Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Ἰουλιανὸς, ὃν Σάβαν ἐπίκλην οἱ ἐπιχώριοι τιμῶντες ὠνόμαζον– τὸν δὲ
2.1.2
πρεσβύτην τῇ ἑλλάδι φωνῇ σημαίνει τὸ ὄνομα–, ἐν τῇ πάλαι μὲν Παρθυαίων, νῦν δὲ
2.1.3
Ὀσροηνῶν ὀνομαζομένῃ, τὴν ἀσκητικὴν καλύβην ἐπήξατο· διατείνει δὲ αὕτη πρὸς μὲν
2.1.4
ἑσπέραν μέχρις αὐτῆς τοῦ ποταμοῦ τῆς ὄχθης– Εὐφράτης δὲ ὄνομα τούτῳ–, πρὸς ἥλιον
2.1.5
δὲ ἀνίσχοντα τὸ τέρμα ἔχει τῆς Ῥωμαίων ἡγεμονίας· ἡ γὰρ Ἀσσυρία διαδέχεται, πέρας
2.1.6
οὖσα ἑσπέριον τῆς Περσικῆς βασιλείας, ἣν Ἀδιαβηνὴν οἱ μετὰ ταῦτα ὠνόμασαν. Ἐν
2.1.7
τούτῳ τῷ ἔθνει πολλαὶ μὲν πόλεις μεγάλαι καὶ πολυάν θρωποι, χώρα δὲ παμπόλλη μὲν
2.1.8
οἰκουμένη, παμπόλλη δὲ ἀοίκητός τε καὶ ἔρημος.
2.2.1
Ταύτης ἐσχατιὰν τῆς ἐρήμου καταλαβὼν ὁ θεῖος οὗτος ἀνὴρ καὶ ἄντρον
2.2.2
εὑρὼν οὐ χειροποίητον, οὐδὲ εὖ καὶ καλῶς ὀρωρυγμένον, ἀλλὰ βραχεῖάν τινα σκέπην
2.2.3
παρέχειν δυνάμενον τοῖς καταφεύγειν ἐθέλουσιν, ἀσπασίως ᾤκησε τὸ χωρίον, τῶν
2.2.4
χρυσῷ καὶ ἀργύρῳ καταλαμπομένων βασιλείων νομίζων πολυτελέστερον. Ἐν τούτῳ
2.2.5
διῆγεν, ἅπαξ τῆς ἑβδομάδος σιτίων μεταλαμβάνων. Σιτίον δὲ ἦν αὐτῷ ἄρτος ὁ
2.2.6
καχρυδίας καὶ αὐτὸς πιτυρίας, ὄψον δὲ οἱ ἅλες, πόμα δὲ ἥδιστον τὸ αὐτοφυὲς τῶν
2.2.7
ὑδάτων νᾶμα, καὶ τοῦτο δὲ οὐ τῷ κόρῳ μετρούμενον, ἀλλὰ τῇ χρείᾳ τῆς
2.2.8
προκαταβληθείσης τροφῆς ὁριζόμενον. Τρυφὴ δὲ ἦν αὐτῷ καὶ χλιδὴ καὶ πανδαισία
2.2.9
παντοδαπὴ ἡ τοῦ Δαβὶδ ὑμνῳδία καὶ ἡ διηνεκὴς πρὸς θεὸν ὁμιλία. Καὶ τούτων
2.2.10
ἀπλήστως ἀπολαύων, κόρον λαβεῖν οὐκ ἐβούλετο, ἀλλ' ἀεὶ μὲν ἐνεπίμ πλατο, ἀεὶ δὲ
2.2.11
ἐβόα·" Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου".
2.2.12
Ἤκουσε γὰρ πάλιν τοῦ μακαρίου Δαβὶδ λέγοντος·" Τὰ κρίματα κυρίου ἀληθινά,
2.2.13
δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπι θυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, καὶ
2.2.14
γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον". Ἤκουσεν αὐτοῦ πάλιν λέγοντος·" Κατατρύφησον τοῦ
2.2.15
κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου". Καὶ αὖθις·" Εὐφρανθήτω καρδία
2.2.16
ζητούντων τὸν κυρίον." Καί·" Εὔφρανον τὴν καρδίαν μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά
2.2.17
σου." Καί·" Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος." Καί·" Ἐδίψησεν ἡ ψυχή μου πρὸς
2.2.18
τὸν θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα." Καί·" Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου." Καὶ
2.2.19
μετέθηκεν εἰς ἑαυτὸν τοῦ ταῦτα εἰρηκότος τὸν ἔρωτα. Τούτου γὰρ χάριν αὐτὰ καὶ Δαβὶδ
2.2.20
ὁ μέγας ᾄδων ἐδίδασκεν ὡς ἂν πολλοὺς κοινωνοὺς καὶ συνεραστὰς τοῦ θεοῦ
2.2.21
καταστήσειε· καὶ οὐ διήμαρτε τῆς ἐλπίδος, ἀλλὰ καὶ τοῦτον τὸν θεσπέσιον ἄνδρα καὶ
2.2.22
μυρίους ἑτέρους τῷ θείῳ κατέτρωσεν ἔρωτι. Τοσοῦτον γὰρ οὗτος ἐδέξατο φίλτρου
2.2.23
πυρσόν, ὡς μεθύειν τῷ πόθῳ καὶ μηδὲν μὲν ὁρᾶν τῶν γηΐνων, μόνον δὲ τὸν ἐρώμενον
2.2.24
καὶ νύκτωρ ὀνειροπολεῖν καὶ μεθ' ἡμέραν φαν τάζεσθαι.
2.3.1
Ταύτην αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πολλοὶ μεμαθη κότες, οἱ μὲν ἐκ
2.3.2
γειτόνων οἰκοῦντες, οἱ δὲ πόρρωθεν– ὑπόπτερος γὰρ ἡ φήμη διέθεε πάντοσε–, ἔδραμον
2.3.3
ἱκετεύοντες τῆς παλαίστρας μεταλαχεῖν καὶ ὑπ' αὐτῷ οἷόν τινι γυμναστῇ καὶ
2.3.4
παιδοτρίβῃ τὸ λοιπὸν βιοτεύειν. Θηρεύουσι γὰρ οὐ μόνον ὄρνιθες ὄρνιθας ᾄδοντες καὶ
2.3.5
πρὸς ἑαυτοὺς τοὺς ὁμογενεῖς ἐκκαλούμενοι καὶ ταῖς περικειμέναις περιπείροντες
2.3.6
πάγαις, ἀλλὰ καὶ ἄνθρωποι τοὺς ὁμοφυεῖς, οἱ μὲν εἰς λώβην, οἱ δὲ εἰς σωτηρίαν
2.3.7
ἀγρεύουσιν. Οὕτω συναγειρόμενοι δέκα μὲν ταχέως ἐγένοντο, εἶτα διπλάσιοι καὶ
2.3.8
τριπλάσιοι, ὕστερον δὲ τὸν ἑκατὸν ἐπλήρωσαν ἀριθμόν.
