Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Συμεώνην τὸν πάνυ, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἴσασι μὲν ἅπαντες οἱ
26.1.2
τῆς Ῥωμαίων ἡγεμονίας ὑπήκοοι, ἔγνωσαν δὲ καὶ Πέρσαι καὶ Μῆδοι καὶ Αἰθίοπες, καὶ
26.1.3
πρὸς Σκύθας δὲ τοὺς νομάδας ἡ φήμη δραμοῦσα τὴν τοῦδε φιλοπονίαν καὶ φιλοσοφίαν
26.1.4
ἐδίδαξεν. Ἐγὼ δὲ καὶ πάντας, ὡς ἔπος εἰπεῖν, ἀνθρώπους μάρτυρας ἔχων τῶν ὑπὲρ
26.1.5
λόγον ἀγώνων δέδοικα τὸ διήγημα μὴ τοῖς ἐσομένοις μῦθος εἶναι δόξῃ πάμπαν τῆς
26.1.6
ἀληθείας γεγυμνωμένος. Ὑψηλότερα γὰρ τῆς ἀνθρωπείας φύσεως τὰ γιγνόμενα·
26.1.7
φιλοῦσι δὲ οἱ ἄνθρωποι τῇ φύσει μετρεῖν τὰ λεγόμενα. Εἰ δέ τι τῶν ταύτης ὅρων
26.1.8
ἐπέκεινα λέγοιτο, ψευδὴς τοῖς τῶν θείων ἀμυήτοις ὁ λόγος νομίζεται. Ἐπειδὴ δὲ τῶν
26.1.9
εὐσεβούντων γῆ καὶ θάλαττα πλήρης, οἵ τε τὰ θεῖα πεπαιδευμένοι καὶ τοῦ παναγίου
26.1.10
πνεύματος τὴν χάριν δεδιδαγμένοι τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ
26.1.11
μάλα πιστεύ σουσι, προθύμως καὶ θαρσαλέως ποιήσομαι τὴν διήγησιν. Ἄρξομαι δὲ
26.1.12
ἐκεῖθεν, ὅθεν καὶ τῆς ἄνωθεν κλήσεως ἠξιώθη.
26.2.1
Κώμη τίς ἐστιν ἐν μεθορίῳ τῆς ἡμετέρας καὶ τῆς Κιλίκων χώρας διακειμένη·
26.2.2
Σισὰν δὲ αὐτὴν ὀνομάζουσιν. Ἐκ ταύτης ὁρμώμενος ποιμαίνειν τὸ πρῶτον ὑπὸ τῶν
26.2.3
γεγεννηκότων ἐδιδάσκετο θρέμματα ἵνα καὶ κατὰ τοῦτο τοῖς μεγάλοις ἀνδράσι
26.2.4
συμφέρηται, Ἰακὼβ τῷ πατριάρχῃ καὶ Ἰωσὴφ τῷ σώφρονι καὶ Μωϋσῇ τῷ νομοθέτῃ καὶ
26.2.5
Δαβὶδ τῷ βασιλεῖ καὶ προφήτῃ καὶ Μιχαίᾳ τῷ προφήτῃ καὶ τοῖς κατ' ἐκείνους θεσπεσίοις
26.2.6
ἀνδράσι. Νιφετοῦ δέ ποτε πολλοῦ γενομένου καὶ τῶν προβάτων ἔνδον μένειν
26.2.7
ἠναγκασμένων, ἀνακωχῆς ἀπολαύσας εἰς τὸν θεῖον νεὼν μετὰ τῶν φυσάντων ἀφίκετο.
26.2.8
Ταῦτα δὲ τῆς ἱερᾶς αὐτοῦ διηγουμένης ἀκήκοα γλώττης. Ἔφη τοίνυν τῆς εὐαγγελικῆς
26.2.9
ἀκηκοέναι φωνῆς μακαριζούσης μὲν τοὺς κλαίοντας καὶ πενθοῦντας, ἀθλίους δὲ τοὺς
26.2.10
γελῶντας ἀποκαλούσης καὶ ζηλωτοὺς ὀνομαζούσης τοὺς τὴν ψυχὴν καθαρὰν
26.2.11
κεκτημένους καὶ τὰ ἄλλα ὅσα τούτοις συνέζευκται· εἶτα ἐρέσθαι τινὰ τῶν παρόντων τί
26.2.12
ἄν τις ποιήσας τούτων ἕκαστον κτήσαιτο· τὸν δὲ τὸν μοναδικὸν αὐτῷ βίον ὑπαγορεῦσαι
26.2.13
καὶ τὴν ἄκραν ἐκείνην ὑποδεῖξαι φιλοσοφίαν.
26.3.1
Δεξάμενος τοίνυν τοῦ θείου λόγου τὰ σπέρματα καὶ ταῖς βαθείαις τῆς
26.3.2
ψυχῆς αὔλαξι ταῦτα καλῶς κατακρύψας εἰς τὸν πελάζοντα τῶν ἁγίων μαρτύρων ἔφη
26.3.3
δεδραμηκέναι σηκόν. Ἐν τούτῳ δὲ τῇ γῇ τὰ γόνατα καὶ τὸ μέτωπον προσερεῖσαί τε καὶ
26.3.4
ἱκετεῦσαι τὸν πάντας ἀνθρώπους σῴζειν ἐθέλοντα ποδηγῆσαι αὐτὸν πρὸς τὴν τελείαν
26.3.5
τῆς εὐσεβείας ὁδόν. Ἐπὶ πολὺ δὲ τοῦτον διατρίψαντι τὸν τρόπον ὕπνον μὲν αὐτῷ
26.3.6
προσγενέσθαι τινὰ γλυκύν, ὄναρ δὲ τοιόνδε θεάσασθαι·" Ὀρύττειν, φησίν, ἐδόκουν
26.3.7
θεμέλια, εἶτά τινος ἑστῶτος ἀκούειν, ὡς ἔτι με βαθύνειν τὸ ὄρυγμα δεῖ. Προστεθεικὼς
26.3.8
τοίνυν ὡς ἐκέλευσε βάθος πάλιν ἐπειρώμην διαναπαύεσθαι. Ἀλλὰ καὶ αὖθίς μοι
26.3.9
ὀρύττειν προσέταττε καὶ μὴ λήγειν τοῦ πόνου. Τρὶς δέ μοι τοῦτο καὶ τετράκις ποιῆσαι
26.3.10
παρεγγυήσας τέλος ἀποχρώντως ἔχειν ἔφη τὸ βάθος καὶ οἰκοδομεῖν ἀπόνως ἐκέλευσε
26.3.11
τὸ λοιπὸν ὡς τοῦ πόνου λωφήσαντος καὶ τῆς οἰκοδομίας ἐσομένης ἀπόνως". Ταύτῃ τῇ
26.3.12
προρρήσει τὰ πράγματα μαρτυρεῖ· πέρα γὰρ τῆς φύσεως τὰ γιγνόμενα.
26.4.1
Ἐκεῖθεν ἀναστὰς ἀσκητῶν τινων γειτονευόντων κατέ λαβε καταγώγιον.
26.4.2
Δύο δὲ αὐτοῖς συνδιαγαγὼν ἔτη καὶ τῆς τελειοτέρας ἀρετῆς ἐρασθεὶς Τελεδὰν ἐκείνην
26.4.3
τὴν κώμην κατέλαβεν, ἧς καὶ πρόσθεν ἐμνήσθημεν, παρ' ἣν οἱ μεγάλοι καὶ θεῖοι ἄνδρες
26.4.4
Ἀμμιανὸς καὶ Εὐσέβιος τὴν ἀσκητικὴν παλαίστραν ἐπήξαντο· ἀλλ' οὐκ εἰς ταύτην ὁ
26.4.5
θεσπέσιος Συμεώνης ἀφίκετο, ἀλλ' εἰς τὴν ἑτέραν τὴν ἐκ ταύτης βλαστήσασαν.
