Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1.1
Ἡλίκοι μὲν οἱ τῆς ἀρετῆς ἀθληταί, καὶ ὅσοι καὶ οἵοις στεφάνοις
31.1.2
λαμπρύνονται, σαφῶς διδάσκει τὰ περὶ αὐτῶν συγγραφέντα ἡμῖν διηγήματα. Εἰ γὰρ καὶ
31.1.3
μὴ πάντας αὐτῶν περιέχει τοὺς ἄθλους, ἀλλ' ἀπόχρη καὶ τὰ ὀλίγα παντὸς τοῦ βίου
31.1.4
δεῖξαι τὸν χαρακτῆρα. Καὶ γὰρ τὸν χρυσὸν οὐχ ἅπαντα τὸν προσφερόμενον δαπανῶσα ἡ
31.1.5
λίθος, ἀλλ' ὀλίγῳ τινὶ προστριβομένη δόκιμον ἢ ἀδόκιμον δείκνυσι· καὶ τὸν τοξότην δὲ
31.1.6
ὡσαύτως ἐξ ὀλίγων ἀφιεμένων βελῶν καταμάθοι ἄν τις ἀκριβῶς εἴτε ἄριστα τοξεύοι
31.1.7
κατὰ σκοπὸν βάλλων, εἴτε ἔξω φέροιτο, τὴν τέχνην οὐκ ἠσκήμενος. Οὕτω καὶ τοὺς
31.1.8
ἄλλους τεχνίτας, ἵνα μὴ καθ' ἕκαστον λέγω, δυνατὸν διαγνῶναι, καὶ ἀθλητὰς καὶ
31.1.9
δρομέας καὶ τραγῳδίας ὑποκριτὰς καὶ κυβερνήτας καὶ ναυπηγοὺς καὶ ἰατροὺς καὶ
31.1.10
γηπόνους καὶ τοὺς ἄλλους ἁπαξαπλῶς, ὅσοι τινὰ μεταχειρίζουσι τέχνην· ἱκανὴ γὰρ
31.1.11
ὀλίγη πεῖρα καὶ τῶν ἐπιστημόνων ἐπιδεῖξαι τὴν τέχνην, καὶ τῶν ὀνόματι μόνῳ
31.1.12
χρωμένων ἐλέγξαι τὴν ἀμαθίαν. Ἀπόχρη τοίνυν, ὡς ἔφην, καὶ τὰ ὀλίγα συγγραφέντα
31.1.13
τῶν ἑκάστῳ κατωρ θωμένων, πᾶσαν διδάξαι τὴν τοῦ βίου προαίρεσιν. Προσήκει δὲ ἡμᾶς
31.1.14
ἐπὶ τοῦ παρόντος ἐρευνῆσαι, καὶ ζητῆσαι, καὶ καταμαθεῖν ἀκριβῶς πόθεν ὁρμώμενοι
31.1.15
τήνδε τὴν πολιτείαν ἠσπάσαντο, καὶ ποίοις χρώμενοι λογισμοῖς αὐτὴν κατέλαβον τῆς
31.1.16
φιλοσοφίας τὴν κορυφήν· ὅτι γὰρ οὐ τῇ ῥώμῃ θαρροῦντες τοῦ σώματος, τῶν ὑπὲρ τὴν
31.1.17
φύσιν τὴν ἀνθρωπείαν ἠράσθησαν, καὶ τοὺς ταύτῃ κειμένους ὑπερέβησαν ὅρους, καὶ τὰ
31.1.18
παγέντα τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς ὑπερεπήδησαν σκάμματα, σαφὴς ἡ πεῖρα
31.1.19
διδάσκαλος .
31.2.1
Οὐδεὶς γὰρ τῶν τῆς φιλοσοφίας ταύτης ἀμοίρων τὴν τούτων καρτερίαν
31.2.2
ἐπεδείξατο πώποτε. Εἰ γὰρ καὶ νίφονται ποιμένες, ἀλλ' οὐκ ἀεί· καὶ ἄντροις γὰρ
31.2.3
χρῶνται, καὶ εἰς τὰς οἰκίας ἐπανίασι, καὶ ὑποδήμασι δὲ τοὺς πόδας καλύ πτουσι, καὶ
31.2.4
ἐσθήμασι θερμοτέροις τὰ ἄλλα μέρη τοῦ σώματος περιβάλλουσι· καὶ δίς, καὶ τρὶς τῆς
31.2.5
ἡμέρας, τάχα δὲ καὶ τετράκις τροφῆς ἀπολαύουσι. Καὶ κρεοφαγία δὲ καὶ οἰνοπο σία
31.2.6
πάσης ἐσχάρας ἄμεινον διαθερμαίνει τὰ σώματα· ὅταν γὰρ ἡ τοιαύτη τροφὴ τὴν
31.2.7
ἀλλοίωσιν δέξηται, καὶ οἷον ἠθμῷ τινι διακριθεῖσα, καὶ τὸ ἧπαρ καταλαβοῦσα, τὴν εἰς
31.2.8
αἷμα μεταβολὴν ὑπομείνῃ, χωρεῖ μὲν εἰς τὴν καρδίαν διὰ τῆς κοίλης φλεβός·
31.2.9
ἐκθερμανθεῖσα δέ, ἐκεῖθεν, οἷον διά τινων ὀχετῶν τῶν διεσπαρμένων φλεβῶν, εἰς
31.2.10
ἅπαντα διατρέχει τὰ τοῦ σώματος μόρια· οὗ δ' ἂν ἀφίκηται, οὐκ ἄρδει μόνον, ἀλλὰ καὶ
31.2.11
πυρὸς δίκην ἐκθερμαίνει, καὶ τῶν μαλακῶν ἱματίων ἄμεινον περιθάλπει τὸ σῶμα. Οὐ
31.2.12
γάρ, ὥς τινες ὑπολαμβάνουσι, χιτῶνες καὶ ἀμπεχόναι καὶ ἐφεστρίδες τῷ σώματι τὸ
31.2.13
θάλπος παρέχουσιν· ἢ γὰρ ἂν καὶ ξύλα καὶ λίθους ἐθέρμαναν, οἷς ἂν ἐπέλασαν· ἀλλ'
31.2.14
οὐδεὶς ἐθεάσατο πώποτε ξύλον ἢ λίθον θερμότερον ὑπὸ ἱματίων γεγενημένον. Οὐκοῦν
31.2.15
οὐδὲ τῷ σώματι ταῦτα παρέχει τὴν θέρμην· ἀλλὰ τοῦ σώματος ταῦτα φυλάττει τὴν
31.2.16
θέρμην· καὶ ἀπείργει μὲν τοῦ ψυχροῦ ἀέρος τὴν προσβολήν· ὑποδε χόμενα δὲ τοὺς ἐκ
31.2.17
τοῦ σώματος ἐξιόντας ἀτμούς, καὶ θερμαίνεται τούτοις, καὶ θερμότερα προσβάλλει τῷ
31.2.18
σώματι. Καὶ μάρτυς ἡ πεῖρα· ψυχρᾷ γὰρ πολλάκις τῇ κλίνῃ προσ βαλόντες, τῇ τοῦ
31.2.19
σώματος ὁμιλίᾳ θερμὴν τὴν πρὸ βραχέος ψυχρὰν ἀποτελοῦμεν στρωμνήν. Οὐκοῦν ἡ
31.2.20
τροφὴ παντὸς ἱματίου πλέον διαθερμαίνει τὸ σῶμα· οἱ δὲ ταύτης εἰς κόρον
31.2.21
μεταλαμβάνοντες, ἔρυμα ἔχουσιν ἀρκοῦν πρὸς τὴν τοῦ κρυμοῦ προσβολήν.
