Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Τιλλίμα κώμη τίς ἐστι παρ' ἡμῖν, πάλαι μὲν τῆς Μαρκίωνος ἀσεβείας
22.1.2
δεξαμένη τὰ σπέρματα, νῦν δὲ τῆς εὐαγγελικῆς ἀπολαύουσα γεωργίας. Ταύτης πρὸς
22.1.3
μεσημβρίαν λόφος τίς ἐστιν οὔτε λίαν τραχὺς οὔτε μάλα προσάντης. Ἐν τούτῳ τὸ
22.1.4
ἀσκητικὸν ἐδείματο καταγώγιον Θαλάσσιος ὁ θαυμάσιος, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις
22.1.5
κατακοσμηθεὶς ἀγαθοῖς, ἁπλότητι δὲ ἤθους καὶ πρᾳότητι καὶ φρονήματος μετριότητι
22.1.6
τοὺς ἐπ' αὐτοῦ γε ἀνθρώπους ὑπερβαλλόμενος. Καὶ τοῦτο λέγω οὐκ ἀκοῇ μόνῃ
22.1.7
πειθόμενος ἀλλὰ καὶ πείρᾳ χρησάμενος· κατέλαβον γὰρ τὸν ἄνδρα καὶ πολλάκις αὐτοῦ
22.1.8
τῆς γλυκείας ἀπήλαυσα συνουσίας.
22.2.1
Εἰς τοῦδε χορὸν ἐτέλεσεν ὁ νῦν παρὰ πάντων ᾀδόμενος Λιμναῖος· καὶ
22.2.2
κομιδῇ νέος τὴν παλαίστραν ἐκείνην κατα λαβὼν τὴν ἄκραν ταύτην ἐπαιδεύετο
22.2.3
φιλοσοφίαν καλῶς. Καὶ πρῶτον μὲν τῆς γλώττης εἰδὼς τὸ εὐόλισθον, μειράκιον ὢν ἔτι
22.2.4
σιγὴν ἐνομοθέτησε ταύτῃ καὶ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον μηδὲν πρὸς
22.2.5
μηδένα φθεγγόμενος. Ἐπειδὴ δὲ ἀποχρώντως τῆς τοῦ θείου πρεσβύτου διδασκαλίας
22.2.6
μετέ λαχε καὶ ἐκμαγεῖον ἑαυτὸν τῆς ἐκείνου γε ἀπέφηνεν ἀρετῆς, παρὰ τὸν μέγαν
22.2.7
ἀφίκετο Μάρωνα οὗ καὶ πρόσθεν ἐμνήσθημεν. Ἀφίκετο δὲ κατὰ τὸν αὐτὸν χρόνον καθ'
22.2.8
ὃν καὶ ὁ θεῖος Ἰάκωβος· πολλὴν δὲ κἀντεῦθεν πάλιν ὠφέλειαν τρυγήσας καὶ τὸν
22.2.9
ὕπαιθρον βίον ζηλώσας κορυφὴν ἑτέραν κατέλαβε κώμης τινὸς ὑπερκειμένην ἣν
22.2.10
ὀνομάζουσι Τάργαλλαν.
22.3.1
Ἐν ταύτῃ μέχρι καὶ τήμερον διετέλεσεν, οὐκ οἰκίσκον ἔχων, οὐ σκηνήν, οὐ
22.3.2
καλύβην, ἀλλὰ γυμνῷ θριγκίῳ περι ειργόμενος ἐκ λίθων ᾠκοδομημένῳ οὐδὲ πηλῷ
22.3.3
συνηρμοσμένῳ. Θύραν δὲ σμικράν τινα ἔχει πηλῷ διηνεκῶς κεχρισμένην ἣν οὔ ποτε
22.3.4
μὲν ἀνοίγνυσι τῶν ἄλλων ἀφικνουμένων, ἐμοὶ δὲ μόνῳ παραγινομένῳ τοῦτο ποιεῖν
22.3.5
ἐπιτρέπει. Τούτου χάριν συναγείρονται πάμπολλοι πάντοθεν, τῆς ἐμῆς ἀφίξεως
22.3.6
αἰσθόμενοι, κοινωνῆσαί μοι τῆς εἰσόδου ποθοῦντες. Τοῖς δὲ ἄλλοτέ ποτε πρὸς αὐτὸν
22.3.7
φοιτῶσι διὰ σμικρᾶς τινος θυρίδος διαλεγόμενος, μεταδίδωσι τῆς εὐλογίας πλείστοις
22.3.8
διὰ ταύτης ὑγίειαν δωρούμενος· τῷ γὰρ τοῦ σωτῆρος ἡμῶν ὀνόματι κεχρημένος, καὶ
22.3.9
νόσους παύει καὶ δαίμονας ἐξελαύνει καὶ τὴν ἀποστολικὴν μιμεῖται θαυματουργίαν.
