Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Οὐδὲ τὸ Θαλελαίου σιγήσω διήγημα· μεστὸν γὰρ τὸ θέαμα θαύματος. Οὐκ
28.1.2
ἄλλων δὲ μόνον διηγησαμένων ἀκήκοα, ἀλλὰ καὶ αὐτόπτης ἐγενόμην τοῦ παραδόξου
28.1.3
θεάματος. Ἀπὸ σταδίων γὰρ εἴκοσι Γαβάλων– πόλις δὲ αὕτη σμικρὰ καὶ χαρίεσσα–
28.1.4
γήλοφόν τινα καταλαβὼν ἐν ᾧ τέμενος ἦν δαίμοσιν ἀνακείμενον καὶ ὑπὸ τῶν πάλαι
28.1.5
δυσσεβῶν πολλαῖς θυσίαις τιμώμενον, σμικράν τινα καλύβην ἐπήξατο. Ἐθεράπευον δὲ
28.1.6
ἀεὶ τοὺς ἀλιτηρίους ἐκείνους, ὡς ἔφασαν, τὴν πολλὴν αὐτῶν ὠμότητα θεραπείᾳ
28.1.7
πραΰνειν πειρώμενοι. Πολλοῖς γὰρ ἐλυμαίνοντο καὶ παριοῦσι καὶ γειτονεύουσιν, οὐκ
28.1.8
ἀνθρώποις μόνοις, ἀλλὰ καὶ ὄνοις καὶ ἡμιόνοις καὶ βουσὶ καὶ προβάτοις, οὐ τοῖς
28.1.9
ἀλόγοις πολεμοῦντες, ἀλλὰ καὶ διὰ τούτων τοῖς ἀνθρώποις ἐπιβουλεύοντες. Τότε
28.1.10
τοίνυν ἀφικόμενον τοῦτον ἰδόντες, καταπλήττειν ἐπειρῶντο μέν, οὐκ ἠδύναντο δὲ καὶ
28.1.11
τῆς πίστεως περιφραττούσης καὶ ὑπερμαχούσης τῆς χάριτος. Τοιγάρτοι λύττης καὶ
28.1.12
μανίας ἀναπλησθέντες, κατὰ τῶν ἐκεῖ πεφυτευμένων ἐχώρησαν δένδρων. Πολλαὶ δὲ
28.1.13
περὶ τὸν λόφον ἐκεῖνον συκαῖ τε καὶ ἐλαῖαι τεθηλυῖαι ἐτύγχανον οὖσαι. Ἐκ τούτων
28.1.14
πλείους ἢ πεντακοσίας ἐξαπιναίως ἀνασπασθῆναί φασι. Καὶ τοῦτο τῶν γειτονευόντων
28.1.15
ἀγροίκων διηγουμένων ἀκήκοα, οἳ πάλαι τῷ τῆς ἀσεβείας κατεχόμενοι ζόφῳ διὰ τῆς
28.1.16
τούτου διδασ καλίας τε καὶ θαυματουργίας τὸ τῆς θεογνωσίας ὑπεδέξαντο φῶς.
28.2.1
Ἐπειδὴ δὲ καὶ τοῦτο δράσαντες οἱ ἀλιτήριοι δαίμονες οὐκ ἐδεδίξαντο τῆς
28.2.2
φιλοσοφίας τὸν ἀθλητήν, καὶ ἕτερα αὖθις προσέφερον μηχανήματα. Νύκτωρ γὰρ
28.2.3
ὀλολυγῇ χρώμενοι καὶ λαμπάδας ἐπιδεικνύντες ἐκδειματοῦν ἐπει ρῶντο καὶ θόρυβον
28.2.4
ἐμβάλλειν τῷ λογισμῷ. Ὡς δὲ πάσας αὐτῶν τὰς ἐφόδους κατεγέλασεν, ὕστερον
28.2.5
καταλιπόντες ἀπέδρασαν.
28.3.1
Ὁ δὲ δύο τροχοὺς κατασκευάσας δύο πήχεων διάμετρον ἔχοντας, σανίσιν οὐ
28.3.2
συνηρμοσμέναις ἀλλήλαις ἀλλὰ δίχα διεστηκυίαις ἄμφω συνέζευξε τὼ τροχώ· εἶτα
28.3.3
ἔνδον καθίσας καὶ γόμφοις καὶ ἥλοις τὰς διεστηκυίας ἐκείνας καταπήξας σανίδας,
28.3.4
ὕπαιθρον ἐξήρτησε τὸν τροχόν· τρία ἕτερα ξύλα ὑψηλὰ εἰς τὴν γῆν καταπήξας, καὶ τὰς
28.3.5
ἄνω τούτων ἀρχὰς ξύλοις ἑτέροις συνάψας, καὶ τούτων ἐν μέσῳ προσδήσας τὸν
28.3.6
διπλοῦν ἐκεῖνον τροχὸν καὶ αἰωρήσας– τούτου δὲ τὸ ἐντὸς δύο μὲν πήχεων ἔχει τὸ
28.3.7
ὕψος, πήχεως δὲ τὸ εὖρος–, ἐν τούτῳ καθήμενος, μᾶλλον δὲ κρεμάμενος, δέκα τέως
28.3.8
διετέλεσεν ἔτη. Σῶμα δὲ μέγιστον ἔχων, οὐδὲ καθήμενος ἀνορθοῦν δύναται τὸν αὐχένα,
28.3.9
ἀλλὰ συγκεκυφὼς ἀεὶ κάθηται, τοῖς γόνασι προσηλωμένον τὸ πρόσωπον ἔχων.
