσὴφ δὲ τὸν πατριάρχην τεθεᾶσθαι ἔφη καὶ τὴν κεφαλὴν πολιὸν καὶ
21.22.2
τὸ γένειον καὶ ἐν γήρᾳ τῆς ὥρας ἀφιέντα τὴν αἴγλην καὶ ἐν ἀρετῆς ἀκρότητι ἔσχατον
21.22.3
ἑαυτὸν τῶν ἁγίων ὀνομάζοντα." Ἐμοῦ γάρ, φησι, πρῶτον αὐτὸν λέγοντος τῶν τῆς
21.22.4
θήκης αὐτῷ κοινωνούντων, αὐτὸς ἑαυτὸν ἔσχατον ὠνόμαζεν."
21.23.1
Διηγήσατο δέ μοι καὶ τὰς γεγενημένας αὐτῷ ὑπὸ τῶν πονηρῶν δαιμόνων
21.23.2
παντοδαπὰς προσβολάς." Εὐθὺς μὲν γάρ, ἔλεγε, ταύτης μοι τῆς πολιτείας ἀρξαμένῳ
21.23.3
γυμνὸς ἑωρᾶτό τις, Αἰθίοπος ἔχων τὸ εἶδος, πῦρ ἐκ τῶν ὀφθαλμῶν ἀφιείς. Ἐγὼ δὲ ὁρῶν
21.23.4
δέους τε ἐνεπιμπλάμην καὶ εἰς εὐχὴν ἐτρεπόμην καὶ μεταλαβεῖν οὐκ ἠνειχόμην τροφῆς·
21.23.5
κατ' ἐκεῖνον γὰρ ἐπεφαίνετο τὸν καιρόν. Ὡς δὲ ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα διῆλθον ἡμέραι
21.23.6
καὶ ἄσιτος διετέλουν, τέλος τῆς πονηρᾶς ἐφόδου καταφρονήσας, καθήμενος τῆς τροφῆς
21.23.7
μετελάμβανον. Ὁ δὲ ταύτην μου τὴν μεγαλοφροσύνην οὐκ ἐνεγκὼν ῥάβδῳ παίειν
21.23.8
ἠπείλει. Ἐγὼ δέ, ἔφη, ἔλεγον·" 3Εἰ μὲν ἐπιτέτραψαι παρὰ τοῦ τῶν ὅλων δεσπότου, παῖε
21.23.9
καὶ δέξομαι μεθ' ἡδονῆς τὴν πληγὴν ὡς ὑπ' ἐκείνου παιόμενος. Εἰ δὲ μὴ ἐπετράπης, οὐ
21.23.10
παίσεις, κἂν μυριάκις λυττήσῃς" 3. Τούτων ἀκούσας ἐδραπέτευσε τότε.
21.24.1
" Ἀλλὰ πάλιν κρύβδην διετέλει λυττῶν. Τὸ γὰρ δίς μοι τῆς ἑβδομάδος
21.24.2
κάτωθεν κομιζόμενον ὕδωρ ὑπαπαντῶν τῷ κομίζοντι καὶ τὸ ἐμὸν εἶδος μιμούμενος
21.24.3
ἐλάμβανε καὶ ἀπιέναι κελεύων ἐκεῖνον ἐξέχει τὸ νᾶμα. Καὶ τοῦτο οὐ δὶς μόνον, ἀλλὰ
21.24.4
καὶ τρὶς ποιήσας τὸ τοῦ δίψους μοι ἐπεστρά τευσε πάθος. Σφόδρα δὲ ἀνιαθεὶς ἠρόμην
21.24.5
τὸν εἰωθότα κομίζειν·" 3Τί δήποτε πέντε καὶ δέκα διελθουσῶν ἡμερῶν οὐκ ἐκόμισας
21.24.6
ὕδωρ;" 3. Ὁ δὲ τρὶς ἔλεγεν ἤδη καὶ τετράκις κεκομικέναι καί με τοῦτο δεδέχθαι." 3Καὶ
21.24.7
ποῦ, ἔφην ἐγώ, τοῦτο παρὰ σοῦ φέροντος ἐδεξάμην;" 3 Ὡς δὲ τὸν τόπον ὑπέδειξε," 3Κἂν
21.24.8
μυριάκις, ἔφην, ἐκεῖ με θεάσῃ παραγινόμενον, μὴ δῷς τὸ ἀγγεῖον, ἕως εἰς τοῦτον ἀφίκῃ
21.24.9
τὸν τόπον" 3.