26.4.6
Εὐσεβωνᾶς γὰρ καὶ Ἀβιβίων τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας ἱκανῶς
26.4.7
ἀπολαύσαντες τόδε τὸ τῆς φιλοσοφίας ᾠκοδομήσαντο φροντιστήριον. Ὁμογνώμονες δὲ
26.4.8
διὰ βίου καὶ ὁμότροποι γεγονότες καὶ οἱονεὶ μίαν ψυχὴν ἐν δύο σώμασιν ἐπιδείξαντες
26.4.9
πολλοὺς ἔσχον τοῦ βίου συνεραστάς. Τούτων δὲ μετ' εὐκλείας ὑπεξελθόντων τὸν βίον,
26.4.10
Ἡλιόδωρος ὁ θαυμάσιος τὴν τῶν συνοίκων ἡγεμονίαν ἐδέξατο, ὃς πέντε καὶ ἑξήκοντα
26.4.11
ἔτη διαβιώσας δύο καὶ ἑξήκοντα ἔνδον καθειργμένος διετέλεσεν ἔτη· τρία γὰρ ἔτη παρὰ
26.4.12
τοῖς γεγεννηκόσι τραφεὶς εἰς τὴν ἀγέλην εἰσελήλυθε ταύτην, οὐδὲν τῶν ἐν τῷ βίῳ
26.4.13
γιγνομένων θεασάμενος πώποτε. Ἔφασκε δὲ μηδὲ αὐτὸ εἰδέναι τῶν χοίρων ἢ τῶν
26.4.14
ἀλεκτρυόνων ἢ τῶν ἄλλων τῶν τοιούτων τὸ εἶδος. Τούτου κἀγὼ πολλάκις τῆς θέας
26.4.15
ἀπέλαυσα καὶ τῶν τρόπων ἐθαύμασα τὴν ἁπλότητα καὶ ὑπερηγάσθην μάλα τὴν τῆς
26.4.16
ψυχῆς καθαρότητα.
26.5.1
Πρὸς τοῦτον ἀφικόμενος ὁ πένταθλος οὗτος τῆς εὐσεβείας ἀγωνιστὴς δέκα
26.5.2
μὲν διετέλεσεν ἀγωνιζόμενος ἔτη· ὀγδοήκοντα δὲ συναγωνιστὰς ἔχων, ὑπερηκόντισεν
26.5.3
ἅπαντας· καὶ τῶν ἄλλων διὰ δύο ἡμερῶν ἀπολαυόντων τροφῆς, πᾶσαν αὐτὸς ἄσιτος
26.5.4
τὴν ἑβδομάδα διέμενε, δυσα νασχετούντων μὲν τῶν προστατευόντων καὶ
26.5.5
ζυγομαχούντων ἀεὶ καὶ ἀταξίαν τὸ πρᾶγμα καλούντων, οὐ πειθόντων δὲ τοῖς
26.5.6
λεγομένοις οὐδὲ χαλινοῦν δυναμένων τὴν προθυμίαν. Ἤκουσα δὲ αὐτοῦ ἐκείνου
26.5.7
διηγουμένου καὶ τοῦ νῦν τῆς αὐτῆς ἀγέλης ἡγεμονεύοντος ὡς σχοῖνόν ποτε ἀπὸ
26.5.8
φοινίκων κατεσκευασμένην λαβών– τραχυτάτη δὲ αὕτη λίαν καὶ χερσὶ προσψαυούσαις–,
26.5.9
ταύτῃ διέζωσε τὴν ὀσφύν, οὐκ ἔξωθεν περιθείς, ἀλλ' αὐτῷ προσφύσας τῷ δέρματι· καὶ
26.5.10
οὕτω λίαν συνέσφιγξεν ὡς ἅπαν ἐκεῖνο ἐν κύκλῳ τὸ μέρος ἑλκῶσαι, ᾧ περιέκειτο. Ὡς
26.5.11
δὲ πλείους ἢ δέκα ἡμέρας τοῦτον διετέλεσε τὸν τρόπον καὶ τὸ ἕλκος χαλεπώτερον
26.5.12
γιγνόμενον αἵματος ἠφίει σταγόνας, ἤρετό τις αὐτὸν θεασάμενος τίς ἡ αἰτία τοῦ
26.5.13
αἵματος. Τοῦ δὲ μηδὲν ἔχειν ἀνιαρὸν λέγοντος, βιασάμενος ὁ συναγωνιστὴς καὶ τὴν
26.5.14
χεῖρα ἐνέβαλε καὶ τὴν αἰτίαν κατέμαθε καὶ ταύτην τῷ προστατεύοντι κατεμήνυσεν.
26.5.15
Αὐτίκα τοίνυν καὶ ἐπιτιμῶν καὶ παρακαλῶν καὶ τοῦ πράγματος τὴν ὠμότητα
26.5.16
διαβάλλων μόλις ἐκεῖνον διέλυσε τὸν δεσμόν. Ἀλλ' οὐδ' οὕτως ἔπεισε θεραπείαν τινὰ
26.5.17
ἐκείνῳ τῷ ἕλκει προσενεγκεῖν. Καὶ ἄλλα δὲ τοιαῦτα δρῶντα ὁρῶντες ἀναχωρεῖν τῆς
26.5.18
παλαίστρας ἐκείνης ἐκέλευον, ὡς ἂν μὴ τοῖς ἀσθενέστερον τὸ σῶμα διακειμένοις
26.5.19
ζηλοῦν τὰ ὑπὲρ δύναμιν πειρωμένοις βλάβης αἴτιος γένοιτο.
26.6.1
Ἐξελθὼν τοίνυν καὶ τὰ ἐρημότερα τοῦ ὄρους κατα λαβὼν καὶ λάκκον τινὰ
26.6.2
εὑρὼν ἄνυδρον καὶ οὐ λίαν βαθὺν καθῆκεν εἰς τοῦτον ἑαυτὸν καὶ τῷ θεῷ τὴν ὑμνῳδίαν
26.6.3
προσέφερε. Πέντε δὲ διαγενομένων ἡμερῶν μεταμεληθέντες οἱ τῆς παλαίστρας ἐκείνης
26.6.4
ἡγεμόνες δύο τινὰς ἐξέπεμψαν ἐπιζητῆσαί τε αὐτὸν καὶ ἀγαγεῖν ἐπιτρέψαντες.
26.6.5
Τοιγάρτοι τὸ ὄρος οὗτοι περινοστήσαντες ἤροντό τινας ἐκεῖ θρέμματα νέμοντας, εἴ τινα
26.6.6
ἐθεάσαντο τοιόνδε χρῶμα ἔχοντα καὶ σχῆμα περικείμενον. Ὡς δὲ τὸν λάκκον οἱ
26.6.7
ποιμένες ὑπέδειξαν, πολλὰ μὲν εὐθὺς κατεβόησαν· σχοινίον δὲ κομίσαντες σὺν πολλῷ
26.6.8
αὐτὸν ἀνιμήσαντο πόνῳ· οὐδὲ γὰρ τῇ καθόδῳ παραπλησίως ἡ ἄνοδός ἐστιν εὐπετής.
26.7.1
Ὀλίγον τοίνυν παρ' ἐκείνοις διατρίψας χρόνον εἰς Τελάνισσον ἀφίκετο
26.7.2
κώμην, τῇ κορυφῇ ἐφ' ἧς νῦν ἕστηκεν ὑποκειμένην. Ἐν ταύτῃ μικρὸν οἰκίσκον εὑρὼν
26.7.3
τρία καθειργμένος διετέλεσεν ἔτη· αὔξειν δὲ ἀεὶ τῆς ἀρετῆς τὸν πλοῦτον φιλονεικῶν
26.7.4
ἐπεθύμησε Μωϋσῇ καὶ Ἠλίᾳ τοῖς θείοις ἀνθρώποις παραπλησίως τεσσαράκοντα ἡμέρας
26.7.5
ἄσιτος διαμεῖναι. Καὶ πείθει τὸν θαυμάσιον Βάσσον, ὃς τηνικαῦτα πολλὰς περιώδευε
26.7.6
κώμας τοῖς κατὰ κώμην ἱερεῦσιν ἐπιστατῶν, μηδὲν μὲν ἔνδον καταλιπεῖν, πηλῷ δὲ
26.7.7
καταχρῖσαι τὴν θύραν. Τοῦ δὲ καὶ τὴν δυσκολίαν τοῦ πράγματος ὑπαγορεύοντος καὶ
26.7.8
παραινοῦντος μὴ νομίζειν ἀρετὴν εἶναι τὸν βίαιον θάνατον– κατηγορία γὰρ αὕτη καὶ
26.7.9
μεγίστη καὶ πρώτη·" Ἀλλὰ σύ γε, ἔφη, ὦ πάτερ, δέκα μοι ἄρτους καὶ στάμνον ὕδατος
26.7.10
ἀπόθου, κἂν ἴδω τὸ σῶμα τροφῆς δεόμενον, μεταλήψομαι τούτων". Ἐγένετο ὡς
26.7.11
ἐκέλευσε· καὶ τὰ μὲν ἀπετίθετο, ἡ δὲ θύρα τὸν πηλὸν ὑπεδέχετο. Μετὰ δὲ τὸ τέλος τῶν
26.7.12
ἡμερῶν ἧκε μὲν ὁ θαυμάσιος ἐκεῖνος καὶ τοῦ θεοῦ ἄνθρωπος Βάσσος, τὸν δὲ πηλὸν
26.7.13
ἀφελὼν καὶ τῆς θύρας εἴσω γενόμενος ηὗρε μὲν τῶν ἄρτων τὸν ἀριθμόν, ηὗρε δὲ
26.7.14
πλῆρες τὸ σταμνίον τοῦ ὕδατος, αὐτὸν δὲ ἄπνουν ἐρριμμένον καὶ οὔτε φθέγγεσθαι οὔτε
26.7.15
κινεῖσθαι δυνάμενον. Σπογγιὰν τοίνυν αἰτήσας καὶ ταύτῃ τὸ στόμα διαβρέξας καὶ
26.7.16
ἀποκλύσας προσήνεγκεν αὐτῷ τῶν θείων μυστηρίων τὰ σύμβολα. Καὶ οὕτω διὰ τούτων
26.7.17
ἀναρρωσθεὶς ἀνέστησέ τε ἑαυτὸν καὶ τροφῆς τινος μετρίας μετέλαβε, θριδακίνας καὶ
26.7.18
σέρεις καὶ τὰ τούτοις παραπλήσια κατὰ βραχὺ διαμασώμενος καὶ τῇ γαστρὶ
26.7.19
παραπέμπων .
