Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Μαρκιανὸν δὲ τὸν πάνυ πῶς ἂν ἀξίως θαυμάσαιμεν ἢ δῆλον ὅτι Ἠλίᾳ καὶ
3.1.2
Ἰωάννῃ καὶ τοῖς κατ' ἐκείνους συντάττοντες οἳ" περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις
3.1.3
δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος,
3.1.4
ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς"; Οὗτος γὰρ
3.1.5
πατρίδα πάλαι μὲν ἔσχε τὴν Κύρρον, ἧς καὶ πρόσθεν ἐμνήσθην, μετὰ δὲ ταῦτα τὴν
3.1.6
ἔρημον· καὶ ταύτην δὲ κἀκείνην κατα λιπὼν νῦν ἔχει τὸν οὐρανόν. Καὶ ἡ μὲν αὐτὸν
3.1.7
ἐγέννησεν, ἡ δὲ ἔθρεψε καὶ νικηφόρον ἀπέφηνεν, ὁ δὲ ὡς στεφανίτην ἐδέξατο.
3.2.1
Τῆς γὰρ τοῦ γένους καταφρονήσας περιφανείας– ἐξ εὐπατριδῶν γὰρ
3.2.2
κατήγετο– καὶ τῆς ἐν βασιλείοις λαμπρότητος– ἐν ἐκείνοις γὰρ ἤνθει, μέγεθος σώματος
3.2.3
παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως καὶ κάλλος δεξάμενος καὶ ψυχὴν ἔχων ἀγχινοίᾳ
3.2.4
κεκοσμημένην–, εἰς θεὸν καὶ τὰ θεοῦ τὸ φίλτρον ἅπαν μετέθηκε· καὶ πᾶσιν ἐρρῶσθαι
3.2.5
φράσας, καταλαμβάνει τῆς ἐρήμου τὸν ὀμφαλὸν καὶ, σμικρὸν οἰκίσκον δειμάμενος οὐδὲ
3.2.6
τῷ σώματι σύμμετρον, καὶ ἄλλῳ σμικρῷ τινὶ θριγκίῳ περιβαλὼν καθεῖρκτο διηνεκῶς,
3.2.7
πάσης μὲν ἀνθρωπίνης συνουσίας κεχωρισμένος, τῷ δὲ τῶν ὅλων δεσπότῃ
3.2.8
διαλεγόμενος καὶ τῆς γλυκείας ἐκείνης ἐπαΐων φωνῆς. Τοῖς μὲν γὰρ θείοις ἐντυγχάνων
3.2.9
λογίοις τῆς θείας φωνῆς ἀπολαύειν ἡγεῖτο· προσευχόμενος δὲ καὶ τὰς ἱκετείας
3.2.10
προσφέρων, αὐτὸς τὴν πρὸς τὸν δεσπότην ἐποιεῖτο διάλεξιν. Καὶ τοσαύτης ἀεὶ τρυφῆς
3.2.11
ἀπολαύων κόρον λαβεῖν οὐκ ἐβούλετο. Ἤκουσε γὰρ τοῦ θείου πνεύματος διὰ τοῦ
3.2.12
μεγάλου Δαβὶδ ὑποψάλλοντος ὡς" ὁ μελετῶν ἐν νόμῳ κυρίου ἡμέρας καὶ νυκτὸς ἔσται
3.2.13
ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ
3.2.14
δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται". Τούτων τῶν καρπῶν
3.2.15
ἐφιέμενος τὸν ἥδιστον τοῦτον ἠσπάζετο πόνον, καὶ τὴν μὲν προσευχὴν ἡ ψαλμῳδίᾳ,
3.2.16
τὴν δὲ ψαλμῳδίαν ἡ προσευχὴ διεδέχετο, καὶ ἀμφότερα πάλιν ἡ τῶν θείων λογίων
3.2.17
ἀνάγνωσις .
3.3.1
Σιτίον δὲ ἦν αὐτῷ μόνος ἄρτος, καὶ οὗτος σταθμῷ προσφερόμενος· τοσοῦτος
3.3.2
δὲ ἦν ὁ σταθμὸς ὡς μηδὲ παιδίῳ ἄρτι θηλῆς ἀπαλλαγέντι τὴν χρείαν πληροῦν. Φασὶ γὰρ
3.3.3
τοῦ ἄρτου τὴν λίτραν τέτραχα διαιρουμένην ἡμέραις τέτταρσι διανέμεσθαι, καὶ ἡμέρᾳ
3.3.4
ἑκάστῃ μίαν ἀπονέμεσθαι μοῖραν. Ἐκεκρίκει γὰρ ἑσπέρας καθ' ἑκάστην ἐσθίειν ἡμέραν,
3.3.5
κόρον δὲ μὴ λαβεῖν μηδέποτε, ἀλλ' ἀεὶ μὲν πεινῆν, ἀεὶ δὲ διψῆν, προσφέρειν δὲ τῷ
3.3.6
σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα. Ἔλεγε γὰρ ὡς ὁ διὰ πλειόνων ἡμερῶν σιτίων
3.3.7
μεταλαγχάνων, ἀσθενέστερον μὲν ἐν ταῖς τῆς ἀπαστίας ἡμέραις τὰς δεσπο τικὰς
3.3.8
λειτουργίας ἐπιτελεῖ· ἐν ᾗ δὲ πάλιν ἡμέρᾳ τῶν σιτίων μεταλαμβάνει, πλείονα, ὡς εἰκός,
3.3.9
προσφερόμενος τὴν γαστέρα φορτίζει· βαρυνομένη δὲ αὕτη ὀκνηροτέραν περὶ τὴν
3.3.10
ἀγρυπνίαν καθίστησι τὴν ψυχήν. Ἄμεινον τοίνυν ἔλεγεν εἶναι καθ' ἡμέραν μὲν
3.3.11
μεταλαμβάνειν τροφῆς, κόρον δὲ περιμεῖναι μηδέποτε· ἀληθὴς γὰρ νηστεία ἡ διηνεκὴς
3.3.12
ἔνδεια. Ταῦτα νομοθετῶν διετέλει ὁ θεῖος ἐκεῖνος ἀνὴρ καὶ σῶμα μέγιστον ἔχων καὶ
3.3.13
τῶν ἐπ' αὐτοῦ πάντων ἀνθρώ πων μέγιστός τε ὢν καὶ κάλλιστος μικρῷ τοῦτο σιτίῳ
3.3.14
διέτρεφεν .
