Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Interpretatio in Danielem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
ΚΕΦΑΛ. Ιʹ. αʹ." Ἐν ἔτει τρίτῳ Κύρου, τοῦ βασιλέως Περσῶν, λόγος
10.1.2
ἀπεκαλύφθη τῷ Δανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ." Τισὶ δοκεῖ τὸν χρόνον
10.1.3
ἐσφάλθαι, καὶ ἀντὶ τοῦ ἐν ἔτει πρώτῳ, τρίτῳ θεῖναι τὸν ἐξ ἀρχῆς τὸ βιβλίον
10.1.4
γράψαντα· τούτου δὲ τεκμήριον, ἐκ τοῦ τὸν μακάριον εἰπεῖν Δανιὴλ, εὐθὺς μετὰ τὴν
10.1.5
ἀρχὴν τῆς προφητείας·" Καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως." Εἰ
10.1.6
γὰρ μέχρι τοῦ ἔτους μόνον τοῦ πρώτου τῆς Κύρου βασιλείας διήρκεσε, φησὶν, ὁ
10.1.7
προφήτης, πῶς ἐν τῷ τρίτῳ ἔτει τὴν ἀπο κάλυψιν βλέπει; Ἐγὼ δὲ ἡγοῦμαι οὐ ῥητὸν
10.1.8
χρόνον τὸ πρότερον σημάναι, οὐδὲ τῷ πρώτῳ ἔτει τῆς Κύρου βασιλείας τὴν τοῦ
10.1.9
μακαρίου Δανιὴλ περιο ρίσαι ζωήν. Οὐδὲ γὰρ εἶπεν, Ἕως πρώτου ἔτους Κύρου τοῦ
10.1.10
βασιλέως, ἀλλ'" ἕως ἔτους ἑνός." Βού λεται δὲ, ὡς ἐμοί γε δοκεῖ, διδάξαι τοὺς
10.1.11
ἐντυγχά νοντας τῇ προφητικῇ συγγραφῇ, ὅτι δὴ καὶ μέχρι Κύρου, τοῦ βασιλέως
10.1.12
Περσῶν, διήρκεσεν, ὃς καὶ τῶν δορυαλώτων Ἰουδαίων τοὺς βουλομένους
10.1.13
ἐλευθέρους ἀποφήνας, προσέταξεν εἰς τὴν ἐνεγκοῦσαν ἐπαν ελθεῖν, καὶ τὸν θεῖον
10.1.14
ἀνεγεῖραι νεών. Τοῦτο δὲ σα φῶς ἡμᾶς διδάσκει καὶ ὁ ἅγιος ἄγγελος τῷ Δανιὴλ μετὰ
10.1.15
βραχέα διαλεγόμενος· φησὶ γάρ·" Καὶ ἐγένετο ἐν ἔτει πρώτῳ Κύρου, ἔστην εἰς κράτος
10.1.16
καὶ ἰσχύν·" ἀντὶ τοῦ· Εὐθὺς τοῦ Κύρου βασιλεύσαντος, πάντα πραγματευόμενος
10.1.17
διετέλουν, ὥστε τῆς αἰχμαλωσίας τὸν λαὸν ἀπαλλάξαι. Καὶ ἐν τῷ τέλει δὲ τοῦ
10.1.18
βιβλίου· Παρέλαβε, φησὶ, Κῦρος ὁ Πέρσης τὴν βασιλείαν, καὶ ἦν Δανιὴλ συμβιωτὴς
10.1.19
τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ· ὥστε πάντοθεν
10.1.20
δείκνυσθαι τοῦ τρίτου ἔτους τὸν ἀριθμόν." Ἐν τῷ τρίτῳ τοίνυν ἔτει τῆς Κύρου
10.1.21
βασιλείας, ὁ λόγος ἀπεκαλύφθη τῷ Δανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλ τάσαρ. Καὶ
10.1.22
ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ."
10.1.23
Εἰκότως δὲ λόγον καὶ ὀπτασίαν καλεῖ· ἐθεάσατο μὲν γὰρ ἁγίους ἀγγέλους, ἤκουσε δὲ
10.1.24
αὐτῶν διαλεγομένων καὶ μεμάθηκεν ἀκριβῶς τὰ ἐσόμενα. Λέγει δὲ ἀληθῆ εἶναι τὸν
10.1.25
λόγον, ὥστε ἀνενδοιάστως ἅπαντας τὰ ῥηθησόμενα δέξασθαι. βʹ, γʹ." Ἐν ταῖς
10.1.26
ἡμέραις ἐκείναις, ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. Ἄρτον ἐπι
10.1.27
81. 1489 θυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ
10.1.28
ἄλειμμα οὐκ ἠλειψάμην, ἕως τριῶν ἑβδομάδων ἡμερῶν." Ἀναγκαῖον ζητῆσαι τὴν
10.1.29
τοῦ πένθους αἰτίαν· ἀσαφῶς γὰρ αὐτὴν ἡ προφητεία διδάσκει. Πρῶτον μὲν γὰρ οὐδὲ
10.1.30
ἐπέκειτό τις ἀθυ μίας ἀφορμή· ὅ τε γὰρ βασιλεὺς ἥμερός τε καὶ φιλάνθρωπος, καὶ τὰ
10.1.31
θεῖα τιμῶν, καὶ τοῦ Δανιὴλ τὴν φιλίαν περὶ πολλοῦ ποιούμενος, καὶ ὅλος ὁ λαὸς
10.1.32
εἰρήνης πολλῆς διὰ τὴν τοῦ βασιλέως ἀπήλαυεν ἠπιότητα· μᾶλλον δὲ, εἴ τις
10.1.33
προσέχειν ἐθελήσειε τῇ τε τοῦ μακαρίου Ἱερεμίου προφητείᾳ, καὶ τῇ τῶν
10.1.34
Παραλειπομένων ἱστορίᾳ, καὶ τῇ τοῦ Ἔσδρα συγγραφῇ, εὑρήσει τὸν Κῦρον ἐν τῷ
10.1.35
πρώτῳ ἔτει τῆς βασιλείας, ἅπασι τοῖς βουλομένοις τῶν Ἰουδαίων παρεγγυήσαντα
10.1.36
τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν, ὥστε πανταχόθεν
10.1.37
θυμηδίας ἔχειν ἀφορμὰς τὸν προφήτην. Ἀλλὰ γὰρ εἴ τις ἀκρι βῶς τούτων ἕκαστον
10.1.38
ἐξετάσειεν, αὐτὰ ταῦτα εὑρήσει αἴτια τῆς τοῦ Δανιὴλ ἀχθηδόνος· τοῦ γὰρ βασιλέως
10.1.39
ἐπιτρέψαντος ἅπασι τοῖς ἐθέλουσι τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, οἱ μὲν πλείους
10.1.40
οἰκίας ἐν Βαβυλῶνι δειμάμενοι, καὶ τούτων τῷ δεσμῷ κατεχόμενοι, τῆς ἐπανόδου
10.1.41
καταφρονήσαντες, τὴν ξένην τῆς οἰκείας προείλοντο· μόνοι δὲ οἱ τῆς εὐσεβείας
10.1.42
ἐρασταὶ, καὶ τῶν πατρῴων νόμων φύλακες, τῶν ἐν Βαβυλῶνι κτη μάτων
10.1.43
καταφρονήσαντες, τὴν τῆς πατρίδος ἐρημίαν καὶ αὐτῆς τῆς βασιλείας προὐτίμησαν.
10.1.44
Τοῦτο τοίνυν τῷ μακαρίῳ Δανιὴλ μέγιστον εἰργάσατο πένθος· τῆς τε γὰρ θείας
10.1.45
ἐπαγγελίας τὸ ἀψευδὲς ὁρῶν, καὶ τοῦ βασιλέως τὸ ἥμερον καὶ φιλάνθρωπον, καὶ τοῦ
10.1.46
λαοῦ τὸ δυσπειθὲς καὶ δυσήνιον, σφόδρα τὴν ψυχὴν ἐτρύ χετο, καὶ πενθῶν καὶ
10.1.47
θρηνῶν διετέλει. Ζητήσειεν δ' ἄν τις εἰκότως, τί δήποτε τῶν ἄλλων ἕνεκεν, ὡς ἐῤ
10.1.48
ῥᾳθυμηκότων καὶ τῆς ἐπανόδου καταπεφρονηκότων, θρηνῶν καὶ ὀλοφυρόμενος,
10.1.49
αὐτὸς οὐκ ἐπανῆλθεν εἰς τὴν πατρίδα. Εὑρήσει δὲ τὴν λύσιν, αὐτῆς τῆς αἰχμα λωσίας
10.1.50
τὴν αἰτίαν σκοπούμενος. Ὥσπερ γὰρ οὐ διὰ τὰς οἰκείας πλημμελείας εἴασεν αὐτὸν ὁ
10.1.51
Θεὸς δορυ άλωτον γενέσθαι, ἀλλὰ τῆς τοῦ λαοῦ προμηθούμενος ὠφελείας, καὶ οἷόν
10.1.52
τινα κηδεμόνα καὶ διδάσκαλον αὐ τοῖς συμπέμπων· οὕτω καὶ ἐν τῷ τῆς ἐπανόδου
10.1.53
καιρῷ, τῶν πλειόνων τὴν οἴκησιν τὴν ἐν Βαβυλῶνι στερξάντων, πάλιν ὁ θεῖος
10.1.54
προφήτης συνδιάγειν αὐτοῖς ἀναγκάζεται, ἵνα μὴ ἔρημοι τῆς πνευματικῆς
10.1.55
κηδεμονίας γενόμενοι εἰς ἀσέβειαν παντελῶς ἐξωκεί λωσι. Τούτου χάριν, καὶ
10.1.56
βασιλέως τὴν εὐσέβειαν τι μῶντος τοῦ τηνικάδε κρατοῦντος, καὶ πᾶσαν αὐτῷ
10.1.57
θεραπείαν προσφέροντος, καὶ τῶν ἄλλων προτιμῶν τος ἁπάντων, οὐδεμίαν ὁ
10.1.58
μακάριος Δανιὴλ λαμ βάνει παραψυχὴν, ἀλλ' ἀνιᾷ καὶ λίαν αὐτὸν ἀλγύνει τοῦ λαοῦ
10.1.59
τὸ δυσπειθὲς, καὶ ἡ τῆς ἁγίας πόλεως λήθη. Οὗ χάριν καὶ τρεῖς ἑβδομάδας ἄσιτος
10.1.60
διετέ λεσεν·" Ἄρτον γὰρ, φησὶ, ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ
10.1.61
εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἡμερῶν
10.1.62
ἑβδομάδων." Οὐδεμίαν γὰρ, φησὶν, ἐπιμέλειαν ἐν πάσαις ταύταις ταῖς ἡμέραις τῷ
10.1.63
σώματι προσενή νοχα, οὐκ ἀλοιφὴν ἔξωθεν, οὐ τροφὴν ἔνδοθεν. Καλῶς δὲ καὶ μάλα
10.1.64
προσφόρως οὐκ ἐπὶ τῶν κρεῶν, ἀλλ' ἐπὶ τοῦ ἄρτου, τὸ τῶν ἐπιθυμιῶν προστέθεικεν.
10.1.65
Ὁ γὰρ ἄρτος ἀναγκαία πάντων τροφή· κρεῶν γὰρ ἀπολαύουσιν οἱ εὐπορώτεροι,
10.1.66
ἄρτου δὲ πρὸς τοῖς εὐ πορωτέροις καὶ οἱ πενέστεροι. Διὰ τοῦτο τὸν ἄρτον ἐπιθυμιῶν
10.1.67
προσηγόρευσεν, ὡς καὶ κοινὴν ὄντα τρο φὴν, καὶ πάσης τροφῆς ἐρασμιώτατον. δʹ.
10.1.68
" Καὶ ἐν ἡμέρᾳ εἰκάδι καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην
10.1.69
ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις." Ἐπισημήνασθαι δεῖ καὶ τὸν
10.1.70
μῆνα, καὶ τὰς τῆς νηστείας ἡμέρας, εἰς ἔλεγχον τῆς Ἰουδαίων παρανομίας. Τῇ γὰρ
10.1.71
τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς πρὸς ἑσπέραν τοῦ θείου νόμου προστάττοντος
10.1.72
ἐπιτελεῖν τὸ Πάσχα, ὁ μακάριος Δανιὴλ μέχρι τῆς τετάρτης εἰκάδος ἄσιτος διετέλει.
10.1.73
Εἰ δὲ εἴποιεν οἱ Ἰουδαῖοι, ὅτι ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, ἅτε δὴ ἄρτους ἀζύμους
10.1.74
ἐσθίων· πρῶτον μὲν τὴν οἰκείαν ἄνοιαν καὶ διὰ τούτων ἐλέγχουσιν· ἄρτος γὰρ καλεῖ
10.1.75
ται καὶ ὁ ζυμίτης, καὶ ὁ ἄζυμος. Ἔπειτα δὲ τὰ ἐπαγόμενα ἀντικρὺς αὐτῶν ἐμφράττει
10.1.76
τὸ ἀναίσχυντον στόμα." Κρέας γὰρ, φησὶ, καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου."
10.1.77
Εἰ δὲ κρεῶν οὐ μετέλαβε, πῶς τὸ Πάσχα ἐπετέλεσεν; Τὸ γὰρ Πάσχα οὐδὲν ἕτερον ἢ
10.1.78
ἀμνὸς ἄρσην ἐνιαυσιαῖος, ἄμωμος, πρὸς ἑσπέραν θυόμενος καὶ ὀπτώμενος. Ὁ τοίνυν
10.1.79
κρεῶν μὴ μετα λαβὼν, πῶς τὸ Πάσχα ἐπετέλει; Οὐκοῦν οὐκ ἐπετέ λεσε τὸ Πάσχα τῷ
10.1.80
νόμῳ πειθόμενος, ὃς διαῤῥήδην παρακελεύεται τὰς τρεῖς ἐπιτελεῖν ἑορτὰς εἰς τὸν
10.1.81
τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός. Ἐναργῶς τοίνυν παρανομοῦσιν οἱ Ἰουδαῖοι
10.1.82
ταύτας ἐν τῇ ξένῃ τολμῶντες ἐπιτελεῖν. Ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
10.1.83
" Τῇ τετάρτῃ, φησὶ, καὶ εἰκάδι τοῦ πρώτου μηνὸς, ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην
10.1.84
ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις." Πάλιν καὶ ἐντεῦθεν
10.1.85
διδασκόμεθα, ὡς οὐκ ἔσφαλται ὁ χρόνος· καὶ γὰρ ἐνταῦθα τῷ τρίτῳ ἔτει, ἀλλ' οὐ τῷ
10.1.86
πρώτῳ ἔφη τὴν ὀπτασίαν ἑωρακέναι. εʹ, ʹ." Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον,
10.1.87
καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδεὶμ, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ.