2.4.1
Καὶ τοσούτους δὲ γενομένους ἐκεῖνο τὸ ἄντρον ἐδέχετο· ἔμαθον γὰρ παρὰ
2.4.2
τοῦ Πρεσβύτου τῆς τοῦ σώματος κατο λιγωρεῖν θεραπείας. Ἐσιτοῦντο δὲ καὶ αὐτοὶ τῷ
2.4.3
παιδοτρίβῃ παραπλησίως τὸν καχρυδίαν ἄρτον τοῖς ἁλσὶν ἡδυνόμενον. Χρόνῳ δὲ
2.4.4
ὕστερον καὶ τῶν αὐτοφυῶν λαχάνων συλλέγοντες, εἶτα κεράμους ἐμφοροῦντες καὶ τῆς
2.4.5
ἅλμης ὅσον ἀπόχρη μιγνύντες, εἶχον ὄψον οἱ θεραπείας δεόμενοι. Τούτῳ δὲ τῷ λαχάνῳ
2.4.6
τὰ νενοτισμένα τῶν οἰκημάτων πολέμια· εὐρῶτα γὰρ αὐτῷ καὶ σηπεδόνα πέφυκεν
2.4.7
ἐμποιεῖν· τούτου τοιγαροῦν τοῦ πάθους περὶ τόδε τὸ ὄψον γεγενημένου– πολλὴν γὰρ
2.4.8
πανταχόθεν τὸ ἄντρον εἰσεδέχετο τὴν νοτίδα–, ἱκέτευον τὸν Πρεσβύτην οἱ θιασῶται
2.4.9
οἰκίσκον τινὰ βραχὺν σφίσιν ἐπιτρέψαι δείμασθαι τοῖς τοῦδε τοῦ ὄψου ἀποχρῶντα
2.4.10
ἀγγείοις. Ὁ δὲ τὰ μὲν πρῶτα τὴν αἴτησιν οὐκ ἐδέχετο. Ὀψὲ δέ ποτε πεισθείς– ἐδιδάχθη
2.4.11
γὰρ ὑπὸ τοῦ μεγάλου Παύλου μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τοῖς ταπεινοῖς συνα πάγεσθαι–,
2.4.12
ἐδίδου μὲν τοῦ οἰκίσκου τὰ μέτρα βραχέα τινὰ καὶ σμικρά, ἀπῄει δὲ πόρρω τοῦ ἄντρου
2.4.13
τὰς συνήθεις τῷ θεῷ ἱκετείας προσοίσων. Εἰώθει γὰρ πεντήκοντα μὲν πολλάκις
2.4.14
σταδίους, ἔστι δ' ὅτε καὶ δὶς τοσούτους, κατὰ τὴν ἔρημον βαδίζων καὶ πάσης ἑαυτὸν
2.4.15
ἀνθρωπίνης συνουσίας χωρίζων καὶ εἰς ἑαυτὸν νεύων καθ' ἑαυτὸν ὁμιλεῖν τῷ θεῷ καὶ
2.4.16
τὸ θεῖον ἐκεῖνο καὶ ἄρρητον κατοπτρίζεσθαι κάλλος. Ταύτης λαβόμενοι τῆς σχολῆς οἱ
2.4.17
τῆς ἐκείνου κηδεμονίας ἠξιωμένοι τῇ μὲν χρείᾳ σύμμετρον, μείζονα δὲ ἢ ἐπετάχθησαν,
2.4.18
τὸν οἰκίσκον ἐδείμαντο. Ἐπανελθὼν δὲ μετὰ δεκάτην ἡμέραν, οἷά τις Μωϋσῆς, ἀπὸ τοῦ
2.4.19
ὄρους καὶ τῆς ἀφράστου θεωρίας, καὶ θεασάμενος μείζονα ἢ ἐβούλετο τὴν οἰκοδομὴν
2.4.20
γεγενημένην·" Δέδοικα, ἔφη, ὦ ἄνδρες, μὴ τὰ ἐπὶ τῆς γῆς εὐρύνοντες καταγώγια
2.4.21
σμικρύνωμεν τὰ οὐράνια. Καίτοι ταῦτα μέν ἐστι πρόσκαιρα καὶ ἐπ' ὀλίγον ἡμῖν
2.4.22
ἐπιτήδεια, ἐκεῖνα δὲ αἰώνια καὶ πέρας λαβεῖν οὐ δυνάμενα". Καὶ ταῦτα μὲν ἔλεγε, τὰ
2.4.23
τελεώτερα τὸν χορὸν ἐκπαιδεύων· ἠνείχετο δὲ ὅμως, τῆς ἀποστολικῆς ἐπακούσας
2.4.24
φωνῆς·" Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν".
2.5.1
Ἐξεπαίδευσε δὲ κἀκείνους ἔνδον μὲν κοινὴν τῷ θεῷ τὴν ὑμνῳδίαν
2.5.2
προσφέρειν, μετὰ δὲ τὴν ἕω ἀνὰ δύο κατὰ τὴν ἔρημον ἐξιέναι, καὶ τὸν μὲν τὰ γόνατα
2.5.3
κάμπτοντα τὴν ὀφειλομένην τῷ δεσπότῃ προσφέρειν προσκύνησιν, τὸν δὲ ᾄδειν ἑστῶτα
2.5.4
ψάλμους δαυϊτικοὺς πεντεκαίδεκα, εἶτα ἐναλλάττειν τὸ ἔργον, καὶ τὸν μὲν ἀνιστάμενον
2.5.5
ᾄδειν, τὸν δὲ εἰς γῆν κατακύπτοντα προσκυνεῖν· καὶ τοῦτο ἐξ ἑωθινοῦ μέχρι δείλης
2.5.6
ὀψίας διετέλουν ποιοῦντες. Πρὸ δὲ ἡλίου δυσμῶν βραχύ τι διαναπαυόμενοι, εἰς τὸ
2.5.7
ἄντρον οὗτοι μὲν ἔνθεν, ἐκεῖνοι δὲ ἐκεῖθεν, πάντες δὲ πανταχόθεν συνῄεσαν, καὶ τὴν
2.5.8
ἑσπερινὴν ὑμνῳδίαν κατὰ ταὐτὸν τῷ δεσπότῃ προσέφερον.
2.6.1
Εἰώθει δὲ καὶ αὐτὸς ὁ Πρεσβύτης ἕνα τινὰ τῶν ἐπιση μοτέρων κοινωνὸν τῆς
2.6.2
λειτουργίας λαμβάνειν. Εἵπετο δὲ αὐτῷ συχνότερον ἀνήρ τις, τὸ μὲν γένος Πέρσης, τὸ δὲ
2.6.3
εἶδος μέγας καὶ ἀξιάγαστος, θαυμασιωτέραν τοῦ εἴδους τὴν ψυχὴν κεκτημένος–
2.6.4
Ἰάκωβος ὄνομα αὐτῷ–, ὃς καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ἐν πάσῃ μὲν διέλαμψεν ἀρετῇ.