21.25.1
" Οὕτω καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν διαλύσας, αὖθις ἑτέρας
21.25.2
ἐπειράθην. Βοῇ γὰρ νύκτωρ χρησάμενος ἔφη ὅτι" 3σε τοσαύτης δυσωδίας ἐμπλήσω καὶ
21.25.3
τοσαύτην δύσκλειαν κατασκεδάσω ὡς μηδένα σε μηδαμόθεν θεάσασθαι ἄνθρω πον" 3.
21.25.4
Ἐγὼ δέ, ἔφη, πρὸς ταῦτα ἀπεκρινάμην ὅτι" 3σοι χάριν ὁμολογήσω· ἄκων γὰρ
21.25.5
εὐεργετήσεις τὸν δυσμενῆ, πλέον ἐντρυφᾶν τῇ τοῦ θεοῦ μνήμῃ παρασκευάζων. Σχολῆς
21.25.6
γὰρ πλείονος ἀπολαύων ἔργον σχήσω διηνεκὲς τοῦ θείου κάλλους τὴν φαντασίαν" 3.
21.25.7
Ὀλίγων τοίνυν διελθουσῶν ἡμερῶν, μεσούσης ἡμέρας τὴν εἰωθυῖαν λειτουργίαν
21.25.8
ἐπιτελῶν, ὁρῶ, ἔφη, δύο κατιούσας ἐκ τοῦ ὄρους γυναῖκας. Ἐγὼ δὲ τὸ ἄηθες δυσχεράνας
21.25.9
καὶ λίθοις βαλεῖν ἐπιχειρήσας, τῆς τοῦ ἀλάστορος ἀπειλῆς ἐμνήσθην καὶ ταύτην
21.25.10
ὑπέλαβον εἶναι τὴν δύσκλειαν. Ἔφθην τοίνυν βοήσας ὡς, εἰ καὶ τοῖς ὤμοις
21.25.11
ἐπικαθίσαιεν, οὐ βαλῶ τοῖς λίθοις, οὐδὲ διώξω, μόνῃ δὲ χρήσομαι τῇ προσευχῇ. Ἐγὼ
21.25.12
μὲν οὖν ταῦτα ἔφην, αἱ δὲ φροῦδοι ἐγίγνοντο καὶ τῷ λόγῳ συνεπληροῦτο τῆς θέας ἡ
21.25.13
φαντασία .
