Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Γαλάτας ἀκούομεν μὲν τοὺς ἐν τῇ Εὐρώπῃ τοὺς ἑσπερίους, ἴσμεν δὲ τοὺς ἐν
9.1.2
τῇ Ἀσίᾳ τοὺς ἐκείνων ἐγγόνους οἳ παρὰ τὸν Εὔξεινον κατῳκίσθησαν Πόντον. Ἐκ
9.1.3
τούτων ὁ μακάριος καὶ τρὶς τοῦτο καὶ πολλάκις ἐβλάστησε Πέτρος. Ἑπτὰ δέ, ὥς φασιν,
9.1.4
ἐξ ὠδίνων ἔτη παρὰ τοῖς γονεῦσι τραφεὶς τὸν λοιπὸν ἅπαντα βίον ἐν τοῖς τῆς
9.1.5
φιλοσοφίας διετέλεσεν ἄθλοις· τελευτῆσαι δὲ λέγεται ἔτη βιώσας ἐννέα καὶ
9.1.6
ἐνενήκοντα. Τὸν τοίνυν δύο καὶ ἐνενήκοντα ἀγωνισάμενον ἔτη καὶ διὰ πάσης ἡμέρας τε
9.1.7
καὶ νυκτὸς νικηφόρον ὁδεύσαντα, τίς ἂν ἀξίως θαυμάσειεν; Ποία δ' ἂν ἀρκέσειεν εἰς
9.1.8
διήγησιν γλῶττα τῶν ἐν παιδίῳ καὶ ἀντιπαιδὶ καὶ μειρακίῳ καὶ ἀνδρὶ τελείῳ καὶ
9.1.9
μεσοπολίῳ καὶ πρεσβύτῃ καὶ γέροντι πονηθέντων κατορθωμάτων; Τίς ἂν ἐκείνου τὸν
9.1.10
ἱδρῶτα μετρήσειεν; Τίς δ' ἂν τὰς ἐν τοσούτῳ χρόνῳ γενομένας ἀριθμήσειε πάλας; Ποῖος
9.1.11
δ' ἂν ἐφίκοιτο λόγος ἢ τῶν ὑπ' αὐτοῦ καταβληθέντων σπερμάτων ἢ τῶν συλλεγέν των
9.1.12
δραγμάτων; Τίς οὕτως ὑψηλὸς τὴν διάνοιαν ὡς κατιδεῖν ἀκριβῶς τὴν ἐκ τῆς καλῆς
9.1.13
ἐμπορίας συναθροισθεῖσαν περιουσίαν; Οἶδα τῶν ἐκείνου κατορθωμάτων τὸ πέλαγος
9.1.14
καὶ διὰ τοῦτο πελάζειν τῇ τῆς διηγήσεως ἱστορίᾳ δειμαίνω ἵνα μὴ ὁ λόγος ὑποβρύχιος
9.1.15
γένηται· οὗ εἵνεκεν παρὰ τὴν ἠϊόνα βαδιοῦμαι καὶ τὰ παρὰ τὴν ἤπειρον πρὸ τοῦ
9.1.16
πελάγους θαυμάσομαί τε καὶ διηγήσομαι· τὸν δὲ βυθὸν καταλείψω τῷ κατὰ τὴν θείαν
9.1.17
γραφὴν τὰ βαθέα ἐρευνῶντι καὶ τὰ ἀπόκρυφα γινώσκοντι.