2.6.5
Ἐπίσημος δὲ καὶ περίβλεπτος ἦν οὐ τοῖς αὐτόθι μόνοις, ἀλλὰ καὶ τοῖς ἐν τῇ Συρίᾳ τῆς
2.6.6
φιλοσοφίας φροντιστηρίοις, ἐν οἷς καὶ ἐτελεύτα βιώσας, ὡς λέγεται, τέτταρα καὶ ἑκατὸν
2.6.7
ἔτη. Οὗτος τῷ μεγάλῳ Πρεσβύτῃ τῆς ἐπὶ τὴν ἔρημον κοινωνήσας ὁδοῦ πόρρωθεν εἵπετο·
2.6.8
οὐ γὰρ εἴα πελάζειν ὁ διδάσκαλος, ἵνα μὴ πρόφασις αὐτοῖς τοῦτο διαλέξεως γένηται, ἡ
2.6.9
δὲ διάλεξις κλέψῃ τοῦ νοῦ τὴν περὶ τοῦ θεοῦ φαντασίαν. Ἑπόμενος δὲ ὁρᾷ κατὰ τὴν
2.6.10
ὁδὸν δράκοντά τινα παμμεγέθη κείμενον· εἶτα θεασάμενος προβῆναι μὲν οὐκ
2.6.11
ἐθάρρησεν, ἐκκλῖναι δὲ πολλάκις ὑπὸ τοῦ δέους ἐθελήσας, ἀνερρώσθη πάλιν τὸν
2.6.12
λογισμόν· ἔπειτα κύψας, καὶ ψηφίδα λαβών, καὶ ταύτην ἀκοντίσας, ἑώρα τὸν δράκοντα
2.6.13
ἐπὶ σχήματος μένοντα καὶ κινεῖσθαι παντελῶς οὐ δυνάμενον. Συνιεὶς δὲ ὡς νεκρὸς εἴη,
2.6.14
ἔργον ὑπέλαβεν εἶναι τοῦ Πρεσβύτου τοῦ θηρίου τὸν θάνατον. Τὴν δὲ ὁδὸν ἐξανύσας,
2.6.15
καὶ τῆς ὑμνῳδίας τὴν λειτουργίαν πεπληρωκώς, ὡς ὁ τῆς ἀναπαύλης ἧκε καιρός,
2.6.16
καθίσας ὁ Πρεσβύτης καὶ αὐτῷ τὸ σῶμα διαναπαῦ σαι μικρὸν παρηγγύησε, καὶ τὸ μὲν
2.6.17
πρῶτον καθῆστο σιγῶν· ἐπειδὴ δὲ ὁ Πρεσβύτης τινὸς ἥψατο διαλέξεως, μετά τινος
2.6.18
μειδιάματος ἱκέτευεν ὁ Ἰάκωβος δῆλον αὐτῷ ποιῆσαι τὸ ἀγνοούμενον. Τοῦδε ἔρεσθαι
2.6.19
ἐπιτρέψαντος·" Εἶδον, ἔφη, κατὰ τὴν ὁδὸν δράκοντα μέγιστον ἐρριμμένον, καὶ τὸ μὲν
2.6.20
πρῶτον ἐδεδίειν, ζῆν τοῦτον ὑπολαμβάνων· ἐπειδὴ δὲ τεθνεῶτα ἐθεασάμην, θαρρήσας
2.6.21
τὴν πορείαν ἐποιησάμην. Εἰπέ μοι, ἔφη, ὦ πάτερ, τίς τοῦτον ἀπέκτεινεν; σὺ γὰρ ἡγοῦ τῆς
2.6.22
ὁδοῦ· ἕτερος δὲ οὐδεὶς ταύτην διελήλυθεν." Ὁ δὲ Πρεσβύτης·" Παῦσαι, ἔφη,
2.6.23
πολυπραγμονῶν τὰ τοιαῦτα φέρειν ὄνησιν τοῖς χρωμένοις οὐδεμίαν δυνάμενα." Ἀλλ'
2.6.24
οὐδὲν ἧττον ὁ θαυμάσιος Ἰάκωβος ἐπέκειτο, μαθεῖν τἀληθὲς ἐφιέμενος. Ὁ δὲ
2.6.25
Πρεσβύτης, κρύπτειν μὲν ἐπὶ πολὺ πειρώμενος, ἀνιᾶν δὲ τὸν ἐραστὴν ἐπὶ πλεῖστον οὐκ
2.6.26
ἀνεχό μενος·" Ἐγώ σοι, ἔφη, ἐρῶ μὲν ὃ μαθεῖν ἐφίεσαι, παρεγγυῶ δὲ μηδένα ἕτερον,
2.6.27
ἐμοῦ ζῶντος, ποιήσασθαι τοῦ ῥηθησομένου συνίστορα· κρύπτειν γὰρ τὰ τοιάδε προσήκει
2.6.28
εἰς ἀλαζονείαν καὶ τύφον πολλάκις ἐγείροντα. Ἢν δ' ἐγὼ ἐνθένδε ἀπέλθω καὶ τῶν
2.6.29
τοιῶνδε παθῶν ἐλεύθερος γένωμαι, λέγειν οὐ κωλύω καὶ τῆς θείας χάριτος διηγεῖσθαι
2.6.30
τὴν δύναμιν. Εὖ ἴσθι τοίνυν, ἔφη ὁ μέγας Ἰουλιανός, ὡς βαδίζοντί μοι κατὰ τὴν ὁδὸν ὁ
2.6.31
θὴρ ἐκεῖνος ἐπῄει καὶ τὸ στόμα ἀνεῴγνυ καταφαγεῖν ἐφιέμενος. Ἐγὼ δὲ τῇ τοῦ κυρίου
2.6.32
προσηγορίᾳ χρησάμενος καὶ τῷ δακτύλῳ τὸ τοῦ σταυροῦ τρόπαιον ὑποδείξας, ἅπαν μὲν
2.6.33
δέος ἀπεσεισάμην, πεσὸν δὲ εἰς τὴν γῆν παραυτίκα τὸ θηρίον ἐθεασάμην καί, τὸν κοινὸν
2.6.34
ἀνυμνή σας σωτῆρα, τὴν ἐπὶ τὸ πρόσω πορείαν ἐποιησάμην". Οὕτω τὸ διήγημα
2.6.35
συμπεράνας, ἀναστὰς εἴχετο τῆς ἐπὶ τὸ ἄντρον ὁδοῦ.
2.7.1
Ἄλλοτε δὲ μειράκιον, ἐξ εὐγενῶν μὲν βλαστῆσαν, τρυφη λῶς δὲ
2.7.2
τεθραμμένον, προθυμίᾳ δὲ μείζονι τῆς δυνάμεως κεχρη μένον, ἱκέτευσε τὸν Πρεσβύτην
2.7.3
τῆς ἐπὶ τὴν ἔρημον αὐτῷ κοινωνῆσαι πορείας, οὐ τῆς κοινῆς ταύτης τῆς ὑπὸ πάντων
2.7.4
καθ' ἑκάστην ὁδευομένης ἡμέραν, ἀλλὰ τῆς μακροτάτης, καὶ πολλάκις μὲν ἡμέρας ἑπτά,
2.7.5
πολλάκις δὲ καὶ δέκα κατεχούσης ἀποδημίας. Ἀστέριος δὲ ἦν οὗτος ὁ πολυθρύ λητος.
2.7.6
Τοῦ δὲ θεσπεσίου Πρεσβύτου τὸν νέον διακωλύοντος καὶ τῆς ἐρήμου τὸ ἄνυδρον
2.7.7
λέγοντος, ἐπέκειτο λιπαρῶν ὁ νέος ταύτης ἀπολαῦσαι τῆς δωρεᾶς. Ἡττηθεὶς δὲ ταῖς
2.7.8
ἱκετείαις ἐνέδωκεν ὁ Πρεσβύτης. Ὁ δὲ ἠκολούθει τὰ μὲν πρῶτα προθύμως· πρώτης δὲ
2.7.9
καὶ δευτέρας καὶ τρίτης διελθούσης ἡμέρας, ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος φλεγόμενος–
2.7.10
θέρος γὰρ ἦν, ἀκμάζοντος δὲ τοῦ θέρους, σφοδροτέραν δήπουθεν ἐπιφέρει τὴν φλόγα–,
2.7.11
δίψει διετέλει τρυχόμενος. Καὶ τὸ μὲν πρῶτον ἀπαγγέλλειν τὸ πάθος ᾐσχύνετο, τῶν ὑπὸ
2.7.12
τοῦ διδασκάλου προρρηθέντων εἰς μνήμην ἐρχόμενος· ἡττώμενος δὲ καὶ λειποθυμίᾳ
2.7.13
κατεχόμενος οἰκτεῖραι αὐτὸν τὸν Πρεσβύτην ἱκέτευεν. Ὁ δέ, τῶν προρρήσεων
2.7.14
ἀναμνήσας, ἀπιέναι πάλιν ἐκέλευεν. Τοῦ δὲ νέου μήτε τὴν ὁδὸν τὴν ἐπὶ τὸ ἄντρον
2.7.15
φέρουσαν ἐπίστασθαι λέγοντος, μήτε, εἰ γινώσκοι, δύνασθαι ἂν βαδίσαι, τῆς ἰσχύος ὑπὸ
2.7.16
τοῦ δίψους δαπανηθείσης, οἰκτείρας ὁ θεῖος ἄνθρωπος τοῦ νεανίου τὸ πάθος καὶ τῇ τοῦ
2.7.17
σώματος ἀσθενείᾳ συγγνώμην ἀπονείμας, κλίνας τὰ γόνατα τὸν δεσπότην ἱκέτευε,
2.7.18
δάκρυσι δὲ θερμοῖς τὸ ἔδαφος ἔβρεχε καὶ πόρον σωτηρίας ἐπεζήτει τῷ νέῳ. Ὁ δὲ ποιῶν
2.7.19
τὸ θέλημα τῶν φοβουμένων αὐτὸν καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, τὴν τῶν
2.7.20
δακρύων λιβάδα τῆς κόνεως ἁψαμένην πηγὴν ὑδάτων ἀπέφηνε· καὶ οὕτω τοῦ νάματος
2.7.21
ἐμφορηθέντα τὸν νέον εὐθὺς ἀπιέναι προσέταξεν.