3.4.1
Χρόνου δέ τινος διελθόντος δύο συνοίκους ἐδέξατο, Εὐσέβιον ὃς τῆς ἱερᾶς
3.4.2
ἐκείνης καλύβης κληρονόμος ἐγένετο, καὶ Ἀγαπητὸν ὃς τὴν ἀγγελικὴν ταύτην
3.4.3
νομοθεσίαν εἰς τὴν Ἀπαμέων μετεφύτευσε· κώμη γάρ τίς ἐστι μεγίστη καὶ
3.4.4
πολυάνθρωπος, Νικέρτη δὲ ὄνομα ταύτῃ· δύο τοίνυν φιλοσοφίας ἐν ταύτῃ
3.4.5
φροντιστήρια κατεσκεύασε μέγιστα, τὸ μὲν τῆς αὐτοῦ προσηγορίας ἐπώνυμον, τὸ δὲ τοῦ
3.4.6
θαυ μαστοῦ Συμεώνου, ὃς πεντήκοντα ἐτῶν ἀριθμὸν ἐν ταύτῃ τῇ φιλοσοφίᾳ διέλαμψεν.
3.4.7
Ἐν τούτοις μέχρι καὶ τήμερον πλείους ἢ τετρακόσιοι διάγουσιν ἄνδρες, ἀρετῆς ἀθληταὶ
3.4.8
καὶ εὐσεβείας ἐρασταὶ καὶ τὸν οὐρανὸν τοῖς πόνοις ὠνούμενοι. Θεσμοθέται δὲ ταύτης
3.4.9
τῆς πολιτείας Ἀγαπητὸς καὶ Συμεώνης, παρὰ τοῦ μεγάλου Μαρκιανοῦ τοὺς νόμους
3.4.10
δεξάμενοι. Ἐκ δὲ τούτων μυρία ἐφυτεύθη ἕτερα ἀσκητῶν καταγώγια, τουτοισὶ τοῖς
3.4.11
νόμοις κοσμούμενα ἃ οὐ ῥᾴδιον ἀριθμεῖν. Ἀλλὰ φυτουργὸς τούτων ἁπάντων ὁ
3.4.12
θεσπέσιος ἐκεῖνος ἀνήρ· ὁ γὰρ τὸ σπέρμα τὸ κάλλιστον παρασχών, οὗτος καὶ τῶν
3.4.13
φύντων ἀγαθῶν αἴτιος ἂν εἰκότως κληθείη.
3.5.1
Τὸ μὲν οὖν πρῶτον, ὡς ἔφην, μόνος τὴν ἐθελουσίαν ἐκείνην εἶχεν εἰρκτήν·
3.5.2
ἔπειτα τοὺς δύο τούτους ὑποδεξάμενος, οὐ συνοίκους εἶχεν· οὐδὲ γὰρ αὐτῷ μόνῳ ὁ
3.5.3
οἰκίσκος ἀπέχρη, σμικρὸς ὢν κομιδῆ, καὶ πολὺν αὐτῷ καὶ ἑστῶτι καὶ κατα κειμένῳ
3.5.4
παρέχων πόνον. Οὔτε γὰρ ἑστὼς ἀνορθοῦσθαι οἷός τε ἦν, τῆς ὀροφῆς καὶ τὴν κεφαλὴν
3.5.5
καὶ τὸν αὐχένα καμπτούσης, οὔτε κατακλινόμενος ἐκτείνειν τοὺς πόδας ἠδύνατο,
3.5.6
ἰσόμετρον τῷ σώματι τοῦ οἴκου τὸ μῆκος οὐκ ἔχοντος. Ἕτερον οὖν αὐτοῖς ἐπιτρέψας
3.5.7
κατασκευάσαι, ἐν ἐκείνῳ διάγειν ἐκέλευε καὶ καθ' ἑαυτούς τε ὑμνεῖν καὶ προσεύχεσθαι,
3.5.8
καὶ τοῖς θείοις ἐντυγχάνειν λογίοις. Ἐπειδὴ δὲ ἔδει πλείονας τῆς ὠφελείας ταύτης
3.5.9
μεταλαχεῖν, ἕτερον πόρρωθεν οἰκοδομηθῆναι καταγώγιον παρεγγυήσας, ἐν ἐκείνῳ
3.5.10
διάγειν τοὺς βουλομένους ἐκέλευεν. Ἡγεμόνευε δὲ αὐτῶν ὁ Εὐσέβιος τὴν τοῦ μεγάλου
3.5.11
Μαρκιανοῦ διδασκαλίαν διαπορθμεύων. Ὁ δὲ θεῖος ἐκεῖνος Ἀγαπητὸς παιδοτριβηθεὶς
3.5.12
ὡς ἔδει, καὶ γυμνασάμενος καὶ τὴν ἀθλητικὴν ταύτην ἄριστα παι δευθεὶς ἐπανῆκεν, ὡς
3.5.13
ἔφην, καὶ ἃ παρὰ τῆς θείας ἐκείνης ψυχῆς ἐδέξατο, κατέσπειρε σπέρματα. Οὕτω δὲ
3.5.14
περιφανὴς ἐγένετο καὶ περίβλεπτος, ὡς καὶ τῆς ἀρχιερατικῆς προεδρίας ἀξιωθῆναι καὶ
3.5.15
ποιμενικὴν ἐγχειρισθῆναι κηδεμονίαν, καὶ τῆς οἰκείας πατρίδος ἐμπιστευθῆναι τὴν
3.5.16
ἐπιμέλειαν .
3.6.1
Εὐσέβιος δὲ ὁ θαυμάσιος, τῆς συναθροισθείσης προστα τεύων ἀγέλης, καὶ τοῦ
3.6.2
διδασκάλου τὴν ἐπιμέλειαν ἀνεδέδεκτο, καὶ μόνος εἰς καιρὸν αὐτῷ φοιτᾶν καὶ
3.6.3
πυνθάνεσθαι μή τι βούλοιτο ἠξιοῦτο. Ἐθελήσας δέ ποτε νύκτωρ ἰδεῖν ὅ τι πράττοι,
3.6.4
ἐτόλμησε τῇ φωταγωγῷ– βραχεῖα δὲ ἦν αὕτη– πελάσαι· καὶ διακύψας ὁρᾷ φῶς οὐ
3.6.5
λυχνιαῖον, οὐδὲ χειρο ποίητον, ἀλλὰ θεόσδοτον καὶ τῆς ἄνωθεν χάριτος, τῆς τοῦ
3.6.6
διδασκάλου κορυφῆς ἀπαστράπτον καὶ τῶν θείων λογίων ὑποδεικνῦον τὴν τῶν
3.6.7
γραμμάτων συνθήκην· καὶ γὰρ βιβλίον κατέχων ἐτύγχανε καὶ τὸν ἄσυλον θησαυρὸν
3.6.8
ἐπεζήτει τοῦ θείου θελήματος. Τοῦτο δὲ θεασάμενος Εὐσέβιος ὁ θαυμάσιος δέους τε
3.6.9
ἐνεπίμπλατο καὶ φρίκης μεστὸς ἐγίνετο καὶ τὴν κατακεχυμένην τοῦ θείου θεράποντος
3.6.10
ἐδιδάσκετο χάριν καὶ τοῦ θεοῦ τὴν περὶ τοὺς δούλους ἐμάνθανεν εὔνοιαν.
