Interpretatio in Danielem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
0.1
καὶ τοῦ μὲν γράμματος ὑπερ βαίνειν τὴν ἐπιφάνειαν, εἰς δὲ τὸ βάθος καταδύνειν, καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν, πάν των εὐπετῶς παρ' αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐφικνουμένων· ἐπειδὴ δὲ, μίαν μὲν ἅπαντες φύσιν ἐλάχομεν, οὐκ ἴσην δὲ ἅπαντες γνῶσιν ἐλάβομεν (" Ἑκάστῳ γὰρ δίδοται, φησὶν, ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον, καὶ ἄλλῳ μὲν δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι·" καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαίρεσιν ἅπαντα διανέμεται)· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν, εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τού των συγγράμματα ἔγγραφον παραδῴην διδασκα λίαν, παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς, παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανι σάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων μεμαθήκαμεν, τοὺς ἐγγόνους διδάσκειν." Διδάξεις γὰρ αὐτὰ, φησὶ, τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου·" οὗ χάριν καὶ ὁ μέγας διδάσκαλος Δαβὶδ," Προσέχετε, λαός μου, φησὶ, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς." Εἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν," Ὅσα ἠκούσαμεν, φησὶ, καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν, εἰς γενεὰν ἑτέραν." Καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων," Νόμον γὰρ, φησὶν, ἔθετο ἐν Ἰσραήλ· ὅσα ἐνετείλατο τοῖς πατρά σιν ἡμῶν, τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται, καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὑτῶν." Καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς ἐπάγει·" Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὑτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι." Ταύ την τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων δεχό μενοι, χρέος δίκαιον τοῖς μεθ' ὑμᾶς γενομένοις τε καὶ ἐσομένοις ὀφείλομεν, καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι. Οὐ μόνον δὲ ἡμᾶς ὁ θεῖος διεγείρει νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισή μων συνήθων, θερμῶς ἡμᾶς λιπαρήσαντες, θαῤ ῥῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν. Φέρε τοίνυν, τοῦ θειοτάτου Δανιὴλ τὴν προφητείαν, ὡς ἔνι μάλι στα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν. Ἴσως δὲ, οὐδὲ τοῖς γνώσεως ἠξιωμένοις ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν νενομίκα σιν, ἢ τὰ αὑτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσι τῇ κοινωνίᾳ τὸ ὑπὸ σφῶν αὐτῶν θηρευ θέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκατάθεσις κρατύνειν τὰ νοηθέντα. Τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα, οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅπαντας γὰρ ἴσμεν τοῦ θείου Πνεύματος ὄργανα· ἀλλὰ πρῶτονμὲν, ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἐπήγγειλαν, καὶ προσῆκον ἡγούμεθα ἣν ᾐτή θημεν χάριν, ταύτην δοῦναι τοῖς ᾐτηκόσιν. Ἔπειτα δὲ ἡμᾶς ἡ Ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει τοὺς μὲν ἄλλους ἐν τῷ παρόντι κατα λιπεῖν, τὰς δὲ τούτου προῤῥήσεις γυμνοῦν, καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοινίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν. Ἔστι δὲ αὐτῶν ἀναιδὲς μὲν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῷ σαφέστερον τὴν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προεθέσπισε παρουσίαν, οὐ μόνον ἃ ποιήσει προαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς, καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν, καὶ ἅπαν τα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρὰ, εἰκότως, ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσιν ἀναι δῶς λέγειν ὡς οὐκ ἔστι προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας, ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν. Θαυμαστὸν δὲ οὐδὲν, εἰ κατὰ τοῦ Μονογενοῦς λυτ τήσαντες, τοὺς εὔνους τοῦ Δεσπότου συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύ τερα. Διὸ καὶ ὁ Κύριός φησιν·" Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι." Καὶ πάλιν·" Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺβ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκια κοὺς αὐτοῦ;" Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν, πυθώμεθα αὐτῶν οὕ τως· Τί προφήτου ἴδιον εἶναί φατε; Ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν, τὸ τὰ μέλλοντα προειδέναι τε καὶ προλέ γειν. Ἴδωμεν τοίνυν, εἰ μὴ ταῦτα καὶ προμεμάθηκε, καὶ προείρηκεν ὁ μακάριος Δανιήλ. Καὶ τὸν