Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλίποι καὶ λήθῃ τῆς ἐκείνου
6.1.2
φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ φύγοι γραφὴν
6.1.3
ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα μήτε τοῖς ὠφελεῖσθαι βουλομένοις εἰς μίμησιν
6.1.4
τὰ ἀξιέραστα προτιθείς. Ἐγὼ δὲ οὐ φόβῳ τῆς κατηγορίας, ἀλλὰ πόθῳ τῆς εὐφημίας τῆς
6.1.5
τοῦδε πολιτείας ποιήσομαι τὴν διήγησιν. Οὗτος γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε
6.1.6
χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενος βίον καὶ ἔν τινι βραχεῖ διαιτώμενος ἄντρῳ·
6.1.7
παραψυχῆς μὲν ἀνθρωπίνης οὐδεμιᾶς ἀπέλαυε– μόνος γὰρ βιοτεύειν προείλετο–, τῷ δὲ
6.1.8
θεῷ τῶν ὅλων ἐνδελεχῶς προσδιελέγετο. Τὰς ἐδωδίμους δὲ τῶν βοτανῶν ἐποιεῖτο
6.1.9
τροφήν .
6.2.1
Οὗτος ὁ πόνος αὐτῷ καὶ τὴν ἄνωθεν πλουσίαν ἐδωρή σατο χάριν ὡς καὶ τοῖς
6.2.2
ἀλκιμωτάτοις καὶ θρασυτάτοις ἐπιτάττειν θηρίοις. Καὶ τοῦτο δῆλον οὐ τοῖς εὐσεβέσι
6.2.3
μόνοις ἀλλὰ καὶ τοῖς ἀπίστοις Ἰουδαίοις ἐγένετο. Χρείας μὲν γάρ τινος ἕνεκα
6.2.4
ἀπεδήμουν εἴς τι τῶν φρουρίων, τῶν ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης διακειμένων· ὑετοῦ
6.2.5
δὲ λάβρου γενομέ νου καὶ λαίλαπος προσβαλούσης διαμαρτάνουσι μὲν τῆς ὁδοῦ, τὰ
6.2.6
πρόσω βλέπειν οὐ δυνάμενοι. Ἀλῶνται δὲ κατὰ τὴν ἔρημον, οὔτε κώμην, οὔτε ἄντρον,
6.2.7
οὔτε ὁδίτην εὑρίσ κοντες· ἐν ἠπείρῳ δὲ μέσῃ τοῖς ναυτιλλομένοις παραπλησίως
6.2.8
κλυδωνιζόμενοι, καταλαμβάνουσιν οἷόν τινα λιμένα τοῦ θείου Συμεώνου τὸ σπήλαιον
6.2.9
καὶ θεωροῦσιν ἄνθρωπον αὐχμῶντα καὶ ῥυπῶντα καὶ βραχύ τι ῥάκος σισύρας ἐπὶ τῶν
6.2.10
ὤμων φέροντα. Ὁ δὲ εἶδέ τε ὁμοῦ καὶ ἠσπάσατο– καὶ γὰρ εὐπροσήγορος ἦν– καὶ τῆς
6.2.11
ἀφίξεως ἤρετο τὴν αἰτίαν. Ὡς δὲ τὸ συμβὰν διηγήσαντο καὶ τὴν ἐπὶ τὸ φρούριον
6.2.12
ἄγουσαν ὁδὸν μαθεῖν καθικέτευσαν·" Μείνατε, ἔφη, καὶ παραυτίκα ὑμῖν ἀγωγοὺς δώσω
6.2.13
τὴν ποθουμένην ὁδὸν ἀποδεί ξοντας". Οἱ μὲν οὖν ἐπείθοντό τε καὶ διανεπαύοντο.