10.1.88
Καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς." Βαδδεὶμ δὲ τῇ Ἑλλάδι φωνῇ τὰ βύσσινα
10.1.89
σημαίνεται. Λέγει τοίνυν τὸ μὲν ἔνδυμα τοῦ ὀφθέντος βύσσινον τεθεᾶσθαι, τὴν δὲ
10.1.90
ζώνην ἐκ χρυσίου Ὠφὰζ, τουτέστι, χρυσίου λαμπροτάτου καὶ καθαρωτάτου·" τὸ δὲ
10.1.91
σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς·" ἀντὶ τοῦ, ἐῴκει τῷ δοκιμωτάτῳ χρυσίῳ ἐκ Θαρσεῖς
10.1.92
φερομένῳ· καὶ γὰρ τῷ Σολομῶντι ἐκεῖθεν τὸ ἄπεφθον ἐκομίζετο χρυσίον.
10.1.93
" Καὶ τὸ πρόσωπον δὲ αὐ τοῦ, ὡς εἶδος ἀστραπῆς." Αἴγλη, φησὶ, φωτοειδὴς ἐκ τοῦ
10.1.94
προσώπου ἐφέρετο." Καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες
10.1.95
αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ, ὡς
10.1.96
φωνὴ ὄχλου." Εἶχε δὲ, φησὶ, καὶ τοὺς ὀφθαλμοὺς πῦρ ἀφιέντας, τοὺς δὲ βραχίονας
10.1.97
τῷ καλλίστῳ χαλκῷ ἐοικότας· ἔδοξας δ' ἂν πλήθους ἀκούειν πολλοῦ διαλεγομένου
10.1.98
ἀκούων. ζʹ." Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ
10.1.99
οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτοὺς, καὶ ἔφυγον ἐν
10.1.100
φόβῳ." Ἀλλ' ἴσως ἄν τις εἴποι· Καὶ τί δήποτε ἔφυγον, τὴν ὀπτασίαν μὴ θεασάμενοι;
10.1.101
Ἀλλ' εἰκὸς τοῦτο πλέον αὐτοῖς ἀπεργάσασθαι τὸ δέος· μηδένα γὰρ θεώμενοι, καὶ
10.1.102
φωνῆς μεγίστης ἀκούοντες, εἰκότως ἐκδειματωθέντες ἀπέδρασαν. Ἔκστασιν δὲ
10.1.103
ἐνταῦθα καλεῖ οὐ τὴν δειλίαν μόνην, ἀλλὰ καὶ τὴν ἀορασίαν· ἔοικε δὲ ταῦτα τοῖς ἐπὶ
10.1.104
τοῦ μακαρίου Παύλου γεγενημένοις κατὰ τὴν ὁδὸν τὴν πλησιάζουσαν τῇ Δαμασκῷ·
10.1.105
καὶ γὰρ ἐκεῖ αὐ τὸς εἶδε περιαστράψαν αὐτὸν φῶς· οἱ δὲ συνόντες ἐθεάσαντο μὲν
10.1.106
οὐδὲν, μόνης δὲ ἤκουσαν τῆς φωνῆς. Καὶ ἐνταῦθα τοίνυν ὡσαύτως φεύγουσιν οἱ
10.1.107
συνόν τες τῷ θείῳ προφήτῃ, μόνης ἀκούσαντες τῆς φωνῆς, μένει δὲ μόνος αὐτός. ηʹ.
10.1.108
" Ἐγὼ γὰρ, φησὶν, ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην,
10.1.109
καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετ εστράφη εἰς διαφθορὰν, καὶ οὐκ
10.1.110
ἐκράτησα ἰσχύος." Τοσοῦτον γάρ μοι ἐνέπεσε δέος ἀπ' ἐκείνης τῆς θεωρίας, ὡς
10.1.111
διαλυθῆναι μὲν τῶν ἄρθρων τὴν ἁρμονίαν, ἀμειφθῆναι δὲ τῆς τοῦ σώματος
10.1.112
ἐπιφανείας τὸ χρῶμα, πάσης δὲ ἰσχύος ἔρημόν με γενέσθαι. θʹ." Καὶ ἤκουσα, φησὶ,
10.1.113
τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμέ νος ἐπὶ
10.1.114
πρόσωπόν μου, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν." Παραυτίκα γὰρ, φησὶ, τῆς
10.1.115
μεγίστης ἐκείνης ἀκούσας φωνῆς, ἔπεσα μὲν πρηνής· ἰδεῖν δὲ μὴ δυνάμενος τὴν
10.1.116
φρικώδη θεωρίαν, εἰς τὴν γῆν μου τὸ πρόσωπον τέθεικα. ιʹ." Καὶ ἰδοὺ χεὶρ ἁπτομένη
10.1.117
μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ἐπὶ τὰ ἴχνη τῶν χειρῶν μου ἔστησέ με."
10.1.118
Οὕτω, φησὶ, διακείμενος ᾐσθα νόμην οἷόν τινος χειρὸς ἁπτομένης μου, καὶ ἀνορ
10.1.119
θούσης· ἐγὼ δὲ τοῖς τε γόνασι καὶ ταῖς χερσὶ χρώμενος (διέλυσέ με γὰρ τὸ δέος),
10.1.120
ἐπειρώμην ἀν ίστασθαι. ιαʹ." Ὁ δὲ εἶπε πρός με· Δανιὴλ, ἀνὴρ ἐπι θυμιῶν, σύνες ἐν
10.1.121
τοῖς λόγοις τούτοις, οἷς ἐγὼ λαλῶ πρὸς σὲ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν
10.1.122
81. 1496 ἀπεστάλην πρὸς σέ." Πρόσεχε, φησὶν, ἀκριβῶς τοῖς ὑπ' ἐμοῦ λεγομένοις, καὶ
10.1.123
τὸ δέος ἀποθέμενος, μετὰ συνέσεως ἄκουε τῶν ῥηθησομένων· ταῦτα γὰρ ἀπ εστάλην
10.1.124
διδάξαι σε· ἐπειδὴ τῶν μὲν τοῦ σώματος ἐπιθυμιῶν κρείττων ἐφάνης, ἐραστὴς δὲ
10.1.125
ἐγένου τῶν θείων, καὶ φιλοστόργως δὲ περὶ τὸν λαὸν διακεί μενος τὰ τούτῳ
10.1.126
συμβησόμενα μαθεῖν ἐπεθύμησας. Καλεῖ δὲ αὐτὸν οὐ Βαλτάσαρ, ἀλλὰ Δανιήλ· τὸ μὲν
10.1.127
γὰρ ἦν Χαλδαίων, τὸ δὲ Ἑβραίων ὄνομα· καὶ τὸ μὲν ὑπὸ εὐσεβῶν ἐτέθη, τὸ δὲ ὑπὸ
10.1.128
δυσσεβῶν προσ ετέθη. Σημαίνει δὲ τὸ Δανιὴλ τῇ Ἑλλάδι φωνῇ κρίσιν Θεοῦ· ὡς εἶναι
10.1.129
αὐτὸν καὶ φερώνυμον, καὶ δι' αὐτῶν κηρύττειν τῶν πραγμάτων, ὡς ὀρθῇ καὶ δικαίᾳ
10.1.130
κρίσει χρώμενος ὁ Θεὸς τῆς προφητικῆς αὐ τὸν ἠξίωσε χάριτος, καὶ τὰ πολλαῖς
10.1.131
ὕστερον γενεαῖς ἐσόμενα δῆλα πεποίηκε." Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν
10.1.132
λόγον, ἀνέστην ἔντρομος." Ἤρκεσε μὲν γὰρ ὁ λόγος ἀναστῆσαί με, παντελῶς δὲ τὸ
10.1.133
δέος οὐκ ἀπεθέμην. ιβʹ." Καὶ εἶπε πρός με· Μὴ φοβοῦ, Δανιὴλ, ὅτι ἀπὸ τῆς πρώτης
10.1.134
ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον Κυρίου
10.1.135
τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου."
10.1.136
Ἐντεῦθεν διδασκόμεθα, ὅσον ἡμᾶς ἡ αὐθαίρετος ὀνίνησι κάκωσις. Καὶ γὰρ ὁ
10.1.137
μακάριος Δανιὴλ κακώσας ἑαυτὸν τῇ αὐθαιρέτῳ νηστείᾳ, καὶ τὸν Κύριον ἐκζητήσας,
10.1.138
παραυτίκα πέπεικεν, καὶ ὧν ἐπεπόθησεν ἔτυχεν. Τοῦτο γὰρ καὶ ὁ ὀφθεὶς αὐτῷ δῆλον
10.1.139
ποιεῖ·" Ἀπὸ γὰρ τῆς πρώ της, φησὶν, ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι καὶ
10.1.140
κακωθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου·" τεκμήριον δὲ
10.1.141
τούτου μέγιστον ἔχεις τὴν ἐμὴν παρουσίαν." Ἐγὼ γὰρ ἦλθον, φησὶν, ἐν τοῖς λόγοις
10.1.142
σου·" ἀντὶ τοῦ, Διὰ τοὺς λόγους σου, καὶ ἣν προσενήνοχας δέησιν. ιγʹ." Καὶ ὁ ἄρχων,
10.1.143
φησὶ, βασιλείας Περσῶν εἱ στήκει ἐξ ἐναντίας μου, εἴκοσι καὶ μίαν ἡμέραν." Ἐν
10.1.144
αὐτῇ, φησὶ, τῇ πρώτῃ ἡμέρᾳ τῆς προσευχῆς σου δεχθείσης σου τῆς ἱκετείας,
10.1.145
ἀπεστάλην πρὸς σέ· πάσας δὲ ταύτας τὰς ἡμέρας διεκώλυσέ μου τὴν πρὸς σὲ ἄφιξιν ὁ
10.1.146
τῆς τῶν Περσῶν βασιλείας ἄρχων." Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων
10.1.147
ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν."
10.1.148
Ταῦτα σαφέ στερον ἡμᾶς διδάσκει ὁ μακάριος Μωσῆς." Ὅτε γὰρ, φησὶ, διεμέρισεν ὁ
10.1.149
Ὕψιστος ἔθνη, ὡς διέσπει ρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν
10.1.150
ἀγγέλων Θεοῦ." Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις φησὶ τοῖς ἀποστόλοις·
10.1.151
" Ὁρᾶτε, μὴ κατα φρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν καθ'
10.1.152
ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρός μου ἐν τοῖς οὐρανοῖς." Καὶ ἄλλα δὲ πολλὰ
10.1.153
τοιαῦτα ἐν τῇ θείᾳ Γραφῇ. Διδασκόμεθα τοίνυν ἐκ τούτων, ὡς τῶν ἀγγέλων
10.1.154
μὲν ἕκαστος τὴν ἑκάστου ἡμῶν ἐπιμέλειαν ἐγκεχείρισται, εἰς τὸ φρουρεῖν καὶ φυ
10.1.155
λάττειν, καὶ τῶν τοῦ πονηροῦ δαίμονος ἐπιβουλῶν ἀπαλλάττειν· οἱ δὲ ἀρχάγγελοι
10.1.156
τὰς τῶν ἐθνῶν ἐπι στασίας ἐνεπιστεύθησαν, ὡς μακάριος ἐδίδαξε Μωσῆς. Συμφωνεῖ
10.1.157
δὲ τούτοις καὶ ὁ μακάριος Δα νιήλ· λέγει γὰρ καὶ αὐτὸς τῆς βασιλείας Περσῶν
10.1.158
ἄρχοντα· καὶ πάλιν μετὰ βραχέα, ἄρχοντα τῶν Ἑλλήνων, καὶ τὸν Μιχαὴλ δὲ
10.1.159
ἄρχοντα τοῦ Ἰσραὴλ ἀποκαλεῖ. Τούτων τοίνυν ἐντεῦθέν τε κἀκεῖθεν δήλων
10.1.160
γεγενημένων, ζητητέον τί δήποτε ὁ τῆς Περ σικῆς βασιλείας ἄρχων ἐναντιοῦσθαι
10.1.161
ἐδόκει τῷ τὴν ὑπὲρ τοῦ λαοῦ ποιουμένῳ συνηγορίαν. Ὅτι μὲν γὰρ παθῶν ἐστι τῶν
10.1.162
ἀγγέλων ἡ φύσις ἀμείνων, καὶ ἁγιωσύνης ἀνάπλεως, παντί που δῆλον. Ὅτι δὲ καὶ
10.1.163
τοῖς θείοις νεύμασιν ἀνενδοιάστως ἕπονται, καὶ τοῦτο πανταχόθεν ἔστι καταμαθεῖν.
10.1.164
Πῶς τοίνυν τῇ τῶν Ἰσραηλιτῶν κηδεμονίᾳ ἐναντιοῦσθαι ἐδόκει τῆς Περσῶν
10.1.165
βασιλείας ὁ ἄρχων; Ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς κατανοεῖν ἐθελήσειεν, εὑρήσει τῶν
10.1.166
εἰρημένων τὸν νοῦν. Ὅ τε γὰρ τῶν Περσῶν ἄρχων, καὶ ὁ τῶν Ἑλλήνων ἄρχων,
10.1.167
τουτέστιν, οἱ τὴν τούτων φυλα κήν τε καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι, ἀναγκαίως,
10.1.168
ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι, ὧν τὴν κηδεμονίαν εἶχον, καὶ τοῦ
10.1.169
Ἰσραὴλ δὲ τὴν παρανομίαν ὁρῶντες, ἐδυσχέραινον πλείονος αὐτοὺς βλέποντες
10.1.170
ἀπολαύοντας προμηθείας. Οὐ γὰρ ᾔδει σαν τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ
10.1.171
Θεῷ τῷ πάντα κτίσαντι. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, ὡς ὁ
10.1.172
μακάριος ἔφη Παῦλος, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, διὰ τῆς Ἐκκλησίας
10.1.173
ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες, καὶ τὴν
10.1.174
πολλὴν τοῦ Θεοῦ περὶ τὸν Ἰσραὴλ πρόνοιαν ὁρῶντες οἱ τῶν ἄλλων ἐθνῶν τὴν
10.1.175
ἐπιμέλειαν πεπιστευμένοι, ἐδυσχέ ραινον θεώμενοι μάλιστα μετὰ νόμον, καὶ
10.1.176
προφήτας, καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν, χεῖρον τῶν ὑπ' αὐτῶν
10.1.177
ποιμαινομένων διακειμένους, καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς. Τοῦτο καὶ ὁ τῷ
10.1.178
μακαρίῳ Δανιὴλ ὀφθεὶς ἄγγελος ἔλεγε·" Καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ
10.1.179
ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν·" ἀντὶ τοῦ, Ταύτας ἁπάσας τὰς ἡμέρας πείθων
10.1.180
αὐτὸν διετέλουν, ὡς δικαίως ταύτης οὗτοι ἀξιοῦνται τῆς προμηθείας· συνηγόρει δέ
10.1.181
μοι καὶ ὁ Μιχαὴλ εἷς τῶν πρώτων ὑπάρχων ἀρ χόντων." Καὶ αὐτὸν, φησὶ, κατέλιπον
10.1.182
ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν." ιδʹ." Καὶ ἦλθον συνετίσαι σε, ὅσα
10.1.183
ἀπαντήσει τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας." Καὶ
10.1.184
ἐμοῦ δὲ, φησὶν, ἀφ ικομένου πρὸς σὲ ἐπὶ τῷ σε προδιδάξαι τὰ μετ' οὐ πολὺν χρόνον
10.1.185
συμβησόμενα τῷ λαῷ σου, ἐπέμει νεν ὁ Μιχαὴλ τῷ ἄρχοντι βασιλείας Περσῶν
10.1.186
διαλεγόμενος. Καὶ οὐχ ἁπλῶς εἶπε τῷ ἄρχοντι Περσῶν, ἀλλὰ" τῷ ἄρχοντι
10.1.187
βασιλείας Περσῶν," ἀντὶ τοῦ, καὶ αὐτοῦ τοῦ βασιλέως Περσῶν ἄρχειν πε
10.1.188
πιστευμένῳ. ιεʹ." Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους,
10.1.189
ἔδωκα τὸ πρόσωπόν μου εἰς τὴν γῆν, καὶ κατενύγην." Ἀκούσας γὰρ, ὅτι καὶ τῶν
10.1.190
ἀγγέλων οἱ πρῶτοι δυσχεραίνουσι τὴν γινομένην εἰς τὸν λαὸν κηδεμονίαν, ἀθυμίας
10.1.191
πάλιν ἀναπλη σθεὶς συγκεκυφὼς εἱστήκειν, καὶ ἀναβλέπειν οὐ δυνάμενος. ι ʹ, ιζʹ.
