Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Ζεβινᾶν ᾄδουσι μέχρι καὶ τήμερον οἱ τῆς ἐκείνου θέας ἠξιωμένοι. Φασὶ δὲ
24.1.2
αὐτὸν εἰς γῆρας ἐλάσαντα βαθὺ καὶ τοῖς αὐτοῖς πόνοις μέχρις αὐτῆς χρησάμενον τῆς
24.1.3
τελευτῆς μηδὲν τῶν τῆς νεότητος ἀμεῖψαι τῷ βαρυτάτῳ βιαζόμενον γήρᾳ. Ἐπλεονέκτει
24.1.4
δέ, ὡς ἔφασαν, τοὺς ἐπ' αὐτοῦ πάντας ἀνθρώπους τῇ τῆς προσευχῆς προσεδρείᾳ. Ἐν
24.1.5
ταύτῃ γὰρ διημερεύων τε καὶ διανυκτερεύων οὐ μόνον οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ
24.1.6
θερμότερον τὸν πόθον εἰργά ζετο. Καὶ τοῖς πρὸς αὐτὸν δέ γε ἀφικνουμένοις ὀλίγα ἄττα
24.1.7
διαλεγόμενος κατάγειν ἐκ τῶν οὐρανῶν οὐκ ἠνείχετο τὴν διάνοιαν, ἀλλ' εὐθὺς ἐκείνων
24.1.8
ἀπαλλαττόμενος, ὡς μηδὲ πρὸς βραχὺ χωρισθεὶς τοῦ τῶν ὅλων θεοῦ, πάλιν τὴν
24.1.9
ἱκετείαν προσέφερεν. Ἐπειδὴ δὲ τὴν διηνεκῆ στάσιν τὸ γῆρας ἀλύπως φέρειν οὐκ εἴα,
24.1.10
ἔρεισμα τούτῳ τὴν βακτηρίαν προσέφερε καὶ ταύτῃ προσκλινόμενος καὶ ὕμνει τὸν
24.1.11
δεσπότην καὶ ηὔχετο.
24.2.1
Φιλοξενίᾳ δὲ πρὸς τοῖς ἄλλοις κοσμούμενος ἀγαθοῖς μένειν τὴν ἑσπέραν
24.2.2
πολλοὺς τῶν ὡς αὐτὸν ἀφικνουμένων ἐκέλευεν. Οἱ δὲ τὴν παννύχιον αὐτοῦ
24.2.3
δειμαίνοντες στάσιν, ἀσχολίας τινὰς σκηπτόμενοι, τῶν πόνων ἐκείνων σφᾶς αὐτοὺς
24.2.4
ὑπεξῆγον. Τοῦτον καὶ ὁ μέγας ἐκεῖνος ὑπερηγάσθη Μάρων καὶ τοῖς φοιτῶσι πρὸς αὐτὸν
24.2.5
ἅπασι παρηγγύα τρέχειν καὶ τοῦ πρεσβύτου τὴν εὐλογίαν τρυγᾶν, πατέρα καὶ
24.2.6
διδάσκαλον ὀνομάζων καὶ πάσης ἀρχέτυπον ἀποκαλῶν ἀρετῆς. Καὶ τούτῳ κοινωνῆσαι
24.2.7
καὶ ταφῆς παρεκάλεσεν· ἀλλ' οὐκ εἴασαν οἱ τὸ ἱερὸν ἐκεῖνο σῶμα διαρπάσαντες καὶ εἰς
24.2.8
τὸ προειρημένον χωρίον ἀποκομίσαντες. Ὁ δὲ θεσπέσιος Ζεβινᾶς προτελευτήσας εἰς τὴν
24.2.9
πελά ζουσαν αὐτῷ κώμην– Κίττικα δὲ αὕτη καλεῖται– τῶν νομιζομένων ἀπέλαυσε· καὶ
24.2.10
σηκὸν δὲ τῇ θήκῃ μέγιστον ᾠκοδόμησαν. Ἴασιν γὰρ ἀναβλύζει τοῖς μετὰ πίστεως
24.2.11
προσιοῦσι παντοδαπήν. Ἔχει δὲ νῦν καὶ μάρτυρας ὁμορόφους παρὰ Πέρσαις μὲν
24.2.12
ἠγωνισμένους, ἐτησίοις δὲ πανηγύρεσι παρ' ἡμῖν τιμωμένους.
