Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Ὅτι μία πάντων ἀνθρώπων ἡ φύσις καὶ ῥᾴδιόν ἐστι τοῖς βουλομένοις
8.1.2
φιλοσοφεῖν εἴτε Ἕλληνες εἴτε βάρβαροι εἶεν, πολλαχόθεν μὲν καὶ ἄλλοθέν ἐστι
8.1.3
καταμαθεῖν εὐπετές, ἀπόχρη δὲ καὶ μόνος Ἀφραάτης τοῦτο δηλῶσαι σαφῶς. Οὗτος γὰρ
8.1.4
ἐν Πέρσαις τοῖς παρανομωτάτοις καὶ τεχθεὶς καὶ τραφεὶς καὶ ἐκ τοιούτων γονέων
8.1.5
βλαστήσας καὶ τὰ ἐκείνων νόμιμα παιδευθεὶς εἰς τοσαύτην ἤλασεν ἀρετὴν ὡς
8.1.6
ἀποκρύψαι καὶ τοὺς ἐξ εὐσεβῶν φύντας καὶ τροφὴν εὐσεβῆ δεξαμένους παιδόθεν.
8.1.7
Πρῶτον μὲν γὰρ τοῦ γένους καταφρονήσας– ἐπίσημον δὲ τοῦτο ἦν καὶ λαμπρόν–, εἰς τὴν
8.1.8
τοῦ δεσπότου προσκύνησιν ἔδραμε τοὺς προπάτορας μιμησάμενος μάγους· εἶτα τῶν
8.1.9
ὁμοφύλων τὴν ἀσέβειαν βδελυξάμενος τὴν ἀλλοδαπὴν τῆς οἰκείας προείλετο καὶ τὴν
8.1.10
Ἔδεσσαν καταλαβών– πόλις δὲ αὕτη μεγίστη καὶ πολυάνθρωπος καὶ τῇ εὐσεβείᾳ
8.1.11
διαφερόντως λαμπρυνομένη–, ἔξω τῶν περιβόλων οἰκίδιον εὑρὼν καὶ ἑαυτὸν
8.1.12
καθείρξας τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς, οἷά τις ἄριστος γεωργὸς προρρίζους τῶν
8.1.13
παθῶν τὰς ἀκάνθας ἐκτέμνων καὶ τὸ θεῖον λήϊον ἐκκαθαίρων καὶ τοὺς τῶν
8.1.14
εὐαγγελικῶν σπερμάτων καρποὺς ὡρίμους τῷ δεσπότῃ προσφέρων.
8.2.1
Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς
8.2.2
κυκωμένην καὶ πρὸ τοῦ ἄστεως ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας καὶ τῆς
8.2.3
ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια εἷλκε μὲν ὅτι πλείστους εἰς τὴν τῶν θείων
8.2.4
λογίων ἀκρόασιν· τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ τὰς τῆς διανοίας ὠδῖνας
8.2.5
προέφερεν, ἐκ τῆς τοῦ θείου πνεύματος χάριτος τὰ τοιαῦτα δεχόμενος νάματα. Τίς γὰρ
8.2.6
τῶν ἐπ' εὐγλωττίᾳ βρενθυομένων καὶ τὰς ὀφρῦς συναγόντων καὶ σοβαρῶς
8.2.7
φθεγγομένων καὶ ἐπὶ ταῖς τῶν συλλογισμῶν πάγαις νεανιευομένων τῆς ἀπαιδεύτου καὶ
8.2.8
βαρβάρου φωνῆς ἐκείνης περιεγένετο πώποτε; Λογισμοῖς μὲν γὰρ λογισμούς, θείοις δὲ
8.2.9
λόγοις τοὺς τῶν φιλοσόφων κατηγωνίζετο λόγους, μετὰ τοῦ μεγάλου Παύλου βοῶν·" Εἰ
8.2.10
καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει". Καὶ τοῦτον ἀεὶ διετέλει τὸν τρόπον κατὰ τὴν
8.2.11
ἀποστολικὴν φωνήν·" Λογισμοὺς καθαιρῶν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς
8.2.12
γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ". Καὶ ἦν
8.2.13
ἰδεῖν συνθέοντας καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμέ νους
8.2.14
καὶ τοὺς ἀποχειροβιώτους καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους
8.2.15
καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ
8.2.16
δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρομένους καὶ πυνθανομένους καὶ ἀφορμὰς
8.2.17
τῷ λόγῳ παρέχοντας.