10.1.192
" Καὶ ἰδοὺ ὡς ὁμοίωσις Υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου, καὶ ἐλάλησα, καὶ
10.1.193
εἶπον πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὁρά σει σου ἐστράφη τὰ ἐντός μου
10.1.194
ἐν ἐμοὶ, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν. Καὶ πῶς δυνήσεται, Κύριε, ὁ παῖς σου λαλῆσαι μετὰ
10.1.195
τοῦ Κυρίου μου τούτου; Καὶ ἐγὼ ἠσθένησα, καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ
10.1.196
ἰσχὺς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί." Θεα σάμενός με, φησὶ, πάλιν ἀγωνίας
10.1.197
ἀνάπλεων, οἷόν τινι ἀνθρωπείᾳ χειρὶ τῶν χειλέων μου ἁψάμενος, ἐντέθεικέ μοι
10.1.198
διαλέξεως δύναμιν, καὶ εἶπον αὐτῷ, ὅτι Καὶ μόνη σου ἡ θεωρία δυνάμεως μὲν
10.1.199
ἁπάσης ἔρημόν με κατέστησε, θορύβου τε καὶ ταραχῆς τὴν ψυχὴν ἀνέπλησε, καὶ τῆς
10.1.200
προτέρας εὐταξίας τὸν λογισμὸν ἐγύμνωσεν. Τοσαύτην γὰρ ἀσθένειαν ἐκ τοῦ δέους
10.1.201
ἐδεξάμην, ὡς μηδὲ συνήθως ἀναπνεῖν δύνασθαι τὸν ἀέρα· πῶς οὖν δυνήσομαι, ἢ
10.1.202
συνιέναι τῶν ὑπὸ σοῦ λεγομένων, ἢ ἀπόκρισιν τὴν ἁρμότ τουσαν ἀντιδοῦναι;
10.1.203
Μηδεὶς δὲ νομιζέτω, τὸν ὀφθέντα αὐτὸν εἶναι τὸν Δεσπότην, ἐπειδὴ Κύριον αὐτὸν ὁ
10.1.204
Δανιὴλ προσαγορεύει. Οὗτος γὰρ αὐτὸς ἐν τῷ τέλει τῆς ὀπτασίας·" Ἀνατείνας, φησὶν,
10.1.205
εἰς τὸν οὐρανὸν τὰς χεῖρας αὑτοῦ, ὤμοσεν ἐν τῷ ζῶντι Κυρίῳ," τὴν δουλείαν
10.1.206
εὐγνωμόνως ὁμολογῶν. Κύριον τοίνυν αὐτὸν ἀποκαλεῖ, οὐχ ὡς Θεὸν, ἀλλὰ τιμὴν
10.1.207
ἀπο νέμων τὴν προσήκουσαν. Καὶ γὰρ ἡμεῖς τοῖς ἐντι μοτέροις τῶν ἀνθρώπων
10.1.208
διαλεγόμενοι, τούτῳ κεχρῆ σθαι εἰώθαμεν τῷ προσρήματι, ὥσπερ καὶ ὁ μακάριος
10.1.209
Ἀβραὰμ τοὺς ἀγγέλους ὡς ἄνδρας θεασάμενος, καὶ ὡς ἀνδράσι διαλεγόμενος·
10.1.210
" Δέομαι, Κύριε, εἶπεν, εἰ ἄρα ηὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά
10.1.211
σου." Καὶ ἡ μακαρία Ῥεβέκκα τῷ οἰκέτῃ τοῦ μακαρίου Ἀβραάμ·" Πίε, φησὶ, κύριε, καὶ
10.1.212
ταῖς καμήλοις σου ὑδρεύσομαι." Οὐκοῦν καὶ ἐνταῦθα τὸ Κύριος οὐ τὸν τῶν ὅλων
10.1.213
σημαίνει Θεόν· καὶ τοῦτο σαφέστερον ἐκ τοῦ τέλους γνωρισόμεθα, τέως δὲ τῆς
10.1.214
ἀκολουθίας ἐχώμεθα. ιηʹ, ιθʹ." Καὶ προσέθετο, φησὶ, καὶ ἥψατό μου ὡς ὅρασις
10.1.215
ἀνθρώπου, καὶ ἐνίσχυσέ με, καὶ εἶπέ μοι· Μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι,
10.1.216
ἀνδρίζου, καὶ ἴσχυε." Ἀντὶ τοῦ· Μηδὲν ἀγωνιάσῃς· οὐ γὰρ ἐπὶ λύμῃ σου
10.1.217
παρεγενόμην, ἀλλ' ὥστε γνωρίσαι σοι, ἃ μαθεῖν ἐπεθύμησας· τὸ δέος τοίνυν
10.1.218
ἀποῤῥίψας ἀν δρίζου, καὶ ἴσχυε. Καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκο λούθησε. κʹ, καʹ." Καὶ
10.1.219
ἐν τῷ λαλῆσαι, φησὶν, αὐτὸν μετ' ἐμοῦ, ἐνίσχυσα, καὶ εἶπον· Λαλείτω ὁ Κύριός μου,
10.1.220
ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν· Εἰ οἶδας τί ἦλθον πρὸς σέ; Καὶ νῦν ἐπιστρέψω τοῦ
10.1.221
πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν
10.1.222
Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν Γραφῇ ἀληθείας, καὶ οὐκ
10.1.223
ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν." Τί
10.1.224
δήποτε γὰρ, φησὶν, ἕνα ἢ δύο λέγω, τόν τε Περσῶν ἄρχοντα, ἢ τῶν Ἑλ λήνων;
10.1.225
Οὐδεὶς γὰρ τῶν ἐπουρανίων δυνάμεων βού λεταί τινος ἀγαθοῦ τὸν ὑμέτερον τυχεῖν
10.1.226
λαὸν, διὰ τὴν πολλὴν δηλονότι παρανομίαν, ἢ μόνος Μιχαὴλ, ὃς τὴν ὑμετέραν
10.1.227
ἐνεχειρίσθη κηδεμονίαν. Τὸ δὲ πολεμῆσαι, ἀντὶ τοῦ, διαλεχθῆναι, καὶ πεῖσαι
10.1.228
τέθεικεν, δεῖξαι βουλόμενος τήν τε ἐκείνου δικαίαν κατὰ τοῦ λαοῦ ἀγανάκτησιν, καὶ
10.1.229
τὴν αὑτοῦ περὶ τὸν λαὸν εὔνοιαν. Εἰκὸς δὲ τὸν διαλεγόμενον εἶναι τὸν ἅγιον
10.1.230
Γαβριήλ· οὗτος γὰρ αὐτῷ καὶ ἤδη τὰς ἄλλας ἀποκαλύψεις ἡρμήνευσε.
10.1.231
ΚΕΦΑΛ. ΙΑʹ. αʹ." Καὶ ἐγένετο, φησὶν, ἐν ἔτει πρώτῳ Κύ ρου, ἔστην εἰς κράτος
10.1.232
καὶ ἰσχύν." Εὐθὺς, φησὶ, τοῦ Κύρου βασιλεύσαντος, καὶ τοῦ ὅρου τῆς αἰχμ αλωσίας
10.1.233
συμπληρωθέντος, ἀνέστην ἕως οὗ τὴν ἄφεσιν τῷ λαῷ καὶ τὴν ἐλευθερίαν
10.1.234
ἐπραγματευσάμην. βʹ." Καὶ νῦν ἀναγγελῶ σοι ἀλήθειαν." Λέγω δέ σοι μετὰ ἀληθείας
10.1.235
τὰ ἐσόμενα." Ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι." Μετὰ Κῦ ρον
10.1.236
ἐβασίλευσε Καμβύσης· τοῦτον οἱ Μάγοι διαδεξά μενοι, δέκα μῆνας ἐβασίλευσαν· μετ'
10.1.237
ἐκείνους Δα ρεῖος ὁ Ὑστάσπου." Καὶ ὁ τέταρτος, φησὶ, πλου τήσει πλοῦτον μέγαν
10.1.238
παρὰ πάντας." Τὸν Ξέρξην λέγει, τὸν τοῦ Δαρείου υἱόν." Καὶ μετὰ τὸ κρατῆ σαι
10.1.239
αὐτὸν τοῦ πλούτου, ἐπαναστήσεται πάσαις ταῖς βασιλείαις τῶν Ἑλλήνων." Τούτου
10.1.240
καὶ οἱ ἔξω τοῦ καθ' ἡμᾶς λόγου ἱστοριογράφοι τε καὶ συγ γραφεῖς, σοφισταί τε καὶ
10.1.241
ῥήτορες μέμνηνται, καὶ διηγοῦνται αὐτοῦ τήν τε ὑπερήφανον στρατείαν, καὶ τὴν
10.1.242
καταγέλαστον ἀναχώρησιν. Εἶτα μέχρις αὐτοῦ τὰ Περσικὰ ἐν κεφαλαίῳ διδάξας, καὶ
10.1.243
τοὺς μετὰ τοῦτον βασιλεύσαντας, ὡς ἀσθενεστέρους γεγενημέ νους, καταλιπὼν, ἐπὶ
10.1.244
τὸν Μακεδόνα τὸν λόγον μετ ήνεγκε, καί φησι· γʹ, δʹ." Καὶ ἀναστήσεται βασιλεὺς
10.1.245
δυνατὸς, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει κατὰ τὸ θέλημα αὑτοῦ. Καὶ ἐὰν
10.1.246
στῇ ἡ βασιλεία αὐτοῦ συντριβήσεται, καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους
10.1.247
τοῦ οὐρανοῦ." Τοῦ γὰρ Ἀλεξάνδρου, ὡς καὶ ἤδη προειρήκαμεν, τὴν ἁπάσης, ὡς ἔπος
10.1.248
εἰπεῖν, τῆς οἰκουμένης ἀναδησαμένου βασιλείαν, εἶτα τὸκοινὸν τῶν
10.1.249
ἀνθρώπων δεξαμένου τέλος, τετραχῆ ἡ βασιλεία διῃρέθη, ὡς καὶ ἤδη πολλάκις
10.1.250
εἰρήκαμεν, καὶ ἐνταῦθα δὲ πάλιν ὁ θεῖος ἀρχάγγελος οὕτως ἔφη·" Καὶ διαιρεθήσεται
10.1.251
εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ, οὐδὲ κατὰ τὴν
10.1.252
κυρείαν αὐτοῦ, ἢν ἐκυρίευσεν." Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ Ἀλέξανδρος δώδεκα
10.1.253
ἔτη τὰ πάντα βασιλεύσας, ἐν τοῖς ἓξ τοῖς τελευταίοις ἔτεσι, καὶ τὴν Περσῶν, καὶ τὴν
10.1.254
τῶν Αἰγυπτίων κατέλυσε βασι λείαν, καὶ τὰ ἐν μέσῳ δὲ ἔθνη ἅπαντα ὑφ' ἑαυτὸν
10.1.255
ἐποιήσατο. Λέγει τοίνυν, ὅτι οἱ μετ' αὐτὸν βασιλεύ σοντες οὐδὲν ἐοικότες
10.1.256
ὀφθήσονται τῷ Ἀλεξάνδρῳ, οὔτε κατὰ τὴν ῥώμην, οὔτε κατὰ τὴν ἐξουσίαν, ἣν ἐν
10.1.257
τοῖς ἔτεσι τοῖς τελευταίοις ἐκτήσατο. Τοῦτο γὰρ λέγει·" Εἰς τὰ ἔσχατα αὐτοῦ, οὐδὲ
10.1.258
κατὰ τὴν κυ ρείαν αὐτοῦ, ἣν ἐκυρίευσεν. Ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ, καὶ
10.1.259
δοθήσεται ἑτέροις ἐκτὸς τού των." Οὐ μόνον γὰρ, φησὶν, εἰς τούτους τέσσαρας
10.1.260
διαιρεθήσεται, ἀλλὰ καὶ ἑτέροις χωρὶς τούτων δοθή σεται. Ἐπὶ γὰρ τούτων καὶ
10.1.261
Ἀρσάκης ὁ Πέρσης πολέμῳ κρατήσας ἀνεδήσατο τὴν βασιλείαν, καὶ μέρος τι τῆς
10.1.262
Περσικῆς ἀρχῆς ἀνεκτήσατο· ἐξ οὗ μέχρι τοῦ παρόντος οἱ Περσῶν βασιλεῖς
10.1.263
Ἀρσακίδαι προσαγορεύονται, τῶν προτέρων οὐκ Ἀρσακιδῶν, ἀλλὰ Ἀχαιμενιδῶν
10.1.264
ὀνομαζομένων. Καὶ Ῥωμαῖοι δὲ, τῆς Μακεδονικῆς διαιρεθείσης βασιλείας, μεί ζονα
10.1.265
ἔσχον τὴν ἰσχὺν, ἀμέλει καὶ παρ' αὐτῶν τούτων τῶν βασιλέων δασμὸν ἐκομίζοντο.