2.8.1
Ἡ δὲ πηγὴ διέμεινε μέχρι καὶ νῦν, τῇ Μωσαϊκῇ τοῦ θεσπεσίου γέροντος
2.8.2
προσευχῇ μαρτυροῦσα. Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάβδῳ τὴν πέτραν ἐκείνην
2.8.3
τὴν ἄγονον πλήξας κατέκλυσε ποταμιαίων ὑδάτων γοναῖς ὡς ἂν τὰς πολλὰς ἐκείνας
2.8.4
χιλιάδας διψώσας κορέσειεν, οὕτως οὗτος ὁ θεῖος ἀνήρ, τὴν ξηροτάτην ἐκείνην ψάμμον
2.8.5
καταρδεύσας τοῖς δάκρυσι, πηγαίων ναμάτων εἵλκυσε ῥεύματα, οὐχ ἵνα πολλῶν
2.8.6
μυριάδων, ἀλλ' ἵνα ἑνὸς μειρακίου θεραπεύσῃ τὸ δίψος.
2.9.1
Ὑπὸ θείας γὰρ χάριτος τὴν ψυχὴν φωτιζόμενος, τὴν ἐσομένην τῷ νέῳ
2.9.2
τελειότητα προεώρα μαλὰ σαφῶς. Οὗτος γὰρ χρόνοις πολλοῖς ὕστερον, ὑπὸ τῆς θείας
2.9.3
χάριτος προσκληθεὶς ὡς ἂν καὶ ἑτέρους πολλοὺς εἰς τὴν αὐτὴν παιδοτριβήσειεν ἀρετήν,
2.9.4
ἐν τοῖς περὶ τὴν Γίνδαρον χωρίοις– κώμη δὲ αὕτη μεγίστη τελεῖν ὑπὸ τὴν Ἀντιόχειαν
2.9.5
τεταγμένη– τὴν ἀσκητικὴν παλαίστραν ἐπήξατο. Καὶ πολλοὺς μὲν καὶ ἄλλους
2.9.6
φιλοσοφίας πρὸς ἑαυτὸν εἵλκυσεν ἀθλητάς, εἵλκυσε δὲ καὶ τὸν μέγαν Ἀκάκιον, τὸν
2.9.7
πάνυ λέγω, τὸν πολυθρύλητον, ὃς διέπρεψε μὲν ἐν μοναχικῇ πολιτείᾳ, λαμπρὰς δὲ τῆς
2.9.8
ἀρετῆς τὰς ἀκτῖνας ἐξέπεμψεν, ἀρχιερωσύνης ἀξιωθεὶς καὶ τὴν Βέροιαν ποιμαίνειν
2.9.9
λαχών. Ὀκτὼ δὲ καὶ πεντήκοντα ἔτη τῆσδε τῆς ἀγέλης τὴν κηδεμονίαν ἐγχειρι σθείς,
2.9.10
οὐκ εἴασε μὲν τῆς ἀσκητικῆς πολιτείας τὸ εἶδος, ἀσκητικὴν δὲ καὶ πολιτικὴν ἐκέρασεν
2.9.11
ἀρετήν· καὶ τῆς μὲν τὴν ἀκρίβειαν, τῆς δὲ τὴν οἰκονομίαν λαβὼν, εἰς ἓν τὰ διεστῶτα
2.9.12
συνήγαγεν .
2.10.1
Ἀλλὰ ταύτης τῆς ἀρετῆς καὶ θηρευτὴς καὶ παιδο τρίβης Ἀστέριος ἐκεῖνος
2.10.2
ἐγένετο, ὃς οὕτω θερμὸς τοῦ μεγάλου Πρεσβύτου διέμεινεν ἐραστὴς ὡς πολλάκις μὲν
2.10.3
καὶ δὶς τοῦ ἔτους, πολλάκις δὲ καὶ τρὶς τὴν πρὸς αὐτὸν ἀποδημίαν ποιεῖσθαι.
2.10.4
Ἀφικνούμενος δὲ ἰσχάδας εἰώθει τοῖς θιασώταις κομίζειν, τρισὶν ἢ τέτταρσι κτήνεσιν
2.10.5
ἐπι τιθεὶς τὰ φορτία. Δύο δὲ μεδίμνους συλλέγων, ὡς διὰ παντὸς τοῦ ἔτους ἀποχρῶντας
2.10.6
τῷ γέροντι, τοῖς οἰκείοις ὤμοις ἐπετίθει τὸ τοιοῦτον φορτίον, κτῆνος ἑαυτὸν τοῦ
2.10.7
διδασκάλου καὶ καλῶν καὶ ποιούμενος. Καὶ τοῦτο φέρων τὸ φορτίον ἐβάδιζεν, οὐ δέκα
2.10.8
σταδίους ἢ εἴκοσιν, ἀλλ' ἑπτὰ ἡμερῶν ἐξανύων πορείαν. Καί ποτε θεασάμενος ὁ
2.10.9
Πρεσβύτης ἐπ' ὤμων αὐτὸν φέροντα τὸ τῶν ἰσχάδων φορτίον, δυσχεράνας ἔφη μὴ
2.10.10
ποιήσασθαι ἂν ταῦτα τροφήν, οὐ γὰρ δίκαιον ἐκεῖνον μὲν τοσοῦτον ὑπομένειν κόπον,
2.10.11
αὐτὸν δὲ τοῖς ἱδρῶσιν ἐντρυφᾶν τοῖς ἐκείνου. Τοῦ δὲ ἀπομοσαμένου ὡς οὐκ ἀπαλλάξει
2.10.12
τοῦ φορτίου τοὺς ὤμους, εἰ μὴ συνομολογήσειεν ὁ Πρεσβύτης μεταλήψεσθαι τῆς
2.10.13
κομισθείσης τροφῆς·" Ποιήσω, ἔλεγεν ὁ γέρων, τὸ κελευόμενον, μόνον ἀπόθου τὸν
2.10.14
θύλακον ὅτι τάχιστα".
2.11.1
Ἐμιμεῖτο γὰρ κἀν τούτῳ τῶν ἀποστόλων τὸν πρῶτον ὅς, τοῦ κυρίου
2.11.2
ἀπονίψαι αὐτοῦ τοὺς πόδας ἐθελή σαντος, πρότερον μὲν ἠρνήθη, ἀντισχυρισάμενος ὡς
2.11.3
οὐ γενήσεται τοῦτο. Ἐπειδὴ δὲ ἤκουσεν ὡς τῆς δεσποτικῆς ἀπορραγήσεται κοινωνίας εἰ
2.11.4
μὴ τοῦτο συγχωρήσειεν, ἱκέτευε καὶ τὼ χεῖρε πρὸς τοῖς ποσὶ καὶ τὴν κεφαλὴν
2.11.5
ἀπονίψασθαι. Οὕτω καὶ Ἰωάννης ὁ πάνυ βαπτίσαι κελευσθεὶς τὸν σωτῆρα, πρότερον μὲν
2.11.6
καὶ τὴν οἰκείαν ὡμολόγησε δουλείαν καὶ τὸν δεσπότην ὑπέδειξεν· ὕστερον δὲ τὸ
2.11.7
κελευσθὲν ἐπετέλεσεν, οὐ θρασύτητι χρώμενος, ἀλλὰ δεσπότῃ πειθόμενος. Οὕτω δὲ καὶ
2.11.8
ὁ θεῖος οὗτος ἀνὴρ ἐβαρύνετο μέν, ἑτέρου πονοῦντος, αὐτὸς ἀπολαύειν τροφῆς· ἐπειδὴ
2.11.9
δὲ εἶδε θερμοτάτην τοῦ θεραπευτοῦ τὴν προθυμίαν, τῆς οἰκείας αἱρέσεως τὴν ἐκείνου
2.11.10
θεραπείαν προείλετο.
