Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia religiosa
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Παλλάδιος δὲ ὁ πολυθρύλητος ὁμόχρονος τούτου γεγένηται καὶ ὁμότροπος
7.1.2
καὶ συνήθης καὶ γνώριμος. Παρ' ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παρ' ἀλλήλων
7.1.3
ὠφελείας ἀπήλαυον, παραθήγοντες ἀλλήλους καὶ εἰς ζῆλον τὸν θεῖον ἐγείροντες. Ἐν
7.1.4
οἰκίσκῳ δέ τινι καθεῖρκτο, κώμῃ μεγίστῃ καὶ πολυανθρώπῳ πελάζοντι· Ἴμμη δὲ ὄνομα
7.1.5
ταύτῃ. Περὶ μὲν οὖν τῆς τοῦ ἀνδρὸς καρτερίας, ἀπαστίας τε καὶ ἀγρυπνίας καὶ τῆς
7.1.6
διηνεκοῦς προσευχῆς περιττὸν ἡγοῦμαι διηγεῖσθαι· τὸν γὰρ αὐτὸν εἷλκεν ἐν τούτοις
7.1.7
ἐκείνῳ τῷ θείῳ Συμεώνῃ ζυγόν.
7.2.1
Τὸ δὲ θαῦμα τὸ μέχρι καὶ τήμερον ᾀδόμενον τὸ ὑπὸ τῆς ἐκείνου καὶ φωνῆς
7.2.2
γενόμενον καὶ χειρὸς προὔργου νενόμικα διηγήσασθαι. Πανήγυρις εἰς τὴν
7.2.3
προειρημένην συναγείρεται κώμην τοὺς πάντοθεν ἐμπόρους ἐφελκομένη καὶ πλῆθος
7.2.4
ἀριθμοῦ κρεῖττον ὑποδεχομένη. Ἐν ταύτῃ τις ἔμπορος, ἅπερ ἧκε φέρων ἀπεμπολήσας
7.2.5
καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν ἐβούλετο. Ἀνδροφόνος δέ τις τὸ
7.2.6
συλλεγὲν ἐκεῖνο θεασάμενος χρυσίον, οἴστρου τινὸς καὶ μανίας ἐμφορηθεὶς τὸν μὲν
7.2.7
ὕπνον τῶν βλεφάρων ἀπήλασε, τοῦ δὲ ἀνδρὸς ἐκείνου τὴν ἀποδημίαν ἐφύλαττεν. Μετὰ
7.2.8
δὲ ἀλεκτρυόνων ᾠδὰς ὁ μὲν ἀπῆρε θαρρῶν· ὁ δὲ προλαβὼν καὶ τόπον τινὰ εἰς ἐνέδραν
7.2.9
ἐπιτήδειον καταλαβὼν ἐξαπιναίως τε προσβαλὼν ἐπήνεγκε τὴν πληγὴν καὶ τὴν
7.2.10
μιαιφονίαν ἐτόλμησεν. Προστίθησι δὲ καὶ ἕτερον τῷδε τῷ μύσει δυσσέβημα· τὸ γὰρ
7.2.11
χρυσίον λαβὼν τὸ νεκρὸν ἐκεῖνο σῶμα παρὰ τὴν τοῦ μεγάλου Παλλαδίου προσέρριψε
7.2.12
θύραν .
7.3.1
Ὡς δὲ ἡμέρα ἐγένετο καὶ ἡ φήμη διέδραμε καὶ ἡ πανήγυρις ἅπασα τὸ
7.3.2
γεγενημένον ἐθρύλει, συνέθεον ἅπαντες καὶ τὴν θύραν διαρρήξαντες εὐθύνας
7.3.3
εἰσέπραττον τῆς σφαγῆς τὸν θεῖον Παλλάδιον· εἷς δὲ τῶν τοῦτο δρώντων ἦν ὁ τὴν
7.3.4
σφαγὴν αὐτουργήσας. Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος
7.3.5
ἄνθρωπος εἰς τὸν οὐρανὸν ἰδὼν καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς ἱκέτευε τὸν
7.3.6
δεσπότην τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην
7.3.7
ἀλήθειαν. Οὕτως εὐξάμενος καὶ τῆς τοῦ κειμένου λαβόμενος δεξιᾶς·" Εἰπέ, ἔφη, ὦ
7.3.8
νεανία, τίς σοι ταύτην ἐπήνεγκε τὴν πληγήν; Δεῖξον τὸν τοῦ μύσους αὐθέντην καὶ τὸν
7.3.9
ἀθῷον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας ἐλεύθερον." Ἠκολούθει δὲ τῷ μὲν
7.3.10
λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας,
7.3.11
ὑπεδείκνυ δὲ τῷ δακτύλῳ τὸν ἀνδροφόνον. Βοὴ δὲ πάντων ἐγένετο καὶ τὸ θαῦμα
7.3.12
ἐκπληττομένων καὶ τὴν γεγενημένην συκοφαντίαν ὀδυρο μένων. Ἀποδύσαντες δὲ τὸν
7.3.13
μιαιφόνον ἐκεῖνον καὶ τὴν μάχαιραν εὗρον ἔτι πεφοινιγμένην τῷ αἵματι, καὶ τὸ
7.3.14
χρυσίον ἐκεῖνο τὸ τῆς σφαγῆς γεγενημένον πρόξενον. Ὁ δὲ θεῖος Παλλάδιος καὶ πάλαι
7.3.15
ὢν ἀξιάγαστος, ἀξιαγαστότερος εἰκότως ἐντεῦθεν ἐγένετο· ἱκανὸν γὰρ ἦν τὸ θαῦμα
7.3.16
δεῖξαι τὴν παρὰ τῷ θεῷ τοῦ ἀνδρὸς παρρησίαν.
7.4.1
Καὶ Ἀβραάμης δὲ ὁ θαυμάσιος τῆς αὐτῆς ἦν συμμορίας, ὃς τὸν μὲν
7.4.2
καλούμενον Παράτομον ᾤκησε, πάντοσε δὲ τῆς ἀρετῆς τὰς μαρμαρυγὰς
7.4.3
ἐξέπεμψε. Μαρτυρεῖ δὲ τῇ λαμπρό τητι τῆς ζωῆς τὰ μετὰ τὴν τελευτὴν ἐνεργούμενα
7.4.4
θαύματα. Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας καὶ
7.4.5
μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι. Ἐμοὶ δὲ εἴη καὶ τῆς
7.4.6
τούτων ἐπικουρίας μεταλαχεῖν, τῇ τούτων μνήμῃ τὴν γλῶτταν καθαγιάσαντι.
7.4.7
8. t ΑΦΡΑΑΤΗΣ

Intertext edge

Open linked passage

Note