3.7.1
Ἄλλοτε δὲ ἐν τῷ προαυλίῳ τοῦ μεγάλου προσευχο μένου Μαρκιανοῦ,
3.7.2
δράκων τις ἀνερπύσας εἰς τὸν πρὸς ἕω τετραμμένον τοῖχον, ἄνωθεν τοῦ τοίχου διέκυψε
3.7.3
κεχηνώς τε ἅμα καὶ βλοσυρὸν βλέπων, καὶ τὴν ἐπιβουλὴν σημαίνων. Πόρρω δὲ ἑστὼς ὁ
3.7.4
Εὐσέβιος, καὶ τὸ φρικῶδες ἐκεῖνο θέαμα δείσας, καὶ τὸν διδάσκαλον ἀγνοεῖν
3.7.5
ὑποτοπήσας, ὑπεδείκνυ βοῶν καὶ φυγεῖν ἀντιβολῶν. Ὁ δὲ ἐπιτιμήσας καὶ τὴν δειλίαν
3.7.6
ἐκβαλεῖν κελεύσας– πάθος γὰρ εἶναι καὶ ταύτην ὀλέθριον–, τῷ μὲν δακτύλῳ τὸν
3.7.7
σταυρὸν προετύπωσεν, ἐνεφύσησε δὲ τῷ στόματι καὶ τὴν παλαιὰν παρεδήλωσεν ἔχθραν.
3.7.8
Ὁ δὲ καθάπερ τινι πυρὶ τῷ τοῦ στόματος πνεύματι αὐανθεὶς καὶ οἱονεὶ ἐμπρησθεὶς,
3.7.9
καλάμης δίκην καταφλεχ θείσης εἰς πολλὰ διελύθη.
3.8.1
Ὅρα μοι τοίνυν εἰ μὴ τὸν δεσπότην ὡς εὔνους οἰκέτης μεμίμηται. Καὶ γὰρ ὁ
3.8.2
δεσπότης, τῆς θαλάττης ἐπιμανείσης ποτὲ τῷ σκάφει τῶν μαθητῶν, ἀγωνιῶντας
3.8.3
τούτους θεασά μενος, οὐ πρότερον τῆς θαλάττης τὴν ζάλην ἐστόρεσε πρὶν ἢ τῶν
3.8.4
μαθητῶν ἐπιτιμήσει καταπαῦσαι τὴν ἀπιστίαν. Ἐντεῦθεν ὁ θαυμάσιος οὗτος ταῦτα
3.8.5
πεπαιδευμένος, πρῶτον τοῦ φοιτητοῦ τὴν δειλίαν ἐξέβαλεν, εἶθ' οὕτω τὸ θηρίον
3.8.6
τιμωρίᾳ παρέδωκεν.
3.9.1
Τοιαύτη τοῦ μεγάλου Μαρκιανοῦ καὶ ἡ σοφία καὶ ἡ θαυματουργία καὶ ἡ πρὸς
3.9.2
τὸν θεὸν παρρησία· ἀλλ' ὅμως καὶ τοιαύτης χάριτος ἠξιωμένος καὶ θαυματουργεῖν
3.9.3
μεγάλα δυνάμενος, κρύπτειν ἐσπούδαζε τὴν ἰσχὺν, τοῦ λωποδύτου τῆς ἀρετῆς τὰς
3.9.4
μηχανὰς ὑφορώμενος· τὸ γὰρ τῆς ἀλαζονείας ὑποσπείρων πάθος, τοὺς πόνῳ
3.9.5
συλλεγέντας καρποὺς λῃστεύειν ἐπιχειρεῖ. Καὶ κρύπτειν δὲ τὴν δεδομένην
3.9.6
προθυμούμενος χάριν, ἄκων ἐθαυματούργει, τῆς τῶν κατορθωμάτων αἴγλης
3.9.7
ἀπαστραπτούσης καὶ τὴν κεκρυμμένην δύναμιν παραγυ μνούσης. Καὶ δήποτε τοιόνδε
3.9.8
συνέβη γενέσθαι. Ἀνήρ τις τῶν εὐπατριδῶν καὶ ἀρχὰς στρατιωτικὰς πολλάκις
3.9.9
ἐγχειρισθείς, ἀπὸ Βεροίας τῆς Συρίας ὁρμώμενος, τῆς θυγατρὸς ἐπὶ χρόνῳ πολλῷ
3.9.10
κορυβαντιώσης καὶ ὑπὸ πονηροῦ δαίμονος ἐνοχλουμένης καὶ λυττώσης, καταλαμ βάνει
3.9.11
τὴν ἔρημον, συνήθης μὲν ὢν τοῦ μεγάλου Μαρκιανοῦ, συντεύξεσθαι δὲ αὐτῷ καὶ
3.9.12
ἀντιβολήσειν διὰ τὴν προτέραν συνήθειαν προσδοκῶν. Ψευσθεὶς δὲ τῆς ἐλπίδος καὶ τῆς
3.9.13
θέας διαμαρτὼν τοῦ θείου θεράποντος, ἱκετεύει τινὰ πρεσ βύτην ὃς κατ' ἐκεῖνο καιροῦ
3.9.14
τὴν τοῦ θείου ἀνδρὸς διακονίαν ἐγκεχείριστο μικρὸν ληκύθιον ἐλαίου πλῆρες
3.9.15
ὑποδέξασθαί τε καὶ παρ' αὐτὴν θεῖναι τοῦ οἰκιδίου τὴν θύραν. Ὁ δὲ πρεσβύτης,
3.9.16
πολλάκις μὲν τὴν ἐγχείρησιν ἀρνηθείς, πολλάκις δὲ πάλιν παρακληθείς, ἥττων τῆς
3.9.17
ἱκετείας ἐγένετο. Τοῦ δὲ κτύπου αἰσθόμενος ὁ μέγας Μαρκιανὸς ἐπυνθάνετο τίς τε εἴη
3.9.18
καὶ τί δεόμενος ἥκοι. Ὁ δὲ τὴν μὲν ἀληθῆ πρόφασιν ἔκρυπτεν, ἐσκήπτετο δὲ ἀφῖχθαι ὡς
3.9.19
μαθησόμενος μή τι κελεύοι· καὶ τοῦτο λέγων ἀπεπέμπετο. Ὑπὸ δὲ τὴν ἕω πάλιν τῆς
3.9.20
κόρης ὁ πατὴρ ἱκέτευεν ἀποδοθῆναι αὑτῷ τὸ ληκύθιον· ὁ δὲ δεδιὼς μέν, ἀπῄει δ' ὅμως
3.9.21
ἡσυχῇ ᾗ ἠδύνατο, καὶ τὴν χεῖρα προτείνας καὶ τὸ ληκύθιον λαβὼν ἐπειρᾶτο λανθάνειν.