6.2.14
Καθημέ νων δὲ αὐτῶν ἀφίκοντο δύο λέοντες οὐ βλοσυρὸν βλέποντες, ἀλλ' οἷόν τινα
6.2.15
δεσπότην σαίνοντες καὶ τὴν δουλείαν ὑποση μαίνοντες. Τούτοις ἐκέλευσε διανεύων
6.2.16
ξεναγῆσαι τοὺς ἄνδρας καὶ εἰς ἐκείνην ἀπαγαγεῖν τὴν ὁδὸν ἣν καταλιπόντες τὸν
6.2.17
πλάνον ὑπέμειναν.
6.3.1
Ἀλλὰ μηδεὶς μυθῶδες εἶναι τὸ διήγημα νομιζέτω τοὺς κοινοὺς τῆς ἀληθείας
6.3.2
ἐχθροὺς μαρτυροῦντας ἔχων τῇ ἀληθείᾳ. Αὐτοὶ γὰρ οἱ τῆς εὐεργεσίας τετυχηκότες
6.3.3
τοῦτο ᾄδοντες διετέλεσαν. Καὶ τοῦτό μοι οὗτος ὁ μέγας Ἰάκωβος διηγήσατο, παρεῖναι
6.3.4
φήσας αὐτοῖς τῷ θεσπεσίῳ Μάρωνι διηγουμένοις τὸ θαῦμα. Ὁ τοίνυν Ἰουδαίοις τῇ τῶν
6.3.5
χριστιανῶν μαρτυροῦσι θαυματουργίᾳ διαπιστῶν, πῶς οὐκ ἂν εἰκότως ἀπιστότερος
6.3.6
Ἰουδαίων κληθείη, εἴπερ οἱ μὲν καὶ δυσμενεῖς ὄντες ἡττῶνται ὅμως καὶ ταῖς τῆς
6.3.7
ἀληθείας ἀκτῖσι παραχωροῦσιν, οἱ δὲ εὖνοι νομιζόμενοι καὶ τῆς πίστεως κοινωνοὶ οὐδὲ
6.3.8
τοῖς ἐχθροῖς τῇ δυνάμει τῆς χάριτος μαρτυροῦσι πιστεύουσιν;
6.4.1
Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεῖος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς
6.4.2
καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος– οἰκοῦσι δὲ τὴν ἔρημον
6.4.3
ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον–, ἡσυχίας ἐρῶν, καταλιπεῖν ἠναγκάσθη
6.4.4
τὸ σπήλαιον καὶ πολλὴν ἀνύσας ὁδὸν ὄρος καταλαμβάνει τὸ καλούμενον Ἀμανόν, καὶ
6.4.5
τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε
6.4.6
θαύμασι καὶ τὴν νῦν ἐν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν.
6.5.1
Ἀλλὰ πάντα μὲν διηγεῖσθαι λίαν ἐπίπονον, ἐμοὶ δὲ τυχὸν καὶ ἀδύνατον. Ἑνὸς
6.5.2
τοίνυν μνησθεὶς καὶ οἷόν τινα χαρακτῆρα τῆς ἀποστολικῆς αὐτοῦ καὶ προφητικῆς
6.5.3
θαυμα τουργίας προθεὶς καταλείπω τοῖς ἐντυγχάνουσιν ἐννοεῖν ἐντεῦθεν ἧς ἔλαβε
6.5.4
χάριτος τὴν ἰσχύν. Θέρος ἦν καὶ ἀμητὸς καὶ τὰ δράγματα εἰς τὰς ἅλως μετεκομίζετο.
