Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1.1
Ταύτης ἐστὶ τῆς συμμορίας καὶ Ἀσκληπιὸς ὁ θαυμά σιος, δέκα μὲν σταδίους
25.1.2
ἀφεστηκώς, τὴν αὐτὴν δὲ πολιτείαν ἐζηλωκώς. Καὶ τροφὴ γὰρ αὐτῷ ἡ αὐτὴ καὶ ἐσθὴς
25.1.3
καὶ ἤθους μετριότης καὶ φιλοξενία καὶ φιλαδελφία, ἡμερότης τε καὶ πρᾳότης καὶ ἡ πρὸς
25.1.4
τὸν θεὸν ὁμιλία καὶ ἡ ἀκροτάτη πενία καὶ ἡ τῆς ἀρετῆς περιουσία καὶ τῆς φιλοσοφίας ὁ
25.1.5
πλοῦτος καὶ τἄλλα πάντα ὅσα περὶ τῆς ἱερᾶς ἐκείνης διεξήλθομεν κεφαλῆς. Φασὶ δὲ
25.1.6
αὐτόν, ἡνίκα τοῖς τὴν κώμην οἰκοῦσιν ἀδελφοῖς συγκατείλεκτο, τὸν ἀσκητικὸν καὶ
25.1.7
κόσμιον ἀσπάσασθαι βίον καὶ μηδεμίαν ἐκ τῆς τῶν πολλῶν ἐπιμιξίας λώβην ἑλκῦσαι.
25.1.8
Ἐν ἑκατέρῳ τοίνυν διαπρέψας βίῳ, τῷ τε πολιτικῷ καὶ ἀναχωρητικῷ, διπλῶν εἰκότως
25.1.9
καὶ τῶν στεφάνων ἀξιωθήσεται. 25. 2 Πολλοὶ δὲ καὶ ἄλλοι τὴν τούτου ἐζήλωσαν ἀρετήν,
25.1.10
καὶ πλήρης οὐχ ἡ ἡμετέρα μόνη, ἀλλὰ καὶ αἱ γειτονεύουσαι πόλεις καὶ κῶμαι τῆς
25.1.11
τοιᾶσδε φιλοσοφίας. Εἷς δὲ τούτων ἐστὶ καὶ ὁ θειότατος Ἰάκωβος ἐν οἰκίσκῳ τινὶ
25.1.12
καθειργμένος παρὰ κώμῃ Νιμουζᾶν καλουμένῃ, ὃς καὶ παρ' αὐτὸ ὢν τοῦ βίου τὸ τέρμα–
25.1.13
ἐτῶν γάρ ἐστι πλειόνων ἢ ἐνενήκοντα–, μόνος καθεῖρκται, διά τινος βραχέος ὀρύγματος
25.1.14
ἑλικοειδῶς ὀρωρυγμένου τὰς ἀποκρίσεις ποιούμενος μέν, οὐχ ὁρώμενος δὲ καὶ οὔτε
25.1.15
πυρὶ χρώμενος οὔτε λυχνιαίου φωτὸς ἀπολαύων. Ἐμὲ δὲ δὶς τὴν θύραν διορύξας εἴσω
25.1.16
γενέσθαι προσέταξε, ταύτῃ με τιμήσας καὶ ἣν ἔχει περὶ ἐμὲ στοργὴν ἐπιδείξας. Οἱ μὲν
25.1.17
οὖν ἔτι περιόντες τῶν παρ' ἐμοῦ λόγων οὐ δέονται· δύνανται γάρ, ἢν ἐθελήσωσιν,
25.1.18
αὐτόπται τῆς τούτων γενέσθαι φιλοσοφίας· τοῖς δ' ἐσομένοις καὶ τῆς τούτων οὐ
25.1.19
μεταλαγχάνουσι θέας ἀρκεῖ καὶ ταῦτα εἰς ὠφέλειαν τῆς τούτων φιλοσοφίας τὸν
25.1.20
χαρακτῆρα δεικνύντα. Ἐνταῦθα τοίνυν καὶ τὸν περὶ τούτων συμπεράνας λόγον καὶ τῆς
25.1.21
εὐλογίας τὴν ἀντίδοσιν ἐπαγγείλας ἐφ' ἕτερον διήγημα μεταβήσομαι.
25.1.22
26. t ΣΥΜΕΩΝΗΣ

Intertext edge

Open linked passage

Note