2.12.1
Καὶ ἴσως τις τῶν φιλοψόγων καὶ σκώπτειν τὰ καλὰ μόνον δεδιδαγμένων
2.12.2
φαίη ἂν μὴ ἀξιομνημόνευτον εἶναι τουτὶ τὸ διήγημα. Ἐγὼ δὲ πρὸς ταῖς ἄλλαις τοῦ
2.12.3
ἀνδρὸς θαυματουργίαις καὶ τοῦτο προστέθηκα, οὐ μόνον τῶν μεγάλων ἀνδρῶν τὸ περὶ
2.12.4
αὐτὸν σέβας ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τοῦ ἤθους αὐτοῦ τὸ γλυκὺ καὶ μέτριον
2.12.5
δηλῶσαι κερδαλέον ἡγούμενος. Τοσοῦτος γὰρ ὢν καὶ τοιοῦτος τὴν ἀρετήν, οὐδὲ τῆς
2.12.6
τυχούσης τιμῆς ἄξιον ἑαυτὸν ὑπελάμβανε καὶ ἀπωθεῖτο μὲν αὐτὴν, ὡς οὐδαμόθεν αὐτῷ
2.12.7
προσήκουσαν, ἠνείχετο δὲ πάλιν, ὡς τοὺς δρῶντας εὐεργετοῦσαν.
2.13.1
Ταύτην ἀποδιδράσκων– δῆλος γὰρ ἅπασι γεγονὼς εἷλκε πρὸς αὑτὸν διὰ τῆς
2.13.2
φήμης τοὺς τῶν ἀγαθῶν ἐραστάς–, τὸ τέλος ἐπὶ τὸ Σίναιον ὄρος μετ' ὀλίγων τῶν
2.13.3
συνηθεστέρων ἐξώρμησεν, οὐ πόλεως ἐπιβαίνων, οὐ κώμης, ἀλλὰ τὴν ἄβατον ἔρημον
2.13.4
βατὴν ἐργαζόμενος. Ἔφερον δὲ ἐπὶ τῶν ὤμων καὶ τὴν ἀναγκαίαν τροφὴν– τὸν ἄρτον
2.13.5
φημὶ καὶ τοὺς ἅλας– καὶ κώθωνα ἐκ ξύλου πεποιημένον καὶ σπογγιὰν σμηρίνθῳ
2.13.6
προσδεδεμένην ὅπως, εἴ ποτε βαθύτερον εὕροιεν ὕδωρ, ἀνιμήσαιντο μὲν τῇ σπογγιᾷ,
2.13.7
ἀποθλίψαντες δὲ εἰς τὸν κώθωνα ἀποπίοιεν. Τοιγάρτοι πολλῶν ἡμερῶν ὁδὸν
2.13.8
ἐξανύσαντες, καταλαμβάνουσι τὸ ποθούμενον ὄρος καί, τὸν οἰκεῖον προσκυνήσαντες
2.13.9
δεσπότην, πολὺν ἐκεῖ διετέλεσαν χρόνον, τοῦ χωρίου τὴν ἐρημίαν καὶ τὴν τῆς ψυχῆς
2.13.10
ἡσυχίαν τρυφὴν μεγίστην ἡγούμενοι. Ἐν ἐκείνῃ δὲ τῇ πέτρᾳ, ὑφ' ᾗ κρυπτόμενος
2.13.11
Μωϋσῆς τῶν προφητῶν ὁ κορυφαῖος ἠξιώθη τὸν θεὸν ἰδεῖν, ὡς δυνατὸν ἦν ἰδεῖν,
2.13.12
ἐκκλησίαν δειμάμενος καὶ θεῖον ἁγιάσας θυσιαστήριον ὃ καὶ εἰς δεῦρο διέμεινεν, εἰς τὴν
2.13.13
οἰκείαν ἐπανῆκε παλαίστραν.
2.14.1
Μαθὼν δὲ τοῦ ὁμωνύμου μέν, δυσσεβοῦς δὲ βασιλέως τὰς ἀπειλάς–
2.14.2
πανωλεθρίαν γὰρ τοῖς εὐσεβέσιν ἀπειλήσας τὴν ἐπὶ Πέρσας πορείαν ἐστείλατο, καὶ
2.14.3
ἐκεχήνεσαν οἱ τὰ αὐτὰ φρονοῦντες τὴν ἀπευκτὴν ἐκείνην ἐπάνοδον–, τηνικαῦτα
2.14.4
σπουδαίαν τῷ θεῷ προσενεγκὼν προσευχὴν καὶ ταύτην μέχρι δεκάτης ἐκτείνας ἡμέρας,
2.14.5
ἤκουσε φωνῆς φθεγγομένης, ὡς ὁ μυσαρὸς καὶ δυσώδης ἀνῄρηται χοῖρος. Ἀλλ' οὐδὲ τῆς
2.14.6
προσευχῆς τὸ πέρας δεξαμένης, εὐθὺς συνεπέρανε τὴν εὐχήν, ἀλλὰ τὴν αἴτησιν εἰς
2.14.7
ὑμνῳδίαν μετέβαλεν, εὐχαρι στήριον ἀναπέμπων ὕμνον τῷ σωτῆρι τῶν οἰκείων καὶ
2.14.8
τῶν ἀλλοτρίων ἀνεξικάκῳ τε καὶ δυνατῷ πολεμίῳ· ἐμακρο θύμησε γὰρ ἐπὶ πλεῖστον τῷ
2.14.9
δυσσεβεῖ· ἐπειδὴ δὲ ἡ μακροθυμία εἰς μείζονα λύτταν ἐπαιδοτρίβησε τὸν ἀλάστορα, εἰς
2.14.10
καιρὸν τὴν τιμωρίαν ἐπήγαγεν. Πεπληρωκὼς δὲ τὴν προσευχὴν καὶ πρὸς τοὺς οἰκείους
2.14.11
ἐπιστραφεὶς δῆλος ἦν εὔθυμον τὴν διάνοιαν ἔχων. Θυμηδίᾳ γὰρ γεγανωμένον ἐδείκνυ
2.14.12
τὸ πρόσωπον. Θαυμασάντων δὲ τῶν συνόντων τὸ καινὸν τοῦ θεάματος– σκυθρωπὸς γὰρ
2.14.13
ἀεὶ φαινόμενος, τηνικαῦτα μειδιῶν ἑωρᾶτο– καὶ τὴν αἰτίαν πυνθανομένων·" Τῆς
2.14.14
εὐφροσύνης, ἔφη, ὦ ἄνδρες, καὶ θυμηδίας ὁ παρὼν καιρός· πέπαυται γὰρ ὁ ἀσεβής, κατὰ
2.14.15
τὴν Ἡσαΐου φωνήν, καὶ ἔδωκε δίκας τῶν τολμημάτων ἀξίας, καί, κατὰ τοῦ πεποιηκότος
2.14.16
καὶ σεσωκότος τυραννήσας θεοῦ, ὑπὸ δεξιᾶς ὑπηκόου δέδεκται τὴν δικαίαν σφαγήν. Διὰ
2.14.17
τοῦτο γάννυμαι, τὰς ὑπ' ἐκείνου πολεμηθείσας ἐκκλησίας γαυριώσας θεώμενος καὶ
2.14.18
βλέπων τὸν ἀλιτήριον ὑπὸ τῶν ὑπ' αὐτοῦ τιμωμένων δαιμόνων οὐδεμιᾶς ἐπικουρίας
2.14.19
τετυχηκότα". Ἐπὶ μὲν οὖν τῆς τοῦ δυσσεβοῦς τούτου σφαγῆς, τοιαύτης ἀπέλαυσε τῆς
2.14.20
προγνώσεως .