24.3.1
Τῆς τούτου διδασκαλίας ὁ μέγας ἀπέλαυσε Πολυχρό νιος. Καὶ ὁ θειότατος
24.3.2
Ἰάκωβος τοῦτον ἔφη πρῶτον τρίχινον αὐτῷ δεδωκέναι χιτῶνα. Ἐγὼ δὲ ἐκεῖνον μὴ
24.3.3
θεασάμενος πώποτε– πρὸ γὰρ τῆς ἐμῆς ἀφίξεως τοῦ βίου κατειλήφει τὸ τέρμα–, ἐν
24.3.4
Πολυχρονίῳ τούτῳ τῷ πάνυ τὴν τοῦ θείου Ζεβινᾶ φιλοσοφίαν ὁρῶ. Οὐ γὰρ οὕτως ὁ
24.3.5
κηρὸς τῶν δακτυλίων τοὺς τύπους ἐκμάττεται ὡς οὗτος ἐκείνου περιφέρει τοὺς
24.3.6
χαρακτῆρας. Καὶ τοῦτο οἶδα σαφῶς, τὰ περὶ ἐκείνου διηγήματα τοῖς ὑπὸ τούτου
24.3.7
γιγνομένοις παρα τιθείς. Ὁμοίως γὰρ τῷ θείῳ πυρπολεῖται πόθῳ καὶ τῶν γηΐνων ἐστὶν
24.3.8
ἁπάντων ὑπέρτερος. Καὶ τῷ σώματι προσδε δεμένος ὑπόπτερον ἔχει ψυχὴν καὶ διαπερᾷ
24.3.9
καὶ τὸν ἀέρα καὶ τὸν αἰθέρα, καὶ τῶν οὐρανῶν ὑψηλότερος γίνεται καὶ τὴν θείαν
24.3.10
διηνεκῶς θεωρίαν φαντάζεται. Καὶ οὔποτε καθέλκειν ἐκεῖθεν ἀνέχεται τὴν διάνοιαν,
24.3.11
ἀλλὰ καὶ προσ διαλεγόμενος τοῖς ἀφικνουμένοις τὰ ἄνω περιπολεῖ.
24.4.1
Τὴν δὲ παννύχιον αὐτοῦ ἀγρυπνίαν καὶ στάσιν ἐντεῦθεν μεμάθηκα· ὁρῶν
24.4.2
αὐτὸν καὶ γήρᾳ κατὰ ταὐτὸν καὶ ἀσθενείᾳ παλαίοντα καὶ θεραπείας οὐδεμιᾶς
24.4.3
ἀπολαύοντα, ἔπεισα λιπαρήσας πολλάκις δύο συνοίκους λαβεῖν καὶ τῆς παρὰ τούτων
24.4.4
παραψυχῆς ἀπολαύειν. Ἐπειδὴ δὲ ἄνδρας ἀρετῇ λάμποντας ᾔτησε καθ' ἑαυτοὺς ἐν
24.4.5
ἑτέρῳ ἰδιάζοντας φροντιστηρίῳ, ἔπεισα καὶ τοὺς θαυμασίους ἐκείνους πάντων
24.4.6
προελέσθαι τοῦ θείου ἀνθρώπου τὴν θεραπείαν. Οὗτοι βραχὺν αὐτῷ συγγενόμενοι
24.4.7
χρόνον φυγεῖν ἐπειράθησαν, τὴν παννύχιον στάσιν οὐκ ἐνεγκόντες. Ἐπεὶ δὲ τὸν θεῖον
24.4.8
ἄνδρα ἱκέτευον τῇ τοῦ σώματος ἀσθενείᾳ μετρῆσαι τὸν πόνον·" Οὐ μόνον, ἔφη, αὐτοὺς
24.4.9
οὐ βιάζομαι διηνεκῶς κοινωνεῖν μοι τῆς στάσεως, ἀλλὰ καὶ κατακλίνεσθαι πολλάκις
24.4.10
παρεγ γυῶ". Οἱ δέ·" Καὶ πῶς ἂν δυναίμεθα, ἔλεγον, τοῦ ἐν πόνοις γεγηρακότος ἑστῶτος
24.4.11
καὶ τῆς τοῦ σώματος ἀσθενείας καταφρονοῦντος, κατακλίνεσθαι ἄνδρες καὶ
24.4.12
ὑγιαίνοντες καὶ μεσοῦντες τῷ χρόνῳ." Ἀλλὰ τῆς μὲν σεβασμίας ἐμοὶ κεφαλῆς οὕτω
24.4.13
τοὺς νυκτερινοὺς κατέμαθον πόνους.