10.1.266
Οὕτω τὴν διαίρεσιν προμηνύσας, τῶν μὲν δύο βασιλέων καταλιμπάνει τὴν μνήμην·
10.1.267
οὔτε γὰρ ὁ τῆς Ἀσίας, οὔτε ὁ τῆς Μακεδονίας, ἐπὶ πολὺν διήρκεσαν χρόνον· ἄλλως
10.1.268
τε δὲ οὔτε συνέβη τι λυπηρῶν διὰ τούτων Ἰουδαίοις. Μόνον οὖν τῶν δύο μέμνηται,
10.1.269
δι' ὧν τῶν χαλεπῶν συμφορῶν ἐπειράθησαν Ἰουδαῖοι. Οὗτοι δέ εἰσιν, ὅ τε τῆς
10.1.270
Αἰγύπτου βασιλεὺς, καὶ ὁ τῶν πρὸς ἕω κει μένων ἐθνῶν τὴν ἀρχὴν πεπιστευμένος·
10.1.271
εἶχον δὲ τὰ βασίλεια ἔν τε Ἀντιοχείᾳ καὶ Βαβυλῶνι. Προσήκει δὲ πρότερον ἡμᾶς τῶν
10.1.272
ῥηθησομένων εἰπεῖν τὴν ὑπόθεσιν, εἶθ' οὕτως τῆς κατὰ μέρος ἑρμηνείας ἅψα σθαι. Ὁ
10.1.273
τράγος, ὃν ὁ μακάριος εἶδε Δανιὴλ, μετὰ τὴν συντριβὴν τοῦ ἑνὸς κέρατος," τέσσαρα
10.1.274
ἐβλάστησε κέρατα" τούτους αὐτοὺς τοὺς βασιλέας·" ἐκ τοῦ ἑνὸς αὐτῶν ἕτερον ἔφυ
10.1.275
κέρας," ὃ τήν τε Αἴγυπτον σφόδρα κατεπολέμησε, καὶ μυρίαις συμφοραῖς τὸ
10.1.276
Ἰουδαίων περιέβαλεν ἔθνος· σημαίνεται δὲ διὰ τού του τοῦ κέρατος Ἀντίοχος ὁ
10.1.277
Ἐπιφανής. Καὶ τὸ τέταρτον δὲ θηρίον ὁ μακάριος εἶδε Δανιὴλ, δέκα κέρατα
10.1.278
ἐσχηκέναι, καὶ μεταξὺ τῶν κεράτων μικρὸν κέρας ἀνέβαινεν, ὀφθαλμοὺς ἔχον, καὶ
10.1.279
στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων. Πάλιν δὲ διὰ τούτων
10.1.280
μανθάνομεν, ὡς ἐν τῷ τέλει τῆς Ῥω μαϊκῆς βασιλείας δέκα κατ' αὐτὸν
10.1.281
ἀναστήσονται βασιλεῖς, πολλὰ κατ' ἀλλήλων ἐργαζόμενοι κακὰ, καὶ τὰς ἀλλήλων
10.1.282
καταγωνιζόμενοι βασιλείας, ὃν τρόπον οἱ Μακεδόνες διετέλουν ποιοῦντες· καὶ
10.1.283
81. 1505 ὅτι τούτων οὕτω γινομένων, φανήσεται ὁ ἄν θρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς
10.1.284
τῆς ἀπωλείας, τουτ έστιν ὁ Ἀντίχριστος. Ἐπειδὴ τοίνυν ἔοικε τῆς Ῥωμαίων
10.1.285
βασιλείας τὰ τέλη τῇ διαιρέσει τῆς Μακε δονικῆς βασιλείας, τὰ ὑπὸ τούτων
10.1.286
κἀκείνων γενη σόμενα κατὰ ταὐτὸν ὁ μακάριος διδάσκεται Δα νιήλ. Τινὰ μὲν γὰρ
10.1.287
τῶν ῥηθησομένων τοῖς Μακεδό σιν ἁρμόττει, τινὰ δὲ τοῖς ἐσομένοις δέκα κέρασι, καὶ
10.1.288
τῷ μεταξὺ αὐτῶν βλαστήσαντι. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, ἐξ αὐτῆς μαθησόμεθα τῆς
10.1.289
προφητείας. Προσ ήκει τοίνυν ἡμᾶς μετὰ πάσης προσέχειν ἀκριβείας, καὶ διαιρεῖν
10.1.290
προσφόρως τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα. Ἔχομεν δὲ τούτου παράδειγμα
10.1.291
τὴν εὐαγγελικὴν διδασκαλίαν. Καὶ γὰρ τοῦ Κυρίου τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις
10.1.292
εἰρηκότος τοῖς ἀποστό λοις·" Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ
10.1.293
λίθον, ὃς οὐ μὴ καταλυθῇ," εἶτα ἐκείνων ἐρομένων·" Πότε ταῦτα ἔσται, καὶ τί τὸ
10.1.294
σημεῖον τῆς σῆς παρουσίας;" Καὶ διπλῆν ἐρώτησιν προσαγα γόντων, ὁ Κύριος ἀναμὶξ
10.1.295
ποιεῖται τὴν ἀπόκρισιν, κατὰ ταὐτὸν λέγων τά τε τοῖς Ἱεροσολύμοις συμβη σόμενα,
10.1.296
καὶ τὰ κατὰ τὸν τῆς συντελείας καιρὸν γενησόμενα. Οἱ δὲ τὰ θεῖα μεμυημένοι
10.1.297
διαιροῦσιν εὐκρινῶς τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα τοῖς καιροῖς. Τοῦτο
10.1.298
τοιγαροῦν καὶ ἡμεῖς ἐνταῦθα μετὰ τῆς προσηκούσης ποιήσομεν ἀποδείξεως. Διδάξας
10.1.299
τοίνυν τὸν μακάριον Δανιὴλ ὁ προσδιαλεγόμε νος, ὅτι τετραχῆ διαιρεθήσεται ἡ
10.1.300
βασιλεία, καὶ τοὺς δύο καταλιπὼν, τόν τε τῆς Μακεδονίας φημὶ, καὶ τὸν τῆς Ἀσίας,
10.1.301
ἤτοι τοῦ Ἑλλησπόντου, ὡς καὶ πρὸς βραχὺν διαρκέσαντας χρόνον, καὶ Ἰουδαίους
10.1.302
ἥκισταλελυπηκότας, ἐπάγει· εʹ." Καὶ ἐνίσχυσεν ὁ βασιλεὺς τοῦ Νότου, καὶ ἀπὸ τῶν
10.1.303
ἀρχόντων αὐτοῦ εἷς ἐνισχύσει ἐπ' αὐτὸν, καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς
10.1.304
ἐξουσίας αὑ τοῦ." Πτολεμαῖον δὲ λέγει τὸν Φιλοπάτορα, μὴ ἀρ κεσθέντα τῇ τῆς
10.1.305
Αἰγύπτου βασιλείᾳ, ἀλλὰ καὶ Φοι νίκην, καὶ Σαμάρειαν, καὶ τὴν Ἰουδαίαν προσλα
10.1.306
βόντα. Ἕνα δὲ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ ἐνισχύοντα τὸν Σκοπᾶν λέγει, οὗ καὶ ὁ
10.1.307
Ἰώσηππος ὁ Ἑβραῖος μέμνηται συγγραφεὺς, ὃς ἄριστα στρατηγήσας, πολλὰ τῶν ἔξω
10.1.308
τῆς τοῦ Πτολεμαίου βασιλείας τῷ Πτολεμαίῳ ὑπέταξε. Τοῦτο αἰνιττόμενος λέγει·
10.1.309
" Καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑτοῦ," τουτέστι, κρατήσει ἐθνῶν
10.1.310
πολλῶν ἔξω τῆς ἀφ ωρισμένης αὐτῷ ἐξουσίας ὄντων. ʹ." Καὶ μετὰ τὰ ἔτη αὐτοῦ
10.1.311
συμμιγήσονται, καὶ θυγάτηρ τοῦ βασιλέως τοῦ Νότου εἰσελεύσεται πρὸς τὸν βασιλέα
10.1.312
τοῦ Βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετ' αὐτοῦ." Μετὰ τὴν τοῦ Φιλοπάτορος
10.1.313
Πτολεμαίου τε λευτὴν ἐβασίλευσε Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ, ὁ Ἐπι φανὴς
10.1.314
προσαγορευόμενος. Τοῦτο οὖν λέγει, ὅτι" Μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται·" καὶ
10.1.315
διδά σκων, πῶς συμμιγήσονται·" Θυγάτηρ, φησὶ, τοῦ βασιλέως τοῦ Νότου
10.1.316
εἰσελεύσεται πρὸς τὸν βασιλέατοῦ βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετ'
10.1.317
αὐτοῦ." Βα σιλέα δὲ τοῦ βοῤῥᾶ τὸν Ἀντίοχον λέγει, οὐ τὸν Ἐπιφανῆ, ἀλλὰ τὸν
10.1.318
καλούμενον Μέγαν, τὸν τοῦ Ἐπιφανοῦς Ἀντιόχου πατέρα· οὗτος γὰρ ἦν τοῖς
10.1.319
Πτολεμαίοις ἐκείνοις ὁμόχρονος." Καὶ οὐ κρατήσει ἰσχὺς βραχίονος, καὶ οὐ στήσεται
10.1.320
τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὕτη, καὶ οἱ φέροντες αὐτὴν, καὶ ἡ νεᾶνις, καὶ
10.1.321
ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς" Ἀλλ' ὁ μὲν γάμος, φησὶ, γενήσεται, οὐ μὴν ἐπὶ
10.1.322
πολὺ διαρκέσει τὸ συνοικέσιον, ἀλλ' ἀποδοθήσεται τῷ πεπομφότι αὐτὴν διὰ τῶν
10.1.323
ἀγαγόντων αὐτὴν, μετὰ τῶν προσενηνεγμένων αὐτῇ. Τοῦτο γὰρ λέγει·" Καὶ ὁ
10.1.324
κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς." ὁ τὸν γάμον ἰσχυρὸν καὶ ποθεινὸν ἐργαζόμενος
10.1.325
πλοῦτος. ζʹ." Καὶ ἀναστήσεται, φησὶ, ἐκ τοῦ ἄνθους ἐκ τῆς ῥίζης αὐτῆς ἐπὶ τῆς
10.1.326
ἑτοιμασίας αὐτοῦ." Ἀντὶ τοῦ, ἀποδοθήσεται μὲν τῷ γεγεννηκότι, παιδοποιήσει δὲ
10.1.327
βασιλέα τῇ βασιλείᾳ τοῦ δεδωκότος ἐναντιωθησό μενον." Καὶ ἥξει, φησὶ, πρὸς τὴν
10.1.328
δύναμιν." Δύνα μιν δὲ καλεῖ τὴν Ἱερουσαλὴμ, ὡς τῆς θείας χάριτος ἀπολαύουσαν,
10.1.329
καὶ διὰ τῶν κατὰ καιρὸν γινομένων θαυμάτων τὴν θείαν ὑποδεικνύουσαν δύναμιν.
10.1.330
Καὶ τοῦτο δὲ ἡμᾶς ἡ τρίτη τῶν Μακκαβαίων ἐδίδαξε βί βλος. Νενικηκὼς γὰρ παρ'
10.1.331
ἐλπίδα πᾶσαν Ἀντίοχον τὸν Μέγαν ὁ Πτολεμαῖος, ἀφίκετο μὲν εἰς τὰ Ἱε ροσόλυμα,
10.1.332
προσενήνοχε δὲ τῷ Θεῷ θυσίας πολυτε λεῖς· πειραθεὶς δὲ τῶν ἀδύτων ἐπιβῆναι τοῦ
10.1.333
ναοῦ, καὶ τοῖς ἱερεῦσι μεθ' ἱκετείας ἀπείργουσιν, εἶξαι μὴ βουληθεὶς, μαστιγοῦται
10.1.334
μὲν μάστιξιν ἀορά τοις· ἀπειλήσας δὲ τοῖς Ἰουδαίοις καταλαμβάνει τὴν
10.1.335
Ἀλεξάνδρειαν, καὶ ποιεῖν ἐκεῖνα ἐπιχειρεῖ, ἃ ἡ ἱστο ρία διδάσκει. Τοῦτο καὶ ἡ
10.1.336
προφητεία προλέγει." Ἥξει, φησὶ, πρὸς τὴν δύναμιν, καὶ εἰσελεύσεται εἰς τὰ
10.1.337
ὑποστηρίγματα τοῦ βασιλέως τοῦ Βοῤῥᾶ, καὶ ποιήσει ἐν αὐτοῖς, καὶ κατισχύσει."