2.15.1
Ἐπειδὴ δὲ καὶ Οὐάλης, ὁ μετ' ἐκεῖνον τῆς ῥωμαϊκῆς ἡγεμονίας τὰς ἡνίας
2.15.2
δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος τὴν ἀλήθειαν, τῆς Ἀρείου πλάνης
2.15.3
τὴν ἀπάτην ἐδέξατο, τηνικαῦτα μείζων ἡ ζάλη κατὰ τῆς ἐκκλησίας ἠγείρετο, τῶν μὲν
2.15.4
κυβερνητῶν πανταχόθεν ἐλαυνομένων, καταποντιστῶν δέ τινων καὶ πολεμίων
2.15.5
ἀντεισαγομένων. Καὶ ἵνα μὴ πᾶσαν ἐκείνην ἐπὶ τοῦ παρόντος διηγῶμαι τὴν τραγῳδίαν,
2.15.6
τἄλλα νῦν καταλείψω, ἑνὸς δὲ μόνου μνησθή σομαι ὃ τὴν ἐπανθοῦσαν τῷδε τῷ
2.15.7
Πρεσβύτῃ τοῦ θείου πνεύματος χάριν ἐναργῶς ἐπιδείξει. Ἐξελήλατο μὲν ἀπὸ τῆς
2.15.8
Ἀντιοχέων ὁ μέγας Μελέτιος, ὁ ταύτην ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ποιμαίνειν πεπιστευ
2.15.9
μένος· ἐξελήλαντο δὲ τῶν θείων νεῶν οἱ εἰς τὸν ἱερὸν κλῆρον τελοῦντες ἅπαντες σὺν
2.15.10
τῷ ὁμογνώμονι λαῷ, οἱ τὴν μίαν τῆς τριάδος θείαν οὐσίαν πρεσβεύοντες. Καὶ νῦν μὲν
2.15.11
τὴν ὑπώρειαν καταλαμβάνοντες, ἐκεῖ τὰς ἱερὰς ἐποίουντο συνόδους· νῦν δὲ τοῦ
2.15.12
ποταμοῦ τὴν ὄχθην εὐκτήριον ἐποιοῦντο χωρίον· ἄλλοτε δὲ τὸ πολεμικὸν γυμνάσιον,
2.15.13
τὸ πρὸ τῆς βορείου διακείμενον πύλης. Οὐ γὰρ εἴων οἱ πολεμοῦντες ἐφ' ἑνὸς ἱδρῦσθαι
2.15.14
χωρίου τοὺς εὐσεβεῖς.
2.16.1
Ἐθρύλησαν δὲ τοῦ ψεύδους οἱ τρόφιμοι καὶ φήμην ἐν ἐκείνῃ τῇ πόλει
2.16.2
κατέσπειραν ὡς τοῦ μεγάλου Ἰουλιανοῦ, τοῦδε τοῦ Πρεσβύτου φημί, τῶν ὑπ' αὐτῶν
2.16.3
θρησκευομένων δογμάτων τὴν κοινωνίαν ἀσπαζομένου. Τοῦτο μάλιστα ἠνία τοὺς
2.16.4
εὐσεβεῖς, μὴ τοὺς εὐηθεστέρους καὶ ἁπλοϊκωτέρους φενακίσασα ἡ φήμη τοῖς τῶν
2.16.5
αἱρετικῶν περιβάλοι δικτύοις. Ἀλλ' οἱ θεσπέσιοι καὶ μακάριοι ἄνδρες, Φλαβιανὸς καὶ
2.16.6
Διόδωρος, ἱερουργίας ἠξιωμένοι καὶ τοῦ εὐσεβοῦς λαοῦ προστατεύοντες, καὶ Ἀφραάτης,
2.16.7
οὗ τὸν βίον αὐτὸν καθ' ἑαυ τὸν ὑμῖν, σὺν θεῷ φάναι, προσθήσω, τὸν μέγαν ἐκεῖνον
2.16.8
Ἀκάκιον πείθουσιν, οὗ ἤδη τὴν μνήμην ἐποιησάμεθα, λαβεῖν μὲν τῆς ὁδοῦ κοινωνὸν
2.16.9
τὸν ἑαυτοῦ μὲν διδάσκαλον, τοῦδε δὲ τοῦ ἁγίου γέροντος φοιτητήν, Ἀστέριον ἐκεῖνον
2.16.10
τὸν πάνυ, δραμεῖν δὲ πρὸς τὸ κοινὸν τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς εὐαγγελικῆς
2.16.11
διδασκαλίας τὸ ἔρεισμα, καὶ πεῖσαι κατα λιπεῖν μὲν τὴν ἐν ἐρήμῳ διατριβήν, ἀφικέσθαι
2.16.12
δὲ εἰς ἐπικουρίαν μυριάδων τοσούτων ὑπ' ἐξαπάτης ἀπολλυμένων καὶ τὴν Ἀρείου
2.16.13
κατασβέσαι φλόγα τῇ τῆς ἀφίξεως δρόσῳ. Ἔδραμεν ὁ θεῖος Ἀκάκιος, καὶ τὸν μέγαν
2.16.14
Ἀστέριον ὡς προσετάχθη λαβὼν ἀφίκετο πρὸς τὸν μέγιστον τῆς ἐκκλησίας φωστῆρα,
2.16.15
καὶ ἀσπασάμενος·" Εἰπέ μοι, ἔφη, ὦ πάτερ, τίνος ἕνεκα τοῦτον ἅπαντα τὸν πόνον μεθ'
2.16.16
ἡδονῆς ὑπομένεις;" Τοῦ δὲ ἀποκριναμένου ὡς·" Καὶ σώματος καὶ ψυχῆς καὶ ζωῆς καὶ
2.16.17
τοῦ βίου παντὸς ἡ τοῦ θεοῦ μοι θεραπεία τιμιωτέρα, καὶ πειρῶμαι ὡς ἂν δύνωμαι
2.16.18
καθαρὰν αὐτῷ ῥύπου τὴν λειτουργίαν προσφέρειν, καὶ διὰ πάντων ἀρέσκειν."–
2.16.19
" Ὑποδείκνυμί σοι, ἔφη ὁ Ἀκάκιος, τρόπον δι' οὗ πλέον ἢ νῦν αὐτὸν θεραπεύσεις, καὶ
2.16.20
τοῦτο ἐρῶ, οὐ λογισμῷ μόνῳ χρώμενος, ἀλλὰ παρὰ τῆς αὐτοῦ διδασκαλίας μεμαθηκώς.