3.9.22
Ὁ δὲ πάλιν ἐπύθετο τί βουλόμενος ἥκοι. Ὡς δὲ τὴν αὐτὴν ἔφη πρόφασιν ἣν καὶ ἑσπέρας
3.9.23
ἐδήλωσε, δυσχεράνας ὁ θεῖος ἀνήρ, ἅτε δὴ παρὰ τὸ εἰωθὸς γεγενημένην τοῦ πρεσβύτου
3.9.24
τὴν ἄφιξιν, τἀληθῆ ἀπαγγέλλειν ἐκέλευεν. Ὁ δὲ δειμαίνων καὶ τρέμων καὶ κρύπτειν
3.9.25
τὸν τῆς θείας χάριτος ἀνάπλεων οὐ δυνάμενος, τίς τε ἥκοι ἔλεγε, καὶ τοῦ πάθους τὴν
3.9.26
τραγῳδίαν ἐδίδασκε, καὶ τὸ ληκύθιον ἐπεδείκνυ. Ὁ δὲ ἠγανάκτει μέν, ὡς εἰκὸς ἦν τὸν
3.9.27
δεικνύναι τὴν ἀρετὴν οὐ βουλόμενον· ἀπειλήσας δὲ ὅμως, ὡς, εἰ αὖθις τοιαῦτα
3.9.28
τολμήσειε, καὶ τῆς συνουσίας ἐκείνης στερη θήσεται, καὶ τὴν διακονίαν ἀφαιρεθήσεται–
3.9.29
μεγίστη δὲ ἦν ἡ ζημία τοῖς τὸ κέρδος ἐπισταμένοις–, ἀπέπεμψεν ἀποδοῦναι τῷ δεδωκότι
3.9.30
κελεύσας. Καὶ ὁ μὲν ταῦτα ἐκέλευε· τέτταρας δὲ σταθμοὺς ὁ δαίμων ἀφεστηκὼς τοῦ
3.9.31
ἐξελαύνοντος ἐβόα τὴν δύναμιν· καὶ Μαρκιανὸς ἐν Βεροίᾳ τὰ δικαστῶν εἰργάζετο
3.9.32
δημίοις τισὶ κατὰ τοῦ δαίμονος χρώμενος, καὶ τὸν ἀλιτήριον ἐξελαύνων, καὶ τὴν κόρην
3.9.33
καθαρὰν τῆς ἐνεργείας ἀποφαίνων ἐκείνου. Καὶ τοῦτο μεμάθηκεν ἀκριβῶς ὁ τῆς κόρης
3.9.34
πατήρ. Ἐπανιόντι γὰρ αὐτῷ καὶ ὀλίγους τοῦ ἄστεως σταδίους ἀπέχοντι οἰκέτης τις
3.9.35
ἀπήντησεν, εἰς ἀγρὸν ὑπὸ τῆς δεσποίνης ἀποσταλείς. Οὗτος οὖν τὸν δεσπότην
3.9.36
θεασάμενος προσέφερε τῆς γεγενημένης θαυματουργίας τὰ εὐαγγέλια, πρὸ τεττάρων
3.9.37
ἡμερῶν λέγων γεγενῆσθαι τὸ θαῦμα. Ἀριθμήσας τοίνυν τὰς ἡμέρας καὶ τὸν καιρὸν
3.9.38
ἀκριβῶς ἐξετάσας, ἐκεῖνον εἶναι μεμάθηκεν, ἐν ᾧ τὸ ληκύθιον ἐξεκόμισεν ὁ πρεσβύτης.
3.10.1
Ἐγὼ δὲ εἰς ἔννοιαν λαμβάνω τί οὐκ ἂν ἔδρασεν ὁ μέγας οὗτος ἀνήρ, εἰ
3.10.2
θαυματουργεῖν ἐβούλετο. Εἰ γὰρ καὶ κρύπτειν ἐσπουδακὼς ἣν ἐδέξατο χάριν, τοσαύτην
3.10.3
αἴγλην ἠφίει, ποίαν οὐκ ἂν τερατουργίαν ἐθελήσας εἰργάσατο; Οὕτω δὲ καὶ τὴν
3.10.4
πνευματικὴν αὐτοῦ σοφίαν οὐχ ἅπασιν ἐδήλου, καὶ ταῦτα τὸ τελευταῖον, μετὰ τὴν τοῦ
3.10.5
σωτηρίου πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως ἑορτὴν εἰσιέναι τοὺς βουλομένους
3.10.6
πρὸς αὐτὸν ἐπιτρέψας.
3.11.1
Ἀμέλει κατ' ἐκεῖνον ἅπαντες ὁρᾶν αὐτὸν ἐσπούδαζον τὸν καιρόν. Καὶ δή
3.11.2
ποτε ἀφίκοντο πρὸς αὐτὸν συναχθέντες τῶν ἀρχιερέων οἱ πρῶτοι, Φλαβιανὸς ὁ μέγας
3.11.3
τὴν Ἀντιοχέων ποιμαίνειν πεπιστευμένος, καὶ ὁ θεῖος Ἀκάκιος, οὗ καὶ πρόσθεν
3.11.4
ἐμνήσθην, Εὐσέβιός τε ὁ τῆς Χαλκιδέων, καὶ Ἰσίδωρος ὁ τότε τὴν Κύρρον κυβερνᾶν
3.11.5
πεπιστευμένος, ἀρετῇ διαπρέποντες. Συνῆν δὲ αὐτοῖς καὶ Θεόδοτος τῆς Ἱεραπολιτῶν
3.11.6
κατέχων τὰς ἡνίας, ἀσκήσει καὶ πρᾳότητι λάμπων. Παρῆσαν δέ τινες τῶν ἐν τέλει καὶ
3.11.7
ἀξιώμασι, τῆς πίστεως τὸ ζώπυρον ἔχοντες. Πάντων τοίνυν σιγῇ καθημένων καὶ τὴν
3.11.8
ἱερὰν ἐκείνου προσδεχομένων φωνήν, σιγῶν καὶ αὐτὸς ἐπὶ πολὺ καθῆστο, ἀργῶν μὲν
3.11.9
τὴν γλῶτταν, ἐνεργὸν δὲ παρέχων τὴν ἀκοήν. Τότε τις τῶν καθημένων, συνήθης ὢν
3.11.10
αὐτῷ διὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἄλλως δὲ ἀξιώματι λάμπων·" Ἅπαντες, ἔφη, ὦ
3.11.11
πάτερ, καὶ οἱ θεῖοι πατέρες τῆς σῆς διψῶντες διδασκαλίας, τὰ ἥδιστά σου προσμένουσι
3.11.12
νάματα. Μετάδος τοίνυν τοῖς παροῦσιν ἅπασι τῆς ὠφελείας, καὶ μὴ κωλύσῃς τοὺς τῆς
3.11.13
εὐεργεσίας κρουνούς." Ὁ δὲ μέγα στενάξας·" Ὁ τῶν ὅλων, ἔφη, θεὸς καθ' ἑκάστην
3.11.14
ἡμέραν, καὶ διὰ τῆς κτίσεως φθέγγεται, καὶ διὰ τῶν θείων γραφῶν διαλέγεται, καὶ
3.11.15
παραινεῖ τὰ δέοντα, καὶ εἰσηγεῖται τὰ συμφέροντα, καὶ ἀπειλαῖς δεδίτ τεται, καὶ
3.11.16
προτρέπει ταῖς ὑποσχέσεσι, καὶ ὄνησιν οὐδεμίαν καρπούμεθα. Πῶς ἂν τοίνυν
3.11.17
Μαρκιανὸς φθεγγόμενος ὠφελήσειε, τοσαύτην ὠφέλειαν μετὰ τῶν ἄλλων ἀποπεμ
3.11.18
πόμενος καὶ ὄνησιν ἐκεῖθεν εὕρασθαι μὴ βουλόμενος;" Ἐντεῦθεν πολλοὶ μὲν παρὰ τῶν
3.11.19
πατέρων ἐκινήθησαν λόγοι, οὓς ἐνθεῖναι τῷ διηγήματι παρέλκον ἐνόμισα. Ἀναστάντες
3.11.20
δὲ καὶ προσευξάμενοι, καὶ τῆς ἱερωσύνης αὐτῷ τὴν χειρο τονίαν ἐπιθεῖναι θελήσαντες,
3.11.21
ἔδεισαν πάλιν τὴν ἐπιχείρησιν. Καὶ οὗτος μὲν ἐκείνῳ, ἐκεῖνος δὲ τούτῳ παρεκελεύετο.