10.1.338
Ὑποστηρί γματα δὲ καλεῖ τὰς τὸν φόρον αὐτῷ παρεχούσας πό λεις· οἷον γάρ πως
10.1.339
στηρίζει καὶ ὑπερείδει τὴν βασι λείαν τὰ προσφερόμενα τέλη, δι' ὧν ἡ στρατιωτικὴ
10.1.340
τρέφεται δύναμις. ηʹ." Καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν
10.1.341
σκεῦος ἐπιθυμητὸν αὐτῶν, ἀργυρίου καὶ χρυσίου, μετ' αἰχμαλωσίας εἰσοίσει εἰς
10.1.342
Αἴγυπτον, καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ Βοῤῥᾶ." Ἐν γὰρ τῇ πρώτῃ καὶ
10.1.343
δευτέρᾳ συμπλοκῇ οἱ Πτολεμαῖοι νενικήκασιν, ὡς αἱ ἱστορίαι διδάσκουσιν. Λέγει δὲ
10.1.344
καὶ Ἰώσηππος οὕτως·" Τοὺς γὰρ Ἰουδαίους ἐπ' Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος
10.1.345
τῆς Ἀσίας, ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι, τῆς γῆς αὐ τῶν κακουχουμένης,
10.1.346
καὶ τοὺς τὴν Κοίλην Συρίαν νεμομένους. Πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν Φιλο
10.1.347
πάτορα Πτολεμαῖον, καὶ πρὸς τὸν υἱὸν αὐτοῦ Πτολεμαῖον, ἐπικληθέντα δὲ
10.1.348
Ἐπιφανῆ, κακοπαθεῖν συνέβαινεν αὐτοῖς, καὶ νικῶντος αὐτοῦ καὶ πταίον τος τὰ
10.1.349
αὐτὰ πάσχειν." Καὶ μετὰ βραχέα·" Νική σας μέντοι, φησὶ, τὸν Πτολεμαῖον ὁ
10.1.350
Ἀντίοχος, τὴν Ἰουδαίαν προσάγεται. Τελευτήσαντος δὲ τοῦ Φιλοπάτορος ὁ παῖς
10.1.351
αὐτοῦ μεγάλην ἐξέπεμψε δύνα μιν, καὶ στρατηγὸν τὸν Σκοπᾶν ἐπὶ τοὺς ἐν τῇ Κοίλῃ
10.1.352
Συρίᾳ· ὃς πολλάς τε αὐτῶν πόλεις ἔλαβε, καὶ τὸ ἡμέτερον ἔθνος· πολεμούμενον γὰρ
10.1.353
αὐτῷ προσ έθετο. Μετ' οὐ πολὺ δὲ τὸν Σκοπᾶν ὁ Ἀντίοχος νικᾷ συμβαλὼν αὐτῷ
10.1.354
πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου, καὶ πολλὴν αὐτοῦ τὴν στρατείαν διέφθειρεν· ὕστε
10.1.355
ρον δὲ, Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις, ἃς ὁ Σκοπᾶς
10.1.356
κατεσχήκει, καὶ τὴν Σα μάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο Ἰουδαῖοι, καὶ τῇ πόλει
10.1.357
δεξάμενοι, πᾶσαν αὐτοῦ τῇ τε στρα τείᾳ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον, καὶ
10.1.358
τοὺς ὑπὸ τοῦ Σκοπᾶ καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὺς
10.1.359
πολιορκοῦντι προθύμως συνεμάχησαν." Καὶ ἵνα μὴ καὶ τὰ ἄλλα λέγων πέρα τοῦ
10.1.360
μέτρου μηκύνω τὸ σύγγραμμα, εἰς ἐκεῖνα τὸν βουλόμενον παραπέμπω. θʹ, ιʹ." Καὶ
10.1.361
εἰσελεύσεται, φησὶν, εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ Νότου, καὶ ἀναστρέψει εἰς
10.1.362
τὴν γῆν αὐτοῦ. Καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυ νάμεων πολλῶν." Υἱοὺς δὲ
10.1.363
αὐτοῦ καλεῖ τὴν στρα τείαν πεπιστευμένους, ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους,
10.1.364
καὶ υἱοὺς τῶν προφητῶν τοὺς προ φήτας· ἰδίωμα γάρ ἐστι τῆς Ἑβραίων διαλέκτου.
10.1.365
" Καὶ εἰσελεύσεται ἐρχόμενος, καὶ κατακλύζων." Ἀντὶ τοῦ, ῥύμῃ φερόμενος, καὶ
10.1.366
κατακλυσμοῦ δίκην ἅπαντα διαφθείρων." Καὶ παρελεύσεται, καὶ καθιεῖ ται, καὶ
10.1.367
συμπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ." Ἀντὶ τοῦ, παντὶ σθένει χρώμενος ὁρμήσει
10.1.368
μὲν κατὰ τῆς Αἰγύπτου, σπουδῇ δὲ στρατοπεδεύσει, καὶ ἐν ἐκείνῃ τῇ χώρᾳ μεταθήσει
10.1.369
τὸν πόλεμον. Τούτοις ἐπάγει· ιαʹ, ιβʹ." Καὶ ἀγριανθήσεται ὁ βασιλεὺς τοῦ Νότου, καὶ
10.1.370
ἐξελεύσεται, καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ Βοῤῥᾶ, καὶ στήσει ὄχλον πολὺν,
10.1.371
καὶ παραδοθήσεται ὄχλος ἐν χειρὶ αὐτοῦ. Καὶ λήψεται ὄχλον πολὺν, καὶ ὑψωθήσεται
10.1.372
ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐκ ἰσχύσει." Τοῦ γὰρ βασιλέως τοῦ
10.1.373
Νότου ἀντιπαραταττομένου μετὰ πλή θους πολλοῦ, περιγενήσεται, φησὶν, ὁ
10.1.374
Ἀντίοχος, καὶ λήψεται τὸν ὄχλον ὑποχείριον, καὶ ὡς νενικηκὼς ὑπερηφανίᾳ
10.1.375
χρήσεται, καὶ πολλὰς κατακοντίσει μυριάδας. Ἀλλ' ὅμως οὐ περιγενήσεται τῆς Αἰγύ
10.1.376
πτου, οὐδὲ κρατήσει τῆς τοῦ Πτολεμαίου βασιλείας· οὗ χάριν δυσχεραίνων πάλιν,
10.1.377
φησίν· ιγʹ." Ἐπιστρέψει βασιλεὺς τοῦ Βοῤῥᾶ, καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν
10.1.378
πρότερον, καὶ εἰς τὸ τέλος τῶν καιρῶν, καὶ ἐπελεύσεται εἰσόδια ἐν δυνάμει με γάλῃ
10.1.379
καὶ ἐν ὑπάρξει πολλῇ." Αὖθις γὰρ, φησὶ, μείζωτῆς προτέρας συναγαγὼν
10.1.380
στρατείαν ὁρμήσει κατὰ τῆς Αἰγύπτου, ποιήσει δὲ τοῦτο περὶ τὸ τέλος τῆς ἑαυτοῦ
10.1.381
βασιλείας· τοῦτο γὰρ σημαίνει·" Εἰς τὸ τέλος τῶν καιρῶν, καὶ ἐπελεύσεται εἰσόδια ἐν
10.1.382
δυνάμει με γάλῃ." Ἐνταῦθα διπλασιασμός ἐστιν Ἑβραϊκός· ἠβουλήθη γὰρ εἰπεῖν, ὅτι
10.1.383
εἰσόδῳ μεγάλῃ χρήσεται. Ἰδίωμα δέ ἐστι καὶ Ἑβραίων, καὶ Σύρων· καὶ οὗτοι γὰρ
10.1.384
κἀκεῖνοι λέγειν εἰώθασιν· Εἰσερχόμενος εἰσ ελήλυθε, καὶ Ἐξερχόμενος ἐξελήλυθε,
10.1.385
καὶ Ἐσθίων ἐσθίει, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὁμοίως. Πλείονι τοίνυν οἱ
10.1.386
ἑρμηνευταὶ ἀκριβείᾳ χρώμενοι, καὶ τοῖς Ἑβραίοις ἰδιώμασιν ἠκολούθησαν. ιδʹ." Καὶ
10.1.387
ἐν τοῖς καιροῖς ἐκείνοις, φησὶ, πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ Νότου."
10.1.388
Οὕτω γὰρ Ἀντιόχου καταγωνισαμένου τὸν Πτολεμαῖον, ὡς ἀσθενοῦς λοιπὸν καὶ οἱ
10.1.389
πλησιόχωροι καταφρονήσουσι." Καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσον
10.1.390
ται, τοῦ στῆσαι ὅρασιν, καὶ ἐπαρθήσονται, καὶ ἀσθενήσουσι." Πάλιν ἐνταῦθα υἱοὺς
10.1.391
λοιμῶν τοὺς λοι μοὺς προσηγόρευσεν· οἱ γὰρ πονηρίᾳ, φησὶ, καὶ μο χθηρίᾳ τρόπων
10.1.392
συζῶντες, καὶ τὸ δυσσεβῶς ζῇν τῆς εὐσεβείας προαιρούμενοι, πειραθήσονται διὰ τού
10.1.393
των τῶν βασιλέων τὴν νομικὴν καταλῦσαι λατρείαν, καὶ οὐκ ἰσχύσουσιν· ἧττον γὰρ
10.1.394
ὄντες ἀσεβεῖς οὗτοι θεραπεύοντες τὸ Ἰουδαῖον διετέλεσαν ἔθνος. ιεʹ." Καὶ
10.1.395
εἰσελεύσεται, φησὶν, ὁ βασιλεὺς Βοῤ ῥᾶ, καὶ ἐκχεεῖ πρόσχωμα, καὶ συλλήψεται
10.1.396
πόλεις ὀχυράς." Ἀντὶ τοῦ, πολιορκίᾳ, καὶ χώμασι, καὶ μηχανήμασι χρήσεται." Καὶ
10.1.397
βραχίονες τοῦ βα σιλέως τοῦ Νότου οὐ στήσονται·" τουτέστι, πάσης δυνάμεως
10.1.398
ἔρημος γενήσεται." Καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ
10.1.399
στῆναι." Καὶ τοὺς ἀριστέας δὲ αὑτοῦ συλλέγων ὀνήσει οὐ δέν. ι ʹ." Καὶ ποιήσει ὁ
10.1.400
εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ
10.1.401
πρόσωπον αὐτοῦ." Ῥᾴδιον γὰρ, φησὶ, λοιπὸν ἑκάστῳ καταφρονεῖν αὐτοῦ, τῷ μὴ
10.1.402
δύνασθαι ἀνταγωνίζε σθαι, καὶ τῶν ἐναντίων περιγενέσθαι." Καὶ στήσεται ἐν τῇ γῇ
10.1.403
τοῦ Σαβείρ." Ἔνια τῶν ἀντι γράφων," ἐν τῇ γῇ τοῦ Σαβαεὶμ" ἔχει· τινὲς δὲ τῶν τὴν
10.1.404
Ἑβραίων φωνὴν εἰς τὴν Ἑλλάδα μεταβεβληκότων, γῆν θελήσεως τὴν γῆν τοῦ
10.1.405
Σαβεὶρ κε κλήκασι· σημαίνει δὲ τὴν τῆς ἐπαγγελίας γῆν, θελή σεως οὖσαν· καὶ τὸ
10.1.406
ὄρος τὸ Σιὼν, ὃ ἠγάπησε καὶ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ. Καὶ τὸ Σαβαεὶμ δὲ
10.1.407
δυνάμεως ἑρμηνεύεται. Εἴτε γοῦν γῆ εὐδοκίας, εἴτε γῆ δυνάμεως ἡ Ἰουδαία
10.1.408
κέκληται (καὶ γὰρ καὶ ἄνω δύναμιν αὐτὴν προσηγόρευσε, καὶ ἐνταῦθα Σα βαεὶμ εἴτ'
10.1.409
οὖν Σαβεὶρ), εἰσελεύσεται, φησὶν, ὁ βασι λεὺς τοῦ Βοῤῥᾶ καὶ εἰς ταύτην τὴν γῆν." Καὶ
10.1.410
συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ." Τουτέστιν, εὐοδωθή σεται· οὕτω γὰρ
10.1.411
ἡμᾶς καὶ ὁ Ἰώσηππος διὰ τῆς ἱστορίας ἐδίδαξεν, ὅτι αὐτόματοι τὸν Ἀντίοχον οἱ
10.1.412
Ἰουδαῖοι δεξάμενοι σφόδρα ὑπ' αὐτοῦ ἐτιμήθησαν. ιζʹ." Καὶ τάξει τὸ πρόσωπον
10.1.413
αὑτοῦ, φησὶν, εἰσ ελθεῖν ἐν ἰσχύϊ πάσης τῆς βασιλείας αὐτοῦ." Ἐπιχει ρήσει γὰρ
10.1.414
ἅπασαν τοῦ βασιλέως τοῦ Νότου σφετερί σασθαι τὴν βασιλείαν." Καὶ εὐθεῖα, φησὶν,
10.1.415
ἅπαντα μετ' αὐτοῦ ποιήσει." Ἀποδώσει γὰρ αὐτῷ πάντα ὅσα ἥρπασεν." Καὶ θυγατέρα
10.1.416
τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτὴν, καὶ οὐ μὴ παραμείνῃ, καὶ οὐκ
10.1.417
αὐτῷ ἔσται." Ὅπερ ἄνω ἀσαφῶς εἴρηκεν, τοῦτο ἐνταῦθα σαφῶς· δώσει μὲν γὰρ
10.1.418
αὐτῷ, φησὶ, γυναῖκα τὴν ἑαυτοῦ θυγατέρα, οὐκ εἰς μακρὰν δὲ αὕτη ἀποδοθήσεται τῷ
10.1.419
δεδωκότι, καὶ τὸ συνοικέσιον διαλυθήσεται. Οὕτω δὲ, φησὶ, διαθεὶς τὴν Αἴγυπτον,
10.1.420
ιηʹ." Ἐπιστρέψει τὸ πρόσωπον αὑτοῦ εἰς τὰς νή σους, καὶ συλλήψεται πολλὰς, καὶ
10.1.421
καταπαύσει ἄρ χοντας ὀνειδισμοῦ αὑτοῦ· πλὴν ὁ ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει
10.1.422
αὐτῷ." Πολλὰς γὰρ τῶν νήσων ὑφ' ἑαυτὸν ποιησάμενος, καὶ τοὺς ἐκείνων ἐθνάρχας
10.1.423
τοῦ ἄρχειν παύσας, καταγελάστους ἐποίησεν. Ἀλλὰ τούτου, φησὶ, τοῦ ὀνειδισμοῦ καὶ
10.1.424
αὐτὸς ἀπολαύσει. Ῥωμαῖοι γὰρ ἐν Θερμοπύλαις αὐτὸν καταγωνισάμενοι, καὶ τῆς
10.1.425
πολλῆς αὐτὸν θρασύτητος παύσαντες, δασμὸν αὐτῷ χιλίων ταλάντων ἐπέθεσαν, καὶ
10.1.426
τοῦτον φέρειν καθ' ἕκαστον ἐνιαυτὸν κατηνάγκασαν, καὶ τὸν υἱὸν δὲ αὐτοῦ
10.1.427
Ἀντίοχον τὸν ἐπικληθέντα Ἐπιφανῆ ὅμηρα λαβόντες ἐν τῇ Ῥώμῃ ἐφρούρουν. Καὶ
10.1.428
τοῦτο ἡμᾶς ἡ πρώτη τῶν Μακκαβαίων διδάσκει· εἰρηκὼς γὰρ ὁ συγγραφεὺς περὶ τῶν
10.1.429
τὴν Ἀλεξάνδρου δεξαμένων βασιλείαν, ἐπήγαγε·" Καὶ ἐξῆλθεν ἀπ' αὐτῶν ῥίζα
10.1.430
ἁμαρτωλὸς, Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Ἀντιόχουτοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν
10.1.431
Ῥώμῃ. Τοῦτο προ σημαίνων τῷ Δανιὴλ ὁ προσδιαλεγόμενος αὐτῷ ἔφη·" Πλὴν ὁ
10.1.432
ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ." Τούτοις ἐπάγει· ιθʹ." Καὶ ἐπιστρέψει τὸ
10.1.433
πρόσωπον αὑτοῦ, εἰς τὸ κατισχύσαι τῆς γῆς αὑτοῦ." Ταῦτα, φησὶν, ἐν ταῖς νήσοις
10.1.434
διαπραξάμενος, εἰς τὴν οἰκείαν ἐπανήξει βα σιλείαν." Καὶ ἀσθενήσει, καὶ πεσεῖται,
10.1.435
καὶ οὐχ εὑρεθή σεται. (κʹ.) Καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας, καὶ
10.1.436
ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων." Ἀντίοχον λέγει τὸν Ἐπιφανῆ, ὃς ἀποδρὰς
10.1.437
ἀπὸ τῆς Ῥώμης, Σέλευκον τὸν ἀδελφὸν αὑ τοῦ διεδέξατο. Ἀντίοχον γὰρ τὸν μέγαν
10.1.438
Σέλευκος ὁ καλούμενος Φιλοπάτωρ διεδέξατο, υἱὸς αὐτοῦ ὤν· τοῦ δὲ Σελεύκου
10.1.439
τελευτήσαντος, Ἀντίοχος ὁ Ἐπιφανὴς παραλαμβάνει τὴν βασιλείαν. Περὶ τούτου
10.1.440
φησίν·" Ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας, καὶ ἐπὶ τὴν ἑτοιμασίαν
10.1.441
αὐτοῦ παραβιβά ζων·" τουτέστι, τὴν τοῦ πατρὸς δυναστείαν μιμούμενος, καὶ
10.1.442
ἱκανὸς ὢν τὴν ἑτοιμασθεῖσαν ὑπ' ἐκείνου κατασχεῖν βασιλείαν. Τοῦτο παραδηλῶν
10.1.443
ἐπήγαγε·" Καὶ πράσσων δόξαν βασιλείας·" ἀντὶ τοῦ, ὑπερ άγαν τῷ δραστηρίῳ
10.1.444
χρώμενος." Καὶ ἐν ταῖς ἡμέ ραις ἐκείναις συντριβήσονται, καὶ οὐκ ἐν προσ ώποις,
10.1.445
οὐδὲ ἐν πολέμοις." Ἱκανὸς γὰρ, φησὶν, ἔσται καὶ μόνῃ τῇ φήμῃ ἀμαχητὶ καὶ
10.1.446
ἀναιμωτὶ καταπλῆξαι πάντας, καὶ ἑαυτῷ ὑποτάξαι. καʹ." Καὶ στήσεται ἐπὶ τὴν
10.1.447
ἑτοιμασίαν αὐτοῦ." Τοσαύτῃ δὲ, φησὶ, χρήσεται δυναστείᾳ, ὡς καὶ ἄνευ συμπλοκῆς
10.1.448
κρατῆσαι τῆς πατρόθεν εἰς αὐτὸν παρα πεμφθείσης βασιλείας." Ἐξουδενώθη, καὶ
10.1.449
οὐκ ἐδόθη ἐπ' αὐτὸν δόξα βασιλείας." Καὶ μὴν, φη σὶν, οὐκ ἦν ἐπίδοξος, βασιλεὺς
10.1.450
ὢν, ἀλλ' εὐτελής τις ἐδόκει ἐν τῇ Ῥώμῃ φρουρούμενος." Καὶ ἐπανήξει ἐπ' εὐθηνίᾳ,
10.1.451
καὶ κατισχύσει βασιλείας ἐν ὀλισθή μασι." Ἀλλ' ὅμως, φησὶ, καὶ λίαν ὢν ἐξουθενη
10.1.452
μένος, μετὰ πολλῆς ἥξει περιουσίας καὶ πλείστης δυνάμεως, καὶ κρατήσει τῆς
10.1.453
βασιλείας δόλῳ συνεργῷ, καὶ ἐξαπάτῃ μᾶλλον χρώμενος. Τοῦτο δὲ καὶ ἐν τῇ
10.1.454
δευτέρᾳ ὀπτασίᾳ ὁ μακάριος ἐθεάσατο Δανιὴλ, καὶ ἤκουσε τοῦ ἁγίου Γαβριὴλ,
10.1.455
λέγοντος·" Δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὑτοῦ μεγαλυνθή σεται· καὶ
10.1.456
διαφθερεῖ πολλοὺς, καὶ ἐπὶ ἀπωλείᾳ πολ λῶν στήσεται. Καὶ ἐνταῦθα ὡσαύτως·
10.1.457
" Κατισχύσει γὰρ, φησὶ, βασιλείας ἐν ὀλισθήμασι." κβʹ." Καὶ βραχίονες τοῦ
10.1.458
κατακλύζοντος κατακλυ σθήσονται ἀπὸ προσώπου αὐτοῦ, καὶ συντριβήσονται."
