Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Ὁποίους μὲν ἡ ἄκαρπος ἔρημος καρποὺς τῷ θεῷ προσενήνοχεν, ὡρίμους καὶ
4.1.2
πεπείρους καὶ πολυτίμους καὶ τῷ φυτουργῷ προσφιλεῖς καὶ τοῖς εὖ φρονοῦσι τῶν
4.1.3
ἀνθρώπων ἐρασμίους καὶ τριποθήτους, ἐν τοῖς ἤδη συγγρα φεῖσιν ὑπεδείξαμεν
4.1.4
διηγήμασιν. Ὡς ἂν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν καὶ μόνην εἶναι
4.1.5
τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν, φέρε λοιπὸν εἰς τὴν οἰκουμένην
4.1.6
μεταβῶμεν τῷ λόγῳ καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδὼν
4.1.7
γιγνομένην .
4.2.1
Ὄρος ἐστὶν ὑψηλὸν, πρὸς ἕω μὲν τῆς Ἀντιόχου, Βεροίας δὲ πρὸς ἑσπέραν
4.2.2
διακείμενον, τῶν παρακειμένων ὀρῶν ὑπερκείμενον, κατὰ τὴν ἀκροτάτην κορυφὴν
4.2.3
κωνοειδὲς μιμούμενον σχῆμα, ἀπὸ τοῦ ὕψους τὴν προσηγορίαν δεξά μενον· Κορυφὴν
4.2.4
γὰρ αὐτὸ οἱ περίοικοι προσαγορεύειν εἰώθασιν. Τούτου πάλαι κατ' αὐτὴν τὴν
4.2.5
ἀκρωνυχίαν τέμενος ἦν δαιμόνων ὑπὸ τῶν γειτονευόντων λίαν τιμώμενον. Πρὸς
4.2.6
μεσημβρίαν δὲ πεδίον κολποειδὲς ὑπεστόρεσται, ἀγκῶσιν ἑκατέρωθεν οὐ λίαν ὑψηλοῖς
4.2.7
περιειργόμενον. Διήκουσι δὲ οὗτοι μέχρι τῆς διϊππευομένης ὁδοῦ, τὰς ἑκατέρωθεν ἀπὸ
4.2.8
μεσημβρίας ἐπὶ τὴν ἄρκτον ἀνατεμνομένας ὑποδεχόμενοι τρίβους. Ἐν τούτῳ χωρία καὶ
4.2.9
σμικρὰ καὶ μεγάλα κατῴ κισται τοῖς ἑκατέρωθεν ὄρεσι συνημμένα. Παρ' αὐτὰ δὲ τοῦ
4.2.10
ὑψηλοῦ ὄρους τὰ κράσπεδα, κώμη τίς ἐστι μεγίστη καὶ πολυάνθρωπος, τῇ δὲ ἐγχωρίῳ
4.2.11
φωνῇ Τελεδὰν αὐτὴν ὀνομάζουσιν. Ἄνω δὲ τῆς ὑπωρείας νάπη τίς ἐστιν οὐ λίαν
4.2.12
προσάντης, ἀλλὰ μετρίως ἐπικλινὴς πρὸς τὸ πεδίον ἐκεῖνο καὶ νότον ἄνεμον
4.2.13
ἀποβλέπουσα. Ἐν ταύτῃ φιλοσοφίας φροντιστήριον Ἀμμιανός τις ἐδείματο, ἀνὴρ
4.2.14
πολλοῖς μὲν καὶ ἄλλοις ἀρετῆς εἴδεσι λάμπων, φρονήματι δὲ ὅτι μάλιστα μετρίῳ τοὺς
4.2.15
ἄλλους ἐπλεονέκτει. Τεκμήριον δέ· ἀποχρῶν γὰρ εἰς διδασκαλίαν οὐ τοῖς οἰκείοις μόνον
4.2.16
θιασώταις, ἀλλὰ καὶ δὶς τοσούτοις, πολλάκις πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμε,
4.2.17
συνεργὸν λαβεῖν ἱκετεύων καὶ τῆς ὑπ' αὐτοῦ παγείσης παλαίστρας παιδοτρίβην τε καὶ
4.2.18
διδάσκαλον .