9.2.1
Οὗτος τοίνυν ἐν Γαλατίᾳ τὸν πρῶτον ἤθλησε χρόνον· ἐκεῖθεν ἱστορίας
9.2.2
εἵνεκεν τὴν Παλαιστίνην κατέλαβεν ἵνα τοὺς τὰ σωτηρία παθήματα δεξαμένους
9.2.3
θεασάμενος τόπους ἐν αὐτοῖς τὸν σεσωκότα προσκυνήσῃ θεόν, οὐχ ὡς τόπῳ
9.2.4
περιγραφόμενον– ἠπίστατο γὰρ αὐτοῦ τὸ τῆς φύσεως ἀπερίγραφον–, ἀλλ' ἵνα καὶ τοὺς
9.2.5
ὀφθαλμοὺς ἑστιάσῃ τῇ θεωρίᾳ τῶν ποθουμένων καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὀπτικόν,
9.2.6
δίχα τῆς ὄψεως, τῆς πνευματικῆς διὰ τῆς πίστεως ἀπολαύῃ τρυφῆς. Πεφύκασι γάρ πως
9.2.7
οἱ φιλοστόργως περί τινα διακείμενοι οὐκ ἀπὸ τῆς θέας αὐτοῦ μόνης θυμηδίαν καρ
9.2.8
ποῦσθαι ἀλλὰ καὶ τὴν οἰκίαν καὶ ἐσθήματα καὶ ὑποδήματα μετὰ πάσης θεωρεῖν
9.2.9
εὐφροσύνης· τοῦτον ἔχουσα τὸν ἔρωτα περὶ τὸν νυμφίον ἡ ἐν τοῖς ᾄσμασι τῶν ᾀσμάτων
9.2.10
φερομένη νύμφη βοᾷ λέγουσα·" Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ
9.2.11
ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ
9.2.12
καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου". Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ θεῖος οὗτος πεποίηκεν
9.2.13
ἄνθρωπος τὸν αὐτὸν μὲν περὶ τὸν νυμφίον δεξάμενος ἔρωτα, τοῖς δὲ τῆς νύμφης
9.2.14
χρησάμενος ῥήμασι·" Τετρωμένος ἀγάπης ἐγώ". Ποθήσας δὲ καθάπερ τινὰ τοῦ νυμφίου
9.2.15
θεωρῆσαι σκιὰν τοὺς ἅπασιν ἀνθρώποις τὰς σωτηρίους πηγὰς ἀναβλύσαντας ἀπῄει
9.2.16
ὀψόμενος τόπους.
9.3.1
Ἀπολαύσας τοιγαροῦν ὧν ἐπόθησε κατήχθη μὲν εἰς τὴν Ἀντιόχειαν·
9.3.2
θεασάμενος δὲ τῆς πόλεως τὸ φιλόθεον τῆς πατρίδος τὴν ξένην προείλετο, πολίτας
9.3.3
ἡγούμενος οὐ τοὺς ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ τοὺς ὁμογνώμονας καὶ τῆς πίστεως
9.3.4
κοινωνοὺς καὶ τὸν αὐτὸν ἐφέλκοντας τῆς εὐσεβείας ζυγόν. Ταύτην δὲ τὴν διατριβὴν
9.3.5
ἀγαπήσας οὐ σκηνὴν ἐξέτεινεν, οὐ καλύβην ἐπήξατο, οὐκ οἰκίσκον ἀνήγειρεν, ἀλλ' ἐν
9.3.6
ἀλλοτρίῳ τάφῳ τὸν πάντα διετέλεσε χρόνον. Ὑπερῷον δὲ εἶχεν οὗτος καὶ δρύφακτόν
9.3.7
τινα προβεβλημένον, ᾧ κλῖμαξ συνηρμοσμένη τοὺς ἀναβῆναι βουλομένους ἐδέχετο. Ἐν
9.3.8
τούτῳ καθειργμένος ὅτι πλεῖστον διετέλεσε χρόνον ὕδατι μὲν ψυχρῷ χρώμενος, ἄρτον
9.3.9
δὲ μόνον σιτούμενος καὶ τοῦτον οὐ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ μίαν μὲν ἄσιτος
9.3.10
διαμένων, τῇ δὲ ὑστεραίᾳ τούτων αὐτῶν μεταλαγχάνων.
9.4.1
Ἐπεὶ δέ τις ἀφίκετο κορυβαντιῶν καὶ μεμηνὼς καὶ τῆς τοῦ πονηροῦ δαίμονος
9.4.2
ἐνεργείας ἀνάπλεως, ἐκάθηρε μὲν αὐτὸν προσευξάμενος καὶ τῆς διαβολικῆς ἐκείνης
9.4.3
ἠλευθέρωσε βακχείας. Ἀπιέναι δὲ μὴ βουλόμενον, ἀλλὰ τῆς θεραπείας ἐκείνης
9.4.4
ἀντιδοῦναι τὴν διακονίαν καθικε τεύσαντα σύνοικον ἐποιήσατο. Οἶδα καὶ τοῦτον ἐγὼ
9.4.5
καὶ τοῦ θαύματος μέμνημαι καὶ τὸν τῆς θεραπείας ἐθεασάμην μισθὸν καὶ τῆς περὶ ἐμοῦ
9.4.6
γενομένης αὐτοῖς ἀκήκοα διαλέξεως. Ὁ μὲν γὰρ Δανιῆλος ἔλεγε– τοῦτο γὰρ ἦν αὐτῷ
9.4.7
ὄνομα– ὡς τῆς καλῆς αὐτῷ ταύτης διακονίας κοινωνήσω κἀγώ· ὁ δὲ θεσπέσιος ἐκεῖνος
9.4.8
ἀνὴρ οὐ συνωμολόγει τοῦτο γενέσθαι, τὸ περὶ ἐμὲ τῶν γεγεννηκότων λογιζόμενος
9.4.9
φίλτρον. Πολλάκις δέ με τοῖς γόνασιν ἐπικαθίσας σταφυλῇ με καὶ ἄρτῳ διέθρεψε·
9.4.10
πεῖραν γὰρ αὐτοῦ τῆς πνευματικῆς χάριτος ἡ μήτηρ δεξαμένη ἅπαξ με τῆς ἑβδομάδος
9.4.11
ἑκάστης τρυγᾶν ἐκείνην τὴν εὐλογίαν ἐκέλευε.
