Theodoretus of Cyrrhus PG 80-84
Historia religiosa
Reli 29.7.15
Choose a text
More by Theodoretus of Cyrrhus
—
Pg Scrape Grc
29.7.1
Καὶ τοῦ μὲν θεσπεσίου Μωϋσέως τὴν νηστείαν ζηλώσασαι τρὶς ἄσιτοι
29.7.2
τοσοῦτον διετέλεσαν χρόνον. Διὰ τεσσαράκοντα γὰρ ἡμερῶν τροφῆς βραχείας
29.7.3
μετέλαβον. Τρὶς δὲ καὶ τοῦ θείου Δανιὴλ τὴν ἀπαστίαν ἐζήλωσαν, τρεῖς ἑβδομάδας
29.7.4
ἡμερῶν ἐξανύουσαι καὶ τότε τροφὴν χορηγοῦσαι τῷ σώματι. Ποθήσασαι δέ ποτε τῶν
29.7.5
σωτηρίων τοῦ Χριστοῦ παθημάτων τοὺς ἱεροὺς θεάσασθαι τόπους ἔδραμον εἰς τὴν
29.7.6
Αἰλίαν, οὐδεμιᾶς κατὰ τὴν ὁδὸν ἐδωδῆς ἀπολαύσασαι, ἀλλ' εἰς ἐκείνην ἀφικόμεναι τὴν
29.7.7
πόλιν καὶ τὴν προσκύνησιν ἐκπληρώσασαι, τροφῆς μετέλαβον καὶ πάλιν ἐπανῆλθον
29.7.8
ἄσιτοι τὴν πορείαν ἀνύσασαι· σταθμοὶ δέ εἰσιν οὐκ ἐλάττους τῶν εἴκοσι. Καὶ τῆς
29.7.9
καλλινίκου δὲ Θέκλης ἐπιθυμήσασαι θεάσασθαι τὸν ἐν Ἰσαυρίᾳ σηκὸν ἵνα τῆς περὶ τὸν
29.7.10
θεὸν ἀγάπης πανταχόθεν ἐξάψωσι τὸν πυρσὸν ὡς ἀπῆλθον, οὕτως ἐπανῆλθον ἄσιτοι,
29.7.11
τοσοῦτον αὐτὰς τὸ θεῖον ἐξεβάκχευσε φίλτρον, οὕτως αὐτὰς ὁ θεῖος ἔρως περὶ τὸν
29.7.12
νυμφίον ἐξέμηνεν. Αὗται μὲν οὖν τοιαύτῃ πολιτείᾳ τὸ θῆλυ κατακοσμήσασαι γένος ὡς
29.7.13
ἀρχέτυπα καὶ ταῖς ἄλλαις γενόμεναι, τοῖς ἐπινι κίοις στεφάνοις ὑπὸ τοῦ δεσπότου
29.7.14
ταινιωθήσονται. Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν ὠφέλειαν προθεὶς καὶ τὴν εὐλογίαν δρεψά
29.7.15
μενος ἐφ' ἕτερον βαδιοῦμαι διήγημα.
29.7.16
30. t ΔΟΜΝΙΝΑ
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).