26.8.1
Ὑπεραγασθεὶς τοίνυν ὁ μέγας ἐκεῖνος Βάσσος τὴν οἰκείαν ἀγέλην κατέλαβε
26.8.2
τὸ μέγα τοῦτο διηγούμενος θαῦμα. Πλείοσι γὰρ ἢ διακοσίοις θιασώταις ἐχρῆτο μήτε
26.8.3
κτῆνος ἔχειν μήτε μύλην ἐπιτρέψας, μήτε χρυσίον προσφερόμενον ὑποδέχεσθαι μήτε
26.8.4
τινὰ ἔξω τῆς θύρας ἰέναι ἤ τι τῶν ἀναγ καίων ὠνησόμενον ἤ τινα τῶν γνωρίμων
26.8.5
ὀψόμενον, ἀλλ' ἔνδον διάγειν καὶ τὴν ἀπὸ τῆς θείας χάριτος πεμπομένην τροφὴν
26.8.6
ὑποδέχεσθαι. Τοῦτον μέχρι καὶ τήμερον τὸν νόμον οἱ θιασῶται φυλάττουσι καὶ πλείους
26.8.7
γενόμενοι τὰς δοθείσας οὐ παρέβησαν ἐντολάς.
26.9.1
Ἐγὼ δὲ ἐπὶ τὸν μέγαν μεταβήσομαι Συμεώνην. Ἐξ ἐκείνου τοίνυν μέχρις καὶ
26.9.2
τήμερον– ὀκτὼ δὲ καὶ εἴκοσι διελήλυθεν ἔτη–, τὰς τετταράκοντα ἄσιτος διαμένει
26.9.3
ἡμέρας. Ὁ δὲ χρόνος καὶ ἡ μελέτη τοῦ πόνου τὸ πλέον ἐσύλησεν. Εἰώθει μὲν γὰρ τὰς
26.9.4
πρώτας ἡμέρας ἑστάναι καὶ τὸν θεὸν ἀνυμνεῖν, εἶτα τοῦ σώματος διὰ τὴν ἀπαστίαν
26.9.5
φέρειν οὐκ ἔτι τὴν στάσιν ἰσχύοντος καθῆσθαι λοιπὸν καὶ τὴν θείαν λειτουργίαν
26.9.6
ἐπιτελεῖν, τὰς δὲ τελευταίας ἡμέρας καὶ προσκλίνεσθαι· δαπανωμένης γὰρ κατὰ βραχὺ
26.9.7
τῆς ἰσχύος καὶ ἀποσβεννυμένης, κεῖσθαι ἡμιθανὴς ἠναγκάζετο. Ἐπειδὴ δὲ ἐπὶ τοῦ
26.9.8
κίονος ἔστη, κατιέναι μὲν οὐκ ἠνείχετο, ἐμηχανήσατο δὲ τὴν στάσιν ἑτέρως. Δοκὸν γάρ
26.9.9
τινα προσδήσας τῷ κίονι καὶ σχοινίοις πάλιν ἑαυτὸν τῇ δοκῷ προσαρμόσας τὰς
26.9.10
τετταράκοντα οὕτω διετέλεσεν ἡμέρας. Μετὰ δὲ ταῦτα πλείονος λοιπὸν τῆς ἄνωθεν
26.9.11
χάριτος ἀπολαύσας οὐδὲ ταύτης ἐδεήθη τῆς βοηθείας, ἀλλ' ἕστηκε τὰς τεττα ράκοντα
26.9.12
ἡμέρας σιτίων μὲν οὐκ ἀπολαύων, προθυμίᾳ δὲ καὶ θείᾳ ῥωννύμενος χάριτι.
26.10.1
Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ διατε λέσας ἔτη τὴν
26.10.2
πολυθρύλητον ταύτην κατέλαβε κορυφὴν θριγκίον ἐν κύκλῳ γενέσθαι παρεγγυήσας,
26.10.3
ἄλυσιν δὲ ἐκ σιδήρου πήχεων εἴκοσι κατασκευάσας καὶ ταύτης θατέραν μὲν ἀρχὴν
26.10.4
πέτρᾳ τινὶ μεγίστῃ προσηλώσας, θατέραν δὲ τῷ δεξιῷ ποδὶ προσαρμόσας, ὡς ἂν μηδὲ
26.10.5
βουλόμενος ἔξω τῶν ὅρων ἐκείνων ἀπίοι, ἔνδον διῆγεν διηνεκῶς τὸν οὐρανὸν
26.10.6
φανταζόμενος καὶ τὰ ἄνω τῶν οὐρανῶν θεωρεῖν βιαζόμενος· οὐ γὰρ ἐκώλυε τῆς
26.10.7
διανοίας τὴν πτῆσιν ὁ τοῦ σιδήρου δεσμός. Ἐπειδὴ δὲ Μελέτιος ὁ θαυμάσιος ἐπισκοπεῖν
26.10.8
τηνικαῦτα τῆς Ἀντιόχου πόλεως τεταγμένος τὴν χώραν, ἀνὴρ φρενήρης καὶ συνέσει
26.10.9
λάμπων καὶ ἀγχινοίᾳ κεκοσμη μένος, περιττὸν ἔφη τὸν σίδηρον, ἀρκούσης τῆς γνώμης
26.10.10
λογικὰ τῷ σώματι περιθεῖναι δεσμά, εἶξε μὲν καὶ τὴν παραίνεσιν εὐπειθῶς εἰσεδέξατο,
26.10.11
χαλκέα δὲ κληθῆναι κελεύ σας λῦσαι προσέταξε τὸν δεσμόν. Ἐπειδὴ δὲ καὶ δέρμα τῷ
26.10.12
σκέλει προσήρμοστο, ὡς ἂν μὴ λωβηθείη ὑπὸ τοῦ σιδήρου τὸ σῶμα, καὶ ἔδει καὶ τοῦτο–
26.10.13
συνερραμμένον γὰρ ἦν– διαρραγῆναι, πλείους ἢ εἴκοσι μεγίστους κόρεις ἔφασαν ἐν
26.10.14
ἐκείνῳ κατιδεῖν ἐμφωλεύοντας. Καὶ τοῦτο ἔφη ὁ θαυμάσιος τεθεᾶσθαι Μελέτιος. Ἐγὼ
26.10.15
δὲ ἀπεμνημόνευσα τὴν πολλὴν κἀντεῦθεν τοῦ ἀνδρὸς καρτερίαν ἐπιδεικνύς· πιλῆσαι
26.10.16
γὰρ τῇ χειρὶ τὸ δέρμα καὶ διαφθεῖραι πάντας ῥᾳδίως δυνάμενος τῶν ἀνιαρῶν δηγμάτων
26.10.17
ἠνείχετο καρτερῶν ἐν τοῖς μικροῖς τὴν τῶν μειζόνων ἀγώνων ἀσπαζόμενος γυμνασίαν.