31.2.22
Καθοπλίζουσι γὰρ ταύτῃ τὸ σῶμα, καὶ ἀντέχειν πρὸς τὴν τοιαύτην τοῦ ἔτους
31.2.23
παρασκευάζουσιν ὥραν. Οἱ δὲ μήτε σιτίων, μήτε ποτῶν καθ' ἑκάστην ἀπο λαύοντες
31.2.24
ἡμέραν, καὶ ἡνίκα δ' ἂν ἀπολαύσωσιν, οὐ τὸν κόρον ἀναμένοντες, ἀλλὰ τὴν ὄρεξιν
31.2.25
ἀκμάζουσαν χαλι νοῦντες, καὶ μεταλαμβάνοντες οὐ τῶν θερμᾶναι δυναμένων τὸ σῶμα,
31.2.26
ἀλλ' ἢ ποηφαγοῦντες τοῖς ἀλόγοις παραπλησίως, ἢ διαβρόχοις ὀσπρίοις χρώμενοι
31.2.27
μόνοις, ποῖον ἂν ἐκ τῆς τοιαύτης τροφῆς ἀρύσαιντο θάλπος; πόση δ' ἂν ἐντεῦθεν, ἢ ποία
31.2.28
λιβὰς αἵματος γένοιτο;
31.3.1
Κατ' οὐδὲν τοίνυν ἔοικε τὰ τῶν ἄλλων τοῖς τούτων ἐπιτηδεύμασιν. Οὔτε
31.3.2
γὰρ ἐσθὴς ἡ αὐτὴ τούτων κἀκείνων· τραχυτάτη γὰρ αὕτη, καὶ ἥκιστα θερμᾶναι
31.3.3
δυναμένη· οὔτε τροφὴ ὁμοία, ἀλλ' ἐναντία ἐκ διαμέτρου. Ποιμέσι μὲν γὰρ καὶ τοῖς
31.3.4
ἄλλοις τοῖς τοιούτοις, τροφῆς καιρὸς ἅπας καιρός· τῇ ὀρέξει γὰρ ὁρίζονται τὸν καιρόν,
31.3.5
κἂν ἕωθεν ἡ πείνη προσβάλῃ, παραυτίκα προσφέρουσι τὴν τροφήν· καὶ προσφέρουσιν
31.3.6
ὅτι ἂν τύχῃ· οὐ γὰρ ὥρισται τοῦτο μὲν ἐσθίειν, ἐκεῖνο δὲ ἥκιστα, ἀλλὰ πάντων ὧν ἂν
31.3.7
ἐθέλωσιν, ἀδεῶς ἀπολαύουσιν. Ἐνταῦθα δὲ καὶ ἡμέραι καὶ καιροὶ καὶ εἴδη τροφῆς καὶ
31.3.8
μέτρα, καὶ κόρος ταύτης κεχω ρισμένος. Μηδεὶς τοίνυν ἡμῖν τῶν μεμψιμοίρων,
31.3.9
γηπόνους καὶ ποιμένας καὶ ναύτας προφέρων εἰς μέσον, σμικρύνειν ἐπιχειρείτω τῶν
31.3.10
μεγίστων τούτων ἀθλητῶν τοὺς ἀγῶνας. Ὅ τε γὰρ γηπόνος, μεθ' ἡμέραν κάμνων, οἴκοι
31.3.11
θεραπεύεται νύκτωρ, πᾶσαν αὐτῷ θεραπείαν τῆς ὁμοζύγου ποριζούσης. Καὶ ὁ ποιμὴν δὲ
31.3.12
ὡσαύτως μεταλαγχάνει πάντων ἐκείνων, ὧν προειρήκαμεν· ὁ δὲ ναύτης δέχεται μὲν
31.3.13
τὴν ἀκτῖνα κατὰ τοῦ σώματος, ἀλλὰ τὴν ἀπὸ τῶν ὑδάτων θεραπείαν προσφέρει τῷ
31.3.14
σώματι· ἐπινήχεται γὰρ ὅσον βούλεται, καὶ τῇ φλογὶ τῆς ἀκτῖνος ἀλεξιφάρμακον
31.3.15
προσφέρει τὴν τῶν ὑδάτων ψυχρότητα. Οὗτοι δὲ θεραπείας μὲν οὐδεμιᾶς παρ' οὐδενὸς
31.3.16
ἀπολαύουσιν. Οὐ γὰρ συνοικοῦσι γυναῖκες, αἳ τοῖς ἀνδράσι παντοδαπὴν μηχανῶνται
31.3.17
παραψυχήν. Οὔτε δὲ τῆς ἀκτῖνος θερμότερον προσβαλλούσης, τὴν ἀπὸ τῶν ὑδάτων
31.3.18
ψυχαγωγίαν προσφέρονται· οὔτε χειμῶνος ὥρᾳ τὴν τροφὴν ἀντιτάττουσι τῷ κρυμῷ,
31.3.19
οὔτε τῆς νυκτὸς τὴν ἀνάπαυλαν, οἷόν τι φάρμακον, τοῖς μεθημερινοῖς προσφέ ρουσι
31.3.20
πόνοις· καὶ μείζους γὰρ καὶ πλείους οἱ ταύτης τῶν ἐν ἡμέρᾳ γιγνομένων ἱδρώτων. Ἐν
31.3.21
ταύτῃ γάρ, καὶ τὴν πρὸς τὸν ὕπνον ἀναδέχονται πάλην, καὶ τῆς γλυκείας ἐκείνης οὐκ
31.3.22
ἀνέχονται ἥττης· ἀλλὰ τῆς ἡδίστης περιγί νονται τυραννίδος, καὶ παννύχιοι διατελοῦσι
31.3.23
τὸν δεσπότην ὑμνοῦντες. Οὐδεὶς τοίνυν τῶν ἔξω τῆς τούτων φιλοσοφίας, τὴν τούτων
31.3.24
ἐπιδέδεικται καρτερίαν.
31.4.1
Εἰ δὲ μηδεὶς τῶν ἄλλων ἀνθρώπων ἀντισχεῖν πρὸς τοὺς τοιούτους πόνους
31.4.2
δεδύνηται, δῆλον ὡς ὁ περὶ τὸν θεὸν ἔρως ὑπερβῆναι τοὺς τῆς φύσεως παρεσκεύασεν
31.4.3
ὅρους· καὶ τῷ ἄνωθεν πυρσῷ πυρπολούμενοι, φέρουσιν ἀσπασίως τὴν τοῦ κρυμοῦ
31.4.4
προσβολήν, καὶ τῇ ἐντεῦθεν δρόσῳ, τὴν τῆς ἀκτῖνος καταπραΰνουσι φλόγα. Οὗτος
31.4.5
αὐτοὺς καὶ τρέφει, καὶ ἄρδει, καὶ περιβάλλει, καὶ πτερὰ δίδωσι, καὶ πέτεσθαι διδάσκει,
31.4.6
καὶ τὸν οὐρανὸν ὑπερβαίνειν παρα σκευάζει, καὶ τὸν ἐρώμενον ὡς δυνατὸν ἐπιδείκνυσι,
31.4.7
καὶ τῇ φαντασίᾳ τῆς θεωρίας πυρσεύει τὸν πόθον, καὶ διεγείρει τὸ φίλτρον, καὶ
31.4.8
σφοδροτέραν ἐξάπτει τὴν φλόγα. Καθάπερ γὰρ οἱ τῶν σωμάτων ἐρῶντες ὕλην ἀπὸ τῆς
31.4.9
θέας τῶν ἐρωμένων τῷ φίλτρῳ πορίζουσι καὶ τὸν οἶστρον ἐκεῖνον χαλεπώτερον
31.4.10
ἀπεργάζονται, οὕτως οἱ τῆς θείας ἀγάπης τὰ κέντρα δεχόμενοι, τὸ θεῖον ἐκεῖνο καὶ
31.4.11
ἀκήρατον φαντα ζόμενοι κάλλος, ὀξυτέρας τῆς ἀγάπης τὰς ἀκίδας ἐργάζονται καὶ ὅσῳ
31.4.12
πλέον ἀπολαῦσαι ποθοῦσι, τοσούτῳ μᾶλλον τὸν κόρον ἐλαύνουσι. Τῇ μὲν γὰρ ἡδονῇ
31.4.13
τῶν σωμάτων ἀκο λουθεῖ πλησμονή, ὁ δὲ θεῖος ἔρως τοῦ κόρου τοὺς νόμους οὐ δέχεται.
