Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Κατὰ τὸν αὐτὸν χρόνον ἐγένετό τις Πούπλιος καὶ τὸ εἶδος ἀξιοθέατος καὶ τὴν
5.1.2
ψυχὴν τῷ εἴδει συμβαίνουσαν ἔχων, μᾶλλον δὲ πολλῷ τοῦ σώματος θαυμαστοτέραν
5.1.3
ἐπιδεικνύς. Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν
5.1.4
Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην
5.1.5
διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας
5.1.6
καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ
5.1.7
τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου
5.1.8
γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ
5.1.9
τριάκοντα σταδίους ἀφεστηκός. Ἐν τούτῳ βραχύν τινα οἰκίσκον δειμάμενος, ἀπέδοτο
5.1.10
μὲν ἅπαντα ὅσα πατρόθεν ἐδέξατο, οἰκίαν φημὶ καὶ κτήματα καὶ βοσκήματα καὶ
5.1.11
ἐσθήματα, σκεύη τε ἀργυρᾶ καὶ χαλκᾶ καὶ εἴ τι ἕτερον μετὰ τούτων ἐτύγχανεν.
5.2.1
Διανείμας δὲ ταῦτα κατὰ τὸν θεῖον νόμον οἷς ἔδει καὶ πάσης ἑαυτὸν
5.2.2
φροντίδος γηΐνης ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνων ἐδέξατο φροντίδα, τὴν τοῦ
5.2.3
καλέσαντος θεραπείαν καὶ ταύτην ἀνελίττων ἐν τῇ ψυχῇ διετέλει νύκτωρ τε καὶ μεθ'
5.2.4
ἡμέραν σκοπούμενος καὶ διερευνώμενος ὅπως ταύτην αὐξήσειε. Τούτου εἵνεκα ὁ πόνος
5.2.5
αὐτῷ διηνεκῶς ηὔξετο καὶ ἐπίτασιν καθ' ἑκάστην ἡμέραν ἐδέχετο, καὶ γλυκὺς ἦν καὶ
5.2.6
ἡδονῆς ἀνάπλεως καὶ πόρρω τὸν κόρον ἐλαύνων. Οὐ γάρ τις αὐτὸν ἐθεάσατο πώποτε
5.2.7
βραχὺ γοῦν μορίον ἡμέρας ἀναπαύλης μεταλαχόντα, ἀλλὰ τὴν μὲν ψαλμῳδίαν εὐχή,
5.2.8
τὴν δὲ εὐχὴν ψαλμῳδία, ἀμφότερα δὲ τῶν θείων λογίων ἀνάγνωσις διεδέχετο· εἶτα ἡ
5.2.9
τῶν ἀφικνουμένων ἐπιμέλεια ξένων, ἔπειτα ἄλλο τι τῶν ἀναγ καίων ἔργων ἐγίνετο.
5.3.1
Ἐν τούτοις τὸν βίον ὁδεύων καὶ ἀρχέτυπον ἀρετῆς τοῖς ζηλοῦν βουλομένοις
5.3.2
προκείμενος, οἷά τις ὄρνις εὐκέλαδος πολλοὺς τῶν ὁμοφύλων εἰς τὰ σωτήρια ταῦτα
5.3.3
συνήγειρε θήρατρα. Ἀλλὰ κατ' ἀρχὰς μὲν οὐδένα σύνοικον ἔχειν ἠνέσχετο· βραχεῖς δὲ
5.3.4
οἰκίσκους ἀγχιθύρους οἰκοδομῶν, αὐτὸν καθ' αὑτὸν ἕκαστον τῶν συνιόντων διάγειν
5.3.5
ἐκέλευε συχνῶς ἐπισκοπῶν καὶ τοὺς οἰκίσκους διερευνώμενος μή τι πέρα τῆς χρείας
5.3.6
ἀποκείμενον ἔχοιεν. Φασὶ δὲ αὐτὸν καὶ ζυγὰ ἐπιφερόμενον τὸν τῶν ἄρτων σταθμὸν
5.3.7
πολυπραγμονεῖν ἀκριβῶς καὶ εἴ ποτε εὕροι τοῦ ὡρισμένου πλείονα, δυσχε ραίνειν καὶ
5.3.8
γαστριμάργους τοὺς τοῦτο ποιοῦντας ἀποκαλεῖν. Ἐκέλευε γὰρ μήτε ἐσθίοντας μήτε
5.3.9
πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων ἀπολαύειν ὁπόσα τῷ σώματι παρέχειν
5.3.10
ἀπόχρη τὴν ζωήν. Εἰ δέ ποτε καὶ τῶν πιτύρων ἀποκεκρι μένον τὸ ἄλευρον ἐθεάσατο ὡς
5.3.11
συβαριτικῆς τροφῆς ἀπο λαύουσι τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο· καὶ νύκτωρ δὲ
5.3.12
ἐξαπιναίως παρὰ τὴν ἑκάστου θύραν ἀφικνούμενος, εἰ μέν τινα εὗρεν ἐγρηγορότα καὶ
5.3.13
τὸν θεὸν ὑμνοῦντα, σιγῇ πάλιν ἀπεχώρει· εἰ δέ τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ
5.3.14
μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ τὸν κατακείμενον ἔβαλλεν ὡς πλείονα ἢ ἔδει τῷ
5.3.15
σώματι τὴν θεραπείαν προσφέροντα.