6.5.5
Ἀνὴρ δέ τις τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων ἐφιέμενος,
6.5.6
ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ τούτων ἐπειρᾶτο
6.5.7
θημῶνα. Ἀλλ' εὐθὺς τὴν κατὰ τῆς κλοπῆς τὸ θεῖον ἐξεφέρετο ψῆφον καὶ πρηστὴρ
6.5.8
ἐπεφέρετο καὶ ἡ ἅλως ἐνεπίμπρατο καὶ ὁ δείλαιος ἐκεῖνος τὸν τοῦ θεοῦ κατελάμ βανεν
6.5.9
ἄνθρωπον οὐ πόρρω τῆς κώμης ἐσκηνωμένον καὶ τὴν μὲν συμφορὰν διηγεῖτο, κρύπτειν
6.5.10
δὲ τὴν κλοπὴν ἐπειρᾶτο. Ὡς δὲ τἀληθῆ λέγειν κελευσθεὶς ὡμολόγησε τὴν κλοπήν– τὸ
6.5.11
γὰρ πάθος καὶ ἑαυτοῦ κατηγορεῖν κατηνάγκασε–, προσέταξεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῇ
6.5.12
λύσει τῆς ἀδικίας λῦσαι τὴν τιμωρίαν·" Σοῦ γάρ, ἔφη, τὰ δράγματα ἐκεῖνα ἐκτιν νύντος,
6.5.13
τὸ θεήλατον ἐκεῖνο σβεσθήσεται πῦρ". Ἦν τοίνυν ἰδεῖν τὸν μὲν θέοντα καὶ τῷ
6.5.14
ἀδικηθέντι τοὺς κλαπέντας ἀστάχυας προσφέροντα, τὴν δὲ πυρὰν ἄνευ ὕδατος σβεννυ
6.5.15
μένην τῇ τοῦ θείου πρεσβύτου προσευχῇ καὶ πρεσβείᾳ.
6.6.1
Τοῦτο οὐ μόνον τοὺς περιοίκους ἐνέπλησε δείματος, ἀλλὰ καὶ τὴν πόλιν
6.6.2
ἅπασαν– τὴν Ἀντιόχου λέγω· ὑπὸ ταύτην γὰρ τὸ χωρίον ἐτέλει– θέειν ἐκεῖ κατηνάγκασε
6.6.3
καὶ τὸν μὲν ἐπαγγέλλειν δαιμονικῆς λύττης ἀπαλλαγήν, τὸν δὲ πυρετοῦ παῦλαν, τὸν δὲ
6.6.4
ἄλλου τινὸς τῶν ἐνοχλούντων ἰατρείαν. Ὁ δὲ ἀφθόνως τῆς ἐνοικούσης χάριτος
6.6.5
ἐχορήγει τὰ νάματα.
6.7.1
Ἀλλὰ πάλιν τῆς ἡσυχίας ἐρῶν τὸ Σίναιον ὄρος κατα λαβεῖν ἐπεθύμησεν.
6.7.2
Μαθόντες δὲ πολλοὶ τῶν ἀρίστων καὶ τὴν αὐτὴν μετιόντες φιλοσοφίαν, συνέδραμον
6.7.3
κοινωνῆσαι αὐτῷ τῆς ἀποδημίας ποθοῦντες. Πολλῶν τοίνυν ἡμερῶν ὁδὸν ἐξανύσαντες,
6.7.4
ἐπειδὴ κατὰ τὴν σοδομῖτιν ἐγένοντο ἔρημον, ὁρῶσι πόρρωθεν ἀπὸ βάθους χεῖρας
6.7.5
ἀνδρὸς εἰς ὕψος ἐκτεινομένας, καὶ τὸ μὲν πρῶτον δαίμονος ἐξαπάτην ὑπέλαβον·
6.7.6
προσευξάμενοι δὲ σπουδαιότερον καὶ ταὐτὸ θεασάμενοι ὥρμησαν ἐπ' ἐκεῖνο τὸ χωρίον
6.7.7
καὶ βραχὺ μὲν ὄρυγμα θεωροῦσιν ὁποῖα ποιεῖν πεφύκασιν αἱ ἀλώπεκες καταδύσεις
6.7.8
ἑαυταῖς μηχανώμεναι· οὐδένα δὲ εἶδον ἐκεῖ προφαινόμενον· τοῦ κτύπου γὰρ τῶν ποδῶν
6.7.9
αἰσθόμενος ὁ τὰς χεῖρας ἐκτεταμένας ἔχων, εἴσω τῆς καταδύσεως κατε κρύβη.