21.26.1
" Μετὰ ταῦτα πάλιν, νύκτωρ ἐγὼ μέν, ἔφη, προσ ηυχόμην, ὀχήματος δὲ
21.26.2
κτύπος ἐφέρετο καὶ ἡνιόχου βοὴ καὶ ἵππων χρεμετιζόντων· ἐμὲ δὲ τοῦ πράγματος τὸ
21.26.3
καινὸν ἐθορύβησεν· ἐνενόουν γὰρ ὡς οὔτε ἄρχων ἐπεδήμει τότε τῇ πόλει οὔτε
21.26.4
ὀχημάτων ἡ ὁδὸς ἦν οὔτε ὁ καιρὸς τοῖς ὀχήμασιν ἐπιτήδειος. Ἐμοῦ δὲ ταῦτα
21.26.5
λογιζομένου, θόρυβός τις πλήθους ἠκούετο προσπελάζοντος καί τινες ἐβόων ἡγούμενοι
21.26.6
ῥαβδοφόροι, συρίττοντες καὶ ἀπελαύνοντες ἐκ τοῦ μέσου τοὺς πλείους καὶ εὐτρεπῆ
21.26.7
ποιοῦντες τῷ ἡγουμένῳ τὴν πάροδον. Ὡς δὲ σφόδρα μοι πελάζειν ἔδοξαν, εἶπον, ἔφη·
21.26.8
" 3Τίς εἶ; Καὶ πόθεν ἥκεις; Καὶ τίνος δεόμενος κατὰ τοῦτον ἐλήλυθας τὸν καιρόν; Μέχρι
21.26.9
τίνος παίζεις, ὦ ταλαίπωρε, καὶ τῆς θείας μακροθυμίας καταφρονεῖς;" 3 Τοῦτο ἐγὼ μὲν
21.26.10
ἔλεγον πρὸς ἕω τετραμμένος καὶ τῷ θεῷ τὴν ἱκετείαν προσφέρων. Ὁ δὲ ὦσε μέν,
21.26.11
καταβαλεῖν δὲ οὐκ ἴσχυσεν– ἡ γὰρ θεία χάρις ἀντέσχεν– καὶ παραυτίκα φροῦδα πάντα
21.26.12
ἐκεῖνα ἐγένετο".
21.27.1
Ἔλεγε δὲ καὶ κατὰ τὸν τῶν ἀλιτηρίων ἐκείνων λῃστῶν καιρόν, ὅτε ἐξ
21.27.2
Ἰσαυρίας ὁρμώμενοι τῆς ἕω τὰ πλεῖστα ἐμπρήσαντες ἐληΐσαντο, δεδιέναι σφόδρα οὐ τὴν
21.27.3
σφαγήν– οὐ γὰρ οὕτω φιλοσώματος ἦν–, ἀλλὰ τὸν ἀνδραποδισμὸν καὶ τὴν αἰχμαλωσίαν
21.27.4
καὶ τῆς ἀσεβείας καὶ παρανομίας τὴν θεωρίαν. Τούτου δὲ τοῦ δέους αἰσθόμενος ὁ
21.27.5
διάβολος– ἤκουσε γὰρ αὐτοῦ πολλάκις πρὸς τοὺς γνωρί μους ἐκφήναντος– μιμεῖται
21.27.6
νύκτωρ ὀλολυγὴν γυναικῶν." Ἐγὼ δέ, ἔφη, ἀκούειν ἐδόκουν ὡς ἥκοιεν οἱ πολέμιοι καὶ
21.27.7
ὡς πῦρ ταῖς κώμαις ἐμβάλλοιεν. Εὐθὺς τοίνυν δίχα τῆς κεφαλῆς διακρίνας τὰς κόμας,
21.27.8
καὶ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων διὰ τῶν ὤμων ἐπὶ τὸ στῆθος μετενεγ κὼν
21.27.9
εὐτρεπῆ πρὸς τὴν τοῦ ξίφους τομὴν τὸν αὐχένα ἐποίουν ἵνα σύντομον δεξάμενος τὴν
21.27.10
πληγὴν τῆς ἀπευκτῆς ἐκείνης ἀπαλλαγῶ θεωρίας. Οὕτω πᾶσαν ἐκείνην διατελέσας τὴν
21.27.11
νύκτα καὶ διηνεκῶς τὴν ἐκείνων ἔφοδον προσδεχόμενος, ἐπειδὴ ἡμέρα ἐγένετο καὶ
21.27.12
ἧκόν τινες, ἐπυθόμην τί περὶ τῶν Ἰσαύρων εἶεν ἀκηκοότες. Οἱ δὲ ἔλεγον μηδὲν ἐν
21.27.13
ταύταις ἐγνωκέναι ταῖς ἡμέραις. Καὶ οὕτω, φησίν, ἐπέγνων διαβο λικὴν κἀκείνην εἶναι
21.27.14
τὴν φαντασίαν."