4.3.1
Ἀφειστήκει δὲ σταδίους πέντε καὶ εἴκοσιν ἐν οἰκήματί τινι σμικρῷ λίαν οὐδὲ
4.3.2
φωταγωγοὺς ἔχοντι καθειργμένος. Ἐποδήγησε δὲ αὐτὸν πρὸς ταύτην τὴν ἀρετὴν
4.3.3
Μαριανὸς ὁ τούτου μὲν θεῖος, τοῦ δὲ θεοῦ πιστὸς θεράπων. Ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν
4.3.4
ἐπεὶ καὶ Μωϋσῆν τὸν μέγαν τῇ ἐπωνυμίᾳ ταύτῃ τετίμηκεν ὁ δεσπότης. Οὗτος ὁ
4.3.5
Μαριανὸς, τοῦ θείου γευσάμενος ἔρωτος, οὐκ ἠθέλησε μόνος τοῖς ἀγαθοῖς ἐντρυφᾶν,
4.3.6
ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους συνεραστὰς ἐποιή σατο, ἐθήρευσε δὲ καὶ τὸν μέγαν
4.3.7
Εὐσέβιον καὶ τὸν τούτου ἀδελφὸν καὶ κατὰ τὸν βίον ὄντα γε ἀδελφόν. Οὐκ εὔλογον γὰρ
4.3.8
ᾠήθη τοὺς μὲν οὐδὲν αὐτῷ διαφέροντας ἀγρεῦσαι πρὸς ἀρετήν, τοὺς δὲ ἀδελφιδοῦς
4.3.9
ἀναγρεύτους καταλιπεῖν. Τούτους ἀμφοτέρους ἐν οἰκίσκῳ καθείρξας βραχεῖ τὴν
4.3.10
εὐαγγελικὴν πολιτείαν ἐπαίδευεν. Ἀλλὰ τῷ μὲν ἀδελφῷ νόσος προσ γενομένη τὸν
4.3.11
δρόμον ἐκεῖνον διέκοψεν. Ἠκολούθησε δὲ τῇ νόσῳ καὶ θάνατος· ὀλίγας γὰρ μετὰ τὴν
4.3.12
ἐκεῖθεν ἔξοδον διαβιώσας ἡμέρας, τοῦ βίου τὸ τέλος ἐδέξατο.
4.4.1
Διέμεινε δὲ ὁ μέγας Εὐσέβιος παρὰ πάντα τοῦ θείου τὸν βίον οὔτε πρός τινα
4.4.2
διαλεγόμενος οὔτε τὸ φῶς θεώμενος, ἀλλὰ διηνεκῶς καθειργμένος. Καὶ μετὰ τὴν
4.4.3
ἐκείνου τελευτὴν τοῦτον ἠσπάζετο τὸν βίον ἕως ὁ θαυμάσιος ἐκεῖνος Ἀμμιανὸς πολλαῖς
4.4.4
αὐτὸν καταθέλξας ἱκεσίαις ἀνέπεισεν·" Εἰπὲ γάρ μοι, πρὸς αὐτὸν ἔφη, ὦ ἄριστε, τίνι
4.4.5
νομίζων ἀρέσκειν τὸν ἐπίπονον τοῦτον καὶ αὐχμηρὸν μετελήλυθας βίον;" Τοῦ δὲ τὸν
4.4.6
θεόν, ὡς εἰκὸς ἦν, δήπουθεν εἰρηκότος, τὸν τῆς ἀρετῆς νομοθέτην τε καὶ διδάσκαλον·
4.4.7
" Οὐκοῦν ἐπειδὴ τούτου ἐρᾷς, ὁ Ἀμμιανὸς ἔφη, ἐγώ σοι τρόπον ἐπιδείξω δι' οὗ καὶ τὸν
4.4.8
ἔρωτα πλέον ἐξάψεις καὶ τὸν ἐρώμενον θεραπεύσεις. Τὸ μὲν γὰρ πᾶσαν εἰς ἑαυτόν τινα
4.4.9
περιστῆσαι τὴν ἐπιμέλειαν, οὐκ ἄν, ὡς οἶμαι, φιλαυτίας διαφύγοι γραφήν. Ὁ γὰρ θεῖος
4.4.10
νόμος ἀγαπᾶν τὸν πέλας ὡς ἑαυτὸν διαγορεύει. Τὸ δὲ πολλοὺς εἰς κοινωνίαν τοῦ
4.4.11
πλούτου λαβεῖν τοῦ τῆς ἀγάπης ἐστὶ κατορθώματος ἴδιον. Ταύτην δὲ ὁ θεσπέσιος
4.4.12
Παῦλος" 3νόμου πλήρωμα" 3 προσηγόρευσε. Βοᾷ δὲ καὶ πάλιν· Ὅλος ὁ νόμος καὶ οἱ
4.4.13
προφῆται ἐν τούτῳ τῷ λόγῳ ἀνακεφα λαιοῦνται, ἐν τῷ·" 3Ἀγαπήσεις τὸν πλησίον σου
4.4.14
ὡς σεαυτόν" 3. Καὶ ὁ κύριος δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τῷ Πέτρῳ πλέον τῶν ἄλλων
4.4.15
φιλεῖν αὐτὸν ὡμολογηκότι ποιμαίνειν αὐτοῦ τὰ πρόβατα παρηγγύησε. Τοῖς δὲ τοῦτο μὴ
4.4.16
πεποιηκόσιν ἐγκαλῶν διὰ τοῦ προφήτου βοᾷ·" 3Ὦ οἱ ποιμένες, μὴ ἑαυτοὺς οἱ ποιμένες
4.4.17
βόσκουσιν; οὐχὶ τὰ πρόβατα νέμουσι;" 3 Τούτου χάριν καὶ τὸν μέγαν Ἠλίαν τοῦτον
4.4.18
μετιόντα τὸν βίον ἐν μέσῳ στρέφεσθαι τῶν ἀσεβῶν ἐκέλευσεν. Καὶ τὸν δεύτερον Ἠλίαν,
4.4.19
Ἰωάννην τὸν πάνυ, τὴν ἔρημον ἀσπαζόμενον, ταῖς τοῦ Ἰορδάνου παρέπεμψεν ὄχθαις,
4.4.20
ἐκεῖ βαπτίζειν καὶ κηρύττειν παρεγγυήσας. Ἐπειδὴ τοίνυν καὶ σὺ θερμὸς ἐραστὴς εἶ τοῦ
4.4.21
πεποιηκότος καὶ σεσωκότος θεοῦ, πολλοὺς καὶ ἄλλους συγκατασκεύασον ἐραστάς.