2.16.21
Ἐρόμενος γάρ ποτε τὸν Πέτρον εἰ πλεῖον αὐτὸν τῶν ἄλλων φιλεῖ, καὶ μαθὼν ὅπερ
2.16.22
ἠπίστατο καὶ πρὸ τῆς Πέτρου φωνῆς·" 3Σὺ γὰρ οἶδας, κύριε, ὅτι φιλῶ σε" 3, ὑπέδειξεν
2.16.23
αὐτῷ τί δράσας πλέον αὐτὸν θεραπεύσειε·" 3Εἰ γὰρ φιλεῖς μέ, φησι, ποίμαινέ μου τὰ
2.16.24
πρόβατα καὶ βόσκε μου τὰ ἀρνία" 3. Τοῦτο καί σοι, ὦ πάτερ, ποιητέον ἐστί. Κινδυνεύει
2.16.25
γὰρ ὑπὸ λύκων διαφθαρῆναι τὰ ποίμνια, φιλεῖ δὲ αὐτὰ λίαν ὁ ὑπὸ σοῦ φιλούμενος·
2.16.26
ἴδιον δὲ τῶν ἐρώντων ἐκεῖνα ποιεῖν ἃ τοὺς ἐρωμένους ἐπιτέρπει γινόμενα. Ἄλλως τε δὲ
2.16.27
καὶ κίνδυνος οὐ σμικρὸς καὶ τῶν πολλῶν καὶ μεγάλων ἐκείνων ἱδρώτων ζημία, εἰ
2.16.28
ἀνάσχοιο σιγῇ προέσθαι τὴν μὲν ἀλήθειαν χαλεπῶς πολεμουμένην, τοὺς δὲ ταύτῃ προσ
2.16.29
κειμένους ἀγρευομένους, δέλεαρ δὲ τῶν θηρευομένων τὴν σὴν γινομένην προσηγορίαν·
2.16.30
κοινωνὸν γὰρ ἔχειν σε τῆς σφετέρας δυσσεβείας οἱ τῆς Ἀρείου βδελυρίας προστάται
2.16.31
νεανιεύονται . "
2.17.1
Εὐθὺς ἀκούσας ὁ Πρεσβύτης, τῇ μὲν ἡσυχίᾳ χαίρειν εἰπὼν εἰς καιρόν, τῶν δὲ
2.17.2
πολιτικῶν θορύβων οὐκ ἀγωνιάσας τὸ ἄηθες, ἐπὶ τὴν Ἀντιόχειαν ἔτρεχεν. Δύο δὲ καὶ
2.17.3
τρεῖς ἐξανύσας διὰ τῆς ἐρήμου σταθμοὺς εἴς τι χωρίον, ἑσπέρας καταλαβούσης, ἀφίκετο.
2.17.4
Γύναιον δέ τι τῶν εὐπόρων τὸν ἱερὸν ἐκεῖνον ἥκειν πυθομένη χορὸν ἔδραμε αὐτῶν
2.17.5
τρυγῆσαι τὴν εὐλογίαν· καὶ πρὸ τῶν ποδῶν καλινδουμένη τὴν οἰκίαν αὐτῆς γενέσθαι
2.17.6
καταγώγιον ἠντιβόλει. Εἶξεν ὁ Πρεσβύτης, καὶ ταῦτα πλείονα ἢ τεσσαράκοντα ἔτη τῆς
2.17.7
τοιαύτης θέας κεχωρισμένος. Τῆς δὲ θαυμασίας ἐκείνης γυναικὸς περὶ τὴν τῶν ἱερῶν
2.17.8
ἐκείνων ἀνδρῶν θεραπείαν διατριβούσης, ἑπτάετες παιδίον, οὗ μόνου μήτηρ οὖσα
2.17.9
ἐτύγχανεν ἡ τῆς Σάρρας τὴν φιλοξενίαν ζηλώσασα, ἑσπέρας οὔσης καὶ σκότους, εἰς τὸ
2.17.10
φρέαρ κατέπεσεν. Θορύβου δὲ περὶ τούτου, ὡς εἰκός, γενομένου, αἰσθομένη ἡ μήτηρ,
2.17.11
ἡσυχίαν μὲν ἅπασιν ἄγειν παρακελεύεται, κάλυμμα δέ τι τῷ φρέατι ἐπιθεῖσα, τῆς
2.17.12
διακονίας εἴχετο. Τῆς δὲ τραπέζης τοῖς θείοις ἀνδράσι παρατεθείσης, ὁ θεῖος Πρεσβύτης
2.17.13
ἐκέλευσε τὸ τῆς γυναικὸς εἰσκληθῆναι παιδίον καὶ τῆς εὐλογίας μεταλαχεῖν. Τῆς δὲ
2.17.14
θαυμασίας γυναικὸς ἀρρωστίᾳ κατέ χεσθαι λεγούσης, ἐπέμενεν ἀχθῆναι τοῦτο
2.17.15
παρεγγυῶν. Ὡς δὲ τὸ πάθος ἡ μήτηρ ἐγνώρισε, καταλείπει μὲν τὴν τράπεζαν ὁ
2.17.16
Πρεσβύτης, παρὰ δὲ τὸ φρέαρ δραμὼν καὶ τὸ μὲν κάλυμμα περιαιρεθῆναι, φῶτα δὲ
2.17.17
κομισθῆναι κελεύσας, ὁρᾷ τὸ παιδίον τῇ ἐπιφανείᾳ τῶν ὑδάτων ἐπικαθήμενον καὶ τῇ
2.17.18
χειρὶ παιδικῶς τὰ ὕδατα παίοντα καὶ τὸν νομισθέντα ὄλεθρον παιδιάν τινα καὶ
2.17.19
ἀθύρματα ἡγούμενον. Καὶ σχοίνοις τινὰ προσδήσαντες καὶ χαλάσαντες ἀνιμήσαντο τὸ
2.17.20
παιδίον, ὃ καὶ παραυτίκα προσέδραμε τοῖς τοῦ Πρεσβύτου ποσίν, αὐτὸν τεθεᾶσθαι λέγον
2.17.21
ἐν τοῖς ὕδασι φέροντα καὶ ὑποβρύχιον γενέσθαι κωλύοντα. Τοιοῦτον παρὰ τοῦ
2.17.22
μακαρίου Πρεσβύτου τῆς φιλοξενίας ἡ θαυμασία γυνὴ τὸν μισθὸν ἐκομίσατο.
2.18.1
Καὶ ἵνα τὰ ἄλλα τὰ κατὰ τὴν ὁδὸν γεγενημένα καταλίπω, ἧκον μὲν εἰς τὴν
2.18.2
Ἀντιόχειαν· πάντες δὲ παν ταχόθεν συνέθεον, ἰδεῖν τε ποθοῦντες τὸν τοῦ θεοῦ
2.18.3
ἄνθρωπον καὶ ἰατρείαν τινὰ τοῦ πάθους λαβεῖν ἕκαστος ἐφιέμενοι. Κατήχθη δὲ ἐν τοῖς
2.18.4
ἐν τῇ ὑπωρείᾳ σπηλαίοις· ἔνθα καὶ τὸν θεῖον ἀπόστολον, τὸν μακάριον Παῦλον,
2.18.5
καταχθῆναί τε καὶ κρυφθῆναί φασιν. Ἀλλ' εὐθύς, ἵνα μάθωσιν ἅπαντες ὡς ἄνθρωπος
2.18.6
εἴη, καταβολή τις αὐτῷ πυρετοῦ γίνεται σφοδροτάτη. Ἀκακίου δὲ τοῦ μεγάλου τὸ μὲν
2.18.7
πλῆθος τῶν συνειλεγμένων ὁρῶντος καὶ τὴν συμβᾶσαν δυσχεραίνοντος ἀρρωστίαν–
2.18.8
πληγήσεσθαι γὰρ τοὺς συνεληλυθότας ἐνόμισεν, εἰ τὸ νόσημα μάθοιεν ἄνδρες διὰ τῆς
2.18.9
ἐκείνου χειρὸς θεραπείαν εὑρέσθαι προσδοκῶντες·" Μὴ ἀθύμει, ἔλεγεν ὁ Πρεσβύτης· εἰ
2.18.10
γὰρ ἀναγκαῖον τῆς ὑγιείας τὸ χρῆμα, παραυτίκα καὶ τοῦτο δώσει θεός". Εὐθὺς τοίνυν
2.18.11
μετὰ τούσδε τοὺς λόγους εἰς ἱκετείαν τραπόμενος καὶ συνήθως τὰ γόνατα καὶ τὸ
2.18.12
μέτωπον τῷ ἐδάφει πελάσας, ἠντιβόλει τῆς ὑγιείας τυχεῖν, εἴπερ τις ὄνησις ἐντεῦθεν
2.18.13
τοῖς συνεληλυθόσι γενήσεται. Οὔπω τὴν προσευχὴν συνεπέρανε, καὶ πολὺς ἱδρὼς ἐξαπι
2.18.14
ναίως γενόμενος τοῦ πυρετοῦ τὴν φλόγα κατέσβεσεν.