21.28.1
" Ἄλλοτε δέ, ἔφη, νέῳ σφριγῶντι ἀπεικασθεὶς ὥρᾳ λάμποντι καὶ κόμῃ
21.28.2
ξανθῇ κεκοσμημένῳ, προσῄει μειδιῶν ἅμα καὶ παίζων. Ἐγὼ δέ, ἔφη, τῷ θυμῷ καθοπλι
21.28.3
σθεὶς ἐξήλαυνον λοιδορούμενος. Ὁ δὲ ἐπέμενεν ἑταιρικὸν βλέπων καὶ τῷ τε μειδιάματι
21.28.4
τῷ τε φθέγματι ἡδονὴν ἀναβλύζων. Τότε τοίνυν πλεῖον τὸν θυμὸν παραθήξας·" 3Πῶς
21.28.5
ἰσχύεις, ἔλεγον, πᾶσαν τὴν οἰκουμένην περινοστεῖν καὶ πᾶσι τοιαύτας προσφέρειν
21.28.6
ἐπιβουλάς;" 3 Ὁ δὲ ἔλεγε μὴ μόνος εἶναι, ἀλλὰ πλῆθος δαιμόνων κατὰ πᾶσαν
21.28.7
ἐσκεδάσθαι τὴν οἰκουμένην τοιαῦτα παιζόντων ὁμοῦ καὶ σπουδαζόντων. Τῇ γὰρ
21.28.8
δοκούσῃ παιδιᾷ σπουδάζουσιν ἅπασαν ἀφανίσαι τῶν ἀνθρώπων τὴν φύσιν." 3Ἀλλὰ σύ
21.28.9
γε ἄπιθι, ἔφην, τοῦ Χριστοῦ σοι κελεύοντος τοῦ λεγεῶνα ὅλην διὰ τῶν χοίρων τῷ βυθῷ
21.28.10
παραπέμψαντος." 3 Ἤκουσεν ἅμα καὶ ἔφυγεν, οὔ τε τῆς δεσποτικῆς προσηγορίας τὴν
21.28.11
δύναμιν φέρων οὔτε τῆς οἰκετικῆς φιλοσοφίας τὴν αἴγλην βλέπειν δυνάμενος."
21.29.1
Καὶ ἄλλα δὲ πλείονα τούτων εἰδὼς διηγήματα, συγγράφειν οὐ βούλομαι μὴ
21.29.2
τοῖς ἀσθενεστέροις τὸ πλῆθος ἀπιστίας γένηται πρόφασις. Τοῖς μὲν γὰρ ὁρῶσι τὸν θεῖον
21.29.3
ἄνθρωπον οὐδὲν τοιοῦτον λεγόμενον ἀπίθανον καταφαίνεται, τῆς ὁρωμένης ἀρετῆς τὰ
21.29.4
λεγόμενα βεβαιούσης. Ἐπειδὴ δὲ καὶ εἰς τοὺς ὕστερον ἐσομένους τὸ τοῦ διηγήματος
21.29.5
διαβήσεται σύγγραμμα, ἀπιστότερα δὲ τοῖς πολλοῖς τὰ ὦτα τῶν ὀφθαλμῶν, τῇ ἀσθενείᾳ
21.29.6
τῶν ἀκουόντων μετρήσωμεν τὴν διήγησιν.