8.3.1
Τοσοῦτον δὲ ἀναδεδεγμένος πόνον σύνοικον λαβεῖν οὐκ ἠνέσχετο πώποτε,
8.3.2
ἀλλὰ τὴν αὐτουργίαν τῆς παρ' ἑτέρων αὐτῷ προσφερομένης θεραπείας προείλετο· καὶ
8.3.3
παρὰ τὴν αὔλειον θύραν τὰς συνουσίας ποιούμενος, αὐτὸς ἀνεῴγνυ τοῖς εἰσιοῦσι καὶ
8.3.4
ἀπιόντας προὔπεμπεν. Ἐδέξατο δὲ παρά τινος οὐδὲν πώποτε, οὐκ ἄρτον, οὐκ ὄψον, οὐχ
8.3.5
ἱμάτιον, ἀλλ' εἷς αὐτῷ μόνος τῶν γνωρίμων ἐχορήγει τὸν ἄρτον. Εἰς δὲ γῆρας ἐλάσας
8.3.6
βαθὺ καὶ λαχάνου μετὰ ἡλίου δυσμὰς μετελάμβανεν.
8.4.1
Φασὶ δὲ Ἀνθέμιον ὃς καὶ ὕπαρχος ἐς ὕστερον ἐγεγόνει καὶ ὕπατος, ἡνίκα
8.4.2
πρεσβευτὴς χειροτονηθεὶς τὴν εἰς Πέρσας ἀποδημίαν ἐστείλατο, χιτῶνα αὐτῷ κομίσαι
8.4.3
παρὰ Πέρσαις ὑφασμένον καὶ εἰπεῖν ὅτι·" Ὦ πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν
8.4.4
οἰκείαν πατρίδα γλυκεῖαν καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς πατρίδος
8.4.5
σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον λαβεῖν, ἐμὲ δὲ τὴν σὴν
8.4.6
εὐλογίαν ἀντιλαβεῖν". Ὁ δὲ πρῶτον μὲν τοῦτον ἐν τῷ βάθρῳ θεῖναι προσέταξεν· εἶτα
8.4.7
λόγων ἑτέρων μεταξὺ γενομένων, ἀθυμεῖν ἔλεγε διχῇ μεριζομένου τοῦ λογισμοῦ.
8.4.8
Ἐκείνου δὲ τὴν αἰτίαν πυθομένου·" Ἕνα, ἔφη, σύνοικον ἔχειν εἱλόμην ἀεὶ καὶ νόμον
8.4.9
ἐμαυτῷ τέθηκα τῶν δύο πάμπαν ἀρνηθῆναι τὸ συνοικέσιον· ἑκκαίδεκα τοίνυν ἔτη μοί
8.4.10
τινος συνοικήσαντος καὶ θυμήρους ὄντος ἀφίκετό τις φυλέτης ἐμοὶ συνοικεῖν ἐθέλων
8.4.11
καὶ τούτου τυχεῖν ἀξιῶν. Τοῦτό μοι μερίζει τὸν νοῦν· δύο μὲν γὰρ ἔχειν κατὰ ταὐτὸν
8.4.12
οὐκ ἀνέξομαι. Τὸν γὰρ φυλέτην ὡς φυλέτην ἀσπάζομαι· τὸν δὲ πρότερον ὡς
8.4.13
καταθύμιόν μοι γεγενημένον ἐκβαλεῖν καὶ ἀνιαρὸν ἡγοῦμαι καὶ ἄδικον". Ὁ δὲ·
8.4.14
" Εἰκότως, ἔφη, ὦ πάτερ, οὐδὲ γὰρ ὅσιον τὸν μὲν ἐπὶ πλεῖστον τεθεραπευκότα χρόνον ὡς
8.4.15
οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων
8.4.16
διὰ μόνην εἰσδέξασθαι τὴν πατρίδα." Πρὸς ταῦτα ὁ θεῖος Ἀφραάτης·" Οὐκοῦν, ἔφη, ὦ
8.4.17
θαυμάσιε, τὸν χιτῶνα τοῦτον οὐ λήψομαι· δύο μὲν γὰρ ἔχειν οὐκ ἀνέξομαι. Ἡδίων δὲ
8.4.18
κατὰ τὴν ἐμὴν καὶ κρείττων κατὰ τὴν σὴν ψῆφον ὁ τοσοῦτόν μοι διακονήσας χρόνον."