4.4.22
Τοῦτο γὰρ τῷ κοινῷ δεσπότῃ λίαν ἐστὶ προσφιλές. Διὰ τοῦτο καὶ τὸν Ἰεζεκιὴλ σκοπὸν
4.4.23
προσηγόρευσε καὶ τοῖς ἁμαρτωλοῖς διαμαρτύρασθαι παρηγγύα· καὶ τὸν Ἰωνᾶν εἰς τὴν
4.4.24
Νινευὴ τρέχειν ἐκέλευσε καὶ μὴ βουλόμενον δεσμώτην παρέπεμψεν." Ταῦτα καὶ τὰ
4.4.25
τοιαῦτα λέγων τὸν θεῖον κατεκήλησεν ἄνδρα καί, τὴν ἐθελούσιον ἐκείνην διορύξας
4.4.26
εἱρκτήν, ἐξῆγέ τε καὶ ἀπῆγε καὶ τῶν θιασωτῶν παρεδίδου τὴν ἐπιμέλειαν.
4.5.1
Ἐγὼ δὲ οὐκ οἶδα πότερον πλέον θαυμάσω, τούτου τὴν μετριότητα ἢ ἐκείνου τὴν
4.5.2
εὐπείθειαν. Καὶ γὰρ οὗτος τὴν ἡγεμονίαν ἐδραπέτευε καὶ τῶν ὑπηκόων εἷς εἶναι μᾶλλον
4.5.3
ἐβούλετο, τῆς προστασίας τὸν κίνδυνον ὑφορώμενος. Καὶ ὁ μέγας Εὐσέβιος τὴν μετὰ
4.5.4
πλειόνων διαγωγὴν ἀπεστρέ φετο μέν, εἶξε δὲ ὅμως καί, τοῖς τῆς ἀγάπης δικτύοις
4.5.5
ἁλούς, ἐδέχετο τῆς ποίμνης τὴν ἐπιμέλειαν καὶ ἦγε τὸν χορὸν οὐ πολλῶν λόγων εἰς
4.5.6
διδασκαλίαν δεόμενος· ἤρκει γὰρ καὶ φαινόμενος ὀξὺν ἐργάσασθαι πρὸς τὸν τῆς ἀρετῆς
4.5.7
δρόμον καὶ τὸν ἄγαν νωθέστατον. Φασὶ δὲ αὐτὸν οἱ τεθεαμένοι ἐμβριθὲς ἀεὶ τὸ
4.5.8
πρόσωπον ἐσχηκέναι καὶ δέος ἱκανὸν ἐνθεῖναι τοῖς θεωμένοις. Τροφῆς δὲ αὐτὸς μὲν διὰ
4.5.9
τριῶν καὶ τεττάρων ἀπέλαυεν ἡμερῶν, τοῖς δὲ συνοίκοις παρὰ μίαν μεταλαγχάνειν
4.5.10
ἐκέλευε. Διηνεκῶς δὲ τῷ θεῷ προσομιλεῖν παρηγγύα καὶ μηδένα καιρὸν ταύτης ἄμοιρον
4.5.11
τῆς ἐργασίας ἐᾶν, ἀλλὰ κοινῇ μὲν τὰς ὡρισμένας λειτουργίας ἐπιτελεῖν, τὰ δὲ ἐν μέσῳ
4.5.12
τούτων τῆς ἡμέρας μόρια καθ' ἑαυτὸν ἕκαστον ἢ ὑπὸ σκιᾷ τινὶ δένδρου ἢ παρά τινα
4.5.13
πέτραν ἢ ἔνθα ἄν τίς τινος ἡσυχίας ἀπολαύοι, ἢ ἑστῶτα ἢ κείμενον ἐπ' ἐδάφους,
4.5.14
ἀντιβολεῖν τὸν δεσπότην καὶ τὴν σωτηρίαν αἰτεῖν. Οὕτω δὲ τῶν τοῦ σώματος μορίων
4.5.15
ἕκαστον τὴν ἀρετὴν ἐξεπαίδευσεν ὡς ἐκεῖνα δρᾶν ἃ μόνος ὁ λογισμὸς ἐπιτρέπει.