21.30.1
Τούτῳ τοίνυν ᾠκοδόμησαν μὲν καὶ ἄλλοι σηκὸν μέγιστον ἐν τῇ πελαζούσῃ
21.30.2
κώμῃ οὐ πολλοὺς ἀφεστῶτα σταδίους· κατεσκεύασα δὲ κἀγὼ θήκην ἐν τῷ τῶν καλλι
21.30.3
νίκων ἀποστόλων σηκῷ. Ἀλλὰ τοῦτο μαθὼν ὁ θεῖος ἄνθρωπος πολλά με πολλάκις
21.30.4
ἐλιπάρησεν ἐν ἐκείνῳ τῷ ὄρει ταφῇ παραδοῦναι τὸ σῶμα. Ἐγὼ δὲ εἶπον πολλάκις ὡς οὐ
21.30.5
προσήκει τὸν τῆς παρούσης ζωῆς ἀμελήσαντα ταφῆς ποιήσασθαι πρόνοιαν. Ὡς δὲ τοῦτο
21.30.6
αὐτῷ καταθύμιον εἶδον, ἐπένευσά τε καὶ συνεθέμην καὶ τὴν λάρνακα τμηθῆναί τε καὶ
21.30.7
κομισθῆναι ἄνω πεποίηκα. Ἐπεὶ δὲ τὸν λίθον ὑπὸ τῆς πάχνης διαφθειρόμενον εἶδον,
21.30.8
μικρὸν οἰκίσκον ἐπέτρεψα γενέσθαι τῇ λάρνακι. Ἐπειδὴ δὲ ἐκέλευσε καὶ τὴν οἰκοδομὴν
21.30.9
συμπεράναντες τὸν ὄροφον ἐπεθήκαμεν·" Οὐκ ἀνέξομαι, ἔφη, τοῦτον Ἰακώβου
21.30.10
καλεῖσθαι τάφον, ἀλλὰ βούλομαι τῶν καλλινίκων μαρτύρων τοῦτον γενέσθαι σηκόν,
21.30.11
ἐμὲ δὲ οἷά τινα μέτοικον εἰς ἑτέραν κεῖσθαι θήκην, παροικεῖν αὐτοῖς ἠξιωμένον". Καὶ
21.30.12
ταῦτα οὐ μόνον εἶπεν ἀλλὰ καὶ ἔδρασε. Καὶ πολλοὺς μὲν προφήτας, πολλοὺς δὲ
21.30.13
ἀποστόλους, πλείστους δὲ ὅτι μάλιστα μάρτυρας πανταχόθεν συναγαγὼν ἐν μιᾷ τέθηκε
21.30.14
λάρνακι, τῷ τῶν ἁγίων δήμῳ συνοικεῖν ἐθελήσας καὶ σὺν αὐτοῖς ἀναστῆναι καὶ τῆς
21.30.15
θείας θεωρίας ἀξιωθῆναι ποθήσας.
21.31.1
Ἱκανὸν δὲ τοῦτο τεκμηριῶσαι τὴν τοῦ φρονήματος μετριότητα. Ὁ γὰρ
21.31.2
τοσοῦτον πλοῦτον ἀρετῆς συνειλοχὼς καὶ ἐσχάτῃ πενίᾳ συζῶν τῇ τῶν εὐπόρων
21.31.3
συμμορίᾳ παροικεῖν ἐπεθύμησεν. Ὁποῖοι μὲν οὖν τῆς σεβασμίας ἐμοὶ κεφαλῆς οἱ πόνοι
21.31.4
καὶ οἱ ἀγῶνες ἡλίκοι καὶ ὅσης θεόθεν ἀπέλαυσε χάριτος καὶ ὅσας νίκας νενίκηκε καὶ
21.31.5
οἵοις στεφάνοις κατα κεκόσμηται, ἀπόχρη καὶ ταῦτα διδάξαι.
21.32.1
Ἐπειδὴ δέ τινες δυσκολίαν ἤθους ἐπαιτιῶνται καὶ δυσχεραίνουσι τὸ
21.32.2
φιλέρημον καὶ ἡσύχιον, ὀλίγα περὶ τούτου εἰπὼν πέρας ἐπιθήσω τῷ διηγήματι.