8.4.19
Οὕτω κατασοφισάμενος τὸν Ἀνθέμιον καὶ θαῦμα τῆς ἀγχινοίας παρεσχηκὼς ἔπεισε
8.4.20
μηδένα λοιπὸν αὑτῷ περὶ τοῦ χιτῶνος ἐκείνου λόγον προσενεγκεῖν. Ἐγὼ δὲ ταῦτα
8.4.21
διεξῆλθον, δύο κατὰ ταὐτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παρ' ἑνὸς ἐδέχετο μόνου τὴν
8.4.22
ἀποχρῶσαν τῷ σώματι θεραπείαν καὶ ὅτι τοσαύτης ἦν σοφίας ἀνάπλεως ὡς
8.4.23
παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ δέξασθαι.
8.5.1
Ἀλλὰ ταῦτα καὶ τὰ τοιαῦτα καταλιπὼν τὰ μείζονα διηγήσομαι. Ἰουλιανοῦ
8.5.2
τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρ βάρῳ δεδωκότος, ὀλίγης μὲν γαλήνης
8.5.3
ἀπέλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰοβιανοῦ τῆς Ῥωμαίων ἡγεμονίας δεξαμένου
8.5.4
τοὺς οἴακας. Ἐπειδὴ δὲ καὶ οὗτος βραχὺν κομιδῇ βασιλεύσας χρόνον τοῦ βίου τὸ πέρας
8.5.5
ἐδέξατο, Οὐάλης δὲ τῆς ἕω τὴν ἡγεμονίαν διεδέξατο, καταιγῖδες πάλιν καὶ θύελλαι τὸ
8.5.6
καθ' ἡμᾶς ἀνερρίπιζον πέλαγος καὶ κλύδων ἐγήγερτο χαλεπὸς καὶ τρικυμίαι πάντοθεν
8.5.7
τῷ σκάφει προσέβαλλον· χαλεπώτερον δὲ τὸν χειμῶνα ἡ τῶν κυβερνη τῶν ἐρημία
8.5.8
ἐποίει· τούτους γὰρ ὁ κατὰ μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν ὑπερορίαν οἰκεῖν
8.5.9
κατηνάγκασεν. Καὶ τοσαύτῃ παρανομίᾳ χρησάμενος κόρον τῆς δυσσεβείας οὐκ ἔλαβεν·
8.5.10
ἀλλὰ πάντα τῶν εὐσεβῶν ἐσκεδάννυ τὸν σύλλογον, θηρὸς δίκην ἀγρίου τὸ ποίμνιον
8.5.11
διασπᾶσαι φιλονεικῶν. Τούτου εἵνεκα οὐ μόνον αὐτοὺς ἁπάσης ἐκκλησίας ἐξήλασεν,
8.5.12
ἀλλὰ καὶ ἐκ τῆς ὑπωρείας καὶ ἐκ τῆς ὄχθης τοῦ ποταμοῦ καὶ ἐκ τοῦ πολεμικοῦ
8.5.13
γυμνασίου. Ταῦτα γὰρ ἅπαντα ἀμείβοντες διετέλεσαν τὰ χωρία, τῆς ὁπλιτικῆς χειρὸς
8.5.14
γενόμενοι πάρεργον. Καὶ Σκύθαι μὲν καὶ οἱ ἄλλοι βάρβαροι τὴν Θρᾴκην ἅπασαν ἀπὸ τοῦ
8.5.15
Ἴστρου μέχρι τῆς Προποντίδος ἀδεῶς ἐληΐζοντο· ὁ δὲ τούτων μὲν οὐδὲ τὴν ἀκοὴν
8.5.16
ἑστῶσι τοῖς ὠσί, τὸ δὴ λεγόμενον, ἠδύνατο δέχεσθαι, κατὰ δὲ τῶν ὁμοφύλων καὶ
8.5.17
ὑπηκόων καὶ εὐσεβείᾳ λαμπρυ νομένων τοῖς ὅπλοις ἐκέχρητο.