5.4.1
Τοῦτον αὐτοῦ τὸν πόνον τῶν ὁμογνωμόνων τινὲς θεασάμενοι ἓν πᾶσιν
5.4.2
οἰκοδομῆσαι καταγώγιον εἰσηγήσαντο. Ἀκριβέστερον γὰρ ἔφασαν τοὺς νῦν
5.4.3
διεσπαρμένους βιώσεσθαι καὶ αὐτὸν τῆς πλείονος φροντίδος ἀπαλλαγήσεσθαι. Ἐδέξατο
5.4.4
τὴν παραίνεσιν ὁ σοφώτατος καὶ συναγείρας ἅπαντας καὶ τοὺς μικροὺς ἐκείνους
5.4.5
καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνει λεγμένοις δειμάμενος κοινῇ τε πολιτεύεσθαι καὶ
5.4.6
παραθήγειν ἀλλήλους ἐκέλευσε καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πρᾳότητα,
5.4.7
ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾷον καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα τοῦ
5.4.8
τῆς νηστείας μεταλαμ βάνειν μαθήματος." Οὕτω γὰρ παρ' ἀλλήλων, ἔφη, τὸ ἐνδέον
5.4.9
λαμβάνοντες, τὴν τελεωτάτην κατορθώσομεν ἀρετήν. Καθά περ γὰρ ἐν ταῖς πολιτικαῖς
5.4.10
ἀγοραῖς ὁ μὲν ἄρτων ἐστὶ πρατήρ, ὁ δὲ λαχάνων, ὁ δὲ ἱματίων ἔμπορος, ἄλλος δὲ
5.4.11
ὑποδημάτων δημιουργός, παρ' ἀλλήλων δὲ τὴν χρείαν ἐρανιζόμενοι θυμηρέστερον
5.4.12
βιοτεύουσιν, ὁ μὲν γὰρ ἱμάτιον διδοὺς ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος
5.4.13
ἀποδίδοται ἄρτον· οὕτως ἡμᾶς ἀλλήλοις ἀντιδιδόναι προσήκει τῆς ἀρετῆς τὰ
5.4.14
πολυτίμητα μόρια."
5.5.1
Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγω νιζομένων καὶ τῇ ἑλλάδι
5.5.2
φωνῇ τὸν θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ
5.5.3
κεχρημένους φωνῇ· καὶ συνδραμόντες τινὲς ἱκέτευον καὶ τῆς ἀγέλης γενέσθαι καὶ τῆς
5.5.4
ἱερᾶς αὐτοῦ διδασκαλίας μεταλαχεῖν. Ἐδέξατο δὲ τὴν αἴτησιν, τῆς δεσποτικῆς
5.5.5
μεμνημένος νομοθεσίας ἣν τοῖς ἱεροῖς προσενήνοχεν ἀποστό λοις·" Πορευθέντες,
5.5.6
λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη". Καὶ παρ' ἐκεῖνο τὸ καταγώγιον ἕτερον
5.5.7
οἰκοδομήσας ἐκεῖ τούτους διάγειν ἐκέλευσε, νεών τινα θεῖον κατασκευάσας εἰς ὃν καὶ
5.5.8
τούτους κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας ἵνα καὶ τὴν
5.5.9
ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ θεῷ, διχῇ μὲν διῃρημένοι
5.5.10
καὶ τῇ οἰκείᾳ ἕκαστοι κεχρημένοι φωνῇ, ἐκ διαδοχῆς δὲ τὴν ᾠδὴν ἀναπέμποντες.