21.32.3
Πρόκειται πᾶσιν, ὡς ἤδη ἔφην, εἰς θεωρίαν οὔτε θριγκίῳ πεφραγμένος οὔτε καλύβῃ τινὶ
21.32.4
ἢ σκηνῇ καλυπτόμενος. Ἕκαστος δὲ τῶν ἀφικνουμένων, ὑπ' οὐδενὸς ἑρκίου κωλυό
21.32.5
μενος, εὐθὺς παραγινόμενος προσδιαλέγεσθαι βούλεται. Τοῖς δὲ ἄλλοις ταυτησὶ τῆς
21.32.6
φιλοσοφίας ἐρασταῖς καὶ θριγκία καὶ θύραι εἰσὶ καὶ ἡσυχίας ἀπόλαυσις, καὶ ἀνοίγνυσιν
21.32.7
ἐθελήσας ὁ καθειργμένος καὶ ἀναβάλλεται ὅσον βούλεται καὶ τῆς θείας ἐμφορεῖται
21.32.8
θεωρίας ὅσον ἐθέλει· ἐνταῦθα δὲ τούτων οὐδέν· διὸ μάλιστα δυσχεραίνει τοὺς παρ'
21.32.9
αὐτὸν τῆς προσευχῆς τὸν καιρὸν ἐνοχλοῦντας. Εἰ μὲν κελεύσαντος εὐθὺς ἀπίοιεν, πάλιν
21.32.10
ἔχεται τῆς εὐχῆς. Εἰ δὲ ἐπιμένοιεν ἐνοχλοῦντες καὶ ἅπαξ καὶ δὶς παρεγγυήσας μὴ
21.32.11
πείσειε, τηνικαῦτα δυσχεράνας, ἐπιτιμῶν ἀποπέμπεται.
21.33.1
Ἐμοὶ δὲ καὶ περὶ τούτου πρὸς αὐτὸν γεγένηνται λόγοι καί τινας ἔφην
21.33.2
ἀσχάλλειν ἐξελαθέντας καὶ εὐλογίας μὴ μετασχόντας, καὶ ὅτι πρέπον εἴη τοὺς τούτου
21.33.3
χάριν ἀφικνουμένους καὶ πολλῶν ἡμερῶν ὁδὸν ἐξανύοντας μὴ ἀχθομένους ἐπανιέναι,
21.33.4
ἀλλὰ θυμηδίας ἐμφορουμένους καὶ τοῖς τῆς σῆς φιλοσοφίας διηγήμασιν ἑστιῶντας τοὺς
21.33.5
ἀγνο οῦντας. Ὁ δέ·" Οὐκ ἄλλου του χάριν, ἔφη, ἀλλ' ἐμαυτοῦ τὸ ὄρος κατείληφα. Καὶ
21.33.6
πολλὰ λίαν ἁμαρτημάτων περι κείμενος ἕλκη πολλῆς δέομαι θεραπείας καὶ τούτου
21.33.7
εἵνεκα τὸν ἡμέτερον ἱκετεύω δεσπότην ὀρέξαι μοι τὰ τῆς κακίας ἀλεξιφάρμακα. Πῶς
21.33.8
τοίνυν οὐκ ἄτοπον καὶ λίαν ἀνόητον, διακόψαι μὲν τὸν τῆς ἱκετείας εἱρμόν, μεταξὺ δὲ
21.33.9
διάλεξιν πρὸς ἀνθρώπους ποιήσασθαι; Εἰ γὰρ οἰκέτης ἀνθρώπου ὁμοφυοῦς ἐτύγχανον
21.33.10
ὤν, ἐν δὲ τῷ τῆς δεσποτικῆς διακονίας καιρῷ καταλιπὼν τὸ προσενεγκεῖν εἰς καιρὸν ἢ
21.33.11
τὰ σιτία ἢ τὰ ποτὰ πρός τινα τῶν ὁμοδούλων ἐποιησάμην διάλεξιν, πόσας οὐκ ἂν
21.33.12
δικαίως ἐδεξάμην πληγάς; Εἰ δὲ καὶ ἄρχοντι προσελ θὼν καὶ ἣν ὑπομένω παρά τινος
21.33.13