8.6.1
Ὁ δὲ θεῖος λεὼς τὴν τῶν κακῶν ἐκείνων ἀωρίαν ὀλοφυρόμενος τὴν
8.6.2
Δαυϊτικὴν ἐκείνην ἔψαλλεν ᾠδὴν·" Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ
8.6.3
ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών". Τὰ δὲ λοιπὰ τῆς ᾠδῆς οὐκέτι αὐτοῖς
8.6.4
ἁρμόδια ἦν· οὐ γὰρ εἴασεν Ἀφραάτης καὶ Φλαβιανὸς καὶ Διόδωρος ἐπὶ ταῖς ἰτέαις
8.6.5
κρεμασθῆναι τῆς διδασκαλίας τὰ ὄργανα, οὐδὲ εἰπεῖν ἠνέσχοντο·" Πῶς ᾄσωμεν τὴν
8.6.6
ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;". Ἀλλὰ καὶ ἐν ὄρεσι καὶ ἐν πεδίοις καὶ ἐν ἄστει καὶ ἐν
8.6.7
προαστείοις καὶ ἐν οἰκίαις καὶ ἐν ἀγοραῖς ᾖδον διηνεκῶς τὴν ᾠδὴν κυρίου. Ἔμαθον γὰρ
8.6.8
παρὰ τοῦ Δαβὶδ ὅτι" τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ
8.6.9
κατοι κοῦντες ἐν αὐτῇ". Ἤκουσαν δὲ πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντος·" Εὐλογεῖτε
8.6.10
τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ." Ἤκουσαν δὲ
8.6.11
καὶ τοῦ θεσπεσίου Παύλου παρεγγυῶντος" προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ,
8.6.12
ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν". Καὶ αὐτὸς δὲ ὁ δεσπότης πρὸς
8.6.13
τὴν Σαμαρεῖτιν διαλεγόμενος, σαφέστερον τοῦτο προείρηκεν·" Ἀμὴν γάρ, ἔφη, λέγω
8.6.14
σοι, γύναι, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστὶν ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ οὔτε ἐν
8.6.15
Ἱεροσολύμοις ἀλλ' ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί." Ταῦτα πεπαιδευμένοι, καὶ
8.6.16
ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, καὶ ἀποστολικῶς εἰπεῖν," δημοσίᾳ καὶ κατ' οἴκους",
8.6.17
διαμαρτυρόμενοι διετέ λουν καὶ οἷόν τινες ἄριστοι στρατηγοὶ τοὺς μὲν οἰκείους
8.6.18
ὁπλίζοντες, τοὺς δὲ ἐναντίους κατακεντοῦντες.
8.7.1
Τὸ μὲν οὖν τὸν μέγαν Φλαβιανὸν καὶ τὸν θεῖον Διόδωρον ὑποποιμαίνοντας
8.7.2
τηνικάδε καὶ τῆς δευτέρας καθέδρας ἠξιωμένους ταῦτα δρᾶν ἃ προείρηκα, θαυμαστὸν
8.7.3
μὲν καὶ εὐφημίας ἄξιον· ἀλλ' ὅμως ταῦτα ἔπραττον στρατηγοὶ προβεβλημένοι καὶ τοῖς
8.7.4
στρατηγικοῖς ὑποκείμενοι νόμοις. Ὁ δὲ σοφώτατος Ἀφραάτης ἐθελοντὴς ἐπὶ τούτους
8.7.5
κατεπήδησε τοὺς ἀγῶνας. Ἡσυχίᾳ γὰρ συντεθραμμένος καὶ καθ' ἑαυτὸν ζῆν
8.7.6
προῃρημένος καὶ ἔξω βελῶν, τὸ δὴ λεγόμενον, καθήμενος, τοῦ πολέμου τὸ σφοδρὸν
8.7.7
θεασάμενος τὴν οἰκείαν ἀσφάλειαν οὐκ ἠγάπησεν, ἀλλ' εἰς καιρὸν τῇ ἡσυχίᾳ ἐρρῶ σθαι
8.7.8
φράσας πρόμαχος τῆς τῶν εὐσεβῶν ἐγένετο φάλαγγος, βάλλων μὲν καὶ βίῳ καὶ λόγῳ
8.7.9
καὶ θαύμασι, βαλλόμενος δὲ οὐδέποτε.