10.1.459
Πάλιν δὲ ἐνταῦθα τὴν τῶν Αἰγυπτίων ᾐνίξατο βασι λείαν, ὅτι κἀκεῖνοι οἱ τὰ μεγάλα
10.1.460
δυνάμενοι, καὶ δί κην κατακλυσμοῦ τοὺς ἀνθισταμένους διαφθείροντες, καὶ ἀφανεῖς
10.1.461
καὶ φρούδους ἀποφαίνοντες, καὶ οὗτοι ὑπ' αὐτοῦ κατακλυσθήσονται, καὶ
10.1.462
συντριβήσονται, οὐχ οὗτοι δὲ μόνοι, ἀλλὰ," Καί γε ἡγούμενος διαθήκης." κγʹ." Καὶ
10.1.463
ἀπὸ τῶν συμμίξεων πρὸς αὐτὸν ποιήσει δόλον." Ἐνταῦθα προσημαίνει τὴν γενομέ
10.1.464
νην ἐπανάστασιν Ὀνίᾳ τῷ ἀρχιερεῖ ὑπὸ Ἰησοῦ τοῦ καὶ Ἰάσωνος, καὶ Ὀνίου τοῦ
10.1.465
Μενελάου· τούτων γὰρ πρότερον μὲν ὁ Ἰάσων, πρὸς τὸν Ἀντίοχον δραμὼν, τὸν
10.1.466
οἰκεῖον ἀδελφὸν τῆς ἀρχιερωσύνης ἐξέβαλεν· ὁ δὲ Μενέλαος, δῶρα καὶ χρυσίον
10.1.467
ἀποσταλεὶς κομίσαι τῷ Ἀντιόχῳ, εἰς ἑαυτὸν πάλιν τὴν ἀρχιερωσύνην μεταθεὶς,
10.1.468
ἐξήλασε τὸν Ἰάσωνα. Ἐντεῦθεν αἱ δειναὶ καὶ χαλεπαὶ συμφοραὶ τὸ Ἰουδαίων
10.1.469
κατέλαβον ἔθνος, Ταῦτα ὁ μακάριος προδιδασκόμενος Δανιὴλ, ἀκούει, ὅτι
10.1.470
" Βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπ' αὐτοῦ." Λέγει δὲ Πτολεμαῖον
10.1.471
τὸν Φιλομήτορα· οὗτος γὰρ Πτολεμαῖον τὸν Ἐπιφανῆ διεδέξατο. Τού τοις ἐπήγαγε·
10.1.472
" Καί γε ἡγούμενος διαθήκης." Λέ γει γὰρ τὸν ἀρχιερέα τὸν εὐσεβῆ, τὸν τοῦ Ἰάσωνος
10.1.473
ἀδελφὸν, καὶ προδιδάσκει, ὅτι κἀκεῖνον τοῦ ἀρχ ιερατεύειν παύσει. Εἶτα διδάσκει
10.1.474
τὸν τρόπον·" Καὶ ἀπὸ τῶν συμμίξεων πρὸς αὐτὸν ποιήσει δόλον." Χρήσεται
10.1.475
γὰρ, φησὶ, διακόνοις τοῖς τὸ αὐτὸ γένος ἔχειν σεμνυνομένοις, καὶ δόλῳ συνεργῷ
10.1.476
χρώμενος μυρία δεινὰ εἰς τὸ ἔθνος ἐργάσεται." Ἀναβήσεται δὲ καὶ ὑπερισχύσει
10.1.477
αὐτοῦ ἐν ὀλίγῳ ἔθνει." Ἐξαπατή σας γὰρ τοὺς τὰ Ἱεροσόλυμα οἰκοῦντας, ὡς μετ'
10.1.478
εἰρή νης εἰσιέναι μέλλων, πρῶτον μὲν ἐπιβῆναι τῶν ἀδύτων ἐτόλμησε τοῦ θείου
10.1.479
νεὼ, ἔπειτα ἅπαντα τὸν ἐπικεί μενον κόσμον ἀφελὼν, καὶ τὰ ἀφιερωμένα τῇ θείᾳ
10.1.480
λειτουργίᾳ σκεύη, οὕτως ἐξελήλυθεν. Αὖθις δὲ πάλιν ἐπιστρατεύσας τῇ πόλει, ὀκτὼ
10.1.481
μὲν μυριάδας ἀνθρώ πων κατέσφαξε, καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς, τοὺς ἑαυτοῦ
10.1.482
στρατηγοὺς ἀποστείλας, ἑτέρους πάλιν μυρίους φόνους εἰργάσατο. Ταῦτα
10.1.483
προσημαίνων φησί·" Καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει. (κδʹ.) Καὶ ἐν εὐθηνίᾳ,
10.1.484
καὶ ἐν πίοσι χώραις ἥξει." Οὔτε γὰρ δι' ἀπορίαν, φησὶ, μετ' ὀλίγων ἀφίξεται, ἀλλὰ
10.1.485
διὰ τὴν τοῦ φρονήματος ἀλαζονείαν· ἔστι γὰρ αὐτῷ καὶ εὐθηνία καὶ ἀπόλαυσις
10.1.486
μυρίων ἐθνῶν πιόνων, καὶ φόρον πολὺν χορηγούντων." Καὶ ποιήσει ἃ οὐκ ἐποίησαν
10.1.487
οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ ὕπαρξιν, καὶ
10.1.488
σκῦλα αὐτοῖς διασκορπιεῖ." Πάντων γὰρ αὐτοῦ τῶν πα τέρων, καὶ τῶν προγόνων
10.1.489
ἁπάντων τὸ Ἰουδαίων ἔθνος τετιμηκότων, τἀναντία οὗτος πάντα ἐργάσε ται,
10.1.490
ἀναιρῶν καὶ ληϊζόμενος, καὶ ἐξανδραποδιζόμε νος, καὶ τοῖς συστρατευομένοις τὰ
10.1.491
τούτων δωρούμε νος." Καὶ ἐπ' Αἴγυπτον, φησὶ, λογιεῖται λογισμοὺς αὑτοῦ, καὶ ἕως
10.1.492
καιροῦ." Ἀντὶ τοῦ, οὐκ ἐπὶ πολὺ κρατήσει. κεʹ." Καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ
10.1.493
καρ δία αὐτοῦ ἐπὶ βασιλέα τοῦ Νότου, ἐν δυνάμει μεγάλῃ." Ταύτην αὐτοῦ τὴν κατὰ
10.1.494
τῆς Αἰγύπτου ἔφοδον, καὶ ἡ πρώτη τῶν Μακκαβαίων διδάσκει ἱστορία." Εἰσ ῆλθε
10.1.495
γὰρ, φησὶν, Ἀντίοχος εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν ἅρμασι καὶ ἐλέφασι, καὶ
10.1.496
ἱππεῦσι, καὶ ἐν στόλῳ μεγάλῳ, καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα
10.1.497
Αἰγύπτου, καὶ ἐνετράπη Πτολε μαῖος ἀπὸ προσώπου αὐτοῦ, καὶ ἔφυγε, καὶ ἔπεσαν
10.1.498
τραυματίαι πολλοὶ, καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτου, καὶ
10.1.499
ἔλαβον τὰ σκῦλα τῆς, Αἰγύπτου. Καὶ ταῦτα προδιδασκόμενος ὁ μακάριος Δανιὴλ
10.1.500
ἤκουσε." Καὶ ὁ βασιλεὺς τοῦ Νότου συνάψει πόλεμον πρὸς αὐτὸν, ἐν δυνάμει μεγάλῃ
10.1.501
καὶ ἰσχυρᾷ σφόδρα, καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ' αὐτὸν λογισμούς." Ἀντὶ τοῦ,
10.1.502
πολλαῖς καὶ παν τοδαπαῖς ἐνέδραις χρήσονται κατ' αὐτοῦ. κ ʹ." Καὶ φάγονται, φησὶ,
10.1.503
τὰ δέοντα αὐτοῦ." Τουτέστι, καταναλώσουσιν αὐτοῦ πᾶσαν τὴν πρόσ οδον, καὶ τὸν
10.1.504
τελούμενον αὐτῷ φόρον ληϊζόμενοι εἰς ἑαυτοὺς μεταθήσονται." Καὶ συντρίψουσιν
10.1.505
αὐτὸν, καὶ δυνάμεις αὐτοῦ καταλύσει, καὶ πεσοῦντα· τραυματίαι πολλοί."
10.1.506
Οὐκ αὐτὸν γὰρ μόνον, ἀλλὰ καὶ τὴν στρατείαν αὐτοῦ δίκην κατακλυσμοῦ διαφθερεῖ,
10.1.507
καὶ πολὺν ἐργάσεται φόνον. κζʹ." Καὶ ἀμφότεροι, φησὶν, οἱ βασιλεῖς, αἱ καρδίαι
10.1.508
αὐτῶν ἐπὶ πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ."
10.1.509
Ῥωμαῖοι γὰρ, ὡς Ἰώσηππος ἡμᾶς ὁ ἱστοριογράφος διδάσκει, ταύ την αὐτοῦ μαθόντες
10.1.510
τὴν στρατείαν, παρενεγγύησαν ἀποστῆναι τῆς Αἰγύπτου· ὅθεν σπεισάμενος, φησὶν,
10.1.511
εἰρήνην, καὶ τραπέζης ἐκοινώνησε τῷ Πτολεμαίῳ. Τὸ δὲ ὕπουλον τῆς φιλίας
10.1.512
διδάσκων ὁ τῷ Δανιὴλ προσ διαλεγόμενος," Καὶ ἀμφότεροι, φησὶν, οἱ βασιλεῖς, αἱ
10.1.513
καρδίαι αὐτῶν ἐπὶ πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ
10.1.514
κατευθυνεῖ." Ἀντὶ τοῦ, οὐ βεβαία ἔσται ἡ εἰρήνη." Ὅτι ἔτι πέρας ἔσται εἰς καιρόν."
10.1.515
Τουτέστιν, αὖθις γὰρ, τοῦ καιροῦ τούτου διαδραμόντος, συμπλακήσονται καὶ
10.1.516
παρατάξονται. κηʹ." Καὶ ἐπιστρέψει, φησὶν, εἰς τὴν γῆν αὑτοῦ ἐν ὑπάρξει πολλῇ."