6.8.1
Διακύψας δὲ ὁ πρεσβύτης ἐλιπάρει μάλα πολλὰ ὀφθῆναι αὐτὸν εἰ
6.8.2
ἀνθρωπείαν ἔχοι τὴν φύσιν καὶ μὴ δαίμων τις ἀπατεὼν εἴη τοιαῦτα σχηματιζόμενος·
6.8.3
" Καὶ γὰρ ἡμεῖς, ἔφη, τὸν ἀσκητικὸν μετιόντες βίον καὶ τῆς ἡσυχίας ἐρῶντες, ἀλώμεθα
6.8.4
κατὰ τήνδε τὴν ἔρημον, ἐν τῷ Σινᾷ ὄρει τὸν τῶν ἁπάντων ἐπιθυμοῦντες προσκυνῆσαι
6.8.5
θεὸν ἐν ᾧ Μωϋσῇ τῷ θεράποντι τὴν οἰκείαν ἐπιφάνειαν ποιησάμενος ἔδωκε τῆς
6.8.6
νομοθεσίας τὰς πλάκας, οὐχ ὅτι τὸ θεῖον τόπῳ περιγεγράφθαι νομίζομεν– ἀκούομεν γὰρ
6.8.7
αὐτοῦ λέγοντος ὅτι·" 3τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει ὁ κύριος" 3 καὶ ὅτι
6.8.8
" 3κατέχει τὸν γῦρον τῆς γῆς καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας" 3–, ἀλλ' ἐπειδὴ
6.8.9
τοῖς θερμῶς ἐρῶσιν οὐ μόνον οἱ ἐρώμενοι τριπόθητοι, ἀλλὰ καὶ οἱ τόποι ἐράσμιοι οἱ τὴν
6.8.10
τούτων παρουσίαν καὶ ὁμιλίαν δεξάμενοι."
6.9.1
Ταῦτα καὶ τὰ τοιαῦτα λέγοντος τοῦ πρεσβύτου, ἀναδείκνυσιν ἑαυτὸν ἐκ τῆς
6.9.2
καταδύσεως ὁ κεκρυμμένος ἄνθρωπος· καὶ ἦν ἄγριος μὲν ἰδεῖν, αὐχμηρὰν δὲ ἔχων τὴν
6.9.3
κόμην, τὸ δὲ πρόσωπον ἐρρικνωμένον, κατεσκελετευμένα δὲ πάντα τὰ μέλη τοῦ
6.9.4
σώματος, ῥάκιά τινα πιναρὰ περιβεβλη μένος φοινικίνοις βλαστοῖς συνερραμμένα.
6.9.5
Ἀσπασάμενος δὲ καὶ τῆς εἰρήνης τὸ πρόσρημα δεδωκὼς ἐπυνθάνετο τίνες τε εἶεν καὶ
6.9.6
πόθεν ἥκοιεν καὶ ὅποι ἀπίοιεν. Ὁ δὲ καὶ πρὸς τὴν ἐρώτησιν ἀπεκρίνατο καὶ ἀντεπύθετο
6.9.7
πόθεν τε ἐληλυθὼς εἴη καὶ τί δήποτε ταύτην ἕλοιτο τὴν ζωήν. Ὁ δὲ·" Ταυτὴν ἔσχον
6.9.8
κἀγὼ τὴν προθυμίαν, ἔφη, ἣν καὶ ὑμεῖς ἔχοντες ἄπιτε· κοινωνὸν δὲ τῆς ὁδοῦ ταύτης
6.9.9
ἐπεποιήμην συνήθη τινὰ καὶ ὁμογνώμονα καὶ τὸν αὐτόν μοι κεκτημένον σκοπόν· ὅρκῳ
6.9.10
δὲ ἀλλήλους ἐπεπείκειμεν μηδὲ τῷ θανάτῳ χωρίσαι τὴν συνουσίαν. Τοιγάρτοι κατὰ τὴν
6.9.11
ἀποδημίαν ἐκεῖνον μὲν τῇδε συνέβη δέξασθαι τοῦ βίου τὸ τέλος. Ἐγὼ δὲ τῷ ὅρκῳ
6.9.12
πεπεδημένος ὤρυξά τε ὡς ἐδυνάμην καὶ ταφῇ τὸ σῶμα παρέδωκα· παρὰ τοῦτο δὲ τὸ
6.9.13
σῆμα τάφον ἕτερον ἐμαυτῷ κατορύξας, τῇδε περιμένω τοῦ βίου τὸ τέλος καὶ τῷ
6.9.14
δεσπότῃ τὴν συνήθη λειτουργίαν προσφέρω. Τροφὴν δὲ ἔχω τοὺς φοίνικας οὓς ἀδελφός
6.9.15
τίς μοι κομίζειν ὑπὸ τοῦ κηδεμόνος ἐτάχθη."