31.5.1
Τοιοῦτος ἦν Μωϋσῆς ὁ μέγας νομοθέτης· ὃς πολλάκις, ὡς ἐφικτὸν
31.5.2
ἀνθρώπῳ, τῆς θείας θεωρίας ἀξιωθείς, καὶ πολλάκις τῆς μακαρίας ἀπολαύσας φωνῆς,
31.5.3
καὶ τεσσαράκοντα κατὰ ταὐτὸν ἡμέρας εἴσω τοῦ γνόφου γενόμενος, καὶ τὴν θείαν
31.5.4
νομοθεσίαν δεξάμενος, οὐ μόνον κόρον οὐκ ἔλαβεν, ἀλλὰ καὶ σφοδροτέραν καὶ
31.5.5
θερμοτέραν τὴν ἐπιθυμίαν ἐκτή σατο. Καθάπερ γάρ τινα κάρον ὑπὸ τῆς τοῦ ἔρωτος
31.5.6
ἐκείνου δεξάμενος μέθης, καὶ τῷ φίλτρῳ λίαν ἐκβακχευθείς, τὴν μὲν οἰκείαν ἠγνόησε
31.5.7
φύσιν, ἐπεθύμησε δὲ ἰδεῖν ἃ μὴ θέμις ἰδεῖν· ὥσπερ γὰρ ἐπιλαθόμενος τῆς δεσποτείας καὶ
31.5.8
τὸ φίλτρον λογιζόμενος μόνον, ἔφη πρὸς τὸν τῶν ὅλων θεόν·" Ἰδού, σὺ λέγεις μοι·
31.5.9
" 3Εὗρες χάριν παρ' ἐμοί, καὶ οἶδά σε παρὰ πάντας." 3Εἰ τοίνυν εὗρον χάριν ἐναντίον
31.5.10
σου, ἐμφά νισόν μοι σαυτόν· γνωστῶς ἴδω σε." Τοσαύτην ἀπὸ τῆς θείας ἀγάπης ἐδέξατο
31.5.11
μέθην, καὶ ἡ μέθη τὸ δίψος οὐκ ἔσβεσεν, ἀλλὰ σφοδρότερον ἀπειργάσατο. Καὶ ἡ
31.5.12
προσθήκη τῆς πόσεως ἐπίτασις ἐγένετο τῆς ἐφέσεως, καὶ τὴν ὄρεξιν ηὔξησεν ἡ
31.5.13
ἀπόλαυσις. Καὶ καθάπερ τὸ πῦρ, ὅσῳ πλείονα τροφὴν ὑποδέχεται, τοσούτῳ μείζονα τὴν
31.5.14
ἐνέργειαν δείκ νυσιν– αὔξεται γὰρ αὕτη τῇ προσθήκῃ τῆς ὕλης, ἀλλ' οὐκ ἀμβλύνεται–,
31.5.15
οὕτως ἡ περὶ τὸν θεὸν ἀγάπη τῇ θεωρίᾳ τῶν θείων πυρσεύεται, καὶ σφοδροτέραν
31.5.16
ἐκεῖθεν καὶ θερμο τέραν τὴν ἐνέργειαν ὑποδέχεται. Καὶ ὅσῳ ἄν τις πλέον τοῖς θείοις
31.5.17
ἐνδιατρίψῃ, τοσούτῳ μᾶλλον ἐξάπτει τῆς ἀγάπης τὴν φλόγα. Καὶ τοῦτο ἡμᾶς οὐ μόνον
31.5.18
ὁ μέγας ἐδίδαξε Μωϋσῆς, ἀλλὰ καὶ ἡ ἁγία νύμφη, περὶ ἧς ὁ θεσπέσιος λέγει Παῦλος·
31.5.19
" Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ θεῷ." Αὕτη γὰρ ἐν τῷ
31.5.20
Ἄσματι τῶν ᾀσμάτων πρὸς τὸν νυμφίον βοᾷ·" Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν
31.5.21
με τῆς φωνῆς σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραῖα." Ἐκ γὰρ τῶν περὶ αὐτοῦ
31.5.22
λόγων δεξαμένη τὸν ἔρωτα, οὐκ ἀρκεῖται τοῖς λόγοις, ἀλλὰ καὶ αὐτῆς ἐπακοῦσαι ποθεῖ
31.5.23
τῆς φωνῆς. Καὶ πτερωθεῖσα τοῖς περὶ τῆς ὥρας αὐτοῦ διηγήμασι, καὶ αὐτῆς ἐφίεται τῆς
31.5.24
θεωρίας, ταῖς εἰρημέναις εὐφημίαις τὸ φίλτρον σημαίνουσα·" Δεῖξόν μοι, φησί, τὴν ὄψιν
31.5.25
σου, καὶ ἀκούτισόν με τῆς φωνῆς σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραῖα."
31.6.1
Τούτου τοῦ κάλλους καὶ ὁ ταύτης προμνήστωρ καὶ νυμφοστόλος ἐρασθείς, ὁ
31.6.2
θεσπέσιος φημὶ Παῦλος, τὴν ἐρωτικὴν ἐκείνην ἀφῆκε φωνήν·" Τίς ἡμᾶς χωρίσει ἀπὸ
31.6.3
τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος,
31.6.4
ἢ μάχαιρα; καθὼς γέγραπται ὅτι Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν,
31.6.5
ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς." Εἶτα καὶ τῆς καρτερίας ὑποδείκνυσι τὴν αἰτίαν·" Ἐν
31.6.6
τούτοις γάρ, φησί, πᾶσι ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς θεοῦ." Σκοπού μενοι
31.6.7
γὰρ τίνες ὄντες τίνων ἀπηλαύσαμεν ἀγαθῶν, καὶ ὡς οὐχ ἡμεῖς ἠγαπήσαμεν πρότεροι,
31.6.8
ἀλλ' ἀγαπηθέντες ἀντηγα πήσαμεν· καὶ μισοῦντες ἠγαπήθημεν, καὶ" ἐχθροὶ ὄντες
31.6.9
κατηλλάγημεν"· οὐκ αὐτοὶ τυχεῖν τῶν διαλλαγῶν ἱκετεύ σαντες, ἀλλὰ τὸν μονογενῆ
31.6.10
δεξάμενοι πρεσβευτήν· καὶ οἱ ἠδικηκότες ὑπὸ τοῦ ἠδικημένου παρακληθέντες· καὶ πρὸς
31.6.11
τούτοις λογιζόμενοι τὸν ὑπὲρ ἡμῶν σταυρώμενον, τὰ σωτήρια πάθη, τοῦ θανάτου τὴν
31.6.12
παῦλαν, τὴν δοθεῖσαν ἡμῖν τῆς ἀναστάσεως ἐλπίδα.
31.7.1
Ταῦτα καὶ τὰ τοιαῦτα σκοπούμενοι τῶν προσπιπτόντων ἡμῖν περιγινόμεθα
31.7.2
σκυθρωπῶν, καὶ τῶν εὐεργεσιῶν τὴν μνήμην παρατιθέντες τῇ προσκαίρῳ κακοπαθείᾳ
31.7.3
τοῦ σώμα τος, φέρομεν ἀσπασίως τὴν τῶν ἀνιαρῶν προσβολήν. Ἀντιταλαντεύοντες γὰρ
31.7.4
τῷ περὶ τὸν δεσπότην φίλτρῳ πάντα τοῦ βίου τὰ λυπηρά, κοῦφα λίαν εὑρίσκομεν. Κἂν
31.7.5
τὰ τερπνὰ δὲ ἅπαντα καὶ θυμήρη δοκοῦντα κατὰ ταὐτὸν συναγάγωμεν,
31.7.6
ἀντισταθμώμενος ὁ θεῖος πόθος σκιᾶς ἀδρα νέστερα καὶ εἰαρινῶν ἀνθέων
31.7.7
εὐφθαρτότερα δείκνυσι. Ταῦτα καὶ διὰ τῶν εἰρημένων, καὶ διὰ τῶν λεχθησομένων
31.7.8
σημαίνει σαφῶς·" Πέπεισμαι γάρ, φησίν, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε
31.7.9
ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις
31.7.10
κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ
31.7.11
κυρίῳ ἡμῶν." Ἐπειδὴ γὰρ ἄνω τὰ σκυθρωπὰ μόνα τεθεικώς, παρεξήτασε θλῖψιν, καὶ
31.7.12
στενοχωρίαν, καὶ διωγμόν, καὶ λιμόν, καὶ γυμνότητα, καὶ κίνδυνον, καὶ μάχαιραν,
31.7.13
τουτέστι τὴν βιαίαν σφαγήν, εἰκότως ἐνταῦθα καὶ τὰ θυμήρη προστίθησι τοῖς ἀλγεινοῖς,
31.7.14
τῷ θανάτῳ τὴν ζωήν, τὰ νοητὰ τοῖς αἰσθητοῖς, τοῖς ὁρω μένοις τὰς ἀοράτους δυνάμεις,
31.7.15
τοῖς παροῦσι καὶ παριοῦσι τὰ μέλλοντά τε καὶ τὰ μένοντα, καὶ πρὸς τούτοις, τῆς γεέννης
31.7.16
τὸ βάθος, καὶ τῆς βασιλείας τὸ ὕψος. Ταῦτα δὲ πάντα παρεξετάσας, καὶ εὑρὼν ἅπαντα
31.7.17
τῷ φίλτρῳ παραχω ροῦντα, καὶ τὰ λυπηρὰ καὶ τὰ θυμήρη, καὶ τῆς ἀγάπης τὴν στέρησιν
31.7.18
τῆς ἐν γεέννῃ κολάσεως πικροτέραν, καὶ δείξας ὡς, εἴπερ οἷόν τε ἦν, εἵλετο ἂν μετὰ τῆς
31.7.19
θείας ἀγάπης τὴν ἠπειλημένην κόλασιν, ἢ δίχα ταύτης τὴν ἐπηγγελμένην τῶν οὐρανῶν
31.7.20
βασιλείαν, μεθύων τῷ πόθῳ τὰ μὴ ὑφεστῶτα ζητεῖ, καὶ ταῦτα συγκρῖναι τῷ θείῳ