4.6.1
Ἵνα δὲ τοῦτο δῆλον ἅπασι καταστήσω, ἑνὸς τῶν κατ' αὐτὸν μνησθήσομαι
4.6.2
διηγήματος. Ἐπί τινος καθῆστο πέτρας αὐτός τε καὶ Ἀμμιανὸς ὁ θαυμάσιος, καὶ τῶν
4.6.3
θείων εὐαγγελίων τὴν ἱστορίαν ὁ μὲν ἀνεγίνωσκεν, ὁ δὲ τῶν ἀσαφεστέρων παρεγύμνου
4.6.4
τὴν ἔννοιαν. Γηπόνων δέ τινων ἐν τῷ ὑποκειμένῳ πεδίῳ νεουρ γούντων τὴν γῆν, ἐπὶ
4.6.5
ταύτην εἱλκύσθη τὴν θεωρίαν ὁ μέγας Εὐσέβιος. Ἀμμιανοῦ δὲ τοῦ θεσπεσίου
4.6.6
ἀνεγνωκότος τὸ εὐαγγελικὸν χωρίον, τὴν δὲ ἑρμηνείαν μαστεύοντος, ἀνα λαβεῖν
4.6.7
ἐκέλευσε τὴν ἀνάγνωσιν ὁ μέγας Εὐσέβιος. Τοῦ δὲ εἰρηκότος ὅτι" τοῖς ἀροῦσιν
4.6.8
ἐπιτερπόμενος οὐκ ἐπήκουσας, ὡς εἰκός", νομοθετεῖ τοῖς ὀφθαλμοῖς μήτε τὸ πεδίον
4.6.9
ἐκεῖνο θεωρῆσαί ποτε μήτε τῷ οὐρανίῳ κάλλει καὶ τῷ τῶν ἀστέρων ἑστιαθῆναι χορῷ,
4.6.10
ἀλλ' ἀτραπῷ χρώμενος στενωτάτῃ, ἧς τὸ μέτρον σπιθαμῆς εἶναί φασιν, ἐπὶ τὸν
4.6.11
εὐκτήριον οἶκον φερούσῃ, ἔξω ταύτης βαδίσαι λοιπὸν οὐκ ἠνέσχετο. Πλείονα δὲ ἢ
4.6.12
τεσσαράκοντα ἔτη φασὶ μετὰ τοῦτον αὐτὸν διαβιῶναι τὸν νόμον. Ἵνα δὲ μετὰ τῆς
4.6.13
γνώμης καὶ ἀνάγκη τις αὐτὸν ἐπὶ ταῦτα καθέλκῃ, ζώνῃ σιδηρᾷ τὴν ὀσφὺν καταδήσας
4.6.14
καὶ βαρύτατον κλοιὸν περιθεὶς τῷ τραχήλῳ, ἄλλῳ τινὶ σιδήρῳ τὴν ζώνην συνήρμοσε
4.6.15
τῷ τοῦ τραχήλου κλοιῷ ἵνα τούτῳ τῷ τρόπῳ κατακαμπτόμενος εἰς γῆν κατακύπτειν
4.6.16
διηνεκῶς ἀναγκάζηται. Τοιαύτας αὐτὸς τῆς τῶν γηπόνων ἐκείνων θεωρίας εἰσεπράξατο
4.6.17
δίκας .
4.7.1
Ταῦτα δέ με πολλοὶ μὲν καὶ ἄλλοι τῶν ἐκεῖνον ἱστορη κότων καὶ τὰ κατ'
4.7.2
αὐτὸν ἀκριβῶς ἐπισταμένων ἐδίδαξαν· διηγήσατο δὲ τοῦτ' αὐτὸ τὸ διήγημα καὶ ὁ
4.7.3
πρεσβύτης, ὁ μέγας Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐν τοῖς ἄλλοις διηγήμασιν
4.7.4
ἀπεμνημονεύσαμεν. Ἔφη δὲ καὶ ἔρεσθαι αὐτόν ποτε συγκε κυφότα θεασάμενος ποίαν
4.7.5
καρπούμενος ὄνησιν οὔτε εἰς οὐρανὸν βλέπειν ἀνέχεται, οὔτε τὸ πεδίον ἐκεῖνο τὸ ὑπο
4.7.6
κείμενον θεωρεῖν, οὔτε τῆς στενῆς ἐκείνης ἔξω βαδίζειν ὁδοῦ· τὸν δὲ φάναι ταῦτα
4.7.7
τεχνάζειν πρὸς τὰ τοῦ πονηροῦ δαίμονος μηχανήματα." Ἵνα γάρ, ἔφη, μὴ περὶ μεγάλων
4.7.8
μοι πολεμῇ, σωφροσύνην κλέπτειν πειρώμενος καὶ δικαιο σύνην καὶ τὸν θυμὸν
4.7.9
ὁπλίζων καὶ τὴν ἐπιθυμίαν ἐξάπτων καὶ φλεγμαίνειν τῷ τύφῳ καὶ ἐξογκοῦσθαι
4.7.10
παρασκευάζων καὶ τὰ ἄλλα ὅσα τοιαῦτα κατὰ τῆς ἐμῆς τυρεύων ψυχῆς, εἰς τὰ σμικρὰ
4.7.11
ταῦτα μεταφέρειν πειρῶμαι τὸν πόλεμον· ἔνθα καὶ νικήσας οὐ μεγάλα λωβᾶται, καὶ
4.7.12
ἡττηθεὶς καταγελα στότερος γίνεται, ἅτε δὴ μηδὲ ἐν τοῖς μικροῖς περιγενέσθαι
4.7.13
δυνάμενος. Ἐπειδὴ τοίνυν ἀκινδυνότερον τοῦτον οἶδα τὸν πόλεμον– οὐ μεγάλα γὰρ ὁ ἐν
4.7.14
τούτοις βαλλόμενος ζημιοῦται· ποία γὰρ βλάβη τὸ πεδίον ἰδεῖν ἢ εἰς τὸν οὐρανὸν
4.7.15
ἀνατεῖναι τὸ ὄμμα;–, εἰς τοῦτο αὐτὸν τῆς παρατάξεως τὸ εἶδος μεθίστημι. Τῇδε γὰρ οὔτε
4.7.16
βαλεῖν οὔτε ἀνελεῖν δύναται· ταῦτα γὰρ οὐκ ἔστι θανατηφόρα τὰ βέλη, τῶν σιδηρῶν
4.7.17
ἐκείνων ἀκίδων ἀπηλλαγμένα." Ταῦτα ἀκηκοέναι ὁ μέγας ἔφη Ἀκάκιος καὶ ἄγασθαι τῆς
4.7.18
σοφίας καὶ τὴν πολεμικὴν θαυμάσαι ἀνδρείαν αὐτοῦ καὶ ἐμπειρίαν. Οὗ χάριν ὡς
4.7.19
ἀξιάγαστόν τε καὶ ἀξιομνημό νευτον τοῖς τὰ τοιάδε μανθάνειν ἐφιεμένοις καὶ τόδε
4.7.20
προσέφερε τὸ διήγημα.