9.5.1
Γέγονε δὲ αὐτῇ γνώριμος ἐξ αἰτίας τοιᾶσδε. Πάθος αὐτῇ θατέρῳ τῶν
9.5.2
ὀφθαλμῶν ἐπισκῆψαν κρεῖττον ἐφάνη τῆς ἰατρικῆς ἐπιστήμης· οὐδὲν γὰρ ἦν ἢ τοῖς
9.5.3
παλαιοῖς συγγεγραμμένον ἢ τοῖς ὕστερον γενομένοις ἐξηυρημένον ὃ μὴ προσηνέχθη τῇ
9.5.4
νόσῳ. Ἐπειδὴ δὲ ἤλεγξεν ἅπαντα καὶ ἔδειξεν οὐδεμίαν ὄνησιν ἔχοντα, ἧκέ τις τῶν
9.5.5
συνήθων τὸν θεῖον ἄνδρα μηνύουσα καὶ τὸ γεγενημένον ὑπ' αὐτοῦ διδάσκουσα θαῦμα·
9.5.6
τὴν γὰρ ὁμόζυγα ἔλεγε τοῦ τηνικάδε τῆς ἕω κατέχοντος τὰ πηδάλια– Περγάμιος δὲ ἦν
9.5.7
οὗτος– τῷ παθήματι τῷδε περιπεσοῦσαν ἰάσασθαι αὐτὸν εὐχῇ καὶ σφραγῖδι χρησάμενον.
9.6.1
Ἤκουσεν ἡ μήτηρ καὶ παραυτίκα πρὸς τὸν θεῖον ἔδραμεν ἄνθρωπον.
9.6.2
Περικείμενα δὲ εἶχεν ἕρματα καὶ περιδέραια καὶ τὰ ἄλλα χρυσία καὶ τὴν ποικίλην
9.6.3
ἐσθῆτα τὴν ἐκ σηρικῶν ὑφασμένην νημάτων· οὐδέπω γὰρ τῆς ἀρετῆς τῆς τελειοτέρας
9.6.4
ἐγέγευτο. Ἤνθει δὲ καὶ τῷ χρόνῳ καὶ τοῦ τῆς νεότητος ἠνείχετο κόσμου. Ἡ θεσπεσία
9.6.5
τοίνυν κεφαλὴ ταῦτα θεασαμένη, τῆς φιλοκοσμίας πρότερον τὴν ἀρρωστίαν ἰάσατο
9.6.6
τοιοῖσδε λόγοις χρησάμενος·" Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ
9.6.7
καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν
9.6.8
τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ
9.6.9
ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν
9.6.10
τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν,
9.6.11
εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς
9.6.12
βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς
9.6.13
παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως
9.6.14
ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ
9.6.15
ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης; Οὐκοῦν, ἔφη, καὶ τὸν τῶν ἁπάντων δημιουργὸν
9.6.16
καὶ τῆς ἡμετέρας φύσεως πλάστην τε καὶ ζωγράφον ἀγανακτεῖν εἰκότως πιστεύετε ὅτι
9.6.17
τῆς ἀρρήτου σοφίας ἐκείνης ἀμαθίαν κατηγορεῖτε. Οὐ γὰρ ἂν τὸ ἐρυθρὸν καὶ λευκὸν καὶ
9.6.18
μέλαν ἐπεχέατε χρῶμα εἰ μὴ ἐνδεῖν ὑμῖν ταύτης ἐνομίζετε τῆς προσθήκης· δεῖσθαι δὲ
9.6.19
τούτων ὑπολαμβάνουσαι τὸ σῶμα, ἀσθένειαν καταψηφίζεσθε τοῦ ποιητοῦ. Προσήκει δὲ
9.6.20
εἰδέναι ὅτι σύμμετρον ἔχει τῇ βουλήσει τὴν δύναμιν." 3Πάντα γάρ, ᾗ φησιν ὁ Δαβίδ, ὅσα
9.6.21
ἠθέλησεν ὁ κύριος ἐποίησεν" 3· τὸ δὲ συνοῖσον ἅπασι προμηθούμενος, ὅσα λωβᾶται οὐ
9.6.22
δίδωσι. Μὴ τοίνυν διαφθείρετε τοῦ θεοῦ τὴν εἰκόνα μηδὲ πειρᾶσθε προστιθέναι ἅπερ
9.6.23
σοφῶς οὐ δέδωκε, μηδὲ τὸ νόθον τοῦτο ἐπινοεῖτε κάλλος ὃ καὶ ταῖς σωφρονούσαις
9.6.24
λυμαίνεται τοῖς ὁρῶσιν ἐπιβουλεῦον".