31.7.21
φίλτρῳ φιλονεικεῖ." Οὔτε ὕψωμα γάρ, φησίν, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα
31.7.22
δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ
31.7.23
ἡμῶν . "
31.8.1
Οὐ γὰρ μόνον, φησί, πάντων ὁμοῦ τῶν ὁρωμένων καὶ ἀοράτων τὸ περὶ τὸν
31.8.2
σωτῆρα καὶ ποιητὴν προτίθημι φίλτρον, ἀλλὰ καὶ εἴ τις ἑτέρα κτίσις ταύτης καὶ μείζων
31.8.3
καὶ καλλίων ἀναφανείη, οὐ πείσει με τὴν ἀγάπην ἀλλάξα σθαι· ἀλλὰ κἂν τὰ θυμήρη τις
31.8.4
παράσχῃ δίχα ταύτης, οὐ δέξομαι· κἂν ἐπαγάγῃ διὰ ταύτην τὰ σκυθρωπά, ἐπέρα στά μοι
31.8.5
φανεῖται, καὶ λίαν ἐράσμια· καὶ ὁ διὰ ταύτην λιμὸς πάσης μοι τρυφῆς θυμηρέστερος, καὶ
31.8.6
εἰρήνης ἡδίων ὁ διωγμός, καὶ ἡ γυμνότης ἁλουργίδος καὶ χρυσοπάστων ἱματίων
31.8.7
χαριεστέρα, καὶ ὁ κίνδυνος πάσης ἀδείας γλυκύ τερος, καὶ ἡ βιαία σφαγὴ πάσης
31.8.8
αἱρετωτέρα ζωῆς. Ἡ γὰρ αἰτία τῶν παθῶν, ψυχαγωγία μοι γίνεται. Διὰ γὰρ τὸν ἐραστὴν
31.8.9
ὁμοῦ καὶ ἐρώμενον δέχομαι τὰς τούτων νιφάδας." Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν δι' ἡμᾶς
31.8.10
ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ", ὃς πλούσιος ὢν δι'
31.8.11
ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Καί·" Ἐξηγόρασεν ἡμᾶς
31.8.12
ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα." Καί·" Ἐτα πείνωσεν ἑαυτόν,
31.8.13
ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." Καί·" Ἔτι ἁμαρτωλῶν ἡμῶν
31.8.14
ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν." Ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος, οὐκ ἂν
31.8.15
δεξαίμην τῶν οὐρανῶν τὴν βασιλείαν, δίχα τῆς περὶ τούτων ἀγάπης· οὐκ ἂν φύγοιμι
31.8.16
τὴν ἐν γεέννῃ τιμωρίαν, εἴπερ εἰκὸς ἦν τὸν ταύτην ἔχοντα κόλασιν ὑπομένειν. Τοῦτο
31.8.17
καὶ ἀλλαχοῦ διδάσκει σαφῶς·" Ἡ γὰρ ἀγάπη τοῦ θεοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο
31.8.18
ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν
31.8.19
ἀποθανόντι καὶ ἀναστάντι." Οἱ τοίνυν μὴ ἑαυτοῖς ζῶντες, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθα
31.8.20
νόντι καὶ ἀναστάντι, πάντα ὑπὲρ αὐτοῦ καὶ δρᾶσαι καὶ παθεῖν ἀσμένως ἀνέχονται.
31.9.1
Καὶ τὰ τῇ φύσει δὲ μέγαλα καὶ χαλεπὰ παθήματα, τῷ φίλτρῳ συγκρίνων,
31.9.2
μικρὰ λέγει καὶ εὔφορα." Τὸ γὰρ παραυτίκα, φησίν, ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ'
31.9.3
ὑπερ βολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν." Εἶτα καὶ πῶς δεῖ
31.9.4
συγκρίνειν διδάσκει·" Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ
31.9.5
γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια." Προσήκει γάρ, φησί,
31.9.6
παρατιθέναι τοῖς μὲν παροῦσι τὰ μέλλοντα, τοῖς δὲ προσκαίροις τὰ αἰώνια, τῇ δὲ θλίψει
31.9.7
τὴν δόξαν· ἡ μὲν γὰρ ἔχει τὸ παραυτίκα, ἡ δὲ τὸ αἰώνιον· τούτου χάριν αὕτη μὲν κούφη
31.9.8
καὶ εὔφορος, ἐκείνη δὲ πολυ τελής τε καὶ βαρύτιμος. Ταύτῃ τοι καὶ τὸ καθ' ὑπερβολὴν
31.9.9
ἀμφοτέροις προστέθεικε, καὶ τῷ ἐλαφρῷ τῆς θλίψεως, καὶ τῷ βάρει τῆς δόξης. Καὶ
31.9.10
ταῦτα γάρ, φησίν, ὑπερβαλ λόντως καὶ σμικρά, καὶ κοῦφα, καὶ πρόσκαιρα· κἀκεῖνα
31.9.11
ὡσαύτως μεθ' ὑπερβολῆς ἔνδοξα, καὶ πολυτελῆ, καὶ βαρύ τιμα, καὶ αἰώνια. Καὶ ἑτέρωθι
31.9.12
ὁμοίως βοᾷ·" Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν
31.9.13
ἀκαταστασίαις ὑπὲρ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι."
31.10.1
Τούτῳ καὶ ὁ μέγας Πέτρος τετρωμένος τῷ πόθῳ, οὐδὲ προμαθὼν τὴν
31.10.2
ἐσομένην ἄρνησιν λαθεῖν κατεδέξατο· ἀλλ' ἄμεινον ὑπέλαβεν ἑπόμενος ἀρνηθῆναι, ἢ
31.10.3
φεύγων ὁμολογῆσαι. Ὅτι γὰρ ἔρωτος ἦν καὶ οὐ θρασύτητος ἡ ἀκολούθησις ἔκγονος, τὰ
31.10.4
πράγματα μαρτυρεῖ. Οὐδὲ γὰρ μετὰ τὴν ἄρνησιν καταλιπεῖν ἠνέσχετο τὸν διδάσκαλον·
31.10.5
ἀλλ' ἔκλαυσε μὲν πικρῶς, ὡς ἡ ἱστορία διδάσκει, καὶ τὴν ἧτταν καὶ ἀσθενείαν
31.10.6
ἀπωδύρατο· προσήδρευσε δὲ τοῖς τοῦ φίλτρου δεσμοῖς κατεχόμενος. Καὶ μέντοι καὶ τὰ
31.10.7
τῆς ἀναστάσεως δεξάμενος εὐαγγέλια, πρῶτος τὸν τάφον κατέ λαβε· καὶ ἐν τῇ Γαλιλαίᾳ
31.10.8
δὲ πάλιν ἁλιεύων, εἶτα μαθὼν αὐτὸν εἶναι τὸν κύριον τὸν ἐπὶ τῆς ἠϊόνος ἑστῶτα καὶ
31.10.9
προσδιαλεγόμενον, οὐκ ἠνέσχετο μὲν τοῦ πορθμίου σχολαιό τερον διατέμνοντος τῆς
31.10.10
θαλάττης τὰ νῶτα· ἐπόθησε δὲ ὑπόπτερος γενόμενος διὰ τοῦ ἀέρος ὅτι τάχιστα
31.10.11
καταλαβεῖν τὴν ἀκτήν. Ἐπειδὴ δὲ πτερῶν ἡ φύσις ἐστέρητο, χρῆται μὲν ἀντὶ τοῦ ἀέρος
31.10.12
τοῖς ὕδασιν, ἀντὶ δὲ πτερῶν ταῖς χερσίν. Διανηχόμενος δὲ καταλαμβάνει τὸν
31.10.13
ἀγαπώμενον, καὶ ἆθλον λαμβάνει τοῦ δρόμου, τὴν τῶν ἄλλων προτίμησιν· ἐπειδὴ γὰρ
31.10.14
καθίσαι προσέταξε, καὶ τὰ εὑρεθέντα σιτία διένειμε, τῆς πρὸς αὐτὸν εὐθὺς ἤρξατο
31.10.15
διαλέξεως, ἐρόμενος μὲν δῆθεν, καὶ πυθόμενος πόσον ἔχοι τὸ φίλτρον, ἀποκαλύπτων δὲ
31.10.16
τοῖς ἄλλοις τοῦ μεγάλου Πέτρου τὸν ἔρωτα·" Σίμων γὰρ Πέτρε, ἔφη, φιλεῖς με πλέον
31.10.17
τούτων;" Ὁ δὲ αὐτὸν εἰς μαρτυρίαν ἐκάλεσε τοῦ φίλτρου·" Κύριε, γάρ, εἶπε, σὺ οἶδας ὅτι
31.10.18
φιλῶ σε"· ἐμβατεύεις γὰρ εἰς τὰς τῶν ἀνθρώπων ψυχάς, καὶ σαφῶς ἐπίστασαι τὰ τῆς
31.10.19
διανοίας κινήματα, καὶ οὐ λανθάνει σε τῶν ἀνθρωπίνων οὐδέν." Γινώσκεις γὰρ πάντα,
31.10.20
τὰ ἔσχατα, καὶ τὰ ἀρχαῖα." Τούτοις ὁ δεσπότης ἐπήγαγε·" Ποίμαινέ μου τὰ πρό βατα."
