Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
Ταύτην ἐζήλωσε τὴν πολιτείαν καὶ Ἰωάννης, ἀνὴρ πρὸς τοῖς ἄλλοις
23.1.2
ἡμερότητι καὶ πρᾳότητι λάμπων· ῥαχίαν δὲ τραχεῖαν μάλα καταλαβὼν δυσχείμερον καὶ
23.1.3
προσάρκτιον, ἐν ἐκείνῃ τέως πέντε καὶ εἴκοσι διετέλεσεν ἔτη, τὰς ἐναντίας τοῦ ἀέρος
23.1.4
δεχόμενος προσβολάς. Τἄλλα δὲ πάντα, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, τροφὴ καὶ
23.1.5
ἐσθὴς καὶ τὰ τοῦ σιδήρου φορτία τοῖς προειρημένοις ἐστὶ παραπλήσια. Οὕτω δέ ἐστι τῶν
23.1.6
ἀνθρωπίνων ἁπάντων ὑπέρτερος ὡς μηδεμίαν ἐκ τούτων καρποῦσθαι παραψυχήν. Καὶ
23.1.7
τούτου τεκμήριον ἐναργὲς αὐτίκα παρέξομαι. Ἐπειδὴ γάρ τις τῶν σπουδαίων
23.1.8
ἀμυγδάλην παρ' αὐτὴν ἐφύτευσε τὴν στιβάδα, εἶτα τῷ χρόνῳ δένδρον γενομένη σκιάν
23.1.9
τε αὐτῷ παρεῖχε καὶ τὴν ὄψιν εἱστία, ἀποτμηθῆναι ἐκέλευσεν, ἵνα μηδεμιᾶς ἐκεῖθεν
23.1.10
ἀπολαύοι ψυχαγωγίας. 23. 2 Τοῦτον ἠσπάσατο τὸν βίον καὶ Μωϋσῆς, ἐν ὑψηλῇ τινι
23.1.11
κορυφῇ Ῥαμᾶς ὑπερκειμένῃ τῆς κώμης ἀγωνιζόμενος, καὶ Ἀντίοχος, ἀνὴρ πρεσβύτης ἐν
23.1.12
ἐρημοτάτῳ ὄρει τὸ θριγκίον δειμάμενος, καὶ Ἀντωνῖνος ἐν γεγηρακότι σώματι τοῖς
23.1.13
νέοις παραπλησίως ἀγωνιζόμενος. Καί ἐστιν αὐτοῖς ἐσθὴς ἡ αὐτὴ καὶ τροφὴ καὶ στάσις
23.1.14
καὶ προσευχὴ καὶ παννύχιοι πόνοι καὶ πανημέριοι· καὶ οὔτε χρόνου μῆκος, οὐ γῆρας,
23.1.15
οὐκ ἀσθένεια φύσεως ἐλέγχει τὴν καρτερίαν, ἀλλ' ἀκμάζοντα ἐν ἑαυτοῖς ἔχουσι τὸν
23.1.16
ἔρωτα τοῦ πονεῖν. Καὶ ἄλλους δὲ πλείστους ἀγωνιστὰς ἐν τοῖς ἡμετέροις ὄρεσι καὶ
23.1.17
πεδίοις ὁ τῆς ἀρετῆς ἀγωνοθέτης ἔχει θεὸς οὓς καὶ ἀριθμῆσαι μόνον οὐκ εὐπετές, μή τί
23.1.18
γε δὴ τὸν ἑκάστου βίον συγγράψαι. Ἀρκοῦσαν τοίνυν καὶ ἐκ τούτων ὠφέλειαν τοῖς
23.1.19
κερδαίνειν βουλομένοις προτεθηκότες, ἐφ' ἕτερον εἶδος διηγήσεως τρέψομαι καὶ τῆς
23.1.20
τούτων εὐλογίας μεταλαχεῖν ἀξιῶν.
23.1.21
24. t ΖΕΒΙΝΑΣ Η ΠΟΛΥΧΡΟΝΙΟΣ

Intertext edge

Open linked passage

Note