8.8.1
Καὶ δήποτε θεασάμενος αὐτὸν ὁ πάντα ἀνόητος βασιλεὺς εἰς τὸ πολεμικὸν
8.8.2
ἐξιόντα γυμνάσιον– ἐκεῖ γὰρ τότε συνέβη τοὺς τῆς τριάδος συναθροίζεσθαι θιασώτας·
8.8.3
ὑπέδειξε δέ τις αὐτὸν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ βαδίζοντα ἐκ τῶν βασιλείων τῷ
8.8.4
βασιλεῖ διακύπτοντι– ἤρετο ποῖ τὴν ὁρμὴν ἔχων ἐπείγοιτο. Τοῦ δὲ εἰρηκότος ὡς τὰς
8.8.5
ὑπὲρ τῆς οἰκουμένης καὶ τῆς βασιλείας ἄπεισι προσευχὰς ποιησόμενος, πάλιν ὁ βασιλεὺς
8.8.6
ἀπεκρίνατο·" Καὶ τί δήποτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, ἀδεῶς κατὰ τὴν ἀγορὰν
8.8.7
βαδίζεις τὴν ἡσυχίαν καταλιπών;" Ὁ δὲ– καὶ γὰρ εἰώθει τὸν δεσπότην μιμούμενος
8.8.8
παραβολικῶς συλλογίζεσθαι·" Εἰπέ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ παρθένος ἐτύγχανον ἐν
8.8.9
θαλάμῳ τινὶ κρυπτο μένη, ἐθεασάμην δέ τινα πῦρ ἐμβάλλοντα τῇ τοῦ πατρὸς οἰκίᾳ, τί
8.8.10
ἄν μοι συνεβούλευσας δρᾶσαι, ἐξαπτομένην θεωμένῃ τὴν φλόγα καὶ τὴν οἰκίαν
8.8.11
ἐμπιμπραμένην ὁρώσῃ; ἔνδον καθῆσθαι καὶ πυρπολουμένην τὴν οἰκίαν παρορᾶν; Ἀλλ'
8.8.12
οὕτως ἂν ἐγενόμην καὶ ἐγὼ τῆς πυρκαιᾶς παρανάλωμα. Εἰ δὲ λέγεις ὅτι δραμεῖν ἔδει καὶ
8.8.13
ὕδωρ φέρειν καὶ διαθέειν ἄνω καὶ κάτω καὶ τὴν φλόγα σβεννύναι, μὴ μέμφου μοι,
8.8.14
βασιλεῦ, τοῦτο αὐτὸ ποιοῦντι. Ὃ γὰρ ἂν συνεβούλευσας θαλαμευομένῃ παρθένῳ, τοῦτο
8.8.15
δρᾶν ἀναγκάζομαι τὸν μονήρη βίον ἐπαγγελλόμενος. Εἰ δὲ μέμφῃ μοι τὴν ἡσυχίαν
8.8.16
καταλιπόντι, ἐπιμέμφου σαυτῷ ταύτην εἰς τὸν θεῖον οἶκον ἐμβαλόντι τὴν φλόγα καὶ μὴ
8.8.17
ἐμοὶ σβεννύναι βιαζομένῳ. Ὅτι μὲν γὰρ δήπουθεν ἐπαμύνειν προσήκει οἴκῳ πατρῴῳ
8.8.18
ἐμπιπραμένῳ καὶ αὐτὸς ὡμολόγησας· ὅτι δὲ τῶν ἐπὶ γῆς πατέρων γνησιώτερος ὁ θεὸς
8.8.19
παντί που δῆλον καὶ τῷ παντελῶς ἀμυήτῳ τῶν θείων. Οὐδὲν τοίνυν ἀπὸ σκοποῦ, οὐδὲ
8.8.20
τῆς ἐξ ἀρχῆς προαιρέσεως ἐναντίον πράττομεν, ὦ βασιλεῦ, τοὺς τῆς εὐσεβείας
8.8.21
τροφίμους συναθροίζοντές τε καὶ νέμοντες καὶ τὴν θείαν αὐτοῖς προσφέροντες πόαν."
8.8.22
Τούτων εἰρημένων, ὁ μὲν βασιλεὺς ἐπεψήφιζε τῇ σιγῇ τῷ τῆς ἀπολογίας δικαίῳ
8.8.23
συλλογισθείς .
8.9.1
Εἷς δέ τις τῶν οὔτε εἰς ἄνδρας, οὔτε εἰς γυναῖκας τελούντων, ἀλλ'
8.9.2
ἀφῃρημένων τὸ τῷ χρόνῳ γενέσθαι πατέρες, καὶ τούτου εἵνεκα εὐνοεῖν βασιλεῖ
8.9.3
νομιζομένων καὶ τὴν προσηγορίαν ἐντεῦθεν καρπουμένων, οὗτος ἄνωθεν τῷ θείῳ
8.9.4
ἀνθρώπῳ λοιδορησάμενος καὶ θάνατον προσηπείλησεν, ἀλλ' οὐκ εἰς μακρὰν ἔτισε τῆς
8.9.5
θρασύτητος δίκην. Τοῦ γὰρ βασιλέως βαλανείῳ τὸ σῶμα θεραπεῦσαι θελήσαντος,
8.9.6
προεισῆλθε μὲν ὁ δείλαιος ὡς τὴν πύελον ὀψόμενος εἰ εὖ κεκραμένη εἴη. Πηρωθεὶς δὲ
8.9.7
τὰς φρένας τῇ τὸ ἄκρατον δεχομένῃ θερμὸν ὕδωρ ἐπεπήδησεν ἀσαμίνθῳ καὶ οὐδενὸς
8.9.8
ἐπαρήγοντος– μόνος γὰρ ὡς ὀψόμενος εἰ εὐτρεπὴς εἴη εἰσεληλύθει– διέμεινεν
8.9.9
ἑψούμενος καὶ διαλυόμενος. Χρόνου δὲ μεταξὺ τριβομένου, εἰσπέμπει ἄλλον ὁ βασιλεὺς
8.9.10
ἐκεῖνον καλέσοντα· οὐδένα δὲ οὗτος ἐν οὐδενὶ τῶν οἴκων εὑρών, ἀπαγγέλλει τῷ
8.9.11
βασιλεῖ. Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι καὶ τὸ
8.9.12
τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι ὁρῶσιν αὐτὸν ἐρριμμένον καὶ τῆς ζωῆς ἐστερη
8.9.13
μένον. Θορύβου δὲ γενομένου καὶ πάντων ὀδυρομένων, οἱ μὲν τὸ θερμὸν ἐκεῖνο
8.9.14
ἐξήντλησαν ὕδωρ, οἱ δὲ τὸ τρισάθλιον ἀνεκόμισαν σῶμα.