διηγούμενος ἀδικίαν, διέκοψα μὲν ἐν μέσῳ τὴν διάλεξιν, ἄλλους δὲ λόγους τινὰς πρός
21.33.14
τινα τῶν παρόντων ἐποιησάμην, οὔ σοι δοκεῖ δυσχεράναι τὸν δικαστὴν καὶ τῆς μὲν
21.33.15
ἐπικουρίας ἀποστερῆσαι, προσθεῖναι δὲ καὶ μάστιγας καὶ τῶν κιγκλίδων ἀπελάσαι; Πῶς
21.33.16
τοίνυν ὅσιον δεσπότῃ μὲν τὸν οἰκέτην καὶ δικαστῇ τὸν ἱκέτην προσηκόντως
21.33.17
προσφέρεσθαι, ἐμὲ δὲ τῷ θεῷ τῷ καὶ αἰωνίῳ δεσπότῃ καὶ δικαστῇ δικαιοτάτῳ καὶ
21.33.18
βασιλεῖ τῶν ἁπάντων προσιόντα μηδὲ τούτοις παραπλησίως ποιεῖσθαι τὴν πρόσ οδον,
21.33.19
ἀλλὰ μεταξὺ προσευχόμενον πρὸς τοὺς ὁμοδούλους τρέπεσθαι καὶ μακρὰν ποιεῖσθαι
21.33.20
διάλεξιν ; "
21.34.1
Ταῦτα καὶ ἤκουσα καὶ πρὸς τοὺς δυσχεράναντας διεπόρθμευσα. Καὶ εὖ μοι
21.34.2
καὶ καλῶς εἰρηκέναι δοκεῖ. Πρὸς γὰρ αὖ τοῖς εἰρημένοις καὶ ἴδιον τῶν ἐρώντων πάντων
21.34.3
μὲν τῶν ἄλλων ὑπερορᾶν, ἐκείνῳ δὲ προστετηκέναι ὃν φιλοῦσι καὶ στέργουσι καὶ
21.34.4
τοῦτον καὶ νύκτωρ ὀνειροπολεῖν καὶ μεθ' ἡμέραν φαντάζεσθαι. Διὰ τοῦτό μοι
21.34.5
δυσχεραίνειν δοκεῖ, ἐν τῇ ποθουμένῃ μὲν θεωρίᾳ γιγνόμενος, ἐμπλησθῆναι δὲ τοῦ
21.34.6
ἐπεράστου κωλυόμενος κάλλους.
21.35.1
Ταῦτα διηγηματικῶς οὐκ ἐγκωμιαστικῶς συνεγρά ψαμεν, κομιδῇ τῆς
21.35.2
συντομίας φροντίσαντες ἵνα μὴ τῷ μήκει τοὺς ἐντυγχάνοντας ἀποκναίσωμεν. Εἰ δὲ καὶ
21.35.3
ἐπιβιῴη τῷδε τῷ διηγήματι χρόνον, καὶ ἄλλα μυρία δήπουθεν κατορθώματα τοῖς
21.35.4
προτέροις προσθήσει καὶ συγγράψουσι κἀκεῖνα ἕτεροι. Ἡμῖν γὰρ τῆς ἐντεῦθεν ἐκδημίας
21.35.5
πόθος πολύς. Ὁ δὲ τῶν τῆς εὐσεβείας ἀθλητῶν ἀγωνοθέτης καὶ τούτῳ δοίη τέλος τῶν
21.35.6
ἀγώνων ἐπάξιον καὶ τοῦ δρόμου τὸ λειπόμενον παράσχοι τῷ προτέρῳ συμβαῖνον ἵνα
21.35.7
νικηφόρος καταλάβῃ τὴν νύσσαν· καὶ τὴν ἡμετέραν ἀσθένειαν ταῖς τούτου προσευχαῖς
21.35.8
ὑπερείσειεν ὅπως ἀναρρωσθέντες τὰς πολλὰς ἡμῶν ἀναπαλαίσωμεν ἥττας καὶ μετὰ
21.35.9
νίκης τὸν βίον ἐξέλθωμεν.
21.35.10
22. t ΘΑΛΑΣΣΙΟΣ Η ΛΙΜΝΑΙΟΣ