24.5.1
Οἱ δὲ ἄνδρες οὗτοι τοσαύτην τῷ χρόνῳ προσέλαβον ἀρετὴν ὡς τὴν αὐτὴν
24.5.2
τῷ μεγάλῳ τούτῳ μετιέναι φιλοσοφίαν. Καὶ ὁ μὲν Μωϋσῆς– τοῦτο γὰρ αὐτῷ ὄνομα–
24.5.3
μέχρι τοῦ παρόντος διέμεινε, πᾶσαν ὡς πατρὶ καὶ δεσπότῃ θεραπείαν προσφέρων καὶ
24.5.4
τὴν ἀστράπτουσαν ἐκ τῆς ἱερᾶς ἐκείνης ψυχῆς ἀρετὴν ἀκριβῶς ἐκματτόμενος. Ὁ δὲ
24.5.5
Δαμιανός– τοῦτο γὰρ ὄνομα τῷ ἑτέρῳ– κώμην τινὰ καταλαβὼν οὐ πόρρω διακειμένην–
24.5.6
Νιαρὰ δὲ ὄνομα ταύτῃ– καὶ παρὰ τὰς ἅλως μικρόν τινα οἰκίσκον εὑρὼν ἐν ἐκείνῳ διάγει,
24.5.7
τὴν αὐτὴν μετιὼν πολιτείαν, ὡς τοὺς ἀκριβῶς τοῦτον κἀκεῖνον ἐπισταμένους,
24.5.8
θεωμένους αὐτόν, τὴν τοῦ μεγάλου Πολυχρονίου ψυχὴν ὑπολαμβάνειν ἐν ἑτέρῳ
24.5.9
σώματι θεωρεῖν. Ἡ γὰρ αὐτὴ καὶ ἁπλότης καὶ πρᾳότης καὶ μετριότης καὶ τοῦ φθέγματος
24.5.10
ἡμερότης καὶ συνουσίας γλυκύτης, ἐγρήγορσίς τε ψυχῆς καὶ τοῦ θεοῦ κατανόησις καὶ
24.5.11
στάσις καὶ πόνος καὶ ἀγρυπνία καὶ τροφὴ καὶ ἡ κατὰ τὴν θείαν νομοθεσίαν ἀκτημοσύνη·
24.5.12
πλὴν γὰρ σπυρίδος μικρᾶς τὸν βρεκτὸν ἐχούσης φακὸν οὐδὲν ἔχει τὸ καταγώγιον.
24.5.13
Τοσαύτην ὠφέλειαν ἐκ τῆς τοῦ μεγάλου Πολυχρονίου συνουσίας ἀπώνατο.
24.6.1
Ἐγὼ δὲ τὸν μαθητὴν καταλιπὼν ἐπὶ τὸν διδάσκαλον ἐπανήξω. Ἀπὸ γὰρ τῆς
24.6.2
πηγῆς ὁ κρουνὸς ἐκχέει τὰ νάματα. Οὗτος τοίνυν μετὰ τῶν ἄλλων παθῶν καὶ τὴν
24.6.3
φιλοτιμίαν τῆς ψυχῆς ἀπελάσας καὶ τῆς κενῆς δόξης τὴν τυραννίδα πατήσας
24.6.4
κατακρύπτειν ἀεὶ τοὺς πόνους ἐσπούδασε. Καὶ σίδηρον μὲν οὐκ ἠνέσχετο φορεῖν, δείσας
24.6.5
μή τινα βλάβην ἐντεῦθεν ἀρύσηται, τύφου φλεγμονὴν τῆς ψυχῆς δεξαμένης. Δρυὸς δὲ
24.6.6
ῥίζαν βαρυτάτην κομίσαι αὐτῷ τινα κελεύσας, ὡς εἰς ἑτέραν δῆθεν χρείαν δεόμενος,
24.6.7
ταύτην καὶ νύκτωρ ἐπετίθει τοῖς ὤμοις καὶ ἐπικειμένης προσηύχετο καὶ μεθ' ἡμέραν
24.6.8
ἀπολαύων σχολῆς. Ἀφικνουμένου δέ τινος καὶ τὴν θύραν πατάσσοντος ἔν τινι χωρίῳ
24.6.9
ταύτην κατέ κρυπτε. Ταύτην μοί τις ὑπέδειξε θεασάμενος· καὶ γνῶναι βουληθεὶς τὸ
24.6.10
φορτίον ὁπόσον, μόγις ἀμφοτέραις ᾐώρησα ταῖς χερσίν. Ὁ δέ με θεασάμενος ἀφεῖναι
24.6.11
ἐκέλευεν· ἐγὼ δὲ ἀντελιπάρουν λαβεῖν ἵνα κλέψω τοῦ πόνου τὴν πρόφασιν. Ὡς δὲ
24.6.12
ἀνιώμενον εἶδον, παρεχώρησα τῷ πόθῳ τῆς νίκης.