3.11.22
Πάντες δὲ ὁμοίως παραιτησάμενοι τὴν ἐπάνοδον ἐποιήσαντο.
3.12.1
Ἀλλὰ γὰρ βούλομαι καὶ ἄλλο τούτοις προσθεῖναι διήγημα, τῆς θείας
3.12.2
ὕπαρχον αὐτοῦ συνέσεως γνώρισμα. Ἄβιτός τις εἰς τὴν ἑτέραν ἔρημον τὴν ἀσκητικὴν
3.12.3
καλύβην πρῶτος ἐπήξατο· βορειοτέρα δὲ ταύτης ἐστὶ καὶ μικρὸν πρὸς ἕω κειμένη κατὰ
3.12.4
τὸν ἀπαρκτίαν ἄνεμον τὸν τῷ ἀφη λιώτῃ πελάζοντα. Οὗτος τοῦ μεγάλου Μαρκιανοῦ
3.12.5
καὶ χρόνῳ καὶ πόνῳ πρεσβύτερος ἦν, φιλόσοφος δὲ ἀνὴρ καὶ τῷ σκληρῷ βίῳ
3.12.6
συντεθραμμένος. Οὗτος πανταχόθεν περι θρυλλουμένην τὴν τοῦ ἀνδρὸς καταμαθὼν
3.12.7
ἀρετὴν τῆς μακρᾶς ἡσυχίας κερδαλεωτέραν εἶναι τὴν τοιαύτην θέαν νενομικὼς ἔδραμε
3.12.8
σπεύδων ἰδεῖν τὸ ποθούμενον. Μαθὼν δὲ αὐτοῦ τὴν ἄφιξιν ὁ μέγας Μαρκιανὸς καὶ τὴν
3.12.9
θύραν ἀνοίξας πρὸς ἑαυτὸν εἰσεδέξατο. Εὐσεβίῳ δὲ τῷ θαυμασίῳ παρηγγύησε καὶ
3.12.10
ὄσπριον ἐψῆσαι καὶ λάχανον εἴπερ ἔχοι. Ἐπειδὴ δὲ τῆς ἀλλήλων διαλέξεως
3.12.11
ἐνεπλήσθησαν καὶ τὴν ἀλλήλων κατέμαθον ἀρετήν, κοινῇ τὴν τῆς ἐνάτης ἐπετέλεσαν
3.12.12
λειτουργίαν· ἧκε δὲ ὁ Εὐσέβιος τράπεζαν φέρων καὶ ἄρτους προσφέρων. Ὁ δὲ μέγας
3.12.13
Μαρκιανὸς τῷ θεσπεσίῳ Ἀβίτῳ·" Δεῦρο, ἔφη, πάντων μοι προσφι λέστατε, καὶ ταύτης
3.12.14
κοινωνήσωμεν τῆς τραπέζης." Ὁ δὲ·" Οὐκ οἶδα, ἔφη, πώποτε πρὸ τῆς ἑσπέρας σιτίων
3.12.15
μεταλαβών, πολλάκις δὲ καὶ δύο καὶ τρεῖς κατὰ ταὐτὸν ἄσιτος ἡμέρας διατελῶ." Ὁ δὲ
3.12.16
μέγας Μαρκιανὸς·" Ἐμοῦ γοῦν εἵνεκα, ἔφη, τήμερον ἀμειβέσθω τὸ ἔθος. Ἀσθενῶς γὰρ
3.12.17
τὸ σῶμα διακείμενος προσμένειν τὴν ἑσπέραν οὐ δύναμαι." Ὡς δὲ καὶ ταῦτα λέγων τὸν
3.12.18
θαυμαστὸν Ἄβιτον οὐκ ἔπειθε, στενάξαι τε λέγεται καὶ φάναι·" Ἀλλ' ἔγωγε ἀθυμῶ λίαν
3.12.19
καὶ δάκνομαι τὴν ψυχὴν ὅτι τοσοῦτον ὑπέμεινας πόνον, ἵνα τινα φιλόπονον καὶ
3.12.20
φιλόσοφον ἴδῃς, καὶ τῆς ἐλπίδος ψευσθεὶς κάπηλόν τινα καὶ ἄσωτον ἀντὶ φιλοσόφου
3.12.21
τεθέασαι." Ἀνιαθέντος δὲ πρὸς ταῦτα τοῦ θειοτάτου Ἀβίτου καὶ φήσαντος ὡς κρεῶν
3.12.22
μεταλάβοι ἂν ἥδιον μᾶλλον ἢ τούτων ἀκούοι, ὁ μέγας ἔφη Μαρκιανός·" Καὶ ἡμεῖς, ὦ
3.12.23
φιλότης, τὸν αὐτόν σοι μέτιμεν βίον καὶ τὴν αὐτὴν ἀσπαζόμεθα πολιτείαν καὶ τῆς
3.12.24
ἀναπαύλης προτιμῶμεν τοὺς πόνους καὶ τὴν νηστείαν τῆς τροφῆς προαιρούμεθα καί,
3.12.25
νυκτὸς ἐπιγενο μένης, τότε ταύτης μεταλαγχάνομεν. Ἀλλ' ἴσμεν ὅτι τῆς ἀγάπης τὸ
3.12.26
χρῆμα τῆς νηστείας ἐστὶ τιμιώτερον. Τὸ μὲν γὰρ τῆς θείας ἔργον νομοθεσίας, τὸ δὲ τῆς
3.12.27
ἡμῶν αὐτῶν ἐξουσίας. Προσήκει δὲ τοὺς θείους νόμους τῶν ἡμετέρων πολλῷ νομίζειν
3.12.28
τιμιωτέρους." Τοιαῦτα πρὸς ἀλλήλους διαλεχθέντες, καὶ βραχείας μεταλαβόντες
3.12.29
τροφῆς, καὶ τὸν θεὸν ὑμνήσαντες, καὶ τρεῖς ἀλλήλοις συνδιατρίψαντες ἡμέρας,
3.12.30
ἐχωρίσθησαν, πάλιν ἀλλή λους ὁρῶντες τῷ πνεύματι.