31.10.21
Ἐγὼ μὲν γάρ, φησίν, ἀνενδεής· εὐεργεσίαν δὲ μεγίστην ἡγοῦμαι τῶν ἐμῶν προβάτων
31.10.22
τὴν ἐπιμέλειαν, καὶ τὴν εἰς ἐκεῖνα κηδεμονίαν εἰς ἐμαυτὸν ἀναδέχομαι. Προσήκει
31.10.23
τοίνυν σε ἧς ἀπολαύεις προμηθείας μεταδιδόναι τοῖς ὁμοδούλοις, καὶ βόσκειν ὡς βόσκῃ,
31.10.24
καὶ ὡς ποιμαίνῃ ποι μαίνειν, καὶ ἣν ὀφείλεις μοι χάριν, δι' ἐκείνων ἐκτιννύειν.
31.11.1
Ταῦτα πάλιν καὶ δὶς ὁ δεσπότης ἤρετο, καὶ δὶς ὁ μέγας ἀπεκρίνατο Πέτρος,
31.11.2
καὶ δὶς τοῦ ποιμένος τὴν χειρο τονίαν ἐδέξατο. Ἐπειδὴ δὲ καὶ τρίτῃ προσηνέχθη πεῦσις,
31.11.3
οὐκ ἔθ' ὁμοίως θαρραλέως καὶ ἀδεῶς ὁ μακάριος ἀποκρίνεται Πέτρος, ἀλλὰ δέους
31.11.4
ἐμπίπλαται, καὶ θόρυβον εἰσδέχεται τῇ ψυχῇ, καὶ ἀγωνιᾷ τῇ ψήφῳ, καὶ δέδοικεν,
31.11.5
ὑφορώμενος μὴ ἑτέραν ἄρνησιν ὁ δεσπότης προθεωρῶν, τῶν τῆς ἀγάπης ῥημάτων
31.11.6
καταγελᾷ· ἀνέδραμε γὰρ ὁ νοῦς εἰς τὰ πρότερα, καὶ ἀνέμνησεν αὐτὸν ὡς καὶ ἤδη
31.11.7
πρότερον πολλάκις μὲν μέχρι θανάτου μὴ καταλιπεῖν ἰσχυρίσατο τὸν διδάσκαλον,
31.11.8
ἤκουσε δὲ ὡς πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσεται. Καὶ εὗρεν οὐ τὴν οἰκείαν
31.11.9
ὑπόσχεσιν περατουμένην, ἀλλὰ τοῦ δεσπότου βεβαιουμένην τὴν πρόρρησιν. Ἡ τούτων
31.11.10
αὐτὸν ἐδεδίττετο μνήμη, καὶ οὐκ εἴα θαρραλέως τὴν ἁρμο δίαν προσφέρειν ἀπόκρισιν.
31.11.11
Ἀλλ' ὀξείας μὲν καὶ πικρὰς ἐδέξατο τὰς ἀκίδας· παρεχώρησε δὲ ὅμως τῷ δεσπότῃ τῆς
31.11.12
γνώσεως, οὐκ ἀντιτείνων, ὡς τὸ πρότερον, οὐδὲ λέγων·" Κἂν δέῃ με σύν σοι ἀποθανεῖν,
31.11.13
οὐ μή σε καταλίπω." Ἀλλὰ τῆς μὲν ἀγάπης αὐτὸν ἔχειν τὸν δεσπότην συνίστορα
31.11.14
φάσκων, τὴν ἀκριβῆ δὲ τῶν ὅλων γνῶσιν παρ' αὐτῷ εἶναι μόνῳ τῷ ποιητῇ τῶν ὅλων
31.11.15
ὁμολογῶν·" Κύριε γάρ, ἔφη, σὺ πάντα οἶδας, σὺ πάντα γινώσκεις, σὺ οἶδας ὅτι φιλῶ σε."
31.11.16
Ὅτι μὲν γὰρ φιλῶ, καὶ οἶδας, καὶ μαρτυρεῖς. Εἰ δὲ καὶ διαμενῶ φιλῶν, σαφέστερον οἶδας
31.11.17
αὐτός. Οὐδὲν γὰρ ἐγὼ περὶ τῶν ἐσομένων ἐρῶ, οὐδὲ ζυγομαχήσω περὶ ὧν οὐκ
31.11.18
ἐπίσταμαι· ἔμαθον τῇ πείρᾳ μὴ ἀντιλέγειν δεσπότῃ. Σὺ τῆς ἀληθείας πηγή, σὺ τῆς
31.11.19
γνώσεως ἄβυσσος, τοῖς σοῖς ὅροις ἐμμένειν δεδίδαγμαι.
31.12.1
Τοῦτο τὸ δέος αὐτοῦ θεασάμενος ὁ δεσπότης, καὶ τὸ φίλτρον δὲ ἀκριβῶς
31.12.2
ἐπιστάμενος, τῇ προαγορεύσει τῆς τελευτῆς λύει τὸν φόβον, καὶ δίδωσι τῇ ἀγάπῃ τὴν
31.12.3
μαρτυ ρίαν, καὶ τοῦ Πέτρου τὴν ὁμολογίαν κυροῖ, καὶ τῷ ἕλκει τῆς ἀρνήσεως προσφέρει
31.12.4
τῆς ὁμολογίας τὸ φάρμακον. Διὰ τοῦτο γὰρ οἶμαι καὶ τριπλῆν ταύτην ἀπῄτησεν· ἵν'
31.12.5
ἰσάριθμα τοῖς ἕλκεσιν ἐπιθῇ τὰ φάρμακα, καὶ γυμνώσῃ τοῖς παροῦσι τῶν μαθητῶν τῆς
31.12.6
ἀγάπης τὴν φλόγα. Ἡ τοίνυν πρόρρησις τῆς τελευτῆς καὶ τὸν Πέτρον ἐψυχαγώγει, καὶ
31.12.7
τοὺς ἄλλους ἐδίδασκεν ὡς οἰκονομίας ἦν, ἀλλ' οὐ γνώμης ἡ ἄρνησις. Καὶ τοῦτο αὐτὸς ὁ
31.12.8
σωτὴρ καὶ κύριος ἡμῶν ᾐνίξατο, πρὸς αὐτὸν εἰρηκώς·" Σίμων, Σίμων, ἐξῃτήσατο ὁ
31.12.9
Σατανᾶς σινιᾶσαι ὑμᾶς ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις
31.12.10
σου· ἀλλὰ καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου." Ὥσπερ γάρ, φησίν,
31.12.11
ἐγὼ σαλευόμενον ὑπερείδω σε, οὕτως ἔρεισμα γενοῦ καὶ σὺ τοῖς δονουμένοις τῶν
31.12.12
ἀδελφῶν σου, καὶ ἧς ἀπολαύεις ἐπικουρίας μετάδος· καὶ μὴ ὠθήσῃς τοὺς
31.12.13
ὀλισθαίνοντας, ἀλλ' ἀνά στησον κινδυνεύοντας. Τούτου γάρ σε χάριν καὶ προσπταῖσαι
31.12.14
συγχωρῶ, καὶ πεσεῖν οὐκ ἐῶ, στάσιν τοῖς σαλευομένοις διὰ σοῦ μηχανώμενος.
31.13.1
Οὕτω τὴν οἰκουμένην σαλευομένην ὁ μέγας οὗτος στῦλος ὑπήρεισε, καὶ
31.13.2
καταπεσεῖν οὐκ εἴασε παντελῶς, ἀλλ' ἀνώρθωσε, καὶ ἑδραίαν ἀπέφηνε, καὶ ποιμᾶναι τὰ
31.13.3
θεῖα πρόβατα κελευσθεὶς καὶ παροινούμενος ὑπὲρ τούτων ἠνείχετο, καὶ αἰκιζόμενος
31.13.4
ἥδετο. Καὶ ἐξιὼν ἐκ τοῦ πονηροῦ συνεδρίου σὺν τῷ ὁμόζυγι ἔχαιρεν," ὅτι κατηξιώθη
31.13.5
ὑπὲρ τοῦ ὀνόματος τοῦ δεσπότου ἀτιμασθῆναι". Καὶ εἰς δεσμω τήρια δὲ βαλλόμενος,
31.13.6
ἐγάνυτο καὶ εὐφραίνετο. Καὶ ἐπειδὴ ὑπὸ Νέρωνος τὴν διὰ σταυροῦ ὑπὲρ τοῦ
31.13.7
σταυρωμένου κατεδικάσθη σφαγήν, παρεκάλει τοὺς δημίους μὴ τῷ δεσπότῃ
31.13.8
παραπλησίως τῷ ἰκρίῳ προσηλωθῆναι, ἀλλ' ἔμπα λιν ἢ ἐκεῖνος ἀνασκολοπισθῆναι,
31.13.9
δείσας, ὡς εἰκός, μὴ ἡ τοῦ πάθους ταὐτότης ἴσον αὐτῷ παρὰ τῶν ἀνοήτων προσε νέγκῃ
31.13.10
τὸ γέρας. Διὰ τοῦτο κάτω προσηλωθῆναι τὰς χεῖρας, καὶ ἄνω τοὺς πόδας ἱκέτευε. Τὸ γὰρ
31.13.11
ἔσχατον αἱρεῖσθαι, οὐκ ἐν τῇ τιμῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ ἀτιμίᾳ μεμάθηκεν. Εἰ δὲ καὶ
31.13.12
δεκάκις καὶ πεντηκοντάκις τοῦτον ὑπομεῖναι τὸν θάνατον οἷόν τε ἦν, ἐδέξατο ἂν μετὰ
31.13.13
πάσης ἡδονῆς, τῷ θείῳ πυρπολούμενος πόθῳ. Τοῦτο δὲ καὶ ὁ θεῖος Παῦλος βοᾷ, νῦν μὲν
31.13.14
λέγων·" Καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ",
31.13.15
νῦν δέ·" Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός."