10.1.517
Ἀλλ' ὅμως τότε, φησὶν, μετὰ πολλοῦ πλούτου, καὶ πολλῆς περιουσίας, εἰς τὴν
10.1.518
οἰκείαν ἐπαναστρέψει βασιλείαν." Καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν." Μίαν δὲ
10.1.519
λοιπὸν σχήσει σπουδὴν, ὥστε καταλῦσαι τὸν ὑπὸ τοῦ Θεοῦ τοῖς Ἰουδαίοις δεδομένον
10.1.520
νόμον. Ταῦτα δὲ βουλευσάμενος, καὶ εἰς πέρας ἄξει τὰ βουλεύματα." Καὶ ποιήσει
10.1.521
γὰρ, φησὶ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὑτοῦ." Καὶ τοῦτο δὲ ἡ τῶν Μακκαβαίων
10.1.522
βίβλος, καὶ ἡ Ἰω σήππου ἱστορία διδάσκει. κθʹ." Καὶ εἰς τὸν καιρὸν αὑτοῦ ἐπιστρέψει,
10.1.523
καὶ ἥξει ἐν τῷ Νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη" Ἀντὶ τοῦ, οὐχ ὁμοίως
10.1.524
νικήσει καὶ ἰσχύσει, ἀλλ' ἡττηθεὶς ἐπανήξει. Τὸ δὲ εἰς καιρὸν αὑτοῦ τὸν ἐπιτήδειον
10.1.525
τῷ πολέμῳ σημαίνει καιρόν. λʹ." Καὶ εἰσελεύσονται εἰς αὐτὸν οἱ εἰσπορευό μενοι
10.1.526
Κίτιοι, καὶ ταπεινωθήσονται." Παραλαβὼν γὰρ πολλοὺς Κυπρίους, καὶ ἑτέρους
10.1.527
νησιώτας (τὸ γὰρ Κίτιον μέχρι τῆς σήμερον πόλισμά ἐστι τῆς Κύπρου), ὁρμήσει μὲν
10.1.528
κατὰ τῆς Αἰγύπτου, ἡττηθεὶς δὲ καὶ ταπεινωθεὶς ἐπανήξει." Καὶ ἐπι στρέψει, φησὶ,
10.1.529
καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν." Πάντα γὰρ, φησὶ, τὸν θυμὸν, τὸν διὰ τὴν
10.1.530
ἧτταν αὐτῷ προσγινόμενον, κατὰ τῆς ἁγίας δια θήκης ἐμέσει. Καὶ δεικνὺς τὸ ἔργον,
10.1.531
" Καὶ ποιήσει," φησί. Ἐν γὰρ τῇ δευτέρᾳ παρουσίᾳ τόν τε πολὺν ἐργάσεται φόνον, καὶ
10.1.532
τῶν διαφυγόντων τὸν ἀνδρα ποδισμόν." Καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς
10.1.533
καταλιπόντας διαθήκην ἁγίαν." Πᾶσαν, φησὶ, ποιή σεται πρόνοιαν τῶν
10.1.534
παρανομησάντων, καὶ τὸ μὲν Ἰουδαΐζειν ἀρνηθέντων, τὸ δὲ Ἑλληνίζειν ἀσπασαμένων. λαʹ." Καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς
10.1.535
δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσιν εἰς αὐ τὸν
10.1.536
βδέλυγμα ἠφανισμένον." Βραχίονας καλεῖ, ὡς καὶ ἤδη προειρήκαμεν, τοὺς
10.1.537
ὑπουργοῦντας αὐτῷ στρατηγοὺς, ἅτε δὴ δίκην βραχιόνων τά τε τοῦ βα σιλέως
10.1.538
πληροῦντας προστάγματα. Πέμψει τοιγαροῦν, φησὶ, τινὰς τὸ μὲν ἁγίασμα τῆς
10.1.539
δυναστέιας βεβη λοῦντας, ἀντὶ τοῦ, τῷ Θεῷ τῷ παντοδυνάμῳ ἀνακείμενον νεών·
10.1.540
βωμὸν δὲ εἰδωλικὸν ἔνδον ἀναστή σοντας· τοῦτο γὰρ καλεῖ βδέλυγμα ἠφανισμένον.
10.1.541
Διδάσκει δὲ ἡμᾶς τοῦτο καὶ ἡ δευτέρα τῶν Μακκα βαίων· φησὶ γὰρ οὕτως·" Περὶ δὲ
10.1.542
τὸν καιρὸν τοῦ τον, τὴν δευτέραν ἔφοδον ὁ Ἀντίοχος εἰς τὴν Αἴγυ πτον ἐστείλατο."
10.1.543
Εἶτα ἐν μέσῳ ὁ συγγραφεύς τινα περὶ τῆς τῶν νόθων ἀρχιερέων φιλονεικίας εἰρη
10.1.544
κὼς, ἐπήγαγε·" Προσπεσόντων δὲ τῷ βασιλεῖ, περὶ τῶν γεγονότων ὑπέλαβεν
10.1.545
ἀποστατεῖν τὴν Ἰουδαίαν· Ὅθεν ἀναστρέψας ἐξ Αἰγύπτου τεθηριωμένος τὴν ψυ χὴν,
10.1.546
ἔλαβε τὴν πόλιν δορυάλωτον, καὶ ἐκέλευσε τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς
10.1.547
ἐμπίπτοντας." Εἶτα διηγησάμενος, ὡς κατὰ πάσης ἡλικίας ὁ φόνος ἐχώρει, καὶ ὀκτὼ
10.1.548
μυριάδες νεκρῶν ἠριθμήθησαν, πά λιν μετὰ βραχέα φησίν·" Ἀπεχθῆ δὲ πρὸς τοὺς
10.1.549
Ἰουδαίους διάθεσιν ἔχων ὁ Ἀντίοχος, ἔπεμψε μυσάρχην Ἀπολλώνιον μετὰ
10.1.550
στρατεύματος δισμυρίων πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάσῃ
10.1.551
πάντας κατασφάξαι." Καὶ μετὰ βραχέα πάλιν φησί·" Μετ' οὐ πολὺν δὲ χρόνον
10.1.552
ἀπέστειλεν ὁ βασι λεὺς γέροντα Ἀθηναῖον, ἀναγκάζειν τοὺς Ἰουδαίους μεταβαίνειν
10.1.553
ἀπὸ τῶν πατρίων νόμων, καὶ τοῖς τοῦ Θεοῦ νόμοις μὴ πολιτεύεσθαι, μολῦναι δὲ καὶ
10.1.554
τὸν ἐν Ἱερουσαλὴμ νεὼν, καὶ προσονομάσαι Διὸς Ὀλυμπίου." Ταῦτα προαγορεύων ὁ
10.1.555
τῷ μακαρίῳ Δανιὴλ προσδιαλεγόμενος ἔφη·" Καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται,
10.1.556
καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν·"
10.1.557
τουτέστι, τὴν καθ' ἡμέραν τῷ Θεῷ προσφερομένην λατρείαν." Καὶ δώσουσιν εἰς
10.1.558
αὐτὸν βδέλυγμα ἠφανι σμένον·" τὸν βωμὸν, ὃν τῷ Διῒ ἀνέστησεν ὁ δυσσεβὴς
10.1.559
βασιλεὺς, καὶ χοῖρον ἐπ' αὐτοῦ προσενήνοχε. λβʹ." Καὶ τοὺς ἀνομοῦντας, φησὶ,
10.1.560
διαθήκην ἀπ άξουσιν ἐν ὀλισθήμασι." Τοὺς γὰρ παρανομίᾳ συζῶν τας προφανῶς
10.1.561
δυσσεβεῖν παρασκευάσουσι τοῖς ἀπατη λοῖς χρώμενοι λόγοις." Καὶ λαὸς,
10.1.562
γινώσκοντες Θεὸν αὑτῶν, κατισχύσουσι καὶ ποιήσουσι." Τοὺς περὶ τὸν μακάριον
10.1.563
Ματταθίαν ἐνταῦθα αἰνίττεται, ὃς πρῶτος τοῖς τοῦ Ἀντιόχου δόγμασιν ἀντιστὰς, καὶ
10.1.564
σὺν τοῖς υἱέσι τὴν ἔρημον καταλαβὼν, μετ' ὀλίγων στρατευόμενος τοὺς ἐκείνου
10.1.565
κατηγωνίσατο στρα τηγούς. λγʹ." Καὶ οἱ συνετοὶ λαοῦ, φησὶ, συνήσουσιν εἰς πολλά."
10.1.566
Οἱ γὰρ εἰς δέον τῇ παρὰ τοῦ Θεοῦ χορηγη θείσῃ γνώσει χρώμενοι, σφόδρα τῶν
10.1.567
ἐκείνου καταφρονήσουσι νόμων, καὶ τὴν ὑπὲρ τοῦ θείου νόμου τε λευτὴν
10.1.568
τῆς μετ' ἀσεβείας ζωῆς προτιμήσουσι. Καὶ τοῦτο σημαίνων ἐπήγαγε·" Καὶ
10.1.569
ἀσθενήσουσιν ἐν ῥομφαίᾳ, καὶ ἐν φλογὶ, καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν
10.1.570
αὐτῶν." Διαφόροις γὰρ καὶ παν τοδαποῖς κολαστηρίοις ὁ δυσσεβὴς χρώμενος κατα
10.1.571
πλήττειν ἐπειρᾶτο τοὺς εὐσεβεῖς, ἄωρον αὐτοῖς ἐπι φέρων θάνατον, καὶ οἱονεὶ τὰς
10.1.572
ὑπολοίπους αὐτῶν διαρπάζων ἡμέρας. Εἶτα τὰ ὑπὸ τοῦ μακαρίου Ματταθίου, καὶ
10.1.573
τῶν υἱέων αὐτοῦ ἐσόμενα προ λέγει· λδʹ." Καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθήσονται
10.1.574
βοήθειαν μικράν." Τῆς γὰρ θείας χάριτος ἀπολαύ σουσι, καὶ τέως τῶν πολεμούντων
10.1.575
περιγενήσονται· οὐ μὴν εἰρήνης καὶ πολέμων ἀπαλλαγῆς ἐν ταῖς τού των
10.1.576
ἀπολαύσουσιν ἡμέραις. Διὸ βοήθειαν μι κρὰν τὰς γενομένας ἐν μέσῳ τῶν πολέμων
10.1.577
ἀνακωχὰς προσηγόρευσε." Καὶ προστεθήσονται, φησὶ, πρὸς αὐτοὺς πολλοὶ ἐν
10.1.578
ὀλισθήμασι." Ταύτην γὰρ, φησὶ, τὴν ἀνδραγαθίαν ὁρῶντες, καὶ τῶν ὀλισθησάντων
10.1.579
πολλοὶ καὶ τὴν εὐσέβειαν ἀρνηθέντων, μεταμελείᾳ χρησάμενοι, πρὸς αὐτοὺς
10.1.580
δραμοῦνται λεʹ." Καὶ ἀπὸ τῶν συνιέντων, φησὶν, ἀσθενήσουσι πολλοί." Καὶ τῶν
10.1.581
εὐσεβεῖν δοκούντων εἰς τοὐναντίον τραπήσονται." Τοῦ πυρῶσαι, φησὶν, ἐν αὐτοῖς,
10.1.582
καὶ τοῦ ἐκλέξασθαι, καὶ ἐκλευκᾶναι ἕως καιροῦ πέρας· διότι ἔτι εἰς καιρόν." Οὐδὲ
10.1.583
ταῦτα, φησὶ, βλάψει τοὺς ἐσομένους ἀνθρώπους· διδαχθήσονται γὰρ ἐντεῦθεν τοῖς
10.1.584
προτέροις μὴ θαῤῥεῖν κατορθώμα σιν, ἀλλ' ἀεὶ δεδοικέναι καὶ τρέμειν, κατὰ τὴν τοῦ
10.1.585
μακαρίου Παύλου παραίνεσιν·" Ὁ δοκῶν γὰρ, φη σὶν, ἑστάναι, βλεπέτω μὴ πέσῃ." Αἱ
10.1.586
γὰρ τῶν και ρῶν μεταβολαὶ οἱονεὶ πυροῦσι, καὶ δοκιμάζουσι, καὶ ἀποκρίνουσι τοῦ
10.1.587
δοκίμου τὸ κίβδηλον· οὐ μὴν δὲ ἀλλὰ καὶ ἐκλευκαίνουσιν οἱονεὶ ἔριον, καὶ δοκιμά
10.1.588
ζουσιν, εἴτε φυσικὴν, εἴτε ἐπείσακτον ἔχει τὴν χροιὰν, καὶ εἴτε ὅλον διόλου
10.1.589
ἐμπεφυκὸς τὸ χρῶμα, εἴτε τῇ ἐπιφανείᾳ ἐπικείμενον μόνῃ. Ταῦτα μὲν, φησὶ, κατὰ
10.1.590
τὸν παρόντα βίον μερικῶς γίνεται· ἐν δὲ τῷ μέλλοντι χρόνῳ ἡ καθόλου τῶν
10.1.591
ἀνθρώπων ἐξ έτασις ἔσται. Ταῦτα περὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς εἰρηκὼς,
10.1.592
μεταβαίνει λοιπὸν ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέ τυπον· ἀρχέτυπον δὲ τοῦ Ἀντιόχου ὁ
10.1.593
ἀντίχριστος, καὶ τοῦ Ἀντιχρίστου εἰκὼν ὁ Ἀντίοχος. Ὥσπερ γὰρἐκεῖνος ἀσεβεῖν
10.1.594
ἠνάγκαζεν Ἰουδαίους, καὶ πολιτεύε σθαι παρανόμως· οὕτως ὁ ἄνθρωπος τῆς
10.1.595
ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ὑπεραιρόμενος καὶ ὑπερυψού μενος ὑπὲρ πάντα
10.1.596
λεγόμενον Θεὸν ἢ σέβασμα, ᾗ φησιν ὁ μακάριος Παῦλος, ὥστε αὐτὸν καὶ εἰς τὸν
10.1.597
ναὸν τοῦ Θεοῦ εἰσελθόντα καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν, ὅτι ἔστι Θεὸς, ἐν πᾶσι
10.1.598
σημείοις καὶ τέρασι ψεύδους· οὕτως οὗτος πάντα εἰς ἀπάτην τῶν εὐσεβῶν
10.1.599
διαπράξεται, νῦν μὲν ταῖς ἀπατηλαῖς θαυμα τουργίαις ἐξαπατᾷν καὶ φενακίζειν
10.1.600
πειρώμενος, νῦν δὲ τῇ δυναστέιᾳ χρώμενος, καὶ πᾶν εἶδος τιμωρίας ἐπιφέρων τοῖς
10.1.601
τῆς εὐσεβείας τροφίμοις. Εἰ δέ τις ἀκολουθίαν τῆς προφητείας ἐπιζητῶν μὴ πιστεύει
10.1.602
ταῦθ' οὕτως ἔχειν, εἰς νοῦν τὴν εὐαγγελικὴν διδασκα λίαν λαβέτω· καὶ γὰρ ἐκεῖ
10.1.603
κατὰ ταυτὸν ὁ Κύριος τὰ περὶ τῆς κοινῆς συντελείας προλέγει, καὶ τὰ περὶ τῆς
10.1.604
συντελείας τῆς Ἱερουσαλήμ· εἰρηκὼς γάρ·" Προσεύχεσθε ἵνα μὴ γένηται ἡ φυγὴ
10.1.605
ὑμῶν χειμῶνος, μηδὲ ἐν Σαββάτῳ" (τοῦτο δὲ Ἰουδαίοις μό νοις ἁρμόττει)· εὐθὺς
10.1.606
ἐπήγαγεν·" Ἔσται γὰρ θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν,
10.1.607
οὐδὲ μὴ γενήσεται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα
10.1.608
σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." Καὶ δεικνὺς ὡς
10.1.609
οὐδὲν τούτων Ἰουδαίοις προσήκει, ἐπήγα γεν·" Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ, ὧδε ὁ
10.1.610
Χριστὸς, ἢ ἐκεῖ, μὴ πιστεύσητε." Καὶ προειρηκὼς περὶ τῶν ψευ δοχρίστων ὀλίγα,
10.1.611
ἐπάγει·" Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν,
10.1.612
οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου." Καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως,
10.1.613
ἵνα μὴ καθ' ἕκαστον λέγω. Ἐντεῦθεν τοίνυν ποδηγούμενοι, καὶ τὴν προ φητείαν
10.1.614
νοήσομεν, μεταβᾶσαν μὲν ἀπὸ τοῦ Ἀντιόχου ἐπὶ τὸν Ἀντίχριστον, ὡς ἀπὸ εἰκόνος
10.1.615
ἐπὶ ἀρχέτυ πον, σαφῶς δὲ ἡμᾶς τὰ κατ' ἐκεῖνον προδιδάσκουσαν. λ ʹ." Ποιήσει γὰρ,
10.1.616
φησὶ, κατὰ τὸ θέλημα αὑτοῦ ὁ βασιλεὺς, καὶ ὑψωθήσεται, καὶ μεγαλυνθήσεται, ἐπὶ
10.1.617
πάντα Θεὸν, καὶ ἐπὶ τὸν Θεὸν τῶν θεῶν, καὶ λα λήσει ὑπέρογκα, καὶ κατευθυνεῖ."