9.7.1
Ἤκουσε τούτων ἡ πάντα ἀρίστη γυνὴ καὶ παραυτίκα εἴσω τῆς τοῦ Πέτρου
9.7.2
σαγήνης ἐγένετο– τῷ γὰρ ὁμωνύμῳ παραπλησίως καὶ οὗτος ἡλίευε– καὶ τῶν ποδῶν
9.7.3
ἁπτομένη καὶ ποτνιωμένη τῷ ὀφθαλμῷ δοθῆναι τὴν θεραπείαν ἱκέτευεν. Ὁ δὲ
9.7.4
ἄνθρωπος μὲν ἔλεγεν εἶναι καὶ τὴν αὐτὴν ἔχειν φύσιν αὐτῇ, πολὺν δὲ ἁμαρτημάτων
9.7.5
φορυτὸν ἐπιφέρεσθαι καὶ τούτου γε εἵνεκα τῆς πρὸς τὸν θεὸν παρρησίας ἀπεστερῆσθαι.
9.7.6
Ὡς δὲ ἔκλαιεν ἡ μήτηρ καὶ ἠντιβόλει καὶ ἔφασκε μὴ κατα λείψειν εἰ μὴ τύχοι τῆς
9.7.7
ἰατρείας, τὸν θεὸν ἔφη τούτων εἶναι θεραπευτήν, χορηγεῖν δὲ ἀεὶ τοῖς πιστεύουσι τὰς
9.7.8
αἰτήσεις·" Δώσει τοίνυν, εἶπε, καὶ νῦν, οὐκ ἐμοὶ τὴν χάριν δωρούμενος, ἀλλὰ τὴν σὴν
9.7.9
πίστιν θεώμενος. Εἰ τοίνυν ταύτην ἔχεις ἀκραιφνῆ καὶ εἰλικρινῆ καὶ πάσης ἀμφιβολίας
9.7.10
ἀπηλλαγμένην, ἐρρῶσθαι καὶ ἰατροῖς φράσασα καὶ φαρμάκοις, τοῦτο δέξαι τὸ
9.7.11
θεόσδοτον φάρμακον". Ταῦτα εἰπὼν ἐπέθηκε τὴν χεῖρα τῷ ὀφθαλμῷ καὶ τοῦ σωτηρίου
9.7.12
σταυροῦ τὸ σημεῖον τυπώσας τὴν νόσον ἀπήλασεν.
9.8.1
Ἐκεῖθεν εἰς τὴν οἰκίαν ἐπανελθοῦσα καὶ τὸ φάρμακον ἀπονιψαμένη καὶ τὸν
9.8.2
ἐπείσακτον ἅπαντα ἀπορρίψασα κόσμον κατὰ τοὺς ὑπὸ τοῦ ἰατροῦ τεθέντας νόμους
9.8.3
ἐπολι τεύετο οὔτε ποικίλην ἐσθῆτα περιβαλλομένη οὔτε χρυσίοις ὡραϊζομένη καὶ ταῦτα
9.8.4
νέαν ἄγουσα κομιδῇ τὴν ἡλικίαν· τρίτον γὰρ καὶ εἰκοστὸν ἐκ γενετῆς ἦγεν ἔτος, μήτηρ
9.8.5
οὐδέπω γενομένη· ἑπτὰ γὰρ ἄλλα ἐπιβιώσασα ἔτη, οὕτω τὰς ἐμὰς ὠδῖνας ἐδέξατο ἃς καὶ
9.8.6
πρώτας καὶ μόνας ἐδέξατο. Τοσοῦτον τῆς τοῦ μεγάλου Πέτρου διδασκαλίας ἀπώνατο
9.8.7
καὶ διπλῆν ἐδέξατο θεραπείαν καὶ τῷ σώματι τὴν ἰατρείαν μαστεύουσα καὶ τὴν τῆς
9.8.8
ψυχῆς προσεκτήσατο εὐεξίαν. Τοιαῦτα ἐκεῖνος καὶ λέγων ἐνήργει καὶ προσευχόμενος
9.8.9
ἴσχυεν .