8.10.1
Ἐντεῦθεν δέος ἐπιπίπτει τῷ βασιλεῖ καὶ πᾶσι τοῖς κατὰ τῆς εὐσεβείας
8.10.2
ὁπλιζομένοις. Φήμη δὲ διὰ πάσης ἠχεῖτο τῆς πόλεως οἵας ἐκεῖνος ὁ ταλαίπωρος τῆς
8.10.3
κατὰ Ἀφραάτου παροινίας ἔτισε δίκας καὶ πάντες τὸν Ἀφραάτου διετέλουν ὑμνοῦντες
8.10.4
θεόν. Τοῦτο, τῶν ἐναντίων ἐπικειμένων, ἐξοστρα κισθῆναι τὸν τοῦ θεοῦ ἄνθρωπον
8.10.5
διεκώλυσεν. Ἐκδειματωθεὶς γὰρ ὁ βασιλεὺς τοὺς μὲν ταῦτα παραινοῦντας ἀπεστρέφετο,
8.10.6
ἐν αἰδοῖ δὲ τὸν ἄνδρα εἶχεν.
8.11.1
Ἔμαθε δὲ αὐτοῦ τὴν ἀρετὴν καὶ ἑτέρωθεν. Ἵππος τις τῶν εὖ πεφυκότων καὶ
8.11.2
φέρειν εὖ μάλα δεδιδαγ μένος ἐπέραστος ἦν λίαν τῷ βασιλεῖ. Τούτῳ πάθος τι συμβὰν
8.11.3
ἀνιαρῶς διετίθει τὸν βασιλέα. Ἐπείχετο δὲ αὐτοῦ τῶν ὑγρῶν περιττωμάτων ἡ ἔκκρισις.
8.11.4
Πρὸς ταύτην ἐκαλοῦντο τὴν θεραπείαν οἱ ταύτην ἠσκημένοι τὴν τέχνην. Ἡττωμένης δὲ
8.11.5
καὶ ταύτης, ἠνιᾶτο μὲν ὁ βασιλεὺς, ὠλοφύρετο δὲ ὁ τῶν ἵππων πεπιστευμένος τὴν
8.11.6
ἐπιμέλειαν. Εὐσεβὴς δὲ ὢν καὶ κατὰ τὴν πίστιν ἐρρωμένος, μεσούσης ἡμέρας,
8.11.7
καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον καὶ τὸ πάθος εἰπὼν
8.11.8
καὶ τὴν πίστιν δηλώσας ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον. Ὁ δὲ οὐδὲν μελλήσας, ἀλλὰ
8.11.9
παραυτίκα τὸν θεὸν ἱκετεύσας, ὕδωρ ἐκέλευσεν ἐκ τοῦ φρέατος ἀνιμή σασθαι, καὶ
8.11.10
τούτῳ τοῦ σωτηρίου σταυροῦ τὸ σύμβολον ἐπιθεὶς προσφέρειν τῷ ἵππῳ προσέταξεν. Ὁ
8.11.11
δὲ παρὰ τὸ εἰωθὸς ἔπιεν. Εἶτα ἔλαιον τῇ ἐπικλήσει τῆς θείας πληρώσας εὐλογίας,
8.11.12
ἐπιχρίει τὴν τοῦ ἵππου γαστέρα καὶ τῇ ἁφῇ τῆς χειρὸς εὐθὺς ἐλύθη τὸ πάθος καὶ
8.11.13
παραχρῆμα ἡ ἔκκρισις κατὰ φύσιν ἐγένετο. Γεγηθὼς τοίνυν ὁ ἄνθρωπος τὸν ἵππον
8.11.14
λαβὼν ἐπὶ τὸν ἱππῶνα ἔτρεχεν.