6.10.1
Τούτων οὕτω λεγομένων, λέων πόρρωθεν ἀνεφάνη· ἀγωνίᾳ δὲ τῶν σὺν τῷ
6.10.2
πρεσβύτῃ περιπεσόντων, αἰσθόμενος ὁ ἐπὶ τῆς καταδύσεως καθήμενος, ἀναστὰς τῷ
6.10.3
λέοντι διένευσεν εἰς τὸ ἕτερον μεταβῆναι μέρος. Ὁ δὲ παραυτίκα ἐπείσθη τε καὶ ἧκε,
6.10.4
φέρων τῶν φοινίκων τὸν βότρυν· εἶτα πάλιν ἀπῆλθεν ἐπιτραπεὶς καὶ πόρρωθεν τῶν
6.10.5
ἀνδρῶν κατα κλιθεὶς ἐκαθεύδησε. Διανείμας τοίνυν τοὺς φοίνικας ἅπασι, προσευχῆς τε
6.10.6
αὐτοῖς καὶ ψαλμῳδίας κοινωνήσας καὶ μετὰ τὸ τέλος τῆς λειτουργίας ἕωθεν
6.10.7
ἀσπασάμενος ἀπέπεμψε τὸ καινὸν θέαμα τεθηπότας.
6.11.1
Εἰ δέ τις ἀπιστεῖ τοῖς εἰρημένοις, τῆς Ἠλιοῦ τοῦ πάνυ πολιτείας καὶ τῆς τῶν
6.11.2
κοράκων διακονίας ἀναμνη σθήτω οἳ πρωῒ μὲν ἄρτον, δείλης δὲ κρέας αὐτῷ κομίζοντες
6.11.3
διετέλεσαν. Ῥᾴδιον δὲ τῷ ποιητῇ τῶν ὅλων παντοδαποὺς πόρους εἰς τὴν τῶν οἰκείων
6.11.4
θεραπείαν εὑρίσκειν· οὕτω τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρία νυχθήμερα
6.11.5
διεφύλαξε καὶ τοὺς λέοντας ἐν τῷ λάκκῳ τεθηπέναι τὸν Δανιὴλ παρεσκεύασε καὶ τὸ
6.11.6
ἄψυχον πῦρ λογικῶς ἐνεργεῖν καὶ τοὺς μὲν ἔνδον φωτίζειν, τοὺς δὲ ἔξω κατακαίειν
6.11.7
πεποίηκεν. Ἀλλὰ γὰρ περιττὸν ποιῶ περὶ τῆς θείας δυνάμεως ἀποδείξεις προσφέρων.
