Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1.1
Τοῦ θεσπεσίου Μάρωνος, οὗ καὶ πρώην ἐμνήσθημεν, ἡ θαυμασία Δομνίνα
30.1.2
τὸν βίον ζηλώσασα ἐν τῷ κήπῳ τῆς μητρῴας οἰκίας σμικράν τινα καλύβην ἐπήξατο·
30.1.3
ποιεῖ δὲ αὐτῇ τὴν καλύβην τῶν μελίνων ἡ καλάμη· καὶ ἐν ἐκείνῃ διημερεύουσα δάκρυσι
30.1.4
διηνεκέσιν οὐ μόνας καταβρέχει τὰς παρειάς, ἀλλὰ καὶ τὰ ἐκ τριχῶν περιβόλαια·
30.1.5
τοιοῖσδε γὰρ ἐσθήμασι συγκαλύπτει τὸ σῶμα. Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς εἰς τὸν θεῖον
30.1.6
νεὼν οὐ πόρρω ὄντα ἰοῦσα, μετὰ τῶν ἄλλων καὶ γυναικῶν καὶ ἀνδρῶν τῷ δεσπότῃ τῶν
30.1.7
ὅλων προσφέρει τὴν ὑμνῳδίαν. Τοῦτο δὲ οὐκ ἀρχομένης μόνον ἡμέρας, ἀλλὰ καὶ
30.1.8
τελευτώσης ποιεῖ, παντὸς ἑτέρου χωρίου τὸν ἀφιερωμένον τῷ θεῷ χῶρον
30.1.9
σεβασμιώτερον εἶναι καὶ ὑπολαμβάνουσα καὶ τοὺς ἄλλους διδάσκουσα. Τούτου εἵνεκα
30.1.10
καὶ πολλῆς αὐτὸν ἐπιμελείας ἠξίωσε, τὴν μητέρα πείσασα καὶ τοὺς ἀδελφοὺς εἰς τοῦτον
30.1.11
δαπανῆσαι τὰ ὄντα.
30.2.1
Τροφὴν δὲ ἔχει τὸν φακὸν ἀποβεβρεγμένον ὕδατι. Καὶ τοῦτον ἅπαντα
30.2.2
ὑπομένει τὸν πόνον σώματι κατε σκελετευμένῳ καὶ ἡμιθνῆτι χρωμένη. Λεπτότατον γὰρ
30.2.3
τὸ δέρμα καὶ ὑμενῶδες λεπτοῖς τοῖς ὀστέοις περίκειται καὶ πιμελῆς καὶ σαρκῶν ὑπὸ τῶν
30.2.4
πόνων δαπανηθεισῶν. Πρόκειται δὲ πᾶσι τοῖς ὁρᾶν αὐτὴν βουλομένοις, καὶ ἀνδράσι καὶ
30.2.5
γυναιξίν, οὔτε ὁρῶσα πρόσωπον οὔτε ἑτέρῳ προτιθεῖσα τὸ πρόσωπον, ἀλλ' ἀκριβῶς μὲν
30.2.6
τῷ περιβολαίῳ κατακαλυ πτομένη, μέχρι δὲ τῶν γονάτων κατακαμπτομένη, λεπτὰ δὲ
30.2.7
λίαν καὶ ἄσημα φθεγγομένη, μετὰ δακρύων δὲ ἀεὶ καὶ ταῦτα προφέρουσα. Πολλάκις γάρ
30.2.8
μου λαβοῦσα τὴν δεξιὰν καὶ τοῖς ὀφθαλμοῖς ἐπιθεῖσα οὕτω διάβροχον γενομένην
30.2.9
ἀφῆκεν ὡς αὐτὴν ἀποστάξαι τὴν χεῖρα τὸ δάκρυον. Τὴν οὖν ἐν τοσούτῳ πλούτῳ
30.2.10
φιλοσοφίας τοῖς ἐν ἐσχάτῃ ζῶσι πενίᾳ παραπλησίως δακρύουσαν καὶ ὀλοφυρομένην καὶ
30.2.11
στενάζουσαν, ποῖος ἂν ἀξίως ἐπαινέσειε λόγος; Ὁ γὰρ θερμὸς περὶ τὸν θεὸν ἔρως ἐκεῖνο
30.2.12
τίκτει τὸ δάκρυον, εἰς τὴν θείαν θεωρίαν πυρσεύων τὸν νοῦν καὶ ταῖς ἀκίσι νύττων καὶ
30.2.13
εἰς τὴν ἐντεῦθεν κατεπείγων μετάβασιν.