4.8.1
Τοῦτο τὸ κλέος αὐτοῦ πάντοσε διαθέον εἵλκυσεν ἅπαντας πρὸς αὐτὸν τοὺς
4.8.2
τῆς ἀρετῆς ἐραστάς. Ἀφίκοντο δὲ καὶ τοῦ θειοτάτου Ἰουλιανοῦ τοῦ Πρεσβύτου οὗ
4.8.3
πρόσθεν τὸ διήγημα διεξήλθομεν τῆς ἀρίστης ποίμνης οἱ κτίλοι. Ἐπειδὴ γὰρ ὁ θεσπέσιος
4.8.4
ἐκεῖνος ἀνὴρ τοῦ βίου τὸ τέρμα καταλαβὼν εἰς τὴν ἀμείνω μετέβη ζωήν, Ἰάκωβος ὁ
4.8.5
Πέρσης καὶ Ἀγρίππας οἱ τῆς ἀγέλης ἐκείνης ἡγούμενοι πρὸς τὸν μέγαν Εὐσέβιον
4.8.6
ἔδραμον τοῦ ἡγεμονεύειν τὸ καλῶς ἄγεσθαι ἄμεινον ἡγησάμενοι. Τοῦ δὲ Ἰακώβου, οὗ
4.8.7
καὶ ἤδη πρόσθεν ἀπεμνημόνευσα, ἐν κεφαλαίῳ τούτου διδάξας τὴν ἀρετήν, καὶ νῦν δὲ
4.8.8
τῆς ἄκρας αὐτοῦ φιλοσοφίας τεκμήριον ἐναργὲς ἀποδείξω. Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος,
4.8.9
τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ ποιμνίου παρηγγύησε προστατεύειν, καὶ
4.8.10
παραι τούμενος τὴν κηδεμονίαν τοὺς τῆς ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν,
4.8.11
εἰς ἑτέραν ᾤχετο ποίμνην, νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος καὶ χρόνον πλεῖστον
4.8.12
ἐπιζήσας, οὕτω τόνδε τὸν βίον κατέλυσεν. Διαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην
4.8.13
Ἀγρίππας, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κομῶν ἀγαθοῖς, διαφερόντως δὲ τῇ τῆς ψυχῆς
4.8.14
καθαρότητι δι' ἣν καὶ τοῦ θείου κάλλους διηνεκῶς τὴν φαντασίαν δεχόμενος καὶ τῷ
4.8.15
τοῦ ἔρωτος ἐκείνου πυρσῷ πυρπολούμενος δάκρυσι κατέβρεχε διηνεκέσι τὰς παρειάς.
4.9.1
Καὶ τούτου δὲ ἐπὶ χρόνῳ πολλῷ τὴν ἔκκριτον ἐκείνην καὶ θείαν ποίμνην
4.9.2
ἐννόμως ποιμάναντος, εἶτα τὸν βίον ὑπεξελθόντος, Δαυΐδης ὁ θεῖος, οὗ κἀγὼ τῆς θέας
4.9.3
ἀπέλαυσα, τὴν ἡγεμονίαν παρέλαβεν, ἀνὴρ" νεκρώσας τῷ ὄντι, κατὰ τὸν θεῖον
4.9.4
ἀπόστολον, τὰ μέλη τὰ ἐπὶ τῆς γῆς". Τοσοῦτον γὰρ ἀπώνατο τῆς Εὐσεβίου τοῦ μεγάλου
4.9.5
διδασκαλίας, ὡς πέντε μὲν καὶ τετταράκοντα ἔτη ἐν ἐκείνῳ τῷ φροντιστηρίῳ διάγειν,
4.9.6
θυμοῦ δὲ χωρὶς καὶ ὀργῆς πάντα τοῦτον διαβιῶναι τὸν χρόνον. Οὐδὲ γὰρ μετὰ τὴν
4.9.7
ἡγεμονίαν ἐθεάσατό τις αὐτὸν πώποτε τοῦδε τοῦ πάθους ἥττω γενόμενον, καὶ ταῦτα
4.9.8
μυρίων, ὡς εἰκός, ἀναγκαζόντων. Ἄνδρες γὰρ πεντήκοντα καὶ ἑκατὸν ὑπὸ τῆς ἐκείνου
4.9.9
δεξιᾶς ἐποιμαίνοντο, οἱ μὲν ἄκροι τὴν ἀρετὴν καὶ τὴν ἐν οὐρανῷ πολιτείαν μιμούμενοι,
4.9.10
οἱ δὲ ἄρτι πτεροφυήσαντες, καὶ τὴν γῆν ὑπεράλλεσθαί τε καὶ ὑπερπέτεσθαι
4.9.11
διδασκόμενοι. Ἀλλ' ὅμως καὶ τοσούτων ὄντων τῶν τὰ θεῖα παιδευομένων καί τι καὶ
4.9.12
παραβαινόντων, ὡς εἰκός– οὐδὲ γὰρ τὸν ἄρτι φοιτῶντα κατορθοῦν ἅπαντα ῥᾴδιον–,
4.9.13
ἔμενεν ἀκίνητος, οἷά τις ἀσώματος, ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐδεμιᾶς αὐτὸν προφάσεως
4.9.14
εἰς θυμὸν ἐγει ρούσης.