28.4.1
Πρὸς τοῦτον ἀφικόμενος ηὗρον μὲν αὐτὸν τῶν θείων εὐαγγελίων τὴν
28.4.2
ὠφέλειαν καρπούμενον καὶ λίαν ἐπιμελῶς τὴν ἐκεῖθεν ὠφέλειαν συλλέγοντα. Ἠρόμην
28.4.3
δὲ μαθεῖν τῆς καινῆς ἐκείνης πολιτείας τὴν αἰτίαν ποθῶν. Ὁ δὲ τῇ ἑλλάδι χρησάμενος
28.4.4
φωνῇ– Κίλιξ γὰρ τὸ γένος ἐτύγχανεν ὤν·" Ἐγώ, ἔφη, πολλαῖς ὑποκείμενος ἁμαρτίαις καὶ
28.4.5
ταῖς ἠπειλημέναις τιμωρίαις πιστεύων τόδε τοῦ βίου τὸ εἶδος ἐπινενόηκα, κολάσεις
28.4.6
μετρίας τῷ σώματι μηχανώμενος, ἵν' ἐκείνων τῶν προσδοκωμένων ὑποσυλήσω τὸν
28.4.7
ὄγκον· χαλεπώτεραι γὰρ ἐκεῖναι οὐ τῇ ποσότητι μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ ποιότητι·
28.4.8
ἀκούσιοι γάρ· τὸ δὲ παρὰ γνώμην γιγνόμενον λίαν ἀνιαρόν· τὸ δὲ ἐθελούσιον, κἂν
28.4.9
ἐπίπονον ᾖ, ἧττόν ἐστιν ἀλγεινόν. Αὐθαίτερος γάρ, ἀλλ' οὐ βίαιος ὁ πόνος. Ἢν τοίνυν,
28.4.10
ἔφη, ταῖς μικραῖς ταύταις ἀνίαις ἐλαττώσω τὰ προσδοκώμενα, μέγα ἐντεῦθεν ἀποίσω τὸ
28.4.11
κέρδος." Τούτων ἀκούσας λίαν αὐτὸν τῆς ἀγχινοίας ὑπερ ηγάσθην ὅτι οὐ μόνον ὑπὲρ τὰ
28.4.12
κείμενα ἠγωνίζετο σκάμματα καὶ ἄλλα οἴκοθεν ἐπενόει ἀγωνίσματα, ἀλλ' ὅτι καὶ
28.4.13
τούτων τὰς αἰτίας ἐγίγνωσκέ τε καὶ τοὺς ἄλλους ἐδίδασκεν.
28.5.1
Καὶ θαύματα δὲ διὰ τῆς τούτου προσευχῆς πολλὰ γίνεσθαι ἔφασαν οἱ
28.5.2
περίοικοι, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ καμήλων καὶ ὄνων καὶ ἡμιόνων θεραπείας
28.5.3
ἀπολαυόντων. Ἐντεῦθεν ἀσεβείᾳ πάλαι κατεχόμενον ἅπαν ἐκεῖνο τὸ ἔθνος τὴν μὲν
28.5.4
πατρῴαν ἐξαπάτην ἠρνήθη, τοῦ θείου δὲ φωτὸς τὴν αἴγλην ἐδέξατο. Τούτοις χρώμενος
28.5.5
ὑπουργοῖς καὶ τὸ τῶν δαιμόνων κατέλυσε τέμενος καὶ σηκὸν μέγιστον τοῖς καλλινίκοις
28.5.6
ἀνήγειρε μάρτυσι, τοῖς ψευδωνύμοις θεοῖς τοὺς θείους ἀντιτάξας νεκρούς. Ταῖς δὲ
28.5.7
τούτων εἴη πρεσβείαις καὶ τοῦτον μετὰ τῆς αὐτῆς νίκης τῶν ἀγώνων τὸ τέρμα
28.5.8
καταλαβεῖν καὶ ἡμᾶς, ὑπὸ τούτων κἀκείνου βοηθουμένους, ἐραστὰς γενέσθαι θερμοὺς
28.5.9
τῶν τῆς φιλοσοφίας ἀγωνισμάτων.
28.5.10
29. t ΜΑΡΑΝΑ ΚΑΙ ΚΥΡΑ