30.3.1
Καὶ ἐν τούτοις δὲ διημερεύουσά τε καὶ διανυκτερεύουσα, οὐδὲ τῶν ἄλλων
30.3.2
τῆς ἀρετῆς εἰδῶν ἀμελεῖ, ἀλλὰ θεραπεύει μὲν εἰς δύναμιν τοὺς ἀρίστους ἀγωνιστὰς ὧν
30.3.3
ἐμνήσθημεν καὶ οὓς παρελίπομεν. Θεραπεύει δὲ καὶ τοὺς πρὸς αὐτὴν ἀφικνουμένους,
30.3.4
κατάγεσθαι μὲν παρὰ τῷ τῆς κώμης ποιμένι κελεύουσα, αὐτὴ δὲ τὰς χρείας ἁπάσας
30.3.5
ἐκπέμπουσα. Πρόκειται γὰρ αὐτῇ τὰ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν εἰς δαπάνην, τὴν δι'
30.3.6
αὐτῆς εὐλογίαν καρπούμενα. Κἀμοὶ δὲ εἰς ἐκεῖνο τὸ μέρος ἀφικνουμένῳ– τὸ νότιον δὲ
30.3.7
τῆς ἡμετέρας χώρας ἐστί– καὶ ἄρτους καὶ ὀπώρας καὶ τὸν διάβροχον πέμπει φακόν.
30.4.1
Ἀλλὰ μέχρι πότε μηκύνω καὶ ταύτης τὴν ἀρετὴν ἅπασαν διηγεῖσθαι
30.4.2
φιλονεικῶν, δέον καὶ τῶν ἄλλων εἰς μέσον προτιθέναι τὸν βίον αἳ καὶ ταύτην κἀκείνας,
30.4.3
ὧν πρόσθεν ἐμνήσθημεν, ἐμιμήσαντο; Πολλαὶ γὰρ καὶ ἄλλαι, αἳ μὲν τὸν μοναδικὸν
30.4.4
ἠσπάσαντο βίον, αἳ δὲ τὴν μετὰ πλειόνων ἠγάπησαν πολιτείαν ὡς καὶ πεντήκοντα καὶ
30.4.5
διακοσίας καὶ πλείους καὶ ἐλάττους κατὰ ταὐτὸν βιοτεύειν, μιᾶς ἀνεχομένας τροφῆς,
30.4.6
ἐπὶ ψιάθων μόνον καθεύδειν αἱρουμένας καὶ τὰς μὲν χεῖρας ἀπονεμούσας ἐρίῳ, ὕμνοις
30.4.7
δὲ τὴν γλῶτταν ἀφιερούσας.
30.5.1
Μυρία δὲ τοιαῦτα καὶ ἀριθμὸν νικῶντα φιλοσοφίας ἐστὶ φροντιστήρια οὐκ
30.5.2
ἐν τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ κατὰ πᾶσαν τὴν ἕω. Πλήρης δὲ τούτων καὶ Παλαιστίνη
30.5.3
καὶ Αἴγυπτος καὶ Ἀσία καὶ Πόντος καὶ Εὐρώπη πᾶσα. Ἐξ οὗ γὰρ ὁ δεσπότης Χριστὸς τὴν
30.5.4
παρθενίαν ἐτίμησεν ὑπὸ παρθένου τεχθείς, τοὺς τῆς παρθενίας λειμῶνας ἡ φύσις
30.5.5
ἐβλάστησε καὶ τὰ εὐώδη ταῦτα καὶ ἀμάραντα ἄνθη προσφέρει τῷ ποιητῇ, οὐκ εἰς ἄρρεν
30.5.6
καὶ θῆλυ τὴν ἀρετὴν διακρίνουσα, οὐδὲ εἰς δύο διαφορὰς τὴν φιλοσοφίαν μερί ζουσα·
30.5.7
σωμάτων γάρ, ἀλλ' οὐ ψυχῶν τὸ διάφορον." Ἐν γὰρ Χριστῷ Ἰησοῦ, κατὰ τὸν θεῖον
30.5.8
ἀπόστολον, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ"· μία δὲ καὶ ἀνδράσι καὶ γυναιξὶ κεχο ρήγηται
30.5.9
πίστις·" Εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ
30.5.10
πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν". Μίαν δὲ καὶ βασιλείαν οὐρανῶν ὁ
30.5.11
ἀγωνοθέτης τοῖς νικηφόροις προτέθηκεν, ἆθλον τοῦτο κοινὸν τοῖς ἀγῶσιν ὁρίσας.
30.6.1
Πολλαὶ τοίνυν, ὡς ἔφην, καὶ ἀνδρῶν εἰσι καὶ γυναικῶν εὐσεβείας
30.6.2
παλαίστραι οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ ἐν Συρίᾳ πάσῃ καὶ Παλαιστίνῃ καὶ Κιλικίᾳ καὶ
30.6.3
ἐν τῇ μέσῃ τῶν ποταμῶν. Ἐν Αἰγύπτῳ δέ φασι καὶ ἀνὰ πέντε χιλιάδας ἀνδρῶν ἔχειν
30.6.4
ἔνια φροντιστήρια ἐργαζομένων καὶ μεταξὺ τὸν δεσπότην ἀνυμνούντων, καὶ οὐ μόνον
30.6.5
τὴν ἀναγκαίαν ἐκ τῶν ἔργων ποριζομένων τροφήν, ἀλλὰ καὶ ξένοις ἀφικνου μένοις καὶ
30.6.6
πενομένοις ἐπικουρούντων.