4.10.1
Τοῦτο δὲ οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ παρέλαβον. Ἐπιθυμήσας γάρ ποτε
4.10.2
τὴν θείαν ἐκείνην ἀγέλην θεάσασθαι ἀφικόμην κοινωνοὺς ἔχων τῆς ἀποδημίας καὶ
4.10.3
ἄλλους τὸν αὐτόν μοι βίον ἀσπαζομένους. Ἅπαντα τοίνυν τῆς ἑβδομάδος τὸν κύκλον
4.10.4
παρὰ τῷδε τῷ θείῳ διαγαγόντες, ἐθεώμεθα πρόσωπον οὐδεμίαν μεταβολὴν δεχόμενον,
4.10.5
οὐδὲ νῦν μὲν διαχεόμενον, νῦν δὲ σκυθρωπότητι συναγόμενον καὶ τὸ ὄμμα δέ γε
4.10.6
ὡσαύτως οὐκ ἄλλοτε μὲν βλοσυρόν, χαροπὸν δὲ ἄλλοτε, ἀλλ' ἐπὶ τῆς αὐτῆς ἀεὶ τοὺς
4.10.7
ὀφθαλμοὺς μένοντας εὐκοσμίας· ἱκανοὶ δὲ οὗτοι τεκμηριῶσαι τῆς ψυχῆς τὴν γαλήνην.
4.10.8
Ἀλλ' εἰκός τινα νομίσαι τοιοῦτον αὐτὸν ἑωρᾶσθαι μηδεμιᾶς παρακινούσης αἰτίας. Οὗ
4.10.9
εἵνεκα διηγήσασθαί τι τοιοῦτον συμβὰν ἐφ' ἡμῶν ἀναγκάζομαι. Καθῆστο παρ' ἡμᾶς ὁ
4.10.10
θεῖος ἐκεῖνος ἀνὴρ τοὺς περὶ φιλοσοφίας λόγους ἀνακινῶν καὶ τῆς εὐαγγελικῆς
4.10.11
πολιτείας τὸ ἄκρον ἐπιζητῶν. Τοιούτων δὲ μεταξὺ γινομένων λόγων Ὀλύμπιός τις τὸ
4.10.12
μὲν γένος Ῥωμαῖος, τὸν δὲ τρόπον καὶ αὐτὸς ἀξιάγαστος, ἱερωσύνῃ τετιμημένος καὶ τῆς
4.10.13
ἡγεμονίας ἐκείνης τὰ δεύτερα διέπων, ἧκε παρ' ἡμᾶς τοῦ θείου Δαυΐδου καταβοῶν καὶ
4.10.14
λώβην κοινὴν τὴν ἐπιείκειαν ὀνομάζων ἐκείνην καὶ λυμαίνεσθαι πᾶσιν τὴν πρᾳότητα
4.10.15
λέγων καὶ ἄνοιαν ἀλλ' οὐκ ἐπιείκειαν τὴν ἄκραν ἐκείνην φιλοσοφίαν καλῶν. Ὁ δὲ
4.10.16
καθάπερ ἀδαμαντίνην ἔχων ψυχὴν ἐδέχετο μὲν τοὺς λόγους, οὐκ ἐκεντεῖτο δὲ ὑπὸ τῶν
4.10.17
κεντεῖν πεφυκό των, οὐδὲ μετέβαλλε τὸ πρόσωπον, οὐδὲ τὴν προκειμένην ἠφίει
4.10.18
διάλεξιν ἀλλά, μετὰ πρᾳείας φωνῆς καὶ λόγων τὴν ψυχικὴν μηνυόντων αἰθρίαν, τὸν
4.10.19
πρεσβύτην ἐκεῖνον ἀπέπεμπε, παρακαλῶν αὐτὸν ἐπιμεληθῆναι ὧν βούλεται·" Ἐγὼ δέ,
4.10.20
ἔφη, τοῖσδε τοῖς πρὸς ἡμᾶς ἀφιγμένοις, ὡς ὁρᾷς, διαλέγομαι, ἀναγκαίαν εἶναι νομίζων
4.10.21
ταύτην τὴν θεραπείαν".