9.9.1
Ἄλλοτε δὲ οἰκέτην ὀψοποιὸν ὑπό τινος πονηροῦ δαί μονος ἐνοχλούμενον
9.9.2
ἀπαγαγοῦσα, τῆς παρ' αὐτοῦ τυχεῖν ἐπικουρίας ἱκέτευεν. Προσευξάμενος δὲ ὁ θεῖος
9.9.3
ἀνὴρ ἐκέλευσε τῷ δαίμονι τῆς κατὰ τοῦ θείου ποιήματος ἐξουσίας τὴν αἰτίαν εἰπεῖν. Ὁ
9.9.4
δὲ καθάπερ τις ἀνδροφόνος ἢ τοιχωρύχος πρὸ δικαστικοῦ βήματος ἑστὼς καὶ λέγειν ἃ
9.9.5
δέδρακε προστατ τόμενος οὕτως ἅπαντα διεξῄει παρὰ τὸ εἰωθὸς ὑπὸ δέους ἀληθεύειν
9.9.6
ἀναγκαζόμενος· καὶ ἔφασκεν ἐν Ἡλιουπόλει τὸν μὲν τοῦ οἰκέτου ἀρρωστῆσαι
9.9.7
δεσπότην, τὴν δέ γε δέσποιναν τῷ ὁμόζυγι ἅτε δὴ ἀρρωστοῦντι παρακαθῆσθαι· τὰς δὲ
9.9.8
παιδίσκας τῆς δεσποίνης τῆς οἰκίας ἐν ᾗ κατέμενον, τῶν ἐν Ἀντιοχείᾳ φιλοσοφούντων
9.9.9
μοναχῶν διηγεῖσθαι τὸν βίον καὶ ὅσην κατὰ δαιμόνων ἔχουσι τὴν ἰσχύν· εἶτα ταύτας
9.9.10
μὲν οἷα δὴ κόρας παιδιᾷ χαιρούσας ὑποκρίνεσθαι τὰς δαιμονῶσας καὶ μεμηνυίας, αὐτὸν
9.9.11
δὲ ἐκεῖνον τὸν οἰκέτην σισύραν περιβαλλόμενον μοναχικῶς ἐξορκίζειν ἐκείνας.
9.9.12
" Τούτων, φησίν, ἐπιτελουμένων, παρὰ τὴν θύραν ἑστὼς καὶ τοὺς ἀλαζονικοὺς περὶ τῶν
9.9.13
μοναχῶν λόγους οὐκ ἐνεγκὼν τῇ πείρᾳ μαθεῖν ἠβουλήθην ἣν ἔχειν ἐκείνους
9.9.14
ἐνεανιεύσαντο δύναμιν. Τούτου εἵνεκα τὰς παιδίσκας καταλιπὼν εἰς τοῦτον ἐμαυτὸν
9.9.15
εἰσέφρησα, μαθεῖν ἐθελήσας ὅπως ὑπὸ τῶν μοναχῶν ἐξελαύνωμαι. Καὶ νῦν, ἔφη,
9.9.16
μεμάθηκα καὶ πείρας ἑτέρας οὐ δέομαι· παραυτίκα δέ σου κελεύοντος ἔξειμι." Ταῦτα
9.9.17
λέγων ἐδραπέτευε καὶ τῆς ἐλευθερίας ὁ οἰκέτης ἀπέλαυεν.