3.13.1
Τίς τοίνυν οὐκ ἂν θαυμάσειε τοῦδε τοῦ ἀνδρὸς τὴν σοφίαν, ὑφ' ἧς
3.13.2
κυβερνώμενος ᾔδει μὲν νηστείας, ᾔδει δὲ φιλαδελφίας καιρόν, ᾔδει δὲ καὶ τῶν τῆς
3.13.3
ἀρετῆς μορίων τὸ διάφορον, καὶ ποῖον ποίῳ προσήκει παραχωρεῖν, καὶ τίνι κατὰ καιρὸν
3.13.4
διδόναι τὰ νικητήρια;
3.14.1
Ἔχω δὲ καὶ ἄλλο διήγημα τῆς ἐν τοῖς θείοις αὐτοῦ τελειότητος γνώρισμα.
3.14.2
Ἀφίκετο γὰρ πρὸς αὐτὸν ἀπὸ τῆς πατρίδος ἡ ἀδελφὴ σὺν τῷ υἱεῖ, ἀνδρί τε ὄντι καὶ τῆς
3.14.3
Κύρρου πρωτεύοντι, τὰς ἀναγκαίας αὐτῷ χρείας πλουσίως κομίζουσα. Ὁ δὲ τὴν μὲν
3.14.4
ἀδελφὴν ἰδεῖν οὐκ ἠνέσχετο, τὸν δὲ ἀδελφιδοῦν εἰσεδέξατο· τῆς γὰρ ὡρισμένης
3.14.5
συντυχίας ἦν ὁ καιρός. Ὡς δὲ ἱκέτευον ὑποδεχθῆναι τὰ κομισθέντα·" Διὰ πόσων, ἔφη,
3.14.6
μοναστηρίων διήλθετε; Τίσιν ἐκείνων ἐκ τούτων αὐτῶν μετεδώκατε;" Τοῦ δὲ εἰρηκότος
3.14.7
ὡς οὐδενὶ δεδωκότες εἶεν·" Ἄπιτε, ἔφη, μεθ' ὧν ἐκομίσατε. Ἡμεῖς γὰρ τούτων οὐδενὸς
3.14.8
οὔτε δεόμεθα, οὔτε, εἰ δεοίμεθα, δεξοίμεθα. Φυσικῆς γὰρ συγγενείας, ἀλλ' οὐ θείας
3.14.9
θεραπείας πεφρον τικότες τούτοις ἡμᾶς φιλοφρονεῖσθε. Εἰ γὰρ μὴ μόνην τοῦ γένους
3.14.10
ἐτιμᾶτε τὴν ἀγχιστείαν, οὐχ ἡμῖν μόνοις μετεδώκατε ἂν ὧν ἠνέγκατε". Ταῦτα λέγων
3.14.11
τὸν ἀδελφιδοῦν μετὰ τῆς ἀδελφῆς ἀπεπέμψατο, οὐδὲ βραχύ τι τῶν παρ' αὐτῶν
3.14.12
προσενεχθέντων ὑποδεχθῆναι κελεύσας.
3.15.1
Οὕτως ἔξω τῆς φύσεως ἦν, καὶ εἰς τὴν τῶν οὐρανῶν μετεβεβήκει πολιτείαν.
3.15.2
Ποῖον γὰρ ἄν τις τούτου σαφέστερον παράσχοι παράδειγμα ὅτι τοῦ θεοῦ ἄξιος ἦν κατὰ
3.15.3
τὴν αὐτοῦ τοῦ θεοῦ φωνήν·" Ὁ μὴ καταλιμπάνων γάρ, φησι, πατέρα καὶ μητέρα καὶ
3.15.4
ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκα καὶ τέκνα οὐκ ἔστι μου ἄξιος"; Εἰ δὲ ὁ μὴ
3.15.5
καταλιμπάνων ἀνάξιος, ὁ καταλιμπάνων, καὶ τοσαύτῃ χρώμενος ἀκριβεῖ τελειότητι,
3.15.6
δῆλον ὡς ἀξιώτατος ἦν.
3.16.1
Ἐγὼ δὲ πρὸς τούτοις θαυμάζω καὶ τὴν τῶν θείων αὐτοῦ δογμάτων
3.16.2
ἀκρίβειαν. Ἐβδελύττετο μὲν γὰρ τὴν Ἀρείου μανίαν ὑπὸ τῆς βασιλικῆς δυναστείας κατ'
3.16.3
ἐκεῖνο τοῦ καιροῦ ἐξαπτομένην· ἐμυσάττετο δὲ καὶ τὴν Ἀπολιναρίου φρενοβλάβειαν·
3.16.4
διεμάχετο δὲ γενναίως καὶ τοῖς τὰ Σαβελλίου φρονοῦσι καὶ τὰς τρεῖς ὑποστάσεις εἰς
3.16.5
μίαν συνάγουσιν· ἀπεστρέφετο δὲ κομιδῆ καὶ τοὺς ὀνομαζομένους Εὐχίτας ἐν μοναχικῷ
3.16.6
προσχήματι τὰ Μανιχαίων νοσοῦντας.