22.4.1
Οὐ μόνον δὲ τοῖς ὡς αὐτὸν ἀφικνουμένοις ἀναβλύζει τὴν ἴασιν, ἀλλὰ καὶ
22.4.2
τῷ οἰκείῳ ταύτην πολλάκις προσενήνοχε σώματι. Ἐπανέστη γὰρ αὐτῷ πάλαι ποτὲ τοῦ
22.4.3
κόλου τὸ πάθος. Τὰς δὲ ἐντεῦθεν γιγνομένας ὀδύνας καὶ ἀλγηδόνας ἴσασι μὲν ἀκριβῶς
22.4.4
οἱ τὴν πείραν δεξάμενοι, ἴσασι δὲ καὶ οἱ τούτου γενόμενοι θεαταί· καλινδοῦνται γὰρ
22.4.5
τοῖς λυττῶσι παραπλησίως, τῇδε κἀκεῖσε μεταστρεφόμενοι καὶ ἅμα τοὺς πόδας
22.4.6
ἐκτείνοντες καὶ συστέλλοντες· ἔστι δὲ ὅτε καὶ κάθηνται καὶ ἀνίστανται καὶ βαδίζουσιν,
22.4.7
ἀναπαύλης τινὸς πόρον εὑρεῖν μηχανώμενοι· διὰ τοῦτο καὶ βαλανείοις προσεδρεύουσι
22.4.8
καὶ πολλάκις εἰσίασι, ψυχαγωγίας τινὸς ἀπολαύοντες. Καὶ τί δεῖ μηκύνειν τὰ πᾶσι δῆλα
22.4.9
καὶ σαφῆ καταλέγοντα; Τοιούτῳ πάθει προσπαλαίων καὶ τοσαύταις καὶ τηλικαύταις
22.4.10
ὀδύναις βαλλόμενος οὐκ ἰατρικῆς ἐπικουρίας ἀπέλαυσεν, οὐ κλίνης ἠνέσχετο, οὐ τὴν
22.4.11
ἀπὸ φαρμάκων ἢ σιτίων ψυχαγωγίαν ἐδέξατο, ἀλλ' ἐπὶ σανίδος χαμαὶ κειμένης
22.4.12
καθήμενος, προσευχῇ καὶ σφραγῖδι τὴν θεραπείαν ἐδέξατο καὶ τῇ τῆς θείας προσηγορίας
22.4.13
ἐπῳδῇ τὰς ὀδύνας ἐκοίμισεν.
22.5.1
Καὶ ἄλλοτε δὲ νύκτωρ βαδίζων ἔχεως ἐπέβη τῇ πτέρνῃ καθεύδοντος· ὁ δὲ
22.5.2
τοῦ ταρσοῦ ἐπιλαβόμενος τοὺς ὀδόντας ἐπήγνυ. Ἐπαμύναι δὲ τῷ ποδὶ πειραθεὶς
22.5.3
κατέκυπτε μὲν καὶ τὴν χεῖρα τούτῳ προσέφερε, μετέφερε δὲ εἰς ταύτην τοῦ θηρίου τὸ
22.5.4
στόμα· πάλιν δὲ τῇ εὐωνύμῳ χρησάμενος εἰς βοήθειαν τῆς ἑτέρας, εἷλκε καὶ κατὰ
22.5.5
ταύτης τὸν τοῦ θηρίου θυμόν. Ἐπεὶ δὲ κόρον ἔλαβε τῆς μανίας– πλείονα γὰρ αὐτῷ ἢ
22.5.6
δέκα προσενήνοχε δήγματα–, τὸ μὲν ἀπέστη καὶ τὸν χηραμὸν τὸν οἰκεῖον κατέλαβεν, ὁ
22.5.7
δὲ πάντοθεν πικραῖς ὀδύναις ἐβάλλετο. Ἀλλ' οὐδὲ τότε τῆς ἰατρικῆς ἠνέσχετο τέχνης,
22.5.8
ἀλλὰ τοῖς ἕλκεσι προσέφερε μόνα τὰ τῆς πίστεως φάρμακα, σφραγῖδα καὶ προσευχὴν
22.5.9
καὶ τοῦ θεοῦ τὴν ἐπίκλησιν.