9.10.1
Καὶ ἕτερον δὲ ἄγροικον τῆς μητρὸς μὲν ἡ μήτηρ, ἐμὴ δὲ τιτθή, δαιμονῶντα
9.10.2
προσαγαγοῦσα ἐπαμῦναι παρεκάλει τὸν τῆς κακίας ἀντίπαλον. Ὁ δὲ πάλιν ἐπυνθάνετο
9.10.3
πόθεν τε εἴη καὶ παρὰ τίνος λάβοι τὴν κατὰ τοῦ θείου ποιήματος ἐξουσίαν. Ὡς δὲ σιγῶν
9.10.4
ἐκεῖνος εἱστήκει τὴν ἀπόκρισιν μὴ ποιούμενος, τὰ γόνατα κλίνας προσηύχετο καὶ τὸν
9.10.5
θεὸν ἠντιβόλει δεῖξαι τῷ ἀλιτηρίῳ τῶν οἰκείων θεραπόντων τὴν δύναμιν. Καὶ πάλιν
9.10.6
ἀνίστατο καὶ πάλιν ἐκεῖνος ἀντιτείνων ἐσίγα καὶ ταῦτα μέχρις ἐνάτης ὥρας ἐγίνετο.
9.10.7
Ἐπειδὴ δὲ θερμοτέραν καὶ σπουδαιοτέραν τῷ δεσπότῃ προσενήνοχε τὴν προσευχήν,
9.10.8
ἀναστὰς ἔλεγε πρὸς τὸν ἀλιτήριον·" Οὔ σοι Πέτρος ἐπιτάττει, ἀλλ' ὁ Πέτρου θεός.
9.10.9
Ἀπόκριναι τοίνυν ὑπὸ τῆς ἐκείνου δυνάμεως καταναγκαζόμενος". Ἠιδέσθη, καίπερ
9.10.10
ἀναίσχυντος ὤν, ὁ ἀλάστωρ τοῦ ἁγίου τὴν ἐπιείκειαν καὶ φωνῇ μεγίστῃ χρησάμενος
9.10.11
ἐβόα ὡς" τῷ ὄρει μὲν τῷ Ἀμάνῳ σχολάζω, τοῦτον δὲ κατὰ τὴν ὁδὸν θεασάμενος ὕδωρ
9.10.12
ἀπό τινος πηγῆς ἀρυόμενόν τε καὶ πίνοντα, οἰκη τήριον οἰκεῖον πεποίηκα".–" Ἀλλ'
9.10.13
ἔξιθι, ἔλεγεν ὁ τοῦ θεοῦ ἄνθρωπος, τοῦ σταυρωθέντος ὑπὲρ τῆς οἰκουμένης τοῦτό σοι
9.10.14
παρεγγυῶντος." Ἤκουεν ἐκεῖνος καὶ ἔφευγε καὶ τῆς λύττης ἐλεύθερος ἀπεδίδοτο τῇ
9.10.15
τιτθῇ ὁ γεωργός.
9.11.1
Καὶ ἕτερα δὲ μυρία τῆς μακαρίας ἐκείνης ψυχῆς τοιαῦτα ἔχων διηγήματα,
9.11.2
παραλείψω τὰ πλεῖστα τῶν πολλῶν δεδιὼς τὴν ἀσθένειαν· εἰς σφᾶς γὰρ ἀφορῶντες ταῖς
9.11.3
τῶν θείων ἀνδρῶν ἀπιστοῦσι θαυματουργίαις. Ἓν δὲ ἢ δύο διηγησάμενος ἐφ' ἕτερον
9.11.4
ἀγωνιστὴν μεταβήσομαι.