26.11.1
Τῆς τοίνυν φήμης πάντοσε διαθεούσης συνέθεον ἅπαντες, οὐχ οἱ
26.11.2
γειτονεύοντες μόνοι, ἀλλὰ καὶ οἱ πολλῶν ἡμερῶν ἀφεστηκότες ὁδόν· οἱ μὲν
26.11.3
παρειμένους τὸ σῶμα προσφέροντες, οἱ δὲ ἀρρώστοις ὑγιείαν αἰτοῦντες, οἱ δὲ πατέρες
26.11.4
γενέσθαι παρακαλοῦντες καί, ὃ παρὰ τῆς φύσεως οὐκ ἔλαβον, ἱκέτευον δι' ἐκείνου
26.11.5
λαβεῖν. Λαμβάνοντες δὲ καὶ τῶν αἰτήσεων ἀπολαύοντες μετ' εὐφροσύνης μὲν ἐπανῄ
26.11.6
εσαν, κηρύττοντες δὲ τὰς εὐεργεσίας, ὧν ἔτυχον, πολλα πλασίους τῶν αὐτῶν
26.11.7
δεησομένους ἐξέπεμπον. Οὕτω δὲ πάντων πανταχόθεν ἀφικνουμένων καὶ πάσης ὁδοῦ
26.11.8
ποταμὸν μιμουμένης πέλαγος ἀνθρώπων ἔστιν ἰδεῖν ἐν ἐκείνῳ συνιστάμενον τῷ χωρίῳ
26.11.9
τοὺς πανταχόθεν δεχόμενον ποτά μους. Οὐ γὰρ μόνον οἱ τὴν καθ' ἡμᾶς οἰκουμένην
26.11.10
οἰκοῦντες συρρέουσιν, ἀλλὰ καὶ Ἰσμαηλῖται καὶ Πέρσαι καὶ Ἀρμένιοι οἱ τούτων
26.11.11
ὑποχείριοι καὶ Ἴβηρες καὶ Ὁμηρῖται καὶ οἱ ἐκείνων ἐνδότεροι. Ἀφίκοντο δὲ πολλοὶ τὰς
26.11.12
τῆς ἑσπέρας οἰκοῦντες ἐσχατιάς, Σπάνοι τε καὶ Βρεττανοὶ καὶ Γαλάται οἱ τὸ μέσον
26.11.13
τούτων κατέχοντες. Περὶ γὰρ Ἰταλίας περιττὸν καὶ λέγειν. Φασὶ γὰρ οὕτως ἐν Ῥώμῃ τῇ
26.11.14
μεγίστῃ πολυθρύ λητον γενέσθαι τὸν ἄνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστηρίων
26.11.15
προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστηλῶσαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ
26.11.16
ἀσφάλειαν ἐντεῦθεν πορίζοντας.
26.12.1
Ἐπειδὴ τοίνυν ἀριθμοῦ κρείττους οἱ ἀφικνούμενοι προσψαύειν δὲ ἅπαντες
26.12.2
ἐπεχείρουν καί τινα εὐλογίαν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων τρυγᾶν, πρῶτον
26.12.3
μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ πράγματος τὸ
26.12.4
ἐπίπονον δυσχεραίνων τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν, πρῶτον μὲν ἓξ πήχεων
26.12.5
τμηθῆναι κελεύσας, εἶτα δύο καὶ δέκα, μετὰ δὲ ταῦτα δύο καὶ εἴκοσι, νῦν δὲ ἓξ καὶ
26.12.6
τριάκοντα· ἀναπτῆναι γὰρ εἰς οὐρανὸν ἐφίεται καὶ τῆς ἐπιγείου ταύτης ἀπαλλαγῆναι
26.12.7
διατριβῆς. Ἐγὼ δὲ οὐδὲ τῆς θείας ἄνευ οἰκονομίας ταύτην ὑπολαμ βάνω γεγενῆσθαι τὴν
26.12.8
στάσιν, οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν καὶ μὴ
26.12.9
ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι, σκοπεῖν δὲ ὡς πολλάκις τοιαῦτα ὁ δεσπότης τῶν
26.12.10
ῥᾳθυμοτέρων εἵνεκεν ὠφελείας ἐμηχανήσατο. Καὶ γὰρ τὸν Ἡσαΐαν γυμνὸν καὶ
26.12.11
ἀνυπόδητον βαδίσαι προσέταξε, καὶ τὸν Ἱερεμίαν περίζωμα τῇ ὀσφύϊ περιθεῖναι καὶ
26.12.12
οὕτω τοῖς ἀπειθέσι προσφέρειν τὴν προφητείαν, καὶ ἄλλοτε δὲ κλοιοὺς ξυλίνους καὶ
26.12.13
σιδηροῦς μετὰ ταῦτα τῷ τραχήλῳ περιβαλεῖν· καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν, καὶ
26.12.14
αὖθις ἀγαπῆσαι γυναῖκα πονηρὰν καὶ μοιχαλίδα· καὶ τῷ Ἰεζεκιὴλ ἐπὶ τοῦ δεξιοῦ
26.12.15
πλευροῦ τεσσαράκοντα κατα κλιθῆναι ἡμέρας καὶ ἐπὶ τοῦ εὐωνύμου πεντήκοντα καὶ
26.12.16
ἑκατόν· καὶ πάλιν, διορύξαι τοῖχον καὶ φεύγοντα ἐξελθεῖν, καὶ αἰχμαλωσίαν ἐν ἑαυτῷ
26.12.17
διαγράψαι· καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι καὶ ξυρᾶσθαι τούτῳ τὴν κεφαλὴν
26.12.18
καὶ τετραχῇ τὰς τρίχας διελεῖν καὶ ἀπονεῖμαι τὰς μὲν εἰς τόδε, τὰς δὲ εἰς τόδε, ἵνα μὴ
26.12.19
ἅπαντα καταλέγω. Γίνεσθαι δὲ τούτων ἕκαστον προσέταττε τῶν ὅλων ὁ πρύτανις, τοὺς
26.12.20
λόγῳ μὴ πειθομένους μηδὲ τῆς προφητείας ἐπαΐειν ἀνεχο μένους τῷ τῆς θεωρίας
26.12.21
παραδόξῳ συλλέγων καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων. Τίς γὰρ οὐκ ἂν
26.12.22
ἐξεπλάγη θεῖον ἄνθρωπον γυμνὸν βαδίζοντα θεωρῶν; Τίς δαὶ οὐκ ἂν τοῦ γιγνομένου
26.12.23
μαθεῖν τὴν αἰτίαν ἐπόθησε; Τίς δαὶ οὐκ ἂν ἤρετο τί δήποτε πόρνῃ συνοικεῖν ὁ προφήτης
26.12.24
ἀνέχεται; Καθάπερ τοίνυν ἐκείνων ἕκαστον ὁ τῶν ὅλων θεὸς γενέσθαι προσέταξε τῆς
26.12.25
τῶν ῥᾳστώνῃ συζώντων προμηθούμενος ὠφελείας, οὕτω καὶ τὸ καινὸν τοῦτο καὶ
26.12.26
παράδοξον ἐπρυτάνευσε θέαμα τῷ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν καὶ πιθανὴν τοῖς
26.12.27
ἀφικνουμένοις παρασκευάζων τὴν προσφερομένην παραίνεσιν· τὸ γὰρ καινὸν τοῦ
26.12.28
θεάματος ἐνέχυρον ἀξιόχρεων γίνεται τοῦ διδάγματος, καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος
26.12.29
τὰ θεῖα παιδευθεὶς ἐπανέρχεται. Καὶ ὥσπερ οἱ βασιλεύειν τῶν ἀνθρώπων λαχόντες
26.12.30
ἀμείβουσι κατά τινα χρόνου περίοδον τὰς τῶν νομισμάτων εἰκόνας, ποτὲ μὲν λεόντων
26.12.31
ἐκτυποῦντες ἰνδάλματα, ποτὲ δὲ ἀστέρων καὶ ἀγγέλων, ἄλλοτε τῷ ξένῳ χαρακτῆρι
26.12.32
τιμιώτερον ἀποφαί νειν πειρώμενοι τὸν χρυσόν, οὕτως ὁ τῶν ὅλων παμβασιλεὺς οἷόν
26.12.33
τινας χαρακτῆρας τὰς καινὰς ταύτας καὶ παντοδαπὰς πολιτείας τῇ εὐσεβείᾳ περιτιθεὶς
26.12.34
οὐ μόνον τῶν τροφίμων τῆς πίστεως, ἀλλὰ καὶ τῶν τὴν ἀπιστίαν νοσούντων εἰς
26.12.35
εὐφημίαν τὰς γλώττας κινεῖ.