5.6.1
Διέμεινε δὲ μέχρι καὶ τήμερον τόδε τῆς πολιτείας τὸ εἶδος· καὶ οὐδὲ ὁ χρόνος
5.6.2
ὁ ταῦτα καὶ τὰ τοιαῦτα ἀμείβειν φιλονεικῶν, οὐχ οἱ τὴν ἐκείνου κηδεμονίαν
5.6.3
διαδεξάμενοι ἀνατρέψαι τι τῶν ὑπ' ἐκείνου τεθέντων ἀνεπείσθησαν ὅρων, καὶ ταῦτα οὐ
5.6.4
δύο καὶ τριῶν ἀλλὰ καὶ πλειόνων ταύτην τὴν ἡγεμονίαν λαχόντων. Εὐθὺς μὲν γὰρ
5.6.5
ἐκείνου τὸν ἀγῶνα πεπληρωκότος καὶ τόνδε τὸν βίον ὑπεξελθόντος καὶ εἰς τὴν ἄλυπον
5.6.6
ἐκείνην μεταβάντος ζωήν, Θεότεκνος μὲν τῆς ἑλλάδος φωνῆς, Ἀφθόνιος δὲ τῆς σύρας
5.6.7
τὴν ἡγεμονίαν διεδέξαντο, ἀμφότεροι στῆλαί τινες ἔμψυχοι καὶ εἰκόνες τῆς ἀρετῆς τῆς
5.6.8
ἐκείνου γενόμενοι. Οὐδεμίαν γὰρ οὔτε τοῖς συνοῦσιν οὔτε τοῖς ἔξωθεν ἀφικνουμένοις
5.6.9
αἴσθησιν λαβεῖν τῆς ἐκείνου τελευτῆς συνεχώρησαν σφᾶς αὐτοὺς ἐκμαγεῖα τῆς ἐκείνου
5.6.10
πολιτείας δεικνύντες. Ἀλλ' ὁ μὲν θεῖος Θεότεκνος οὐ πολὺν ἐπιβιώσας χρόνον Θεοδότῳ
5.6.11
τὴν ἡγεμονίαν παρέ δωκεν. Ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς ἀγέλης
5.6.12
ἐπιμελούμενος καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων.
5.7.1
Ὁ δὲ Θεόδοτος οὗτος, ἀπὸ τῆς Ἀρμενίας ὁρμώμενος, τὴν ἀσκητικὴν ἐκείνην
5.7.2
συμμορίαν θεασάμενος, τὰ μὲν πρῶτα μετὰ τῶν ὑπηκόων ἐτέτακτο, τῷ μεγάλῳ
5.7.3
Θεοτέκνῳ κυβερνῶντι πειθόμενος. Ἐπειδὴ δέ, ὡς ἔφην, ὁ μὲν ἐξεδή μησεν, αὐτὸς δὲ τὴν
5.7.4
προστασίαν παρέλαβεν, τοσούτοις ἐκόμησεν ἀγαθοῖς ὡς ἀποκρύψαι μικροῦ δεῖν τοὺς
5.7.5
προτέρους τῇ φήμῃ· οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος καὶ τοσούτοις αὐτὸν
5.7.6
καὶ τοιούτοις κατέτρωσε βέλεσιν ὡς νύκτωρ καὶ μεθ' ἡμέραν τῆς κατανύξεως προχέειν
5.7.7
τὰ δάκρυα. Τοσαύτης δὲ πνευματικῆς χάριτος ἀνάπλεως ἦν ὡς προσευχομένου σιγᾶν
5.7.8
μὲν ἅπαντας τοὺς παρόντας, ἐπαΐειν δὲ μόνον τῶν ἱερῶν ἐκείνων ῥημάτων, προσευχὴν
5.7.9
σπουδαίαν τὴν ἀκρόασιν ἡγουμένους. Τίς γὰρ οὕτως ἀδαμάν τινος ἦν ὡς ἐκείνων οὕτω
5.7.10
γνησίως προσφερομένων τῶν λόγων μὴ καταθελχθῆναι τὴν ψυχὴν καὶ τὸ σκληρὸν
5.7.11
ταύτης καὶ ἀπειθὲς καταμαλάξαι καὶ πρὸς τὴν θείαν θεραπείαν μεταγαγεῖν; Οὕτω καθ'
5.7.12
ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων καὶ τοὺς ἀσύλους θησαυροὺς πλήρεις τῶν
5.7.13
τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη ποιμάνας τὸ ποίμνιον, προσετέθη
5.7.14
πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν γραφήν, τραφεὶς ἐν γήρᾳ καλῷ, Θεοτέκνῳ δὲ
5.7.15
ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ δὲ τὸν τρόπον τὰς ἡνίας παραδούς.