22.6.1
Διὰ τοῦτο δὲ οἶμαι καὶ ὁ τῶν ὅλων θεὸς εἴασε κατὰ τοῦ ἱεροῦ σώματος τὸ
22.6.2
θηρίον ἐκεῖνο λυττῆσαι ἵνα γυμνὴν ἅπασι τῆς θείας ἐκείνης ψυχῆς ἐπιδείξῃ τὴν
22.6.3
καρτερίαν. Ταύτην γὰρ αὐτοῦ καὶ ἐπὶ τοῦ γενναίου Ἰὼβ τὴν οἰκονομίαν ὁρῶμεν·
22.6.4
πολλαῖς γὰρ αὐτὸν καὶ παντοδαπαῖς εἴασε τρικυ μίαις περικλυσθῆναι, δεῖξαι τοῦ
22.6.5
κυβερνήτου τὴν σοφίαν ἅπασιν ἐθελήσας. Πόθεν γὰρ ἂν ἄλλοθεν ἔγνωμεν ἢ τὴν
22.6.6
ἐκείνου ἀνδρείαν ἢ τὴν τούτου γε καρτερίαν εἰ μὴ χώραν ἔλαβεν ἀφεῖναι βέλη
22.6.7
παντοδαπὰ κατ' αὐτῶν ὁ τῆς εὐσεβείας ἀντίπαλος; Τὴν μὲν οὖν τοῦ ἀνδρὸς καρτερίαν
22.6.8
ἱκανὰ καὶ ταῦτα διδάξαι.
22.7.1
Τὴν δὲ φιλανθρωπίαν ἑτέρωθεν ἐπιδείξωμεν· πολλοὺς γὰρ τὸ βλέπειν
22.7.2
ἀφῃρημένους καὶ προσαιτεῖν ἠναγκασμένους συναγαγὼν καὶ ἑκατέρωθεν πρὸς ἕω καὶ
22.7.3
πρὸς ἑσπέραν δειμάμενος καταγώγια, διάγειν ἐν τούτοις καὶ τὸν θεὸν ὑμνεῖν
22.7.4
παρηγγύησε, τὴν ἀναγκαίαν αὐτοῖς τροφὴν παρὰ τῶν ὡς αὐτὸν ἀφικνουμένων
22.7.5
χορηγεῖσθαι κελεύων. Μέσος δὲ αὐτὸς καθειργμένος καὶ τούτους κἀκείνους εἰς
22.7.6
ὑμνῳδίαν διεγείρει καὶ ἔστιν ἀκούειν αὐτῶν διηνεκῶς τὸν δεσπότην ὑμνούντων.
22.7.7
Τοσαύτῃ περὶ τοὺς ὁμοφυεῖς φιλανθρωπίᾳ κεχρημένος διατελεῖ· τῶν δὲ ὑπαιθρίων
22.7.8
ἀγώνων αὐτῷ τε καὶ τῷ μεγάλῳ Ἰακώβῳ ὁ αὐτός ἐστι χρόνος· ὄγδοον γὰρ καὶ
22.7.9
τριακοστὸν ἤδη συνεπλήρωσαν ἔτος.
22.7.10
23. t ΙΩΑΝΝΗΣ

Intertext edge

Open linked passage

Note