26.13.1
Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ λόγοι μάρτυρες, ἀλλ' ἡ τῶν
26.13.2
πραγμάτων βοή. Τοὺς γὰρ Ἰσμαηλίτας, πολλὰς μυριάδας τῷ ζόφῳ τῆς ἀσεβείας
26.13.3
δουλευούσας ἡ ἐπὶ τοῦ κίονος ἐφώτισε στάσις. Ὥσπερ γὰρ ἐπί τινος λυχνίας τεθεὶς ὁ
26.13.4
φανότατος οὗτος λύχνος ἡλίου δίκην πάντοσε τὰς ἀκτῖνας ἐξέπεμψε. Καὶ ἔστιν ἰδεῖν καὶ
26.13.5
Ἴβηρας, ὡς ἔφην, καὶ Ἀρμενίους καὶ Πέρσας ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος
26.13.6
ἀπολαύοντας. Ἰσμαηλῖται δὲ κατὰ συμμορίας ἀφικνούμενοι, διακόσιοι κατὰ ταὐτὸν καὶ
26.13.7
τριακόσιοι, ἔστι δ' ὅτε καὶ χίλιοι, ἀρνοῦνται μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ βοῆς, τὰ
26.13.8
δὲ ὑπ' ἐκείνων σεβασθέντα εἴδωλα πρὸ τοῦ μεγάλου ἐκείνου φωστῆρος συντρίβοντες
26.13.9
καὶ τοῖς τῆς Ἀφροδίτης ὀργίοις ἀποταττόμενοι– τούτου γὰρ ἀνέκαθεν τοῦ δαίμονος
26.13.10
κατεδέξαντο τὴν λατρείαν– τῶν θείων ἀπολαύουσι μυστηρίων, νόμους παρὰ τῆς ἱερᾶς
26.13.11
ἐκείνης δεχόμενοι γλώττης καὶ τοῖς ἔθεσι τοῖς πατρῴοις χαίρειν φράζοντες, καὶ τῶν τε
26.13.12
ὄνων τῶν ἀγρίων τῶν τε καμήλων τὴν ἐδωδὴν ἀπαρνούμενοι.
26.14.1
Καὶ τούτων αὐτόπτης ἐγενόμην ἐγὼ καὶ ἀκήκοα καὶ τὴν πατρῴαν
26.14.2
ἀσέβειαν ἀρνουμένων καὶ τῇ εὐαγγελικῇ διδασκαλίᾳ συντιθεμένων. Καὶ κίνδυνον δὲ
26.14.3
ἅπαξ ὑπέμεινα μέγιστον· αὐτὸς μὲν γὰρ αὐτοῖς προσελθεῖν ἐκέλευσε καὶ παρ' ἐμοῦ τὴν
26.14.4
ἱερατικὴν εὐλογίαν λαβεῖν, μέγιστον φήσας αὐτοὺς ἐντεῦθεν καρπώσασθαι κέρδος.
26.14.5
Βαρβαρικώτερον δὲ συνδραμόντες ἐκεῖνοι, οἱ μὲν ἔμπροσθεν εἷλκον, οἱ δὲ ὄπισθεν,
26.14.6
ἄλλοι ἐκ πλαγίων, οἱ δὲ ἀφεστῶτες τῶν ἄλλων ἐπιβαίνοντες καὶ τὰς χεῖρας
26.14.7
προτείνοντες, οἱ μὲν τὸ γένειον εἷλκον, οἱ δὲ τῶν ἱματίων ἐπελαμβάνοντο. Κἂν
26.14.8
ἀπεπνίγην ὑπὸ τῆς ἐκείνων θερμοτέρας προσόδου, εἰ μὴ βοῇ χρησά μενος ἀπεσκέδασεν
26.14.9
ἅπαντας. Τοιαύτην ὁ ὑπὸ τῶν φιλο σκωμμόνων σκωπτόμενος κίων ὠφέλειαν ἀνέβλυσε
26.14.10
καὶ τοσαύτην ἀκτῖνα θεογνωσίας εἰς τὰς τῶν βαρβάρων διανοίας κατέπεμψεν.
26.15.1
Οἶδα δὲ καὶ ἄλλο ὑπὸ τούτων τοιόνδε γεγενημένον. Ἱκέτευε μία φυλὴ τὸν
26.15.2
θεῖον ἄνθρωπον εὐχήν τινα καὶ εὐλογίαν ἐκπέμψαι τῷ σφετέρῳ φυλάρχῳ· ἄλλη δὲ
26.15.3
παροῦσα φυλὴ ἀντέλεγε, μὴ δεῖν ἐκείνῳ τὴν εὐλογίαν ἐκπεμφθῆναι λέγουσα, ἀλλὰ τῷ
26.15.4
ἑαυτῆς ἡγεμόνι· τὸν μὲν γὰρ ἀδικώτατον εἶναι, τὸν δὲ ἀδικίας ἀλλότριον. Μακρᾶς δὲ
26.15.5
φιλονεικίας γενομένης καὶ διαμάχης βαρβαρικῆς, τὸ τελευταῖον κατ' ἀλλή λων
26.15.6
ἐχώρησαν. Ἐγὼ δὲ πολλοῖς χρησάμενος λόγοις ἡσυχίαν ἔχειν παρῄνουν, ὡς
26.15.7
ἀποχρῶντος τοῦ θείου ἀνδρὸς καὶ τούτῳ κἀκείνῳ μεταδοῦναι τῆς εὐλογίας. Ἀλλὰ καὶ
26.15.8
οὗτοι ἔλεγον μὴ δεῖν ἐκεῖνον ταύτης τυχεῖν, κἀκεῖνοι ταύτης ἀποστερεῖν ἐπειρῶντο τὸν
26.15.9
ἕτερον. Ἀπειλήσας δὲ αὐτοῖς ἄνωθεν καὶ κύνας καλέσας μόγις τὴν φιλονεικίαν
26.15.10
κατέσβεσε. Ταῦτα δὲ ἔφην ἐπιδεῖξαι αὐτῶν τῆς διανοίας ἐθελήσας τὴν πίστιν. Οὐ γὰρ ἂν
26.15.11
οὕτω κατ' ἀλλήλων ἐμάνησαν, εἰ μὴ μεγίστην ἔχειν δύναμιν τοῦ θεσπεσίου ἀνθρώπου
26.15.12
τὴν εὐλογίαν ἐπίστευον.
26.16.1
Εἶδον δὲ καὶ ἄλλοτε θαῦμα γεγενημένον ἀοίδιμον. Εἰσελθὼν γάρ τις–
26.16.2
Σαρακηνῶν δὲ καὶ οὗτος φύλαρχος ἦν– τὴν θείαν ἱκέτευσε κεφαλὴν ἐπαμῦναι ἀνδρὶ
26.16.3
κατὰ τὴν ὁδὸν παρεθέντι τὰ μέλη τοῦ σώματος. Ἔλεγε δὲ τοῦτο κατὰ τὴν Καλλίνικον–
26.16.4
φρούριον δὲ αὕτη μέγιστον– ὑπομεμενηκέναι τὸ πάθος. Κομισθέντα τοίνυν εἰς μέσον
26.16.5
ἀρνηθῆναι ἐκέλευσε τὴν τῶν προγόνων ἀσέβειαν. Ἐπειδὴ δὲ ἀσμένως ὑπήκουσέ τε καὶ
26.16.6
τὸ κελευσθὲν ἐξεπλήρωσεν, ἤρετο εἰ πιστεύοι τῷ πατρὶ καὶ τῷ μονογενεῖ υἱῷ καὶ τῷ
26.16.7
ἁγίῳ πνεύματι. Τοῦ δὲ πιστεύειν ὁμολογήσαντος·" Ταύταις, ἔφη, ταῖς προσηγορίαις
26.16.8
πιστεύων ἀνάστηθι". Ὡς δὲ ἀνέστη, προσέταξεν ἐπ' ὤμων φέρειν τὸν φύλαρχον μέχρις
26.16.9
αὐτῆς τῆς σκηνῆς– μέγιστον δὲ εἶχε τὸ σῶμα– καὶ ὁ μὲν λαβὼν παραυτίκα ᾤχετο, οἱ δὲ
26.16.10
παρόντες εἰς ὑμνῳδίαν τοῦ θεοῦ τὰς γλώττας ἐκίνησαν.