5.8.1
Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἢ τεττα ράκοντα ἔτη τοῦ χοροῦ
5.8.2
προστατεύσας τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο οὔτε τὴν ἀσκητικὴν ἐναλλάξας
5.8.3
σισύραν, οὔτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα. Καὶ σιτίων δὲ ἀπέλαυεν
5.8.4
οἵων πρὸ τῆς προεδρίας ἀπέλαυε. Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος οὐδὲν
5.8.5
ἧττον τῆς ἀγέλης ἐκείνης ἐπεμελεῖτο, ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν
5.8.6
τῶν ζυγομαχούντων τὰς ἔριδας διαλύων, νῦν δὲ ὑφ' ὁτουοῦν ἀδικουμένων ποιούμε νος
5.8.7
πρόνοιαν, ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν. Καὶ τούτων
5.8.8
ἕκαστον ἔδρα, τὰ τῶν ὁμοσκήνων μεταξὺ περιρράπτων ῥάκια ἢ τὸν φακὸν ἐκκαθαίρων
5.8.9
ἢ τὸν σῖτον ἐκπλύνων ἢ ἄλλο τι τῶν τοιούτων μεταχειρίζων. Οὕτω καὶ τὴν προεδρίαν
5.8.10
κοσμήσας καὶ τὴν ἀρετὴν ἐπαυξήσας μετὰ τῶν ταύτης φορτίων τὸν θεῖον λιμένα
5.8.11
κατέλαβεν .
5.9.1
Καὶ τί δεῖ λέγειν περὶ Θεοτέκνου καὶ τοῦ μετ' ἐκεῖνον Γρηγορίου, τοῦ μὲν ἐν
5.9.2
νεότητι πᾶν εἶδος φιλοσοφίας συνειληχότος καὶ μετὰ τῆς προγονικῆς εὐκλείας
5.9.3
ἀποδεδημη κότος, τοῦ δὲ ἔτι καὶ τήμερον ἐν γήρᾳ βαθεῖ ὡς ἐν ἀκμάζοντι πονοῦντος τῷ
5.9.4
σώματι. Διέμεινε γὰρ παντελῶς τῆς ἀμπέλου τὸν καρπὸν παραιτούμενος καὶ οὐδὲ ὄξους
5.9.5
ἢ σταφίδων μεταλαμβάνων, οὐ γάλακτος οὐκ ἄρτι ληφθέντος, οὐ πεπη γότος. Οὕτω γὰρ
5.9.6
βιοῦν ὁ μέγας ἐνομοθέτησε Πούπλιος. Ἐλαίου δὲ κατὰ τὸν τῆς πεντηκοστῆς καιρὸν τὴν
5.9.7
χρείαν μεταλαμβάνοντες πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν.
5.10.1
Τοιαῦτα καὶ περὶ τοῦ μεγάλου Πουπλίου μεμάθηκα, τὰ μὲν ἀκοῇ δεξάμενος,
5.10.2
τὰ δὲ τοὺς ἐκείνου φοιτητὰς θεασάμενος καὶ ἐν τοῖς φοιτηταῖς διαγνοὺς τὸν
5.10.3
διδάσκαλον, καὶ διὰ τῶν ἀθλητῶν τὸν παιδοτρίβην καταμαθών. Ἄδικον τοίνυν νομίσας
5.10.4
καὶ βάσκανον τοσαύτην ὠφέλειαν παραδοῦναι σιγῇ τοῖς ἀγνοοῦσι προτέθηκα τὸ
5.10.5
διήγημα καὶ αὐτοῖς τὴν ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς
5.10.6
μνήμης περιποιούμενος κέρδος. Ἤκουσα γὰρ τοῦ δεσπότου λέγοντος·" Πᾶς ὅστις ἂν
5.10.7
ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν
5.10.8
τοῦ πατρός μου, τοῦ ἐν οὐρανοῖς." Καὶ οἶδα σαφῶς ὡς τοῖς ἀνθρώποις τὴν τούτων
5.10.9
μνήμην προσενεγκὼν τῆς ἐπὶ τοῦ θεοῦ τῶν ὅλων παρ' αὐτῶν ἀπολαύσομαι μνήμης.
5.10.10
6. t ΣΥΜΕΩΝΗΣ Ο ΠΑΛΑΙΟΣ

Intertext edge

Open linked passage

Note