4.11.1
Πῶς ἄν τις ἄμεινον ἐπιδείξειε τῆς ψυχῆς τὴν πρᾳ ότητα; Τὸ γὰρ τὴν
4.11.2
προστασίαν ἐκείνην πεπιστευμένον τοιαύτην ὑπὸ τοῦ τὰ δευτερεῖα ἔχοντος δέξασθαι
4.11.3
παροινίαν, μάλιστα δὲ ξένων παρόντων καὶ τῆς λοιδορίας ἀκροωμένων, καὶ μηδεμίαν
4.11.4
ἐκ τοῦ θυμοῦ ζάλην ὑπομεῖναι καὶ ταραχήν, ποίαν ἀν δρείας καὶ καρτερίας ὑπερβολὴν
4.11.5
καταλείπει; Ὁ μὲν οὖν θεῖος ἀπόστολος ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν
4.11.6
ἐπεσκεμμένος τῇ φύσει μετρεῖ τὴν νομοθεσίαν·" Ὀργίζεσθε γάρ, φησι, καὶ μὴ
4.11.7
ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρορ γισμῷ ὑμῶν." Τὰ μὲν γὰρ τοῦ θυμοῦ
4.11.8
κινήματα τῆς φύσεως εἰδὼς ἀλλ' οὐ τῆς γνωμῆς, ἐπίπονα λίαν, τάχα δὲ καὶ ἀδύνατα
4.11.9
νομοθετεῖν οὐκ ἀνέχεται· τῇ κινήσει δὲ τῆς φύσεως καὶ τῇ ζάλῃ τοῦ θυμοῦ μέτρον τὴν
4.11.10
ἡμέραν ὁρίζει, ἄγχειν κελεύων τῷ λογισμῷ καὶ τῷ χαλινῷ πιέζειν καὶ περαιτέρω τῶν
4.11.11
ὅρων προβαίνειν μὴ συγχωρῶν. Ὁ δὲ θεῖος οὗτος ἀνὴρ ὑπὲρ τοὺς κειμένους ἠγωνίζετο
4.11.12
νόμους καὶ ὑπὲρ τὰ σκάμματα ἥλλετο, οὐ μέχρι τῆς ἑσπέρας κινεῖσθαι τῷ θυμῷ
4.11.13
παραχωρῶν, ἀλλὰ μηδ' ὅλως ἐπιτρέπων κινεῖσθαι. Τοιαῦτα καὶ οὗτος τῆς Εὐσεβίου τοῦ
4.11.14
μεγάλου συνουσίας ἀπώνατο.
4.12.1
Πολλοὺς δὲ καὶ ἄλλους ἐραστὰς τῆς φιλοσοφίας ταύτης καὶ ζηλωτὰς ἐν
4.12.2
ἐκείνῃ τῇ καλύβῃ γεγενημένους τεθέαμαι, τοὺς μὲν ἐν ἀκμῇ τοῦ σώματος, τοὺς δὲ καὶ
4.12.3
ἐν γήρᾳ βαθεῖ· πλείονα γὰρ ἢ ἐνενήκοντα ἔτη διαβιώσαντες ἄνθρωποι τὸν ἐπίπονον
4.12.4
βίον καταλιπεῖν οὐκ ἠθέλησαν, ἀλλὰ τοῖς τῆς νεότητος ἱδρῶσι διέπρεπον, παννύχιοι
4.12.5
μὲν καὶ πανημέριοι τὸν θεὸν ἀντιβολοῦντες καὶ τὰς εὐαγεῖς ἐκείνας λειτουργίας
4.12.6
ποιούμενοι, διὰ δύο δὲ ἡμερῶν τῶν εὐτελῶν ἐκείνων σιτίων μεταλαγχάνοντες. Καὶ ἵνα
4.12.7
τοὺς ἄλλους καταλίπω οὐ σιγῆς ὄντας ἀξίους, εὐφημίας δὲ καὶ ἐπαίνων παντοίων, ἀλλ'
4.12.8
ἵνα μὴ πέρα τοῦ μέτρου μακρὸν ἐργάσωμαι τὸ διήγημα, ἐγένετό τις ἐν ἐκείνῳ τῷ θείῳ
4.12.9
χωρίῳ– Ἀββᾶν δὲ αὐτὸν ὀνομάζουσιν– ὃς ἐκ μὲν τῆς Ἰσμαηλίτιδος ἐβλάστησε ῥίζης, οὐκ
4.12.10
ἀπῳκίσθη δὲ τῆς Ἀβραμιαίας κατὰ τὸν πρόγονον οἰκίας, ἀλλὰ τῆς πατρῴας
4.12.11
κληρονομίας τῷ Ἰσαὰκ ἐκοινώνησε, μᾶλλον δὲ αὐτὴν ἥρπασε τῶν οὐρανῶν τὴν
4.12.12
βασιλείαν. Οὗτος εὐθὺς μὲν τῆς ἀσκητικῆς ταύτης ἥψατο πολιτείας, παρά τινι τηνικάδε
4.12.13
τὴν ἔρημον οἰκοῦντι, γυμναστῇ τῶν τοιούτων ἀρίστῳ– Μαρωσᾶς δὲ ἦν ὄνομα τούτῳ.