24.7.1
Ἐκ τούτων αὐτῷ τῶν πόνων ἐπανθεῖ καὶ θεόσδοτος χάρις καὶ πόλλα
24.7.2
θαύματα ταῖς ἐκείνου προσευχαῖς ἐνεργεῖται. Καὶ γὰρ ἡνίκα ὁ χαλεπὸς ἐκεῖνος αὐχμὸς
24.7.3
τρύχων τοὺς ἀνθρώπους εἰς ἱκετείαν διήγειρεν, ἀφίκετο πρὸς αὐτὸν ἱερέων πλῆθος·
24.7.4
συνῆν δὲ τούτοις καὶ τῆς Ἀντιοχέων τις χώρας, κώμας πολλὰς ποιμαίνειν τεταγμένος·
24.7.5
οὗτος τῶν παρόντων τοὺς γεραιτέρους ἱκέτευε πεῖσαι τὸν ἄνδρα ληκυθίῳ τινὶ ἐπιθεῖναι
24.7.6
τὴν δεξιάν. Τῶν δὲ εἰρηκότων ὡς οὐκ ἀνέξεται, εὐχῆς μετὰ ταῦτα γινομένης καὶ τῆς
24.7.7
θεσπεσίας μοι κεφαλῆς προσευχομένης, ὄπισθεν ἐκεῖνος ἑστὼς προὔ τεινε ταῖν χεροῖν
24.7.8
τὸ ληκύθιον· τὸ δὲ ἀνέβλυσεν ὡς δύο καὶ τρεῖς τῶν παρόντων ἐκτεῖναι τὰς χεῖρας καὶ
24.7.9
πεπληρω μένας ταύτας τοῦ ἐλαίου λαβεῖν.
24.8.1
Ἀλλ' ὅμως καὶ τῆς χάριτος ἀφιεὶς τὰς ἀκτῖνας καὶ παντοδαποῖς
24.8.2
κατορθώμασι βρίθων καὶ ὁσημέραι συλλέγων τῆς φιλοσοφίας τὸν πλοῦτον, οὕτως ἐστὶ
24.8.3
τὸ φρόνημα μέτριος ὡς ἑκάστου τῶν ὡς αὐτὸν ἀφικνουμένων ἄμφω τὼ πόδε
24.8.4
περιπτύσσεσθαι καὶ τὸ μέτωπον ἐπιτιθέναι τῇ γῇ εἴτε στρατιώτης εἴτε χειροτέχνης εἴτε
24.8.5
ἄγροικος εἴη. Διηγήσομαι δέ τι καὶ τὴν ἁπλότητα αὐτοῦ καὶ τὴν μετριότητα διδάξαι
24.8.6
δυνάμενον. Ἀνήρ τις σπουδαῖος τοῦδε τοῦ ἔθνους τὴν ἡγεμονίαν λαχὼν καὶ τὴν Κύρρον
24.8.7
καταλαβὼν σὺν ἐμοὶ τῆς τῶν μεγάλων τούτων ἀθλητῶν ἀπολαῦσαι θεωρίας ἠθέλησε.