31.14.1
Οὐκοῦν ὁ τὸν ἔρωτα τὸν θεῖον δεξάμενος πάντων μὲν ὁμοῦ τῶν γηΐνων
31.14.2
καταφρονεῖ, πατεῖ δὲ ἁπάσας τὰς τοῦ σώματος ἡδονάς· ὑπερορᾷ πλούτου καὶ δόξης καὶ
31.14.3
τῆς παρὰ ἀνθρώπων τιμῆς· ἀραχνίων οὐδὲν διαφέρειν ὑπολαμ βάνει τὴν βασιλικὴν
31.14.4
ἁλουργίδα· τοὺς πολυτελεῖς τῶν λίθων ταῖς παρὰ τὰς ὄχθας ἀπεικάζει ψηφίσιν· οὐ
31.14.5
μακαριστὴν ἡγεῖται τὴν ὑγίειαν τοῦ σώματος, οὐδὲ συμφορὰν τὴν νόσον ἀποκαλεῖ, οὐδὲ
31.14.6
δυσπραξίαν τὴν πενίαν προσαγορεύει, οὐδὲ πλούτῳ καὶ τρυφῇ τὴν εὐδαιμονίαν
31.14.7
ὁρίζεται· ἀλλὰ ποταμίοις ῥεύμασι, τὰ παραπεφυτευμένα ταῖς ὄχθαις παραρ ρέουσι
31.14.8
δένδρα, καὶ πρὸς οὐδένα τούτων ἱσταμένοις, ἀεὶ ἐοικέναι τούτων ἕκαστον ἡγοῦνται
31.14.9
καλῶς. Ὁμοίως γὰρ κάλλος καὶ πενία καὶ πλοῦτος, καὶ ὑγίεια καὶ νόσος, τιμή τε καὶ
31.14.10
ἀτιμία, καὶ τἄλλα, ὅσα τῶν ἀνθρώπων παρατρέχει τὴν φύσιν, οὐ παρὰ τοῖς αὐτοῖς ἀεὶ
31.14.11
μένοντα θεωρεῖται, ἀλλὰ τοὺς κεκτημένους ἀμείβοντα, καὶ ἐξ ἄλλων εἰς ἄλλους
31.14.12
διηνεκῶς μεταβαίνοντα. Πολλοὶ μὲν γὰρ ἐξ εὐπορίας μετα πίπτουσιν εἰς πενίαν
31.14.13
ἐσχάτην· πολλοὶ δὲ ἐκ πενήτων εἰς τὸν τῶν πλουσίων κατάλογον ἀναβαίνουσι. Καὶ
31.14.14
νόσος δέ, καὶ ὑγίεια διὰ πάντων, ὡς ἔπος εἰπεῖν, σωμάτων, καὶ πεινώντων καὶ
31.14.15
τρυφώντων, ὁδεύει.
31.15.1
Ἀρετὴ δὲ καὶ φιλοσοφία, μόνιμον ἀγαθόν· νικᾷ γὰρ καὶ λῃστοῦ χεῖρας, καὶ
31.15.2
συκοφάντου γλῶτταν, καὶ πολεμικῶν βελῶν καὶ δορατῶν νιφάδας· οὐ γίνεται πυρετοῦ
31.15.3
παρανάλωμα, οὐδὲ κλύδωνος πάρεργον, οὐδὲ ναυαγίου ζημία. Ταύτης ὁ χρόνος οὐκ
31.15.4
ἀφαιρεῖται τὴν δύναμιν, ἀλλ' αὔξει τὴν δύναμιν. Ὕλη δὲ ταύτης ἡ περὶ τὸν θεὸν ἀγάπη.
31.15.5
Ἀδύνατον γὰρ κατορθῶσαι φιλοσοφίαν τὸν μὴ θερμὸν τοῦ θεοῦ γενόμενον ἐραστήν·
31.15.6
μᾶλλον δὲ αὐτὸ τοῦτο φιλοσοφία καλεῖται. Σοφία γὰρ ὁ θεὸς καὶ ἔστι καὶ καλεῖται. Περὶ
31.15.7
μὲν γὰρ τοῦ θεοῦ τῶν ὅλων ὁ μακάριος λέγει Παῦλος·" Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ, σοφῷ
31.15.8
θεῷ"· περὶ δὲ τοῦ μονογενοῦς φησι·" Χριστός, θεοῦ δύναμις καὶ θεοῦ σοφία". Καὶ πάλιν·
31.15.9
" Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις." Ὁ τοίνυν
31.15.10
τῷ ὄντι φιλόσοφος καὶ φιλόθεος ἂν εἰκότως καλοῖτο. Ὁ δὲ φιλόθεος τῶν ἄλλων
31.15.11
ἁπάντων ὑπερφρονῶν καὶ τὸν ἐρώμενον μόνον ὁρῶν, πάντων ὁμοῦ τὴν ἐκείνου
31.15.12
προτίθησι θεραπείαν, ἐκεῖνα μόνα καὶ λέγων καὶ πράττων καὶ λογιζόμενος ἃ τὸν
31.15.13
ἀγαπώμενον ἀρέσκει καὶ θεραπεύει, καὶ μυσαττόμενος ἅπαντα ὅσα ἐκεῖνος ἀπαγορεύει.
31.16.1
Ταύτης Ἀδὰμ τῆς ἀγάπης ὀλιγωρήσας, καὶ περὶ τὸν εὐεργέτην ἀγνώμων
31.16.2
γενόμενος, ἀκάνθας καὶ πόνους καὶ ταλαιπωρίας ἐδρέψατο τῆς ἀχαριστίας μισθόν.
31.16.3
Ταύτην Ἄβελ τῷ χορηγῷ τῶν ἀγαθῶν βεβαίαν διαφυλάξας, καὶ τῶν μὲν τῆς γαστρὸς
31.16.4
ἡδονῶν καταφρονήσας, τὴν δὲ τοῦ θεοῦ προελόμενος θεραπείαν, τοῖς ἀκηρατοῖς
31.16.5
κατεκοσμήθη στεφάνοις, καὶ διὰ πάσης γενεᾶς ὁδεύει, τὴν εὐφημίαν διὰ τῆς μνήμης
31.16.6
καρπούμενος. Ταύτην Ἐνὼχ ἀληθῆ καὶ γνησίαν κτησάμενος, καὶ ἔσπειρε καλῶς, καὶ
31.16.7
ἐθέρισεν ἄμεινον, καὶ τῆς τοῦ θεοῦ θεραπείας μισθὸν ἐκομίσατο τὴν μετάθεσιν, καὶ τὴν
31.16.8
ἀθάνατον τέως ζωήν, καὶ τὴν διὰ τοῦ βίου παντὸς εὐκλεᾶ καὶ ἀοίδιμον μνήμην. Τί ἄν
31.16.9
τις εἴποι περὶ τῆς τοῦ Νῶε φιλοθεΐας, ἣν οὐδὲ τῶν παρανόμων διήλεγξεν ἡ φορά; Ἀλλὰ
31.16.10
πάντων ἐκκλινάντων, καὶ τὴν ἐναντίαν προελομένων, μόνος τὴν εὐθεῖαν ὥδευσε,
31.16.11
πάντων ὁμοῦ τὸν ποιητὴν προτιθείς· οὗ χάριν, καὶ μόνος μετὰ τῶν παίδων τῆς
31.16.12
σωτηρίας τετύχηκε, καὶ σπέρμα κατε λείφθη τῇ φύσει, καὶ σπινθὴρ ἐφυλάχθη τῷ γένει.
31.16.13
Οὕτω Μελχισεδὲκ ὁ μέγας ἀρχιερεύς, τῶν τὰ εἴδωλα σέβειν προελομένων τὴν ἄνοιαν
31.16.14
βδελυξάμενος, τῷ ποιητῇ τῶν ὅλων τὴν οἰκείαν ἱερωσύνην ἀνέθηκεν· οὗ χάριν, τὸν
31.16.15
μέγαν ἐκεῖνον μισθὸν ἐκομίσατο, τύπος γενόμενος καὶ σκιὰ τοῦ κατὰ ἀλήθειαν
31.16.16
ἀπάτορος καὶ ἀμήτορος καὶ ἀγενεαλογήτου, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος
31.16.17
ἔχοντος .