9.12.1
Ἦν τις ἀκόλαστος στρατηγὸς ἐν τοῖς ἄνω χρόνοις. Κόρη τοίνυν τις
9.12.2
ἀπειρόγαμος ὥραν ἔχουσα γάμου ὑπὸ τὴν τούτου δεσποτείαν τελοῦσα, τὴν μητέρα
9.12.3
καταλιποῦσα καὶ τοὺς οἰκείους εἰς γυναικωνῖτιν κατέφυγε συμμορίαν ἔχουσαν
9.12.4
ἀθλητῶν· ἀγωνίζονται γὰρ καὶ γυναῖκες τοῖς ἀνδράσι παραπλησίως καὶ εἰς τὸ τῆς
9.12.5
ἀρετῆς καταβαίνουσι στάδιον. Ταύτης μαθὼν ὁ στρατηγὸς τὴν φυγὴν ἐμαστίγου τὴν
9.12.6
μητέρα καὶ ἐκρεμάννυ· καὶ οὐ πρότερον ἀφῆκε δεσμῶν ἕως τὸ τῶν εὐσεβῶν γυναικῶν
9.12.7
ὑπέδειξε καταγώγιον. Τῇ λύττῃ τοίνυν τῇ οἰκείᾳ χρησάμενος, ἥρπασεν ἐκεῖθεν τὴν
9.12.8
κόρην καὶ εἰς τὴν οἰκίαν ἐπανήγαγε· καὶ ἤλπισεν ὁ δείλαιος τὴν οἰκείαν κορέσειν
9.12.9
ἀκολασίαν. Ἀλλ' ὁ τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς ἐτάσας περὶ Σάρρας τῆς
9.12.10
γυναικὸς Ἀβραὰμ καὶ ἀνέπαφον φυλάξας τὴν σώφρονα καὶ τοὺς Σοδομίτας πατάξας
9.12.11
ἀορασίᾳ ἐμπαροινεῖν ὡς ξένοις τοῖς ἀσωμάτοις ἐπιχειρήσαντας, οὗτος καὶ τούτου τὸ
9.12.12
ὀπτικὸν ἀορασίᾳ βαλὼν ἐκ μέσου τῶν δικτύων τὸ θήραμα διαφυγεῖν παρεσκεύασε· καὶ
9.12.13
εἰς τὸν θάλαμον αὐτὸς μὲν εἰσῄει, ἐκείνη δὲ ἔνδον φυλαττομένη παραυτίκα ἐξῄει καὶ
9.12.14
φροῦδος ἦν καὶ τὸ τριπόθητον αὐτῇ κατελάμβανε καταγώγιον. Οὕτω μαθὼν ὁ ἀνόητος
9.12.15
ὡς τῆς τὸν θεῖον μνηστῆρα προελομένης οὐ περιέσται, ἡσυχίαν ἄγειν ἠναγκάζετο
9.12.16
οὐκέτι τὴν ἁλοῦσαν καὶ θείᾳ δυνάμει διαφυγοῦσαν ἐπιζητῶν.
9.13.1
Αὕτη χρόνου διελθόντος παθήματι περιέπεσε χαλεπῷ– καρκίνος δὲ τὸ πάθος
9.13.2
ἦν–· τῷ δὲ μαστῷ ἐξογκουμένῳ καὶ ἡ ὀδύνη συνηύξετο. Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον
9.13.3
ἐν τῇ τῆς ὀδύνης ἀκμῇ καὶ ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα
9.13.4
βαλλομένης, πᾶσαν ἐκείνην τὴν ὀδύνην κοιμίζεσθαι καὶ μηδὲ βραχεῖαν ἐκεῖθεν
9.13.5
αἴσθησιν ἀνιαρὰν ὑποδέχεσθαι. Τούτου χάριν αὐτὸν καὶ συχνότερον μετα πεμπομένη
9.13.6
ψυχαγωγίας ἀπέλαυεν· ἅπαντα γὰρ ἔλεγε τὸν τῆς ἐκείνου παρουσίας καιρὸν παντελῶς
9.13.7
τὰς ἀλγηδόνας ἀφίστασθαι. Ἀλλ' ἐκείνην μὲν οὕτως ἀγωνισαμένην μετὰ τῶν ἐπινικίων
9.13.8
ἐπαίνων ἐκ τοῦδε τοῦ βίου προέπεμψεν.
9.14.1
Πάλιν δὲ τὴν μητέρα τὴν ἐμὴν μετὰ τὰς ἐμὰς ὠδῖνας παρ' αὐτὰς γενομένην
9.14.2
τοῦ θανάτου τὰς πύλας, ὑπὸ τῆς τιτθῆς λιπαρηθεὶς ἀφικόμενος ἐξήρπασε τῶν τοῦ
9.14.3
θανάτου χειρῶν. Ἔκειτο γάρ, ὥς φασιν, ἀπειρηκότων μὲν τῶν ἰατρῶν, τῶν δὲ οἰκείων
9.14.4
ὀλοφυρομένων καὶ προσδεχομένων τὸ τέλος, μεμυκότας ἔχουσα τοὺς ὀφθαλμούς,
9.14.5
λάβρῳ πυρετῷ κατε χομένη, οὐδένα τῶν συνήθων ἐπιγινώσκουσα. Ὡς δὲ ἧκεν ὁ τῆς
9.14.6
ἀποστολικῆς καὶ προσηγορίας ἠξιωμένος καὶ χάριτος καὶ" Εἰρήνη σοι, τεκνίον"
9.14.7
ἐφθέγξατο– τοῦτο γὰρ ἦν αὐτῷ πρόσρημα–, παραυτίκα λέγεται καὶ τὰ βλέφαρα
9.14.8
ἀναπτύξαι καὶ ἀτενὲς εἰς αὐτὸν ἰδεῖν καὶ τῆς εὐλογίας τὸν καρπὸν ἐπαγγεῖλαι. Ὡς δὲ
9.14.9
ἀνωλόλυξε τῶν γυναικῶν ὁ χορός– ἀθυμία γὰρ καὶ εὐθυμία κατὰ ταὐτὸν ἐκεράσθησαν–
9.14.10
καὶ τὴν βοὴν ἐκείνην εἰργάσαντο, παρεγγυᾷ ὁ θεῖος ἄνθρωπος κοινωνῆσαι αὐτῷ τῆς
9.14.11
προσευχῆς ἁπάσας· οὕτω γὰρ ἔλεγε καὶ τὴν Ταβίθαν τῆς σωτηρίας τετυχηκέναι, τῶν μὲν
9.14.12
χηρῶν ὀδυρομένων, τοῦ δὲ μεγάλου Πέτρου τὰ ἐκείνων δάκρυα προσφέροντος τῷ θεῷ.