24.8.8
Τοὺς ἄλλους τοίνυν περινοστήσαντες ἀφικόμεθα καὶ παρὰ τοῦτον οὗ νῦν τὴν ἀρετὴν
24.8.9
διηγούμεθα. Ἐμοῦ τοίνυν εἰρηκότος ὡς ἡγεμών ἐστιν ὁ σὺν ἐμοὶ παρα γενόμενος καὶ
24.8.10
τοῦ δικαίου φροντιστὴς καὶ τῶν εὐσεβῶν ἐραστής, ὁ θεσπέσιος ἄνθρωπος ἄμφω τὼ
24.8.11
χεῖρε προτείνας καὶ ἀμφοῖν τοῖν ποδοῖν λαβόμενος·" Αἴτησίν τινα, ἔφη, ἐπαγγεῖλαί σοι
24.8.12
θέλω". Τοῦ δὲ λίαν δυσχεράναντος καὶ ἀνίστασθαι ἱκετεύοντος καὶ ποιήσειν ὅ τι ἂν
24.8.13
κελεύσειεν ὑπισχνουμένου– ἐτόπαζε γὰρ αὐτὸν περί τινος τῶν ὑπηκόων παρακαλεῖν–,
24.8.14
ἔφη ὁ θεσπέσιος ἄνθρωπος·" Οὐκοῦν, ἐπειδήπερ ὑπέσχου καὶ ὅρκῳ τὴν ὑπόσχεσιν
24.8.15
ἐβεβαίωσας, σπουδαίως τὰς ὑπὲρ ἐμοῦ τῷ θεῷ προσένεγκε προσευχάς". Ὁ δὲ τὰ μέτωπα
24.8.16
τύπτων ἱκέτευε λῦσαι τὸν ὅρκον ὡς οὐκ ἀξιόχρεως ὢν οὐδὲ τὰς ὑπὲρ αὑτοῦ ἱκετείας τῷ
24.8.17
δεσπότῃ προσφέρειν. Τὸν ἐν τοσούτῳ τοίνυν ὕψει φιλοσοφίας τοσαύτην ἔχοντα
24.8.18
φρονήματος μετριότητα ποῖος ἂν λόγος εἰς ἀξίαν εὐφημίαν ἀρκέσειεν;
24.9.1
Τούτου τὴν φιλοπονίαν οὐδὲ παντοδαπὰ προσπεσόντα διήλεγξε πάθη, ἀλλ'
24.9.2
ὑπὸ νόσου ποικίλης πολιορκούμενος τῶν αὐτῶν πόνων ἀνέχεται. Πολλοῖς δὲ πολλάκις
24.9.3
χρησάμενοι λόγοις, μόγις τουτονὶ τὸν οἰκίσκον ᾠκοδομησάμεθα, θάλπος ὀλίγον τῷ
24.9.4
σώματι πάμπαν κατεψυγμένῳ μηχανησάμενοι. Τούτῳ πολλοὶ μὲν πολλάκις χρυσίον
24.9.5
περιόντες προσήνεγκαν, κατέλιπον δὲ καὶ τελευτήσαντες· ἐδέξατο δὲ οὐδὲν παρ' οὐδε
24.9.6
νὸς οὐδεπώποτε, ἀλλ' αὐτοὺς οἰκονόμους γενέσθαι τῶν προσφερομένων ἐκέλευσε. Καὶ
24.9.7
σισύραν δὲ αὐτῷ ὁ μέγας Ἰάκωβος ὑπό τινος αὐτῷ κομισθεῖσαν ἀπέστειλεν· ἀλλὰ καὶ
24.9.8
ταύτην ἀντέπεμψε στεγανωτέραν αὐτὴν καὶ εὐεργεστέραν ἰδών· εὐτελέσι γὰρ λίαν καὶ
24.9.9
εὐώνοις ἱματίοις κεχρημένος διατελεῖ. Οὕτω δὲ τὴν πενίαν πάσης ἐρασμιωτέραν
24.9.10
βασιλείας ἡγεῖται ὡς μηδὲ τὴν ἀναγκαίαν ἔχειν ἀεὶ τροφήν. Οἶδα γὰρ πολλάκις
24.9.11
ἀφικόμενος καὶ εὐλογίαν αἰτήσας καὶ μηδὲν ἕτερον εὑρὼν ἢ δύο μόνας ἰσχάδας. Τούτου
24.9.12
τὸ μέλι καὶ τοῖς ὁρῶσι τριπόθητον καὶ τοῖς ἀκούουσι λίαν ἐπέραστον. Οὐδένα γὰρ οἶδα
24.9.13
ἀνθρώπων, οὐδὲ τῶν κομιδῇ φιλοσκωμμόνων, τούτῳ μῶμον ἐπιτεθηκότα πώποτε·
24.9.14
ἀλλὰ πάντες ᾄδουσι καὶ εὐφημοῦσι καὶ παρ' αὐτὸν φοιτῶντες οὐ θέλουσιν
24.9.15
ἀπαλλάττεσθαι .
24.9.16
25. t ΑΣΚΛΗΠΙΟΣ