2.19.1
Ἐκεῖθεν πολλοὺς παντοδαπῶν νοσημάτων ἐλευθερώ σας ἐπὶ τὸν σύλλογον
2.19.2
ᾔει τῶν εὐσεβῶν. Διϊόντος δὲ αὐτοῦ τῶν βασιλείων τὰς θύρας, προσαίτης τις ἀντὶ τῶν
2.19.3
ποδῶν τοῖς γλουτοῖς κεχρημένος, καὶ ἐπὶ τοῦ ἐδάφους συρόμενος, ἐκτείνας τὴν χεῖρα,
2.19.4
καὶ τῇ σισύρᾳ τοῦ Πρεσβύτου πελάσας, ἐξήλασε μὲν τῇ πίστει τὸ πάθος, ἀναπηδήσας δὲ
2.19.5
τὸν πρὸ τῆς ἀρρωστίας ἐπεδείκνυτο δρόμον, τὰ αὐτὰ ποιῶν τῷ χωλῷ ὃν Πέτρος καὶ
2.19.6
Ἰωάννης ἀνέστησαν. Τούτου γενο μένου, συρρεῖ ἅπαν τὸ τοῦ ἄστεως πλῆθος, καὶ τὸ
2.19.7
πολεμικὸν γυμνάσιον πλῆρες τῶν συνθεόντων ἐγένετο. Ἐν αἰσχύνῃ δὲ ἦσαν οἱ
2.19.8
συκοφάνται καὶ τοῦ ψεύδους τεχνῖται, ἐν εὐθυμίᾳ δὲ πάσῃ καὶ εὐφροσύνῃ τῆς εὐσεβείας
2.19.9
οἱ τρόφιμοι.
2.20.1
Ἐκεῖθεν εἰς τὰς οἰκίας εἷλκον τὸν τῆς εὐσεβείας φωστῆρα οἱ θεραπείας
2.20.2
δεόμενοι. Καί τις, ἀνὴρ μεγίστην ἀρχὴν ἐγκεχειρισμένος καὶ τῆς ἕω τὰ πηδάλια
2.20.3
κατέχειν πεπιστευμένος, πέμψας ἱκέτευσεν αὐτὸν ἀφικέσθαι, καὶ τῆς ἐπικειμένης
2.20.4
ἀρρωστίας ἐλευθερῶσαι. Ὁ δὲ οὐδὲν μελλήσας παρεγένετο καί, τὸν κοινὸν ἱκετεύσας
2.20.5
δεσπότην, ἔλυσε λόγῳ τὸ πάθος, καὶ χάριν ὁμολογεῖν τῷ θεῷ παρηγγύα.
2.21.1
Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν ἀσκη τικὴν λοιπὸν ἐδοκίμασε
2.21.2
καλύβην ἐπανελθεῖν. Διὰ δὲ τῆς Κύρρου τὴν πορείαν ποιούμενος– πόλις δὲ αὕτη δύο
2.21.3
σταθμοὺς Ἀντιοχείας ἀπέχουσα–, κατήχθη μὲν εἰς τὸν τοῦ νικηφόρου μάρτυρος
2.21.4
Διονυσίου σηκόν. Οἱ δὲ τῆς εὐσεβείας ἐκεῖ προστατεύοντες συνελθόντες ἱκέτευον ἐπα
2.21.5
μῦναι σφίσι προὖπτον ὄλεθρον προσδοκῶσιν. Ἀστέριον γὰρ ἔφασκον ἐν σοφιστικῇ
2.21.6
ψευδολογίᾳ τραφέντα, εἶτα ἑαυτὸν εἰς τὴν τῶν αἱρετικῶν ἐκκλησίαν εἰσφρήσαντα καὶ
2.21.7
ἐπισκοπικῆς λειτουργίας ἀξιωθέντα, δεινῶς τῷ ψεύδει συνηγορεῖν καὶ κακοτεχνίᾳ κατὰ
2.21.8
τῆς ἀληθείας κεχρῆσθαι·" Καὶ δεδοίκαμεν, ἔλεγον, μὴ οἷόν τινι δελεάσματι τῇ
2.21.9
εὐγλωττίᾳ τὸ ψεῦδος συγκαλύψας, καὶ τὰς τῶν συλλογισμῶν πλοκὰς οἷόν τινα δίκτυα
2.21.10
πετάσας, πολλοὺς τῶν ἁπλότητι συνεζηκότων ἀγρεύσῃ. Τούτου γὰρ χάριν μετάπεμπτος
2.21.11
ὑπὸ τῶν ἐναντίων γεγένηται". Ὁ δὲ Πρεσβύτης·" Θαρσεῖτε, ἔφη, καὶ μεθ' ἡμῶν τὸν θεὸν
2.21.12
ἱκετεύετε, νηστείαν καὶ κακου χίαν τῇ προσευχῇ προστιθέντες." Οὕτω τούτων τὸν θεὸν
2.21.13
ἀντιβολούντων, πρὸ μιᾶς τῆς πανηγύρεως ἡμέρας καθ' ἣν ἔμελλε τοὺς λόγους
2.21.14
ποιήσεσθαι ὁ τοῦ ψεύδους συνήγορος καὶ τῆς ἀληθείας πολέμιος, θεήλατον ἐδέξατο τὴν
2.21.15
πληγὴν καί, μίαν μόνην ἀρρωστήσας ἡμέραν, ἔξω τοῦ καταλόγου τῶν ζώντων ἐγένετο,
2.21.16
ἐκείνης ἀκούων, ὡς εἰκός, τῆς φωνῆς·" Ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν
2.21.17
σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας κακὰ δικτυά τε καὶ πάναγρα σοι ἔσται καὶ οὐχ ἑτέρῳ".
2.22.1
Ταὐτὰ δὲ πέπονθε καὶ τῷ Βαλαὰμ ὃς μετεπέμφθη μὲν καὶ αὐτὸς κατὰ τοῦ
2.22.2
θείου λαοῦ. Ἀνόσια δὲ κατ' αὐτοῦ τῷ Βαλὰκ συμβουλεύσας, αὐτοῦ δέδωκε δίκην ὑπὸ
2.22.3
δεξιᾶς Ἰσραηλιτικῆς δεξάμενος τὴν σφαγήν. Καὶ οὗτος τοίνυν, ἐπειδὴ ἐπὶ τὸν λαὸν τοῦ
2.22.4
θεοῦ κατεπανουργεύσατο γνώμην, διὰ τοῦ λαοῦ τοῦ θεοῦ τὴν ζωὴν ἀφῃρέθη. Ταύτης δὲ
2.22.5
τῆς σωτηρίας διὰ τῆς τούτου προσευχῆς ἡ Κύρρος ἀπέλαυσεν. Ἐμοὶ δὲ τάδε τὰ
2.22.6
διηγήματα ἡ θεία κεφαλὴ ὁ μέγας Ἀκάκιος παραδέδωκεν, ἀκριβῶς ἅπαντα τὰ κατ'
2.22.7
αὐτὸν ἐπιστάμενος. Ἐνθένδε τοίνυν ἀποδημήσας καὶ τοὺς θιασώτας κατα λαβὼν καὶ
2.22.8
χρόνον αὐτοῖς οὐκ ὀλίγον συνδιατρίψας, εἰς τὸν ἀγήρω καὶ ἄλυπον βίον προθύμως λίαν
2.22.9
μετέστη, μελετήσας μὲν ἐν θνητῇ φύσει τὴν ἀπάθειαν, τὴν δὲ τοῦ σώματος ἀθανασίαν
2.22.10
προσμένων. Ἐγὼ δὲ ἐνταῦθα τὸν περὶ τοῦδε τοῦ διηγήματος στήσας λόγον, ἐφ' ἕτερον
2.22.11
βαδιοῦμαι, τοὺς ἐμφερομένους τῷ διηγήματι ἁγίους ἀντιβολῶν προξενῆσαί μοι τὴν
2.22.12
ἄνωθεν διὰ πρεσβείας εὐμένειαν.
2.22.13
3. t ΜΑΡΚΙΑΝΟΣ