26.17.1
Τοῦτο δὲ προσέταξε τὸν δεσπότην μιμούμενος, ὃς τῷ παραλύτῳ φέρειν τὴν
26.17.2
κλίνην ἐκέλευσεν. Ἀλλὰ μηδεὶς τυραννίδα καλείτω τὴν μίμησιν. Αὐτοῦ γάρ ἐστι φωνή·
26.17.3
" Ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων
26.17.4
ποιήσει." Καὶ ταύτης δὲ τῆς ἐπαγγελίας τὸ τέλος ἐθεασάμεθα. Τῆς γὰρ τοῦ κυρίου σκιᾶς
26.17.5
οὐδαμοῦ θαῦμα ἐργασαμένης ἡ τοῦ μεγάλου Πέτρου σκιὰ καὶ θάνατον ἔλυσε καὶ νόσους
26.17.6
ἐξήλασε καὶ δαίμονας ἐφυγάδευσεν. Ἀλλ' ὁ δεσπότης καὶ ταῦτα διὰ τῶν δούλων
26.17.7
ἐνήργει τὰ θαύματα, καὶ νῦν δὲ ὡσαύτως τῇ τούτου κεχρη μένος προσηγορίᾳ τὰ μυρία ὁ
26.17.8
θεῖος Συμεώνης ἐργάζεται θαύματα.
26.18.1
Συνέβη γὰρ καὶ ἕτερον θαῦμα γενέσθαι ὑπὸ τούτου τοῦ προτέρου μηδαμῶς
26.18.2
ἐλαττούμενον. Τῶν γὰρ εἰς τὸ σωτήριον ὄνομα τοῦ δεσπότου Χριστοῦ πεπιστευκότων
26.18.3
τις Ἰσμαηλίτης οὐκ ἄσημος εὐχὴν ἐποιήσατο πρὸς τὸν θεὸν ὑπ' αὐτῷ μάρτυρι καὶ
26.18.4
ὑπόσχεσιν. Ἡ δὲ ὑπόσχεσις ἦν πάσης ἀφέξεσθαι τοῦ λοιποῦ μέχρι τέλους ἐμψύχου
26.18.5
τροφῆς. Ταύτην οὐκ οἶδ' ὅπως χρόνῳ τινὶ τὴν ἐπαγγελίαν παραδραμών, ὄρνιν
26.18.6
καταθύσας ἐσθίειν ἐτόλμησε. Τοῦ δὲ θεοῦ αὐτὸν δι' ἐλέγχου πρὸς ἐπιστροφὴν ἐνεγκεῖν
26.18.7
ἐθελήσαντος καὶ τὸν ἑαυτοῦ τιμῆσαι θεράποντα μάρτυρα τῆς παραβαθείσης γενόμενον
26.18.8
ὑποσχέσεως, εἰς λίθου φύσιν ἡ σὰρξ τῆς ὄρνιθος μετεβάλετο, ὥστε μηδὲ βουλόμενον
26.18.9
δύνασθαι λοιπὸν ἐσθίειν αὐτόν. Πῶς γὰρ οἷόν τε ἦν ἀποπετρωθέντος οὗπερ εἰς βρῶσιν
26.18.10
ἐπείληπτο σώματος ἐσθίειν δύνασθαι; Ταύτῃ καταπλαγεὶς ὁ βάρβαρος τῇ παραδόξῳ θέᾳ
26.18.11
σὺν πολλῷ τάχει τὸν ὅσιον κατελάμβανε, τὸ κεκρυμμένον εἰς φῶς προφέρων ἁμάρτημα
26.18.12
καὶ τὴν παράβασιν ἀνακηρύττων πᾶσι καὶ τοῦ πταίσματος ἐκ θεοῦ συγγνώμην
26.18.13
αἰτούμενος καὶ τὸν ἅγιον εἰς ἐπικουρίαν καλῶν, ὡς ἂν ταῖς παντο δυνάμοις αὐτοῦ
26.18.14
εὐχαῖς τῶν δεσμῶν αὐτὸν τῆς ἁμαρτίας ἐκλύσειε. Καὶ πολλοὶ τοῦδε τοῦ θαύματος
26.18.15
αὐτόπται γεγόνασι τὸ πρὸς τῷ στήθει μέρος τῆς ὄρνιθος ἐξ ὀστέου καὶ λίθου
26.18.16
συγκείμενον ψηλαφήσαντες.
26.19.1
Οὐ μόνον δὲ τῶν θαυμάτων αὐτόπτης, ἀλλὰ καὶ τῆς τῶν ἐσομένων
26.19.2
προρρήσεως ἐγενόμην ἀκροατής. Καὶ γὰρ τὸν γενόμενον αὐχμὸν καὶ τὴν πολλὴν
26.19.3
ἐκείνου τοῦ ἔτους ἀκαρπίαν καὶ τὸν ἀκολουθήσαντα λιμὸν ὁμοῦ καὶ λοιμὸν πρὸ δύο
26.19.4
προεῖπεν ἐνιαυτῶν, ῥάβδον εἰρηκὼς τεθεᾶσθαι τοῖς ἀνθρώποις ἐπιφερομένην καὶ τὰς
26.19.5
δι' αὐτῆς προμη νύουσαν μάστιγας. Καὶ ἄλλοτε δὲ τῆς καλουμένης κάμπης τὴν
26.19.6
προσβολὴν προεδήλωσε, καὶ ὡς οὐδὲν μέγα λυμανεῖται, τῆς θείας φιλανθρωπίας
26.19.7
ἀκολουθούσης τῇ τιμωρίᾳ. Τριάκοντα δὲ διελθουσῶν ἡμερῶν ἐπέπτη μὲν πλῆθος
26.19.8
ἄπειρον, ὡς καὶ διατεμεῖν τὴν ἀκτῖνα καὶ σχεδιάσαι σκίαν, καὶ τοῦτο ἀκριβῶς
26.19.9
ἐθεασάμεθα πάντες. Μόνον δὲ τὸν τῶν ἀλόγων χιλὸν ἐλυμήνατο οὐδεμίαν λώβην τῇ
26.19.10
τῶν ἀνθρώπων προσε νεγκοῦσα τροφῇ. Καὶ ἐμοὶ δὲ ὑπό τινος πολεμουμένῳ πρὸ
26.19.11
πεντεκαίδεκα ἐμήνυσεν ἡμερῶν τὴν τοῦ πολεμίου κατάλυσιν, καὶ τῇ πείρᾳ τῆς
26.19.12
προρρήσεως τὴν ἀλήθειαν ἔμαθον. Ὤφθησαν δὲ αὐτῷ καὶ δύο ῥάβδοι ποτὲ φερόμεναι
26.19.13
μὲν ἐξ οὐρανοῦ, πρὸς δὲ τὴν ἑῴαν τε καὶ δυτικὴν ἐκπίπτουσαι γῆν· ἐθνῶν δὲ ἄρα
26.19.14
περσικοῦ τε καὶ σκυθικοῦ κατὰ ἀρχῆς τῆς Ῥωμαίων ἐπανάστασιν ἐδήλου ταύτην ὁ θεῖος
26.19.15
ἀνήρ· ἐξεῖπέν τε τοῖς παροῦσι τὴν ὀπτασίαν καὶ δάκρυσι πολλοῖς καὶ ἀπαύστοις λιταῖς
26.19.16
τὰς ἀπειλουμένας ἔστησε κατὰ τῆς οἰκουμένης πληγάς· τό γε τῶν Περσῶν ἔθνος
26.19.17
ἐξωπλισμένον ἤδη καὶ πρὸς τὴν Ῥωμαίων ὑπάρχον ἔφοδον εὐτρεπὲς θείας ἀντιπρα
26.19.18
ξάσης ῥοπῆς ἀνεκόπτετό τε τῆς προκειμένης ὁρμῆς καὶ οἰκείοις ἔνδοθεν ἐναπησχολεῖτο
26.19.19
δεινοῖς .
26.20.1
Καὶ ἄλλα δὲ τοιαῦτα πάμπολλα ἐπιστάμενος παρήσω, φεύγων τοῦ λόγου τὸ
26.20.2
μῆκος. Ἀπόχρη δέ γε καὶ ταῦτα δεῖξαι τῆς διανοίας αὐτοῦ τὴν πνευματικὴν θεωρίαν.