3.17.1
Οὕτω δὲ θερμὸν εἶχε τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων ζῆλον ὡς καὶ
3.17.2
πρὸς ἄνδρα θαυμάσιόν τε καὶ θεῖον δικαίαν ἀνεδέξατο μάχην. Ἀβραάμης τις ἦν κατὰ
3.17.3
τὴν ἔρημον ἐκείνην πρεσβύτης, ἀνὴρ πολιὰν μὲν ἔχων τὴν τρίχα, πολιώτερον δὲ τὸ
3.17.4
φρόνημα, ἀρετῇ πάσῃ λάμπων καὶ ἀναβλύζων ἀεὶ τὸ τῆς κατανύξεως δάκρυον. Οὗτος
3.17.5
κατ' ἀρχὰς ὑπό τινος ἁπλότητος ὑπαχθεὶς τὸ πρῶτον ἐπιτελεῖν ἠνείχετο πάσχα,
3.17.6
ἀγνοῶν μέν, ὡς εἰκός, τὰ περὶ τούτου τοῖς πατράσιν ἐν Νικαίᾳ νενομοθετημένα, ἔθει δὲ
3.17.7
ἀρχαίῳ δουλεύειν αἱρούμενος. Πολλοὶ δὲ καὶ ἄλλοι κατ' ἐκεῖνο τοῦ καιροῦ ταύτην
3.17.8
ἐνόσουν τὴν ἄγνοιαν. Ἀλλ' ὁ μέγας Μαρκιανὸς πολλοῖς μὲν πολλάκις χρησάμενος
3.17.9
λόγοις ἐπειράθη τὸν πρεσβύτην Ἀβραάμην– οὕτω γὰρ αὐτὸν οἱ ἐγχώριοι προσηγόρευον–
3.17.10
εἰς τὴν τῆς ἐκκλησίας μεταγαγεῖν συμφω νίαν. Ἀπειθοῦντα δὲ θεασάμενος τῆς πρὸς
3.17.11
αὐτὸν προφανῶς κοινωνίας ἀπέστη. Ἀλλὰ χρόνου διελθόντος, ὁ θεσπέσιος ἐκεῖνος
3.17.12
ἀνὴρ ἀπορρίψας τὸν μῶμον καὶ τῆς θείας ἑορτῆς ἀγαπήσας τὴν συμφωνίαν, ἔψαλλεν
3.17.13
ἀληθεύων·" Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου." Καὶ τοῦτο δὲ
3.17.14
τῆς τοῦ μεγάλου Μαρκιανοῦ διδασκαλίας κατόρ θωμα.
3.18.1
Τούτῳ πολλοὶ μὲν πανταχοῦ σηκοὺς εὐκτηρίους ἐδείμαντο, ἐν Κύρρῳ μὲν ὁ
3.18.2
ἀδελφιδοῦς Ἀλύπιος, Ζηνοβιανὴ δέ τις ἐν Χαλκίδι καὶ γένει λάμπουσα καὶ ἀρετῇ
3.18.3
διαπρέπουσα καὶ πλούτου περιουσίᾳ κομῶσα. Καὶ ἕτεροι δὲ οὐκ ὀλίγοι αὐτὸ τοῦτο
3.18.4
ἔδρων, τὸν νικηφόρον ἐκεῖνον ἀθλητὴν ἁρπάσαι φιλονεικοῦντες. Τοῦτο γνούς, ὁ τοῦ
3.18.5
θεοῦ ἄνθρωπος παρακαλεῖ τὸν θαυμάσιον ἐκεῖνον Εὐσέβιον, ὅρκους αὐτῷ προσενεγκὼν
3.18.6
δείματος παντὸς γέμοντας, ἐν ἐκείνῳ τῷ χωρίῳ καταθεῖναι τὸ σῶμα καὶ μηδένα
3.18.7
διαγνῶναι τὸν τάφον, πλὴν δύο τῶν συνηθεστέρων συνοίκων, μέχρις ἂν διέλθῃ πολὺς
3.18.8
ἐτῶν ἀριθμός. Καὶ τοῦτον τὸν ὅρκον ὁ θαυμάσιος ἐκεῖνος πεπλή ρωκεν ἄνθρωπος.
3.18.9
Ἐπειδὴ γὰρ ἧκε τοῦ νικηφόρου τὸ τέλος καὶ χορὸς ἀγγέλων τὴν ἱερὰν ἐκείνην καὶ θείαν
3.18.10
ψυχὴν εἰς τὰς ἐν οὐρανῷ μονὰς μετατέθηκεν, οὐ πρότερον αὐτοῦ τὴν τελευτὴν
3.18.11
κατεμήνυσεν ἕως, μετὰ τῶν δύο τῶν γνωριμωτέρων τὸν τάφον ὀρύξας καὶ τὸ σῶμα
3.18.12
καταθείς, τῆς γῆς τὴν ἐπιφάνειαν ἐξωμάλισε. Καὶ πεντήκοντα διελθόντων ἐνιαυτῶν καὶ
3.18.13
πλειόνων, μυρίων συνδεδραμηκότων καὶ διηρευνηκότων τὸ σῶμα, ἄδηλος ὁ τάφος
3.18.14
μεμένηκεν. Ἐπειδὴ δὲ ἕκαστος τῶν προειρημένων σηκῶν, ὁ μὲν ἀποστόλων, ὁ δὲ
3.18.15
μαρτύρων ὑπεδέξατο λείψανα, θαρρήσαντες λοιπὸν οἱ τῆς ἐκείνου σκηνῆς καὶ διδαχῆς
3.18.16
κληρονόμοι, πρὸ δύο τούτων ἐτῶν λάρνακα λιθίνην κατασκευάσαντες, ἐν ταύτῃ τὰ τοῦ
3.18.17
τιμίου σώματος μετέθεσαν λείψανα, ἑνὸς τὸν τάφον ὑποδείξαντος· οὗτος γὰρ μόνος ἐκ
3.18.18
τῶν τριῶν περιῆν.
3.19.1
Ζηλωτὴς δὲ γενόμενος τῆς ἐκείνου ἀρετῆς Εὐσέβιος ὁ θαυμάσιος πλείοσι
3.19.2
διετέλεσε πόνοις κατατρύχων τὸ σῶμα. Εἴκοσι γὰρ καὶ ἑκατὸν σιδήρου περικείμενος
3.19.3
λίτρας, ἐπέθηκε μὲν ἑαυτῷ καὶ τὰς τοῦ θειοτάτου Ἀγαπητοῦ ἄλλας πεντήκοντα,
3.19.4
προσέθηκε δὲ καὶ τὰς τοῦ μεγάλου Μαρκιανοῦ ὀγδοήκοντα. Ἔσχε δὲ καὶ εὐκτήριον καὶ
3.19.5
οἰκητήριον λάκκον τινὰ ὑδάτων ἀπηλλαγμένον, καὶ τριῶν ἐτῶν ἀριθμὸν τοῦτον
3.19.6
διάγων διετέλεσε τὸν τρόπον. Εἰς τούτους δὲ ἐξέβην τοὺς λόγους, δεῖξαι βουλόμενος
3.19.7
ὅσοις καὶ ἄλλοις μεγάλων κατορθωμάτων ὁ μέγας Μαρκιανὸς ἐγένετο πρόξενος.
3.20.1
Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος ὁ πολλοῖς
3.20.2
ὕστερον χρόνοις παρὰ τὴν Σελευκόβηλον– πόλις δὲ αὕτη τῆς Συρίας– τὸ μοναχικὸν
3.20.3
δειμάμενος καταγώγιον καὶ λάμψας μὲν ἐν πολλοῖς καὶ ἄλλοις εἴδεσιν ἀρετῆς, λάμψας
3.20.4
δὲ διαφερόντως ἐν τῷ θεοφιλεῖ τῆς ἀγάπης κτήματι, καὶ τῷ θείῳ τῆς φιλοξενίας
3.20.5
κατορθώματι. Ὅσους δὲ καὶ οὗτος παρέστησε τῷ θεῷ ἐργάτας, ἀποστολικῶς εἰπεῖν,
3.20.6
ἀνεπαισχύντους, ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, τίς ἂν ῥᾳδίως ἀριθμήσειεν;
3.21.1
Ἵνα γὰρ τοὺς ἄλλους ἐπὶ τοῦ παρόντος παραλίπω, εὐφημίας μὲν ὄντας
3.21.2
ἀξίους, μῆκος δὲ ἐμποιοῦντας τῷ διηγήματι, ἑνὸς τούτων καὶ μόνου μνησθήσομαι.