4.12.14
Μετὰ δὲ ταῦτα καὶ ἐκεῖνος τὸ ἑτέρων ἡγεμονεύειν καταλιπὼν εἰς ταύτην σὺν τῷ Ἀββᾷ
4.12.15
τὴν ἀγέλην ἀφίκετο καὶ χρόνον μὲν οὐ σμικρὸν ἐπεβίω, λαμπρῶς δὲ ἀγωνισάμενος καὶ
4.12.16
ἀοίδιμος γενόμενος ὑπεξῆλθε τὸν βίον. Ὁ δὲ ὀκτὼ μὲν ἤδη καὶ τριάκοντα ἐκεῖ
4.12.17
διετέλεσεν ἔτη· ὡς ἔναγχος δὲ τοῦ πονεῖν ἀρξάμενος, οὕτως ἐφίεται τοῦ πονεῖν. Μέχρι
4.12.18
γὰρ καὶ τήμερον ὑποδήμασι μὲν τοὺς πόδας οὐκ ἐκάλυψε πώποτε· τῇ σκιᾷ δὲ
4.12.19
προσεδρεύων ἐν τῷ κρυμῷ, τὸν ἥλιον ἐν τῷ φλογμῷ καταδέχεται, καὶ ὡς ζεφύριον
4.12.20
αὖραν τὴν ἐκεῖθεν δέχεται φλόγα. Ἅπαντα δὲ τοῦτον τὸν χρόνον ὕδατος μεταλαχεῖν
4.12.21
οὐκ ἠνέσχετο, οὐκ ἐκεῖνα ἐσθίων ἃ τοῖς τὸ μὴ πίνειν ἐπιτηδεύουσι προσφέρεσθαι
4.12.22
σύνηθες– ὑγροτέρων γὰρ οὗτοι σιτίων ἀπολαύειν εἰώθασιν–, ἀλλὰ τῶν αὐτῶν τοῖς
4.12.23
ἄλλοις ἀπολαύων σιτίων, ἐσθίων δὲ βραχέα, καὶ ὅσα βραχεῖαν ἐντίθησι δύναμιν,
4.12.24
περιττὴν ἡγεῖται τὴν τοῦ ὕδατος χρείαν. Σιδήρῳ δὲ βαρεῖ τὴν ὀσφὺν ἐζωσμένος κάθηται
4.12.25
μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ τῆς ἡμέρας τὸ πλέον ἢ ἑστηκὼς ἢ ἐπὶ τῶν γονάτων
4.12.26
κείμενος τὴν τῆς εὐχῆς τῷ δεσπότῃ λειτουργίαν προσφέρει, τῆς δὲ κατακλίσεως
4.12.27
παντελῶς τὴν χρείαν ἠρνήθη· οὐδεὶς γὰρ αὐτὸν κατακλιθέντα μέχρι καὶ τήμερον
4.12.28
ἐθεάσατο πώποτε, ἀλλὰ καὶ τοῦ χοροῦ κορυφαῖος ἀποφανθεὶς καὶ προστατεύειν λαχὼν
4.12.29
τοῦτον ἅπαντα φέρει προθύμως τὸν πόνον, ἀρχέτυπον ἑαυτὸν φιλοσοφίας τοῖς
4.12.30
ὑπηκόοις ἅπασι προτιθείς.
4.13.1
Τοιούτους νικηφόρους ἀγωνιστὰς ὁ θεῖος Εὐσέβιος ὁ τῶνδε τῶν ἀγώνων
4.13.2
παιδοτρίβης καὶ γυμναστὴς παρέστησε τῷ θεῷ· καὶ ἄλλους δὲ πλείστους ἀποφήνας
4.13.3
τοιούτους ἑτέραις παλαίστραις διδασκάλους παρέπεμψεν οἳ τὸ ὄρος ἅπαν ἐκεῖνο τὸ
4.13.4
ἱερὸν τῶν θείων τούτων καὶ εὐωδῶν λειμώνων ἐπλήρωσαν. Πρὸς ἕω γὰρ τῆς ἐξ ἀρχῆς
4.13.5
παγείσης ἀσκητικῆς καλύβης καὶ πρὸς ἑσπέραν καὶ μεσημβρίαν ἐστὶν ἰδεῖν ταύτης τῆς
4.13.6
φιλοσοφίας τὰ ἔκγονα οἷόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας καὶ τοὺς μὲν τῇ
4.13.7
ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὸν ποιητὴν ἀνυμνοῦντας. Ἀλλὰ γὰρ ἀδυνά τοις
4.13.8
ἐπιχειρῶ τὰ ὑπὸ τῆς θείας ἐκείνης κατορθωθέντα ψυχῆς ἅπαντα διεξελθεῖν ἐφιέμενος·
4.13.9
τοιγαροῦν τῷδε τῷ διηγήματι τὸ πέρας ἐπιθετέον, ἐφ' ἕτερον δὲ τρεπτέον καὶ τὴν
4.13.10
ἐκεῖθεν πάλιν ὠφέλειαν προσθετέον, τῆς εὐλογίας τῶνδε τῶν μεγάλων ἀνδρῶν
4.13.11
μεταλαχεῖν ἱκετεύσαντα.
4.13.12
5. t ΠΟΥΠΛΙΟΣ

Intertext edge

Open linked passage

Note