26.20.3
Τούτου πολὺ τὸ κλέος καὶ παρὰ τῷ Περσῶν βασιλεῖ. Ὡς γὰρ οἱ πρὸς ἐκεῖνον ἀφικόμενοι
26.20.4
διηγήσαντο πρέσβεις, ἐπιμελῶς ἐπυνθάνετο τίς τε εἴη τοῦ ἀνδρὸς ὁ βίος καὶ ὁποῖα τὰ
26.20.5
θαύματα. Τὴν δὲ ὁμόζυγα τὴν τούτου φασὶ καὶ ἔλαιον αἰτῆσαι τῆς τούτου εὐλογίας
26.20.6
ἠξιωμένον καὶ ὡς μέγιστον δῶρον κομίσασθαι. Καὶ οἱ περὶ βασιλέα δὲ ἅπαντες ὑπὸ τῆς
26.20.7
φήμης βαλλόμενοι καὶ πολλὰς παρὰ τῶν μάγων κατ' αὐτοῦ συκοφαντίας δεχόμενοι καὶ
26.20.8
ἀκριβῶς ἐπυνθάνοντο καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον. Ὁ δὲ λοιπὸς ὅμιλος
26.20.9
τοῖς ὀρεωκόμοις προσιόντες καὶ οἰκέταις καὶ στρα τιώταις καὶ χρήματα προσέφερον καὶ
26.20.10
τῆς τοῦ ἐλαίου εὐλογίας μεταλαχεῖν ἱκέτευον.
26.21.1
Ἡ δὲ τῶν Ἰσμαηλιτῶν βασιλὶς στερίφη οὖσα καὶ παίδων ἐφιεμένη πρῶτον
26.21.2
μέν τινας τῶν ἀξιωτάτων ἀποστεί λασα γενέσθαι μήτηρ ἱκέτευσεν. Ἐπειδὴ δὲ ἔτυχε τῆς
26.21.3
αἰτήσεως καὶ ἔτεκεν ὡς ἐπόθησε, τὸν γεννηθέντα βασιλέα λαβοῦσα πρὸς τὸν θεῖον
26.21.4
ἔδραμε πρεσβύτην· καὶ ἐπειδὴ γυναιξὶν οὐκ εἰσιτητὸν ἦν, πρὸς αὐτὸν πέμψασα τὸ
26.21.5
βρέφος τῆς παρ' αὐτοῦ τυχεῖν εὐλογίας ἱκέτευσε·" Σὸν γάρ, ἔφη, τόδε τὸ δράγμα· ἐγὼ
26.21.6
μὲν γὰρ μετὰ δακρύων τὸ τῆς εὐχῆς προσενήνοχα σπέρμα, σὺ δὲ τὸ σπέρμα πεποίηκας
26.21.7
δράγμα, τῆς θείας χάριτος διὰ προσευχῆς ἑλκύσας τὸν ὑετόν". Ἀλλὰ μέχρι πότε
26.21.8
φιλονεικῶ μετρῆσαι τοῦ ἀτλαντικοῦ πελάγους τὸ βάθος; Ὥσπερ γὰρ ἐκεῖνο τοῖς
26.21.9
ἀνθρώποις ἀμέτρητον, οὕτως ὑπερβαίνει διήγησιν τὰ καθ' ἡμέραν ὑπ' ἐκείνου
26.21.10
γιγνόμενα .
26.22.1
Ἐγὼ δὲ αὐτοῦ πρὸ τούτων ἁπάντων τὴν καρτερίαν θαυμάζω. Νύκτωρ γὰρ
26.22.2
καὶ μεθ' ἡμέραν ἕστηκεν ὑπὸ πάντων ὁρώμενος· τὰς θύρας γὰρ ἀφελὼν καὶ τοῦ
26.22.3
περιβόλου μέρος οὐκ ἐλάχιστον καταλύσας, πρόκειται πᾶσι θέαμα καινὸν καὶ
26.22.4
παράδοξον, νῦν μὲν ἑστὼς μέχρι πολλοῦ, νῦν δὲ θαμὰ κατακαμπτόμενος καὶ τῷ θεῷ
26.22.5
προσφέρων προσ κύνησιν. Πολλοὶ δὲ καὶ ἀριθμοῦσι τῶν ἑστώτων ταυτασὶ τὰς
26.22.6
προσκυνήσεις. Ἅπαξ δέ τις τῶν σὺν ἐμοὶ χιλίας καὶ διακοσίας πρὸς τέτταρσι καὶ
26.22.7
τεσσαράκοντα ἀριθμήσας, εἶτα ὀκλάσας ἀφῆκε τὴν ψῆφον. Κατακύπτων δὲ ἀεὶ τοῖς τῶν
26.22.8
ποδῶν δακτύλοις προσπελάζει τὸ μέτωπον· ἅπαξ γὰρ τῆς ἑβδομάδος τροφὴν ἡ γαστὴρ
26.22.9
ὑποδεχομένη καὶ ταύτην βραχεῖαν εὐπετῶς ἐπικάμπτεσθαι τῷ νώτῳ παραχωρεῖ.
26.23.1
Φασὶ δὲ ἀπὸ τῆς στάσεως καὶ χειρώνειον ἕλκος ἐν θατέρῳ γενέσθαι ποδὶ
26.23.2
καὶ διηνεκῶς πλεῖστον ἐκεῖθεν ἰχῶρα ἐκκρίνεσθαι. Ἀλλ' ὅμως οὐδὲν τουτωνὶ τῶν
26.23.3
παθῶν τὴν φιλοσοφίαν ἐξήλεγξεν, ἀλλὰ φέρει γενναίως καὶ τὰ ἑκούσια καὶ τὰ ἀκούσια,
26.23.4
καὶ τούτων κἀκείνων τῇ προθυμίᾳ περι γινόμενος. Τοῦτο δὲ τὸ ἕλκος καὶ ὑποδεῖξαί τινι
26.23.5
ἠναγκάσθη ποτέ. Διηγήσομαι δὲ καὶ τὴν αἰτίαν. Ἀφίκετό τις ἀπὸ Ῥαβαίνης, ἀνὴρ
26.23.6
σπουδαῖος καὶ τῇ τοῦ Χριστοῦ διακονίᾳ τετιμημένος. Οὗτος τὴν κορυφὴν ἐκείνην
26.23.7
καταλαβών·" Εἰπέ μοι, ἔφη, πρὸς τῆς ἀληθείας αὐτῆς τῆς τὸ τῶν ἀνθρώπων πρὸς
26.23.8
ἑαυτὴν ἐπιστρεψάσης γένος, ἄνθρωπος εἶ ἢ ἀσώματος φύσις;". Δυσχερανάντων δὲ πρὸς
26.23.9
τὴν ἐρώτησιν τῶν παρόντων σιγὴν μὲν ἄγειν ἐκέλευσεν ἅπαντας, πρὸς ἐκεῖνον δὲ ἔφη·
26.23.10
" Τί δήποτε ταύτην τὴν πεῦσιν προσήνεγκας;". Τοῦ δὲ εἰρηκότος ὡς" πάντων
26.23.11
θρυλούντων ἀκούω ὡς οὔτε ἐσθίεις οὔτε καθεύδεις, ἀνθρώπων δὲ ἑκάτερον ἴδιον· οὐ
26.23.12
γὰρ ἄν τις ταύτην ἔχων τὴν φύσιν τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν", ἐπιτεθῆναι μὲν
26.23.13
τῷ κίονι κλίμακα προσέταξεν, ἀναβῆναι δὲ ἐκεῖνον ἐκέλευσε καὶ πρῶτον μὲν τὰς χεῖρας
26.23.14
καταμαθεῖν, εἶτα εἴσω τοῦ δερματίνου περιβολαίου τὴν χεῖρα βαλεῖν καὶ ἰδεῖν μὴ τοὺς
26.23.15
πόδας μόνον, ἀλλὰ καὶ τὸ χαλεπώτατον ἕλκος. Ἰδὼν δὲ καὶ θαυμάσας ὁ ἄνθρωπος τὴν
26.23.16
τοῦ ἕλκους ὑπερβολὴν καὶ παρ' αὐτοῦ μαθὼν ὡς ἀπολαύει τροφῆς, κατελήλυθεν μὲν
26.23.17
ἐκεῖθεν, πρὸς ἐμὲ δὲ ἀφικόμενος διηγήσατο ἅπαντα.
26.24.1
Ἐν δὲ ταῖς δημοτελέσι πανηγύρεσι καὶ ἄλλην ἐπι δείκνυται καρτερίαν.
26.24.2
Μετὰ γὰρ ἡλίου δυσμὰς ἕως ἂν οὗτος πάλιν εἰς τὸν ἑῷον ὁρίζοντα γένηται, τὰς χεῖρας
26.24.3
ἀνατείνων εἰς οὐρανὸν παννύχιον ἕστηκεν οὔτε ὑπὸ ὕπνου θελγόμενος οὔτε ὑπὸ πόνου
26.24.4
νικώμενος .