9.14.13
Ἱκέτευον ὡς ἐκέλευσε καὶ ἐλάμβανον ὡς προείρηκε· τέλος γὰρ τῆς εὐχῆς δεξαμένης,
9.14.14
τέλος καὶ ἡ νόσος ἐδέχετο καὶ ἱδρὼς ἐξαίφνης πάντοθεν ἔρρει καὶ τὸ πῦρ ἐκεῖνο
9.14.15
ἐσβέννυτο καὶ τὰ τῆς ὑγιείας ἀνεφαίνετο σημεῖα.
9.15.1
Τοιαῦτα καὶ ἐν τοῖς ἡμετέροις χρόνοις διὰ τῶν εὐχῶν τῶν θεραπόντων
9.15.2
αὐτοῦ ὁ δεσπότης θαυματουργεῖ. Τούτου καὶ ὁ χρὼς τῶν ἱματίων τῷ θειοτάτῳ
9.15.3
Παύλῳ παραπλησίως ἐνήργει. Καὶ τοῦτο οὐχ ὑπερβολῇ τινι χρώμενος τέθηκα ἀλλὰ τὴν
9.15.4
ἀλήθειαν συνομολογοῦσαν ἔχων. Τὴν γὰρ οἰκείαν ζώνην διχῇ τεμών– πλατεῖα δὲ ἦν καὶ
9.15.5
μακρὰ ἀπὸ λίνου παχέος πεπλεγμένη–, τῷ μὲν ἡμίσει ταύτης τὴν οἰκείαν ὀσφῦν, τῷ
9.15.6
ἑτέρῳ δὲ διέζωσε τὴν ἐμήν. Ταύτην πολλάκις μὲν ἐμοὶ νοσοῦντι ἐπιθεῖσα ἡ μήτηρ,
9.15.7
πολλάκις δὲ τῷ πατρὶ τὴν νόσον ἀπήλασε· καὶ αὐτὴ δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς ὑγίειαν
9.15.8
ἐκέχρητο. Πολλοὶ δὲ καὶ τῶν γνωρίμων τοῦτο μεμαθηκότες συνεχῶς εἰς ἐπι κουρίαν
9.15.9
τῶν νοσούντων τὴν ζώνην ἐλάμβανον· καὶ πανταχοῦ τῆς ἐκείνου χάριτος ἐδίδασκε τὴν
9.15.10
ἐνέργειαν. Οὕτω τις αὐτὴν λαβὼν τοὺς δεδωκότας ἐστέρησεν, ἀγνώμων περὶ τοὺς
9.15.11
εὐεργέτας γενόμενος. Τοῦτον τὸν τρόπον ἐκείνης τῆς δωρεᾶς ἐγυμνώθημεν.
9.16.1
Οὕτω λάμψας καὶ τὴν Ἀντιόχου ταῖς ἀκτῖσι φωτίσας, ἔξω τῶν ἀγώνων
9.16.2
ἐγένετο, τὸν ἀποκείμενον τοῖς νικηφόροις στέφανον ἀναμένων. Ἐγὼ δὲ ἧς περιόντος
9.16.3
ἀπέλαυον εὐλογίας, ταύτης καὶ νῦν ἀπολαῦσαι καθικετεύσας, πέρας ἐπιθήσω καὶ τῷδε
9.16.4
τῷ διηγήματι.
9.16.5
10. t ΘΕΟΔΟΣΙΟΣ