3.21.3
Ἐγένετό τις τούτου φοιτητής, Σαβῖνον δὲ αὐτὸν προσηγόρευον, ὃς πόνοις μυρίοις τὸ
3.21.4
σῶμα κατεδαπάνησεν. Οὔτε γὰρ ἄρτου, οὔτε ὄψου τινὸς μετελάμβανε. Τροφὴ δὲ ἦν
3.21.5
αὐτῷ ἄλευρον ὕδατι δευόμενον. Μιγνύναι δὲ οὕτως εἰώθει πᾶσαν τοῦ μηνὸς τὴν
3.21.6
τροφὴν ὡς εὐρωτιᾶν καὶ πολλὴν ἐκπέμπειν τὴν δυσωδίαν. Ἐβούλετο δὲ αὐτῷ τῆς
3.21.7
τοιᾶσδε τροφῆς τὸ εἶδος ἀμβλύνειν τοῦ σώματος τὰς ὀρέξεις, καὶ τῇ δυσωδίᾳ τῆς
3.21.8
τροφῆς μαραίνειν τὴν ἡδονήν. Οὕτω δὲ καθ' ἑαυτὸν διάγων, εἴ ποτέ τις τῶν γνωρίμων
3.21.9
ἀφίκοιτο, τῶν παρατιθεμένων ἁπάντων ἁπλοϊκῶς μετελάμβανεν.
3.22.1
Τοσαύτην δὲ χάριν θεόθεν ἐδέξατο ὡς γυναῖκά τινα τῶν ἐπισήμων καὶ ἐπὶ
3.22.2
γένει καὶ πλούτῳ σεμνυνομένων ἀπὸ τῆς Ἀντιοχέων αὐτόσε δραμεῖν καὶ ἱκετεῦσαι
3.22.3
ἐπαμῦναι τῇ θυγατρὶ ὑπὸ δαίμονος πολεμουμένῃ." Ὄναρ γάρ, φησιν, ἐθεασάμην τινὰ
3.22.4
ἐνταῦθα δραμεῖν παρεγγυῶντα καὶ ταῖς εὐχαῖς τοῦ τῆς μονῆς ἡγεμονεύοντος τῇ
3.22.5
θυγατρὶ πορίσαι τὴν σωτηρίαν." Ἔλεγε τοίνυν ὁ τὰς ἀποκρίσεις ποιούμενος ὡς οὐκ εἴη
3.22.6
ἔθος τὸν προστατεύοντα γυναιξὶ διαλέγεσθαι. Ὡς δὲ ἐπέκειτο δακρύουσα ἡ γυνὴ καὶ
3.22.7
ὀλοφυρομένη καὶ πικρῶς ποτνιωμένη, ἐξελήλυθε μὲν ὁ τῆς μονῆς ἡγούμενος. Ἔφασκε
3.22.8
δὲ ἡ γυνὴ μὴ αὐτὸν εἶναι, ἕτερον δὲ αὐτῇ ὑπο δειχθῆναι ὑπέρυθρον, ἐξανθήματά τινα
3.22.9
κατὰ τῶν παρειῶν ἔχοντα. Ὡς δὲ ἔγνωσαν τὸν ζητούμενον– τρίτος δὲ ἦν τῆς μονῆς, ἀλλ'
3.22.10
οὐ πρῶτος–, πείσαντες αὐτὸν ἤγαγον πρὸς τὴν γυναῖκα καὶ παραυτίκα ἡ μὲν ἐπέγνω τὸ
3.22.11
πρόσωπον· ὁ δὲ πονηρὸς δαίμων βοήσας τὴν κόρην κατέλιπεν.
3.23.1
Τοιαῦτα τῶν τοῦ μεγάλου Μαρκιανοῦ φοιτητῶν οἱ φοιτηταὶ κατορθώκασιν·
3.23.2
τοιαῦτα φυτὰ πανταχοῦ κατε φύτευσεν ὁ ἄριστος φυτουργός. Ἐγὼ δὲ πάλιν τούτῳ
3.23.3
τέλος τῷ διηγήματι δεδωκὼς ἀντιβολῶ καὶ δέομαι διὰ τῆς τούτων ἁπάντων πρεσβείας
3.23.4
τῆς θείας ἐπικουρίας τυχεῖν.
3.23.5
4. t ΕΥΣΕΒΙΟΣ
3.18.2
Τῆς τούτου πολλάκις ἐγὼ εὐλογίας καὶ διδασκαλίας ἀπέλαυσα· παραινῶν
3.18.3
γάρ μοι πολλάκις ἔλεγε·" Μετὰ πολλῶν, ὦ παιδίον, γεγέννησαι πόνων· πολλὰς
3.18.4
διετέλεσα νύκτας τοῦτο μόνον τὸν θεὸν ἱκετεύων ὥστε σου τοὺς γονέας τοῦτο γενέσθαι
3.18.5
ὃ μετὰ τὴν σὴν γέννησιν ὠνομάσθησαν. Ἀξίως τοίνυν πολιτεύου τῶν πόνων. Πρὸ
3.18.6
ὠδίνων ἀνετέθης ταῖς ὑποσχέσεσι· τὰ δὲ τοῦ θεοῦ ἀναθήματα σεβάσμια πᾶσίν ἐστι καὶ
3.18.7
ἄψαυστα τοῖς πολλοῖς. Προσήκει τοίνυν καί σε τὰ μὲν φαῦλα τῆς ψυχῆς κινήματα μὴ
3.18.8
προσδέχεσθαι, ἐκεῖνα δὲ μόνα καὶ δρᾶν καὶ λέγειν καὶ ἐνθυμεῖσθαι ἃ τὸν τῆς ἀρετῆς
3.18.9
νομοθέτην θεραπεύει θεόν". Τοιαῦτα μοι παραινῶν ἀεὶ ὁ θεῖος διετέλεσεν ἄνθρωπος·
3.18.10
ἐγὼ δὲ καὶ τῶν λόγων μέμνημαι καὶ τὴν θείαν δεδίδαγμαι δωρεάν. Ἔργοις δὲ μὴ
3.18.11
δεικνὺς τὴν παραίνεσιν, ἱκετεύω τῆς θείας ῥοπῆς διὰ τῆς ἐκείνου τυχεῖν προσευχῆς καὶ
3.18.12
τὸ λειπόμενον τῆς ζωῆς κατὰ τὰς ὑποθήκας τὰς ἐκείνου βιῶναι.