31.17.1
Ἀλλὰ γὰρ ὁδῷ βαδίζων ὁ λόγος πρὸς αὐτὸν ἀφίκετο τὸν χρηματίσαντα τοῦ
31.17.2
θεοῦ φίλον, τὸν ἀκριβῶς τῆς φιλίας τοὺς νόμους καὶ φυλάξαντα καὶ διδάξαντα. Τίς γὰρ
31.17.3
ἀγνοεῖ τῶν οὕτω πως τὰ θεῖα πεπαιδευμένων, ὅπως ὑπήκουσεν Ἀβραὰμ ὁ μέγας
31.17.4
πατριάρχης καλέσαντι τῷ θεῷ, ὅπως τὴν πατρῴαν κατέλιπεν οἰκίαν, καὶ τῆς πατρίδος
31.17.5
τὴν ξένην προείλετο; Ἐπειδήπερ ἅπαξ ἠράσθη τοῦ κεκληκότος, καὶ τὰ ἄλλα πάντα
31.17.6
δεύτερα τῆς ἐκείνου φιλίας ἐδοκίμασε θέσθαι, καὶ πολλαῖς πολλάκις δυσκολίαις
31.17.7
περιπεσών, οὐ κατέλιπε τὸν ἐρώμενον, ὡς ταῖς ἐπαγγελίαις οὐκ ἐπιθέντα τὸ πέρας·
31.17.8
ἀλλὰ καὶ δίψει πιεζόμενος, καὶ πιεῖν ὕδωρ ἀφ' ὧν ὤρυξε φρεάτων εἰργόμενος, οὔτε
31.17.9
κατὰ τοῦ καλέ σαντος ἐδυσχέρανεν, οὔτε τοὺς ἀδικοῦντας ἠμύνατο. Ἐδέξατο καὶ λιμοῦ
31.17.10
προσβολήν, καὶ οὐκ ἔσβεσε τὸν τῆς ἀγάπης πυρσόν· ἀφῃρέθη καὶ τὴν ὁμόζυγα, καὶ ὥρᾳ
31.17.11
λάμπουσαν, καὶ σωφροσύνῃ κοσμουμένην, καὶ διὰ πάντων αὐτῷ θυμήρη τὸν βίον
31.17.12
παρέχουσαν· καὶ οὐ συναφῃρέθη τὴν περὶ τὸν θεὸν ἀγάπην τῇ γυναικί. Ἀλλὰ καὶ
31.17.13
ἐπαμύνοντος τοῦ θεοῦ, καὶ τῇ μακροθυμίᾳ γυμνάζοντος, καὶ συγχωροῦντος δέχεσθαι
31.17.14
τῆς ἀδικίας τὰς προσβολάς, ὁμοίως διέμεινεν ἀγαπῶν. Καὶ πρεσβύτης ἐγένετο, καὶ
31.17.15
πατὴρ οὐκ ἐγένετο, καὶ περὶ αὐτὸν πατέρα ποιήσειν ἐπαγγειλάμενον μέν, οὐ πεποιηκότα
31.17.16
δὲ τέως, ὁμοίως διέκειτο. Ἐπειδὴ δὲ ὀψέ ποτε καὶ τὴν ἐπαγγελίαν ἔλαβε, καὶ τῆς Σάρρας
31.17.17
τὴν φύσιν ἐνίκησε, καὶ τοῦ γήρους ὑπερέβη τοὺς ὅρους, καὶ τοῦ Ἰσαὰκ ἀπεφάνθη πατήρ,
31.17.18
ὀλίγον μὲν χρόνον τῆς ἐντεῦθεν θυμηδίας ἀπήλαυσε· μειράκιον δὲ τὸ παιδίον
31.17.19
γενόμενον προσενεγκεῖν εἰς θυσίαν προσετάχθη τῷ δεδωκότι, καὶ τὸ δῶρον ἀντιδοῦναι
31.17.20
τῷ χορηγῷ, καὶ ἱερεὺς γενέσθαι τοῦ τῆς ἐπαγγελίας καρποῦ, καὶ προσαγαγεῖν εἰς θυσίαν
31.17.21
τῶν ἐθνῶν τὴν μεγάλην πηγήν, καὶ αἵματι μονογενοῦς παιδὸς καταφοινίξαι τὰς χεῖρας.
31.17.22
Ἀλλ' ὅμως ταῦτα πάντα, καὶ ἔτι τούτων πολλῷ πλείονα τῆς θυσίας ἐχούσης, οὐκ
31.17.23
ἀντέτεινεν ὁ πατριάρχης, οὐδὲ τὰ τῆς φύσεως προὐβάλετο δίκαια, οὐδὲ τὰς ὑποσχέσεις
31.17.24
εἰς μέσον παρήγαγεν, οὐδὲ γηρωκομίας καὶ ταφῆς ἀνε μνήσθη· ἀλλὰ πάντα λογισμὸν
31.17.25
ἀνθρώπινον ῥίψας, καὶ πόθῳ πόθον ἀντιτάξας, καὶ νόμῳ νόμον ἀντιστήσας, τῷ τῆς
31.17.26
φύσεως τὸν θεῖον, ἔδραμεν εἰς τὴν ἱερουργίαν, ἀνενδοιάστως καὶ ἂν ἐπήνεγκε τὴν
31.17.27
πληγήν, εἰ μὴ ταχέως ὁ μεγαλόδωρος, τὴν προθυμίαν δεξάμενος, ἐκώλυσε τὴν σφαγήν.
31.17.28
Ἀλλὰ γὰρ οὐκ οἶδα εἴ τις ἂν ἀρκέσειε λόγος εἰς τὴν τοῦ ἔρωτος τοῦδε διήγησιν. Ὁ γὰρ
31.17.29
μηδὲ μονογενοῦς φεισάμενος παιδός, ἐπειδὴ τοῦτο προσέταξεν ὁ ἐρώμενος, τίνος οὐκ
31.17.30
ἂν διὰ τοῦτον ὑπερεφρόνησε;
31.18.1
Καὶ αὐτὸς δὲ ὁ μέγας Ἰσαὰκ τὴν αὐτὴν ἀγάπην περὶ τὸν δεσπότην
31.18.2
ἐκτήσατο. Καὶ ὁ τούτου δὲ υἱός, Ἰακὼβ ὁ πατριάρχης. Ἄιδουσι δὲ ἀμφοτέρων τὸ
31.18.3
φιλόθεον αἱ θεῖαι γραφαί· καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων θεὸς οὐδαμοῦ τῆς ῥίζης διαχωρίζει
31.18.4
τοὺς κλάδους, ἀλλὰ" θεὸν ἑαυτὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ" ὀνομάζει. Τούτων ἐστὶ
31.18.5
καρπὸς εὐσεβὴς καὶ Ἰωσήφ, ὁ ἐν νέοις πρεσβύτης καὶ ἐν πρεσβύταις γενναῖος· οὗ τὸ
31.18.6
φιλόθεον οὔτε φθόνος ἀνήλωσεν, οὔτε δουλεία κατέσβεσεν, οὐ δεσ ποίνης ἐσύλησε
31.18.7
κολακεία, οὐκ ἀπειλὴ καὶ δέος ἐμάρανεν· οὐ συκοφαντία καὶ δεσμωτήριον καὶ χρόνος
31.18.8
μακρὸς κατε πάλαισεν· οὐκ ἐξουσία καὶ δυναστεία καὶ τρυφὴ καὶ πλοῦτος τῆς διανοίας
31.18.9
ἐξέβαλεν· ἀλλ' ἔμεινεν ὁμοίως καὶ βλέπων τὸν ἐρώμενον, καὶ τοὺς ἐκείνου νόμους
31.18.10
πληρῶν. Ταύτην Μωϋσῆς τὴν ἀγάπην κτησάμενος, τῆς ἐν βασιλείοις διαίτης
31.18.11
καταφρονήσας," μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν
31.18.12
ἁμαρτίας ἀπόλαυσιν". Καὶ τί δεῖ μηκύνειν καὶ πέρα τοῦ μέτρου τὸν λόγον ἐκτείνειν; Τῇ
31.18.13
θείᾳ γὰρ ἀγάπῃ πᾶσα τῶν προφητῶν ἡ συμμορία κεχρημένη καὶ κοσμουμένη, καὶ τὴν
31.18.14
τελεωτάτην κατώρθωσεν ἀρετήν, καὶ ἀείμνηστον τὸ κλέος κατέλιπε. Καὶ μέντοι καὶ
31.18.15
τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι, τοῦτο τὸ πῦρ εἰσδεξάμενοι,
31.18.16
πάντων μὲν ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς ἡδίστης τὰ μυρία τῶν θανάτων
31.18.17
εἴδη προείλοντο. Ἐρασθέντες γὰρ τοῦ θείου κάλλους, καὶ τὸ περὶ ἡμᾶς τοῦ θεοῦ
31.18.18
λογισάμενοι φίλτρον, καὶ τὰς μυρίας ἐνθυμηθέντες εὐεργεσίας, αἰσχρὸν ἡγήσαντο μήτε
31.18.19
τὸ κάλλος ἐκεῖνο ποθῆσαι τὸ ἄφραστον, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενέσθαι.