26.25.1
Ἐν τοσούτοις δὲ πόνοις καὶ κατορθωμάτων ὄγκῳ καὶ πλήθει θαυμάτων
26.25.2
οὕτως ἐστὶ τὸ φρόνημα μέτριος ὡς πάντων ἀνθρώπων κατὰ τὴν ἀξίαν ὕστατος. Πρὸς δὲ
26.25.3
τῷ μετρίῳ φρονήματι καὶ εὐπρόσοδος λίαν ἐστὶ καὶ γλυκὺς καὶ ἐπίχαρις καὶ πρὸς
26.25.4
ἕκαστον τῶν διαλεγομένων ἀποκρι νόμενος, εἴτε χειροτέχνης εἴτε προσαίτης εἴτε
26.25.5
ἄγροικος εἴη. Ἔλαβε δὲ καὶ τῆς διδασκαλίας παρὰ τοῦ μεγαλοδώρου δεσπότου τὸ
26.25.6
δῶρον· καὶ δὶς ἑκάστης ἡμέρας τὰς παραι νέσεις ποιούμενος ἐπικλύζει τῶν ἀκουόντων
26.25.7
τὰς ἀκοὰς ἐπιχαρίτως μάλα διαλεγόμενος, καὶ τὰ τοῦ θείου πνεύματος προσφέρων
26.25.8
παιδεύματα καὶ ἀνανεύειν εἰς οὐρανὸν καὶ πέτεσθαι παρεγγυῶν καὶ τῆς γῆς
26.25.9
ἀπαλλάττεσθαι καὶ τὴν προσδοκωμένην φαντάζεσθαι βασιλείαν καὶ τῆς γεέννης
26.25.10
δεδιέναι τὴν ἀπειλὴν καὶ καταφρονεῖν τῶν γηΐνων καὶ προσμένειν τὰ μέλλοντα.
26.26.1
Ἔστι δὲ αὐτὸν ἰδεῖν καὶ δικάζοντα καὶ ὀρθὰς καὶ δικαίας τὰς ψήφους
26.26.2
ἐκφέροντα. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα μετὰ τὴν ἐνάτην διαπράττεται ὥραν· τὴν γὰρ
26.26.3
νύκτα ἅπασαν καὶ τὴν ἡμέραν μέχρις ἐνάτης διατελεῖ προσευ χόμενος. Μετὰ δὲ τὴν
26.26.4
ἐνάτην πρῶτον μὲν τὴν θείαν διδα σκαλίαν τοῖς παροῦσι προσφέρει, εἶτα τὴν ἑκάστου
26.26.5
δεξάμενος αἴτησιν καί τινας ἰάσεις ἐργασάμενος τῶν ἀμφισβητούντων διαλύει τὰς
26.26.6
ἔριδας. Περὶ δὲ ἡλίου δυσμὰς τῆς πρὸς τὸν θεὸν λοιπὸν διαλέξεως ἄρχεται.
26.27.1
Ἀλλ' ἐν τούτοις ὢν καὶ ταῦτα ἅπαντα δρῶν οὐδὲ τῆς τῶν ἁγίων
26.27.2
ἐκκλησιῶν ἀμελεῖ προμηθείας, νῦν μὲν ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν
26.27.3
Ἰουδαίων κατα λύων θρασύτητα, ἄλλοτε δὲ τὰς τῶν αἱρετικῶν συμμορίας σκεδαννύς,
26.27.4
καί ποτε μὲν βασιλεῖ περὶ τούτων ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν θεῖον
26.27.5
ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ αὐτοῖς τῶν ἐκκλησιῶν τοῖς ποιμέσι πλείονα ποιεῖσθαι
26.27.6
τῶν ποιμνίων παρεγγυῶν τὴν ἐπιμέλειαν.
26.28.1
Ταῦτα δὲ διεξῆλθον ἀπὸ ψεκάδος δεῖξαι τὸν ὑετὸν πειραθεὶς καὶ τῷ
26.28.2
λιχανῷ δακτύλῳ τοὺς ἐντυγχάνοντας τῷ συγγράμματι τῆς γλυκύτητος ἀπογεύων τοῦ
26.28.3
μέλιτος. Τὰ δὲ παρὰ πάντων ᾀδόμενα τούτων ἐστὶ πολλαπλάσια, ἀλλ' οὐ πάντα ἔγωγε
26.28.4
συγγράφειν ἐπήγγελμαι, ἀλλὰ δι' ὀλίγων τῆς ἑκάστου πολιτείας ἐπιδεῖξαι τὸν
26.28.5
χαρακτῆρα. Συγγράψουσι δὲ ὡς εἰκὸς καὶ ἄλλοι τουτωνὶ πολλῷ πλείονα· εἰ δὲ καὶ
26.28.6
ἐπιβιῴη, καὶ μείζονα τυχὸν προσθήσουσι θαύματα. Ἐγὼ δὲ καὶ αὐτὸν ταῖς οἰκείαις
26.28.7
προσευχαῖς βοηθούμενον τοῖς ἀγαθοῖς τούτοις πόνοις ἐπιμεῖναι καὶ ποθῶ καὶ τὸν θεὸν
26.28.8
ἱκετεύω, κόσμον ὄντα κοινὸν καὶ τῆς εὐσεβείας ἀγλάϊσμα καὶ τὸν ἐμαυτοῦ ῥυθμισθῆναι
26.28.9
βίον καὶ πρὸς τὴν εὐαγγελικὴν πολιτείαν κατευθυνθῆναι. Πολλοῖς δὲ καὶ ἐπιβιοὺς
26.28.10
θαύμασί τε καὶ πόνοις ἡλίου τε φλοξὶ καὶ χειμερίοις κρυμοῖς καὶ ἀνέμων σφοδραῖς
26.28.11
ἐμβολαῖς καὶ τῇ τῆς ἀνθρωπίνης φύσεως ἀσθενείᾳ μόνος τῶν πώποτε μείνας ἀκαταγώ
26.28.12
νιστος, ἐπειδὴ λοιπὸν αὐτὸν ἔδει συνεῖναι Χριστῷ καὶ τοὺς τῶν ἀμετρήτων ἀγώνων
26.28.13
στεφάνους κομίσασθαι, τὸ μὲν ἄνθρωπος εἶναι τῷ θανάτῳ τοῖς οὐ πιστεύουσιν
26.28.14
ἐβεβαίωσεν, ἔμεινε δὲ καὶ μετὰ τελευτὴν ἀκλινής, καὶ τὸν μὲν οὐρανὸν ἡ ψυχὴ
26.28.15
κατειλήφει, τὸ δὲ σῶμα πεσεῖν οὐδ' οὕτως ἠνείχετο, ἀλλ' ὄρθιον ἐν τῷ τῶν
26.28.16
ἀγωνισμάτων εἱστήκει τόπῳ, ὥσπερ ἀήττητος ἀθλητὴς μηδενὶ τῶν μελῶν μέρει τῇ γῇ
26.28.17
προσψαῦσαι φιλονεικῶν. Οὕτως τοῖς κατὰ Χριστὸν ἀγωνισταῖς μένει συνοῦσα καὶ
26.28.18
ἀποθανοῦσιν ἡ νίκη. Ἰάσεις γοῦν παντοίων παθῶν καὶ θαύματα καὶ θείων δύναμις
26.28.19
ἐνεργείων, ὥσπερ ἡνίκα περιῆν, ἐπιτελοῦνται καὶ νῦν οὐ παρὰ τὰς θήκας τῶν ἁγίων
26.28.20
λειψάνων μόνον, ἀλλὰ καὶ παρὰ τὸ τῆς ἀριστείας αὐτοῦ καὶ ἀθλήσεως τῆς πολυχρονίου
26.28.21
μνημόσυνον, τὸν μέγαν λέγω καὶ ἀοίδιμον κίονα τούτου δὴ τοῦ δικαίου καὶ
26.28.22
πολυϋμνήτου Συμεών, οὗ ταῖς ἁγίαις πρεσβείαις εὐχόμεθα αὐτοί τε ἡμεῖς διασῴζεσθαι
26.28.23
καὶ τῇ ὀρθῇ ἐπιστηρίζεσθαι πίστει καὶ πᾶσαν πόλιν τε καὶ χώραν ἐφ' ἣν τὸ ὄνομα τοῦ
26.28.24
κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικέκληται παντοίας ἐπηρείας τε καὶ βλάβης ἀπείραστον
26.28.25
ἐξ οὐρανοῦ τε καὶ πολεμίων φυλάττεσθαι· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
26.28.26
27. t ΒΑΡΑΔΑΤΟΣ