μὲν περὶ τοῦ Δεσπότου Χριστοῦ λόγον τέως ἐπισχῶμεν, τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν. Εὑρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς Βαβυ λωνίων βασιλείας, πολλὰ δὲ περὶ τῆς Περσῶν καὶ Μακεδόνων, πολλὰ δὲ καὶ περὶ τῆς τῶν Ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ Βαβυ λωνίων βασιλεὺς, ὅπως δὲ Πέρσαι τὴν ἐκείνου παρα λήψονται βασιλείαν, ἔπειτα ὅτι τούτους καταλύσας ὁ Μακεδὼν τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα, τέττα ρες δὲ ἀνθ' ἑνὸς κληρονομήσουσι τὴν βασιλείαν· καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας τις μυρία ὅσα ἐργάσε ται τοῖς Ἰουδαίοις δεινὰ, καὶ ὅτι θείας ἀπολαύσαν τες βοηθείας τῆς ἐκείνου θηριότητος ἀπαλλαγήσον ται. Εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν Ῥωμαίων ἰσχὺν, καὶ ὅτι πάσας καταγωνισάμενοι τὰς βασι λείας, τὸν παρὰ πάντων κομιοῦνται δασμόν. Τί δεῖ λέγειν, ὅσα περὶ τοῦ τῶν Αἰγυπτίων, καὶ τοῦτῶν Σύρων προηγόρευσε βασιλέων, καὶ ὅσα ἀλλή λοις ἐργάσονται δεινὰ, καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπιγαμίας καὶ συγγενείας, εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γε γενημένην καταλλαγήν; Τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ προειρηκότα, καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῶν καταλιπόντα, πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ; Εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, τίνα προφητείας τὰ ἴδια; Εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προτίθησι λόγων τὸ, Τάδε λέγει Κύριος, καὶ τούτου χάριν τῆς προ φητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον Ἀβραὰμ ὁ πατριάρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη Θεοῦ. Περὶ τοῦ γὰρ Ἀβραὰμ ἐλέχθη·" Καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου." Καὶ ὁ μακάριος δὲ Δαβὶδ περί τε αὐτοῦ, καὶ τοῦ υἱέως, καὶ τοῦ ἐκγόνου φησὶν, ὅτι" Ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ Θεὸς βασιλεῖς, λέγων· Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε." Καὶ ὁ μέγιστος δὲ προφήτης Σα μουὴλ, ὁ παιδόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς ἢ δι' ὀνείρων, ἢ διὰ μεθημερινῶν τινων ἀποκαλύψεων προγνώσεις, ἐννοίας, καὶ προῤῥή σεις ἐδέξατο. Πολεμεῖτε τοίνυν καὶ ἐκείνοις ἀναφαν δὸν, καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλ λετε προφανῶς. Εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν, φεύγετε καὶ τὴν κατ' αὐτοῦ συκοφαν τίαν· προφήτης γὰρ, καὶ προφήτης ἐπιθυμίᾳ καὶ πόθῳ τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα διδα χθεὶς, οὐχ ἃ μόνοις Ἰουδαίοις συμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονο μίαν καὶ προμαθὼν καὶ προδιδάξας. Σκοπήσατε τοίνυν, εἰ μὴ λίαν ἄδικον, Ἀβδιοῦ μὲν τὰ τοὺς Ἰδουμαίους μόνον καταληψόμενα κακὰ προαγορεύ σαντα, καὶ Ἰωνᾶν δὲ, καὶ Ναοὺμ, περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς Νινευῒ τοῖς προφήταις ἐγκατα λέγειν, τὸν δὲ μακάριον Δανιὴλ οὐ περὶ πόλεως μιᾶς, οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα, Χαλδαϊκῆς, Περ σικῆς, Μακεδονικῆς, Ῥωμαϊκῆς, καὶ τῶν κατὰ μέ ρος ὑπὸ τούτων γεγενημένων, τῆς προφητικῆς προσ ηγορίας ἀποστερεῖν, καὶ τῆς πνευματικῆς χάριτος ἀλλότριον εἶναι λέγειν. Καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας τὸν Ναβουχοδονόσορ αἰδεσθῆναι τὸνδυσσεβῆ, τὸν θηριώδη, τὸν βάρβαρον, τὸν τῶν θείων ἀμύητον, βοῶντα περὶ τοῦ Δανιὴλ, καὶ λέγοντα·" Ὅτι Πνεῦμα Θεοῦ ἅγιόν ἐστιν ἐν αὐτῷ." Καὶ γὰρ τῷ ὄντι τοῦ θείου Πνεύματος ἔργον ἦν, καὶ τὸ ἐν ύπνιον εἰπεῖν, ὃ ἕτερος θεασάμενος ἐπελήσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τε καὶ ἀλη θῶς. Ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προ φήτου καταλῦσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου τῷ τοῦ προφήτου πολεμεῖτε Δεσπότῃ. Ἀλλ' ὁ μὲν προ φήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμά των· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμ ματα, βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προῤῥή σεως τέλος. Ἀλλὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ' αὐ τῶν ποδηγούμενοι τῶν πραγμάτων ῥᾳδίως λαμβάνο μεν τὴν τῶν πραγμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ διὰ τούτων δηλοῦτε. Ἀλλὰ νῦν μὲν ἐν κεφαλαίῳ τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν. Φέρε τοί νυν, τήν τε ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν, καὶ τὴν Ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστή σωμεν, εἶθ' οὕτως τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώ μεθα. Μετὰ τὸν Ἰωσίαν (εὐσεβὴς δὲ οὗτος γεγένη ται βασιλεὺς) ἐβασίλευσε τῆς Ἰουδαίας Ἰωάχαζ, ὁ υἱὸς αὐτοῦ, τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς Βασιλείαις, καὶ τοῖς Παραλειπομένοις, Ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος Ἱερεμίας αὐτὸν ὁ προφήτης Σελεὶμ προσαγορεύει. Τοῦτον δορυάλωτον ὁ τῆς Αἰγύπτου βασιλεὺς Φαραὼ Νεχαὼ λαβὼν, αἰχμάλωτον εἰς τὴν Αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ' αὐτοῦ βασιλέα Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰωακεὶμ αὐτὸν προσηγόρευσεν. Ἐβασίλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησίν. Ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας Ναβουχοδονόσορ, ὁ τῶν Βαβυλωνίων βασιλεὺς, ἔλαβε μὲν οὐκ ὀλίγους δορυαλώτους τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων· ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λει τουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῷ Ἰωακεὶμ ἀπῆρεν εἰς τὴν Βαβυλῶνα. Εἶτα, τού του τὸν ὁρισθέντα φόρον ἐκτῖσαι μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς Ἱεροσολύμοις, καὶ τὴν πόλιν ἑλὼν, καὶ τοῦτον ἀνελὼν, καθίστησιν ἀντ' αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, Ἰωακεὶμ μὲν ὑπὸ τῶν Ἰουδαίων ὀνομασθέντα, Ἐλιακεὶμ δὲ πάλινμετονομασθέντα. Καὶ τοῦτον δὲ ὁ μακάριος Ἱερε μίας ὁ προφήτης Ἰεχονίαν ὀνομάζει." Ζῶ γὰρ, φησὶ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας, υἱὸς Ἰωακεὶμ βασιλέως Ἰούδα, ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε, καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων." Καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος, τότε πάλιν ὁ Ναβουχοδονόσορ, ὁ τῶν Βαβυλωνίων βασιλεὺς, στρατιὰν ἀποστείλας καὶ στρατηγὸν, τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν Βαβυ λῶνα, τῷ δὲ Σεδεκίᾳ θείῳ πρὸς πατρὸς αὐτοῦ ὄντι τὴν βασιλείαν ἐνεχείρισε· καὶ τούτου δὲ ἐνιαυ τὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος, εἶτα τὸν ἐγ κείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς Ἱεροσολύμοις τῶν Βαβυ λωνίων ὁ βασιλεὺς, ἔπειτα πολιορκήσας, καὶ τῷ λιμῷ κατ' αὐτῶν συμμάχῳ χρησάμενος, καὶ μηχανή ματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος, ἀναιρεῖ δὲ τοὺς πλείστους, τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας ἀπάγει δορυαλώτους, πυρὶ τήν τε πόλιν καὶ τὸ ἱερὸν παραδούς. Ἀλλ' ὁ τῶν ὅλων Θεὸς, ὁ ταῦτα παθεῖν Ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν, οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῇ Ἰουδαίᾳ οἷόν τινας παιδονόμους ἐδεδώκει, τόν τε Οὐρίαν τὸν Σαμαίου, καὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου, ἄνδρα ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντα· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δορυαλώτοις ἀπαχθεῖσιν εἰς Βαβυλῶνα, τοὺς περὶ τὸν μακάριον Δανιὴλ συναπέστειλεν, Ἐζεκιὴλ, καὶ Ἀνανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ· ἵν' ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ' ἔχω σιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα. Τοσαύτην ὁ τῶν ὅλων Θεὸς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν, ὅτι τοὺς εὐνοϊκῶς αὐτῷ δουλεύοντας, καὶ θεραπεύειν αὐτὸν διαπαντὸς προθυμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφε λείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι, καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι, καὶ πολλοῖς κινδύνοις περιπεσεῖν, καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον. Οὕτω γὰρ καὶ διὰ Ὠσηὲ τοῦ προφήτου φησὶν, ὅτι" Ἀπέκτεινα δι' ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου." Οὕτω τὴν τῆς οἰκουμέ νης πραγματευόμενος σωτηρίαν, τοὺς ἁγίους συν εχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη. Ταύτην τῶν Ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον Δανιὴλ ᾠκονόμησε σὺν αὐτοῖς τὴν Βαβυλῶνα καταλαβεῖν, ὃς ὡς νέος ὢνκαὶ τῇ ὥρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδό θεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολ λὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥη σίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κἀκείνῳ γεγένηται πρόξενος· οὐκ ἐκείνῳ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπ ηκόους παρέπεμψε, νόμον τεθεικὼς τὸν διαῤῥήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν Θεόν. Ὅτε μὲν οὖν εἰς τὴν Βαβυλῶνα ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης, καὶ τίνος ἕνεκεν, καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς Βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέστερον θησόμεθα. Τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν σαφηνείας ἀρξώμεθα.