6.12.1
Ἐπειδὴ τοίνυν τὸ ποθούμενον κατέλαβον ὄρος, φασὶν ἐκεῖνον τὸν
6.12.2
θαυμάσιον γέροντα ἐν ἐκείνῳ τῷ χωρίῳ ἐν ᾧ τὸν θεὸν Μωϋσῆς ἰδεῖν ἠξιώθη, εἶδε δὲ ὡς
6.12.3
δυνατὸν ἦν φύσει θνητῇ, κλῖναι τὰ γόνατα καὶ μὴ πρότερον ἀναστῆναι ἕως θείας
6.12.4
ἐπήκουσε φωνῆς, τὴν δεσποτικὴν αὐτῷ μηνυούσης εὐμένειαν. Ἐπειδὴ δὲ καὶ ἅπαντα
6.12.5
τῆς ἑβδομάδος τὸν κύκλον οὕτω συγκεκυφὼς διετέλεσε, τροφῆς οὐδὲ βραχείας μετα
6.12.6
λαχών, ἐκέλευσεν ἡ γενομένη φωνὴ καὶ τὰ προτεθέντα αὐτῷ λαβεῖν καὶ προθύμως
6.12.7
καταφαγεῖν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ τρία μῆλα εὑρὼν καὶ τούτων ἐμφορηθεὶς ὡς ὁ
6.12.8
δεδωκὼς παρηγγύησεν, ἰσχύος τε γέγονεν ἁπάσης ἀνάπλεως καὶ μετὰ θυμηδίας τοὺς
6.12.9
συνόντας, ὡς εἰκὸς ἦν, ἠσπάσατο. Γεγηθὼς τοίνυν καὶ γαννύμενος ἐπανῄει ἅτε δὴ καὶ
6.12.10
θείας ἐπακούσας φωνῆς καὶ θεοσδότου πάλιν ἀπολαύσας τροφῆς.
6.13.1
Ἐπανελθὼν δὲ δύο φιλοσοφίας ᾠκοδόμησε φροντισ τήρια, ἓν μὲν εἰς τὴν
6.13.2
ῥαχίαν τοῦ ὄρους περὶ οὗ προειρήκαμεν, θάτερον δὲ κάτω παρ' αὐτὰ τῆς ὑπωρείας τὰ
6.13.3
κράσπεδα. Ἐν ἑκατέρῳ δὲ ἀθλητὰς ἀρετῆς συναθροίσας καὶ τούτων κἀκείνων
6.13.4
γυμναστὴς καὶ παιδοτρίβης ἐγένετο, καὶ τοῦ ἀντιπάλου καὶ πολεμίου διδάσκων τὰς
6.13.5
προσβολὰς καὶ τοῦ ἀγωνοθέτου τὴν εὔνοιαν ὑπισχνούμενος καὶ θαρρεῖν παρα καλῶν
6.13.6
καὶ φρονήματος ἐμφορῶν καὶ πρὸς μὲν τοὺς ὁμοφυεῖς μετριάζειν κελεύων, πρὸς δὲ τὸν
6.13.7
πολέμιον μεγαλοφροσύνῃ κεχρῆσθαι παρεγγυῶν.
6.14.1
Τοιαῦτα διδάσκων, οὕτω βιοτεύων, τηλικαῦτα θαυματουργῶν καὶ τὰς
6.14.2
παντοδαπὰς μαρμαρυγὰς ἀφιεὶς τῆς ἐπιπόνου ζωῆς τὸ τέλος ἐδέξατο καὶ εἰς τὸν ἀγήρω
6.14.3
καὶ ἄλυπον ἀπεδήμησε βίον, ἄσβεστον κλέος καταλιπὼν καὶ μνήμην εἰς ἀεὶ
6.14.4
διαμένουσαν. Τῆς τούτου δὲ εὐλογίας ἀπέλαυσε μὲν περιόντος ἡ μακαρία καὶ
6.14.5
τρισμακαρία μου μήτηρ, καὶ πολλὰ τῶν τούτου μοι διηγημάτων πολλάκις προσήνεγκεν.
6.14.6
Ἐγὼ δὲ νῦν τῆς δυνατῆς αὐτοῦ τυχεῖν πρεσβείας ἀντιβολῶ καὶ οἶδα ὡς τεύξομαι· δώσει
6.14.7
γὰρ πάντως τὴν αἴτησιν, τὴν τοῦ δεσπότου φιλανθρωπίαν μιμούμενος.
6.14.8
7. t ΠΑΛΛΑΔΙΟΣ

Intertext edge

Open linked passage

Note