30.7.1
Ἀλλὰ πάντα διηγεῖσθαι οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ πᾶσι συγγραφεῦσιν
30.7.2
ἀδύνατον. Εἰ δὲ καὶ δυνατὸν ἦν, παρέλκον εἶναι νομίζω καὶ φιλοτιμίαν οὐδὲν ἔχουσαν
30.7.3
κέρδος. Τοῖς γὰρ ὄνησίν τινα δρέπεσθαι βουλομένοις ἀπόχρη καὶ τὰ εἰρημένα παρασχεῖν
30.7.4
τὸ ποθούμενον. Τούτου γὰρ εἵνεκα καὶ διαφόρων ἐμνημονεύσαμεν βίων καὶ γυναικῶν
30.7.5
διηγήματα τοῖς τῶν ἀνδρῶν προστεθήκαμεν ἵν' ἔχωσι καὶ πρεσβύται καὶ νέοι καὶ
30.7.6
γυναῖκες φιλοσοφίας ἀρχέτυπα, καὶ τὸν καταθύμιον ἕκαστος ἐκματτόμενος βίον ἔχῃ
30.7.7
κανόνα τινὰ καὶ γνώμονα τοῦ οἰκείου τὸν ἐν τῷ διηγήματι κείμενον. Καὶ καθάπερ οἱ
30.7.8
ζωγράφοι εἰς τὸ ἀρχέτυπον ἀφορῶντες καὶ ὀφθαλμοὺς ἀπομιμοῦνται καὶ ῥῖνα καὶ
30.7.9
στόμα καὶ παρειὰς καὶ ὦτα καὶ μέτωπα καὶ αὐτὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου τὰς
30.7.10
τρίχας καὶ πρὸς τούτοις καὶ καθέδραν καὶ στάσιν καὶ αὐτὰ μέντοι τῶν ὀφθαλμῶν τὰ
30.7.11
ἤθη, εἴτε χαροποιὰ εἴτε βλοσυρὰ εἴη, οὕτω προσήκει καὶ τῶν ἐντυγχανόντων ἕκαστον
30.7.12
τῇδε τῇ συγγραφῇ βίον τινὰ μιμεῖσθαι προαιρού μενον πρὸς ἐκεῖνον ὃν προαιρεῖται τὸν
30.7.13
οἰκεῖον ῥυθμίζειν. Καὶ ὥσπερ οἱ τέκτονες τῇ σπάρτῃ τὰς σανίδας ἀπευθύνοντες, μέχρι
30.7.14
τοσούτου τὸ περιττὸν ἀφαιροῦσιν, ἕως ἂν τὸν κανόνα παραθέντες ἴσην γενομένην τὴν
30.7.15
σανίδα θεάσωνται, οὕτω δεῖ τὸν ζηλοῦν τινα βίον βουλόμενον ἑαυτῷ τοῦτον ἀντὶ
30.7.16
κανόνος παρατιθέναι καὶ τῆς τε κακίας ἀποκόπτειν τὰ περιττὰ καὶ τῆς ἀρετῆς
30.7.17
ἀναπληροῦν τὰ ἐλλείποντα. Τούτου γὰρ εἵνεκα καὶ τὸν τῆς συγγραφῆς ἀναδεξάμεθα
30.7.18
πόνον, ὠφελείας ἀφορμὴν προτιθέντες τοῖς βουλομένοις. Ἀξιῶ δὲ τοὺς ἐντευξομένους
30.7.19
τοῖς ἑτέρων πόνοις ἀπόνως ἐντρυ φῶντας προσευχῇ τοὺς πόνους ἀμείψασθαι.
30.8.1
Ἱκετεύω δὲ καὶ τούτους ὧν τὸν βίον συνέγραψα μὴ περιϊδεῖν με πόρρω τῆς
30.8.2
πνευματικῆς αὐτῶν χορείας διάγοντα, ἀλλ' ἀνελκῦσαι κάτω κείμενον καὶ πρὸς τὸ ὕψος
30.8.3
τῆς ἀρετῆς ἀναγαγεῖν καὶ τῷ ἰδίῳ χορῷ συνάψαι ὡς ἂν μὴ μόνον εὐφημοίην τὸν
30.8.4
ἀλλότριον πλοῦτον, ἀλλὰ καὶ αὐτὸς σχοίην τινὰς ἀφορμὰς εὐφημίας, ἔργῳ καὶ λόγῳ
30.8.5
καὶ διανοίᾳ δοξάζων τὸν σωτῆρα τῶν ὅλων, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ
30.8.6
πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
30.8.7
31. t ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΑΓΑΠΗΣ

Intertext edge

Open linked passage

Note