8.12.1
Δείλης δὲ ὀψίας– κατὰ τοῦτον γὰρ ὁ βασιλεὺς τὸν καιρὸν εἰώθει παρὰ τὸν
8.12.2
ἱππῶνα φοιτᾶν–, ἧκέ τε καὶ ἤρετο ὅπως ἔχοι ὁ ἵππος. Τοῦ δὲ τὴν ὑγιείαν σημάναντος
8.12.3
καὶ τὸν ἵππον ἐξαγαγόντος ἐρρωμένον τε καὶ γαυριῶντα καὶ χρεμε τίζοντα καὶ τὸν
8.12.4
αὐχένα σοβαρῶς ἀνατείνοντα, τῆς ὑγιείας τὴν αἰτίαν ἐπυνθάνετο. Ὡς δὲ πολλάκις
8.12.5
εἰπεῖν ἀναβαλλόμενος– ἐδεδίει γὰρ ὑποδεῖξαι τὸν ἰατρόν, δυσμενῆ τὸν ἐρόμενον
8.12.6
ἐπιστάμενος–, ὀψέ ποτε τἀληθὲς εἰπεῖν ἐβιάσθη καὶ τῆς θεραπείας τὸν τρόπον ἐδίδαξεν.
8.12.7
Ἐκπλήττεται μὲν ὁ βασιλεὺς καὶ ἀξιάγαστον εἶναι τὸν ἄνδρα καθομολογεῖ· οὐ μὴν τῆς
8.12.8
προτέρας ἀπηλλάγη μανίας, ἀλλ' ἐπέμενε κατὰ τοῦ μονογε νοῦς λυττῶν ἕως ὅτου
8.12.9
βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, οὐδὲ ταφῆς ἶσα τοῖς οἰκέταις ἢ προσαίταις
8.12.10
ἀξιωθείς .
8.13.1
Ὁ δὲ θεῖος Ἀφραάτης καὶ ἐν ἐκείνῃ τῇ ζάλῃ τὴν οἰκείαν ἔδειξεν ἀρετὴν καὶ
8.13.2
γαλήνης γενομένης τὰ ἶσα δρῶν διετέλεσε· καὶ ἄλλα δὲ μυρία εἰργάσατο θαύματα ὧν
8.13.3
ἑνὸς ἢ δύο μνησθήσομαι. Γυνή τις τῶν εὐπατριδῶν ἀκολάστῳ ἀνδρὶ συνέλκουσα τὸν
8.13.4
τοῦ γάμου ζυγὸν ἀφίκετο πρὸς τὸν μακάριον ἐκεῖνον ἄνθρωπον τὴν οἰκείαν κωκύουσα
8.13.5
συμφοράν. Ἔφασκε γὰρ τὸν ἄνδρα παλλακίδι προσκείμενον γοητικῇ τινι μαγγανείᾳ
8.13.6
καταγεγοητεῦσθαι καὶ ἀπεχθάνεσθαι πρὸς αὐτὴν γάμου νόμῳ συνεζευγμένην. Ἔλεγε δὲ
8.13.7
ταῦτα ἡ γυνὴ πρὸ τῆς αὐλείου θύρας ἑστῶσα· οὕτω γὰρ εἰώθει τὴν πρὸς τὸ θῆλυ
8.13.8
ποιεῖσθαι διάλεξιν· εἴσω γὰρ τῆς θύρας οὐδεμίαν εἰσεδέξατο πώποτε. Τότε τοίνυν
8.13.9
οἰκτείρας τὴν γυναῖκα ποτνιωμένην, εὐχῇ τῆς γοητείας ἀμαυροῖ τὴν ἐνέργειαν καὶ
8.13.10
ἐλαίου ληκύθιον ὑπ' αὐτῆς προσενεχθὲν τῇ θείᾳ ἐπικλήσει καθαγιάσας χρίσασθαι τούτῳ
8.13.11
προσέταξεν. Ταύτας ἡ γυνὴ πληρώσασα τὰς ὑποθήκας, μετέθηκεν εἰς ἑαυτὴν τὸν τοῦ
8.13.12
ὁμοζύγου ἔρωτα καὶ πέπεικε προαιρεῖσθαι τῆς παρανόμου κοίτης τὴν ἔννομον.