31.18.20
Τούτου χάριν, μέχρι θανάτου τὰς πρὸς αὐτὸν συνθήκας ἐφύλαξαν.
31.19.1
Τούτου τοῦ κάλλους ἐρασθέντες καὶ οἱ νέοι τῆς ἀρετῆς ἀθληταί, ὧν
31.19.2
συνεγράψαμεν ἐν συντόμῳ τὸν βίον, εἰς τοὺς μεγάλους ἐκείνους καὶ τὴν ἀνθρωπείαν
31.19.3
φύσιν νικῶντας εἰσεπήδησαν ἄθλους. Τοῦτο δὲ σαφῶς αὐτοὺς ἐξεπαίδευσαν αἱ θεῖαι
31.19.4
γραφαί. Ψάλλουσι γὰρ μετὰ τοῦ μεγάλου Δαβίδ·" Κύριε ὁ θεός μου, ὡς ἐμεγαλύνθης
31.19.5
σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀνα βαλλόμενος φῶς ὡς ἱμάτιον,
31.19.6
ἐκτείνων τὸν οὐρανόν, ὡσεὶ δέρριν"· καὶ τὰ ἄλλα ὅσα τὴν σοφίαν αὐτοῦ διδάσκει καὶ
31.19.7
δύναμιν. Καὶ πάλιν·" Ὁ κύριος ἐβασίλευσεν, εὐπρέ πειαν ἐνεδύσατο· ἐνεδύσατο κύριος
31.19.8
δύναμιν καὶ περιε ζώσατο"· καὶ γὰρ" κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ
31.19.9
σαλευθήσεται". Κἀνταῦθα δὲ ὡσαύτως καὶ σοφία καὶ κάλλος ἐκηρύχθη, καὶ δύναμις. Καὶ
31.19.10
ἑτέρωθι·" Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." Ἐνταῦθα δέ, καὶ τὸ
31.19.11
ἀνθρώπινον τοῦ Θεοῦ Λόγου εὐφήμησε κάλλος. Ὑμνεῖ δὲ καὶ τὴν σοφίαν·" Ἐξεχύθη
31.19.12
γάρ, φησί, χάρις ἐν χείλεσί σου." Ὑποδείκνυσι καὶ τὴν δύναμιν·" Περί ζωσαι τὴν
31.19.13
ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου, καὶ
31.19.14
ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἕνεκεν ἀληθείας, καὶ πρᾳότητος, καὶ
31.19.15
δικαιοσύνης." Ταῦτα γὰρ αὐτοῦ καὶ πλοῦτος, καὶ κάλλος, καὶ δύναμις. Καὶ Ἡσαΐας δὲ
31.19.16
βοᾷ·" Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος
31.19.17
ὡραῖος ἐν στολῇ αὐτοῦ, βία μετὰ ἰσχύος." Οὐδὲ γὰρ ἡ ἀνθρωπεία στολὴ τὸ θεῖον
31.19.18
κατεκάλυψε κάλλος· ἀλλὰ καὶ ταύτην περιβεβλημένος, μαρμαρυγὰς ἀπὸ τῆς ὥρας
31.19.19
ἀφίησιν, ὡς τοὺς ὁρῶντας βιάζεσθαι καὶ καταθέλγειν εἰς ἔρωτα. Τοῦτο καὶ ἡ ἁγία
31.19.20
νύμφη πρὸς αὐτὸν ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διαλεγομένη φησί·" Μύρον ἐκκενωθὲν
31.19.21
ὄνομά σοι. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων
31.19.22
σου ἔδραμον." Αἱ γὰρ νεανικαὶ ψυχαί, τῆς σῆς εὐωδίας μεταλαμβάνουσαι, θέουσι
31.19.23
καταλαβεῖν σε ποθοῦσαι· καὶ οἷον ἁλύσει τινὶ τῇ ὀσμῇ κατεχόμεναι, διαρρῆξαι τὸν
31.19.24
δεσμὸν οὐκ ἀνέχονται· γλυκὺς γὰρ οὗτος καὶ ἐθελουσίως αὐταῖς περικείμενος. Τούτοις
31.19.25
συμφωνεῖ καὶ τοῦ θεσπεσίου Παύλου τὰ ῥήματα·" Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς
31.19.26
σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ
31.19.27
ζωῆς εἰς ζωήν."
31.20.1
Καὶ καλὸν τοίνυν αὐτὸν ὑπὸ τῆς θείας γραφῆς διδασκόμενος, καὶ πλοῦτον
31.20.2
ἄφραστον ἔχοντα, καὶ σοφίας ὄντα πηγήν, καὶ τοσαῦτα δυνάμενον ὅσα βούλεται, καὶ
31.20.3
φιλανθρωπίᾳ χρώμενον ἀμετρήτῳ, καὶ ἡμερότητος ποταμοὺς ἀναβλύζοντα, καὶ διὰ
31.20.4
πάντων εὐεργετεῖν μόνον τοὺς ἀνθρώπους ἐθέλοντα. Καὶ τὰ μυρία καὶ ἀριθμοῦ
31.20.5
κρείττονα τῶν εὐεργεσίων εἴδη ὑπὸ τῶν θεοφόρων ἀνδρῶν διδασκόμενοι, τοῖς γλυκέσι
31.20.6
τῆς ἀγάπης ἐτρώθησαν βέλεσι, καὶ μέλη τῆς νύμφης ὄντες, μετ' ἐκείνης βοῶσι·
31.20.7
" Τετρωμένοι ἀγάπης ἡμεῖς." Ὁ μὲν γὰρ μέγας Ἰωάννης βοᾷ·" Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ
31.20.8
αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." Ὁ δὲ προφήτης Ἡσαΐας ὡς γεγενημένα τὰ ἐσόμενα
31.20.9
προεθέσπισε λέγων·" Αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ
31.20.10
τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν",
31.20.11
καὶ τὰ ἄλλα ὅσα περὶ τῶν σωτηρίων παθῶν διεξέρχεται. Κηρύττει καὶ Παῦλος βοῶν·
31.20.12
" Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς
31.20.13
οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;" Καὶ πάλιν·" Ὑπὲρ Χριστοῦ πρεσβεύομεν,
31.20.14
ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ· τὸν
31.20.15
γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα θεοῦ
31.20.16
δικαιοσύνη ἐν αὐτῷ."
31.21.1
Ταῦτα καὶ ὅσα τοιαῦτα παρὰ τοῖς ὑπηρέταις τοῦ θείου λόγου γεγενημένοις
31.21.2
εὑρίσκοντες, δέχονται πανταχόθεν τῆς θείας ἀγάπης τὰ κέντρα, καὶ πάντων
31.21.3
ὑπερφρονοῦντες φαντάζονται τὸν ἐρώμενον, καὶ πρὸ τῆς ἐλπιζομένης ἀφθαρσίας τὸ
31.21.4
σῶμα πνευματικὸν ἀπετέλεσαν. Τοῦτο καὶ ἡμεῖς τὸ φίλτρον δεξώμεθα, καὶ τῷ κάλλει
31.21.5
τοῦ νυμφίου καταθελγόμενοι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐφιέμενοι, καὶ τὸ τῶν
31.21.6
εὐεργεσιῶν ἐντρεπόμενοι πλῆθος, καὶ τὰς τῆς ἀχαριστίας δεδιότες εὐθύνας, ἀγαπῶντες
31.21.7
δὲ φύλακες αὐτοῦ τῶν νόμων γενώμεθα. Οὗτος γὰρ ὅρος φιλίας, τὸ ταὐτὰ φιλεῖν, καὶ
31.21.8
ταὐτὰ μισεῖν· διὰ τοῦτο καὶ τῷ Ἀβραὰμ ἔλεγεν·" Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ
31.21.9
τοὺς καταρωμένους σε καταράσομαι." Καὶ ὁ Δαβὶδ πρὸς αὐτόν·" Ἐμοὶ δὲ λίαν
31.21.10
ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός." Καὶ πάλιν·" Οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα,
31.21.11
καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς
31.21.12
ἐγένοντό μοι." Καὶ ἑτέρωθι·" Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα." Καὶ
31.21.13
ἀλλαχοῦ·" Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν."
31.21.14
Ἐναργὲς οὖν τεκμήριον τῆς περὶ τὸν θεὸν ἀγάπης, τῶν θείων αὐτοῦ νόμων ἡ τήρησις·
31.21.15
" Ὁ γὰρ ἀγαπῶν με τὰς ἐντολάς μου φυλάξει", εἶπεν ὁ δεσπότης Χριστός, μεθ' οὗ τῷ
31.21.16
πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.