8.14.1
Φασὶ δέ ποτε καὶ ἀκρίδος ἐξαπιναίως προσβαλούσης τῇ γῇ καὶ πυρὶ
8.14.2
παραπλησίως ἅπαντα προσδαπανώσης καὶ λήϊα καὶ φυτὰ καὶ ἕλη καὶ ἄλση καὶ λειμῶνας
8.14.3
ἧκέ τις παρ' αὐτὸν εὐσεβὴς ἀνὴρ ἀντιβολῶν ἐπαμῦναι, ἕνα μὲν ἀγρὸν ἔχοντι, ἐκ τούτου
8.14.4
δὲ καὶ ἑαυτὸν καὶ γυναῖκα καὶ παῖδας καὶ οἰκείους τρέφοντι καὶ πρὸς τούτοις τὴν
8.14.5
βασιλικὴν εἰσφορὰν εἰσπραττομένῳ. Πάλιν τοίνυν ὁ τὴν δεσποτικὴν φιλανθρωπίαν
8.14.6
μιμούμενος χόα ὕδατος αὐτῷ προσενεχθῆναι προσέταξεν. Ὡς δὲ τὸν χόα προσήνεγκεν ὁ
8.14.7
τὴν εὐχὴν ἐπαγγέλλων, ἐπετίθει μὲν τούτῳ τὴν χεῖρα, ἱκέτευε δὲ τὸν θεὸν δυνάμεως
8.14.8
θείας ἐμφορῆσαι τὸ νᾶμα. Εἶτα τὴν εὐχὴν συμπεράνας παρηγγύησε τοῖς τοῦ χωρίου
8.14.9
ὅροις ἐπιρρᾶναι τὸ ὕδωρ· πεποίηκε δὲ ὁ τοῦτο κομισάμενος ᾗ προσετάχθη καὶ ἀντὶ
8.14.10
ἕρκους ἀμάχου τε καὶ ἀσύλου ταῖς ἀρούραις ἐκείναις ἐγένετο· μέχρι γὰρ τῶν ὅρων
8.14.11
ἐκείνων ἕρπουσαί τε καὶ περιπετόμεναι στρατοπέδων δίκην αἱ ἀκρίδες, εἰς τοὐπίσω
8.14.12
πάλιν ἐχώρουν τὴν ἐπιτεθεῖσαν εὐλογίαν δειμαίνουσαι καὶ ὥσπερ τινὶ χαλινῷ
8.14.13
ἀγχόμεναι καὶ ἐπὶ τὸ πρόσω χωρεῖν κωλυόμεναι. 8. 15 Καὶ τί δεῖ πάντα καταλέγειν τὰ
8.14.14
ὑπὸ τῆς μακαρίας ἐκείνης εἰργασμένα ψυχῆς; Ἱκανὰ γὰρ καὶ ταῦτα τῆς ἐνοικησάσης
8.14.15
αὐτῷ χάριτος ἐπιδεῖξαι τὴν αἴγλην. Τούτου κἀγὼ θεατὴς ἐγενόμην καὶ τῆς ἁγίας
8.14.16
ἐκείνης δεξιᾶς τὴν εὐλογίαν ἐτρύγησα, μειράκιον μὲν ὢν ἔτι, τῇ δὲ μητρὶ κοινωνήσας
8.14.17
τῆς πρὸς τὸν ἄνδρα πορείας. Καὶ αὐτῇ μὲν κατὰ τὸ εἰωθὸς ὑπανοίξας τὴν θύραν
8.14.18
διαλέξεώς τε καὶ εὐλογίας ἠξίωσεν· ἐμὲ δὲ εἰσδεξάμενος ἔνδον τοῦ τῆς προσευχῆς μοι
8.14.19
μετέδωκε πλούτου. Ταύτης καὶ νῦν ἀπο λαύσαιμι, ζῆν αὐτὸν πιστεύων καὶ τοῖς ἀγγέλοις
8.14.20
συγχορεύειν καὶ πλείονι ἢ πάλαι πρὸς τὸν θεὸν παρρησίᾳ κεχρῆσθαι. Τότε μὲν γὰρ αὕτη
8.14.21
τῷ θνητῷ τοῦ σώματος ἐμετρεῖτο ἵνα μὴ πρόφασις ἀπονοίας ἡ πλείων γένηται
8.14.22
παρρησία· νῦν δὲ τῶν παθῶν ἀποθέμενος τὸ φορτίον ὡς νικηφόρος ἀθλητὴς πρὸς τὸν
8.14.23
ἀγωνοθέτην παρρησιάζεται· οὗ χάριν καὶ τῆς παρ' αὐτοῦ πρεσβείας ἱκετεύω τυχεῖν.
8.14.24
9. t ΠΕΤΡΟΣ