10.1.618
Ἀντὶ τοῦ, εὐοδω θήσεται, ἀλλ' οὐκ εἰς τέλος." Μέχρι γὰρ τοῦ συν τελεσθῆναι τὴν
10.1.619
ὀργήν." Ἕως ἂν σφόδρα, φησὶ, τὴν θείαν ὀργὴν ἐκκαύσῃ, καὶ ταύτην ἐπισπάσηται.
10.1.620
Ὀρ γὴν δὲ τὴν τιμωρίαν καλεῖ· ἀπαθὲς γὰρ τὸ Θεῖον." Εἰς γὰρ συντέλειαν, φησὶ, καὶ
10.1.621
σπουδὴν γίνεται." Καὶ γὰρ οὗτος, φησὶ, προγινώσκων τὸ ἑαυτοῦ τέ λος, πολλῇ
10.1.622
χρήσεται σπουδῇ εἰς ἀσέβειαν ἅπαντας ἐκκαλούμενος, καὶ πολλοὺς κοινωνοὺς τῆς
10.1.623
τιμωρίας λαβεῖν βουλόμενος. Τὰ δὲ ἐπαγόμενα σαφέστερον ἐλέγ χει τὴν ἄνοιαν τῶν
10.1.624
οἰομένων περὶ Ἀντιόχου ταῦτα εἰρῆσθαι. Φησὶ γάρ· λζʹ." Καὶ ἐπὶ πάντας θεοὺς τῶν
10.1.625
πατέρων αὑτοῦ οὐ συνήσει." Εὑρίσκομεν δὲ τὸν Ἀντίοχον εἰδωλι κῶν βωμῶν τήν τε
10.1.626
Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν Ἰουδαίαν ἐμπλήσαντα, καὶ ἐν τῷ ναῷ τοῦ Θεοῦ τῷ Διὶ
10.1.627
θύσαντα, καὶ Διὸς μὲν Ὀλυμπίου τὸν ἐν Ἱεροσολύμοις νεὼν προσαγορεύσαντα, Διὸς
10.1.628
δὲ Ξενίου τὸν ἐν τῷ Γαριζείν. Πῶς τοίνυν ὁ οὕτως δεισιδαίμων, ὁ οὕτως
10.1.629
εἰδωλολάτρης," ἐπὶ θεοὺς τῶν πατέρων αὑ τοῦ οὐ συνήσει;" Πάντα γὰρ τοὐναντίον ὁ
10.1.630
Ἀντίοχος ποιῶν διετέλει· τοὺς πατρῴους γὰρ σέβων θεοὺς, τὸν ὑπὸ τῶν
10.1.631
Ἰουδαίων προσκυνούμενον ἠρνεῖτο Θεόν. Οὐδαμῶς τοίνυν τῷ Ἀντιόχῳ ταῦτα
10.1.632
ἁρμόττει· ἀλλ' αὐτῷ τῷ ἀρχετύπῳ τοῦ Ἀντιόχου, οὗ εἰκὼν καὶ τύπος ὁ Ἀντίοχος
10.1.633
γεγονὼς, νικῆσαι εἰς ἀσέβειαν ἅπαντας τοὺς πρὸ αὐτοῦ γενομένους βασιλέας ἐφιλο
10.1.634
νείκησε. Περὶ τοῦ Ἀντιχρίστου τοίνυν λέγει, ὅτι" Ἐπὶ πάντας θεοὺς πατέρων αὑτοῦ
10.1.635
οὐ συνήσει. Καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν, καὶ ἐπὶ πάντα Θεὸν οὐ συνήσει." Καὶ τοῦτο
10.1.636
δὲ ἀντικρὺς ἐναντίον τοῖς τοῦ Ἀντιόχου ἐπιτηδεύμασιν. Οὗτος γὰρ οὐδὲ ταῖς γάμου
10.1.637
νόμῳ συνημμέναις μόναις ἠρκεῖτο, ἐξ ὧν Ἀντίοχόν τε τὸν Εὐπάτορα καὶ
10.1.638
Ἀλέξανδρον ἐπαιδοποίησεν, ἀλλὰ καὶ παλλακίσιν ἀκολάστοις ἐμίγνυτο. Τῆς δὲ μιᾶς
10.1.639
καὶ ἡ δευτέρα τῶν Μακκαβαίων μνημο νεύει, καί φησιν ὁ συγγραφεὺς οὕτως·
10.1.640
" Συνέβη δὲ Ταρσεῖς καὶ Μαλλεώτας στασιάζειν, διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ
10.1.641
βασιλέως ἐν δωρεᾷ δε δόσθαι." Ὁ τοίνυν τοσαύτῃ δουλεύων ἀκολασίᾳ, ὡς πόλεις
10.1.642
τοιαύτας καὶ τηλικαύτας ἑταιρικῷ δωρή σασθαι γυναίῳ, πῶς ἐπὶ ἐπιθυμίαν
10.1.643
γυναικῶν οὐ συνήσει; Οὐκοῦν καὶ ἐντεῦθεν σαφῶς ἁμαρτάνοντες ἐξελέγχονται οἱ
10.1.644
εἰς Ἀντίοχον ταῦτα λαμβάνειν ἐπιχειροῦντες. Ἡμεῖς δὲ ἐπανέλθωμεν ὅθεν ἐξήλθο
10.1.645
μεν." Καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν, φησὶν, καὶ ἐπὶ πάντα Θεὸν οὐ συνήσει, ὅτι ἐπὶ
10.1.646
πάντας μεγα λυνθήσεται." Ἀντὶ τοῦ, οἰήσεται πάντων εἶναι μέ γιστος. ληʹ." Καὶ Θεὸν
10.1.647
Μαωζεὶμ ἐπὶ τόπου αὑτοῦ δοξάσει, καὶ Θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ
10.1.648
δοξάσει ἐν ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἐν λίθῳ τιμίῳ, καὶ ἐν ἐπιθυμήμασι." Τῶν γὰρ
10.1.649
πατέρων αὐτοῦ πάντων τὴν οἰκείαν φύσιν ἐγνωκότων, καὶ τὸν ἐπὶ πάντων Θεὸν
10.1.650
σφᾶς αὐτοὺς ὀνομάσαι μὴ τετολμηκό των, οὗτος Θεὸν ἰσχυρὸν καὶ δυνατὸν (τοῦτο
10.1.651
γὰρ σημαίνει τὸ Μαωζεὶμ) ἑαυτὸν προσαγορεύει. Τὸ γὰρ, ἐπὶ τόπῳ αὑτοῦ, ἀντὶ τοῦ
10.1.652
ἑαυτὸν τέθεικε. λθʹ." Καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφυ γῶν μετὰ Θεοῦ
10.1.653
ἀλλοτρίου, ὃν ἐγνώρισε, καὶ πληθυνεῖ δόξαν, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς, καὶ γῆν
10.1.654
διελεῖ ἐν δώροις." Ἀναστήσει γὰρ, φησὶν, ἑαυτῷ ναοὺς, καὶ ἀργύρῳ, καὶ χρυσῷ, καὶ
10.1.655
λίθοις τιμίοις αὐτοὺς καλλωπίσει, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς, τοὺς ἐξ
10.1.656
απατωμένους δηλονότι τοῖς τέρασιν, ἢ ταῖς κολάσεσιν χαυνουμένους. Ἀλλὰ καὶ
10.1.657
" γῆν διελεῖ ἐν δώροις·" τοῖς γὰρ ὑπηκόοις καὶ ἀσεβεῖν αἱρουμένοις, καὶ γῆν
10.1.658
δωρήσεται πλείστην. μʹ." Καὶ ἐν καιροῦ πέρατι, φησὶ, συγκερατισθή σεται μετ' αὐτοῦ
10.1.659
βασιλεὺς Νότου, καὶ συναχθή σεται ἐπ' αὐτὸν βασιλεὺς τοῦ Βοῤῥᾶ ἐν ἅρμασι, καὶ
10.1.660
81. 1529 ἐν ἱππεῦσι, καὶ ἐν ναυσὶ πολλαῖς, καὶ εἰσελεύσεται εἰς τὴν γῆν ἐν ταῖς
10.1.661
κατακλύσεσι, καὶ συντρίψει." Πολλάκις εἴπομεν, ὅτι τοῦ τετάρτου θηρίου τὰ δέκα
10.1.662
κέρατα τὰ κατ' αὐτὸν φανέντα, δέκα βασιλέας ση μαίνει ἐν τῷ τέλει τῆς Ῥωμαϊκῆς
10.1.663
βασιλείας κατὰ ταυτὸν βασιλεύσοντας. Ἐκ τούτων τοίνυν πάλιν ὁ τοῦ Νότου
10.1.664
βασιλεὺς πολεμήσει τούτῳ, ὃς τοῦ Βοῤῥᾶ κα λεῖται βασιλεύς." Ἀπὸ βοῤῥᾶ γὰρ,
10.1.665
φησὶν, ἐκκαυθή σεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν." Καὶ Ἀντίοχος
10.1.666
δὲ, ὃς τούτου τύπος ἐτύγχανε, τοῦ Βοῤῥᾶ βασιλεὺς ὠνομάζετο. Τοῦ τοίνυν βασιλέως
10.1.667
τοῦ Νότου συμπλακέντος αὐτῷ, μετὰ πλήθους οὗτος καὶ ὀχυρωμάτων ἐγγείων τε
10.1.668
καὶ θαλαττίων, καὶ ἐπιστρατεύσει αὐτῷ, καὶ τὴν νίκην ἀναδήσεται. Τού τους δὲ τοὺς
10.1.669
πολεμίους, καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγε λίοις προεῖπεν ὁ Κύριος·" Ἐγερθήσεται γὰρ
10.1.670
ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ, καὶ λοιμοὶ, καὶ
10.1.671
σεισμοὶ κατὰ τόπους· ταῦτα δὲ πάντα ἀρχαὶ ὠδίνων." Ἔχοντες τοίνυν τῇ προ φητείᾳ
10.1.672
τῇδε τὴν Δεσποτικὴν πρόῤῥησιν συμφωνοῦ σαν, νοήσομεν τὰ προκείμενα." Καὶ
10.1.673
παρελεύσεται," φησί. μαʹ." Καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ Σαβείρ." Πάλιν διὰ τοῦ
10.1.674
Σαβεὶρ τὰ Ἱεροσόλυμα παρεδήλωσε." Καὶ πολλοὶ ἀσθενήσουσι." Δηλονότι οἱ
10.1.675
ἐξαπατώ μενοι, ἢ τῷ μεγέθει τῶν τιμωριῶν χαυνούμενοι." Καὶ οὗτοι διασωθήσονται
10.1.676
ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ, καὶ ἀρχὴ υἱῶν Ἀμμών." Οὐδὲ ταῦτα δὲ ἁρμόττει
10.1.677
τῷ Ἀντιόχῳ· καὶ γὰρ τούτους καταστρε ψάμενος, ἡγεμόνας αὐτοῖς κατέστησεν, ὧν
10.1.678
εἷς ἦν ὁ Τιμόθεος, Ἀμμανιτῶν ἡγούμενος. Ἐπὶ δὲ τούτου τοῦ δυσσεβοῦς εἰκὸς
10.1.679
τούτους διαφυγεῖν, ἅτε δὴ μηδὲ σπουδαίως εὐσεβοῦντας· τοῖς γὰρ σπουδαίοις πάν
10.1.680
τως ὁ δυσσεβὴς ἐπιστρατεύει. Εἰ δὲ καὶ τροπι κῶς ταῦτα δεῖ νοῆσαι τὰ ὀνόματα,
10.1.681
Ἐδὼμ ἑρμηνεύ εται ὁ πυῤῥός· τούτου χάριν καὶ ὁ Ἡσαῦ Ἐδὼμ προσηγορεύθη, ὡς τοῦ
10.1.682
ἑψήματος τοῦ φακοῦ ἐρυθροῦ ὄντος ἐπιθυμήσας, καὶ τὸ αἷμα δὲ ἐρυθρὸν ἔχει τὸ
10.1.683
εἶδος. Οἱ τοίνυν τοῦ Δεσποτικοῦ αἵματος ἀξιούμενοι, καὶ ἀξίως τῆς δωρεᾶς ταύτης
10.1.684
πολιτευόμενοι, ἐπαν θοῦσαν αὑτοῖς ἔχουσι τὴν τοῦ Δεσποτικοῦ αἵματος χάριν· καὶ
10.1.685
Μωὰβ δὲ προσαγορεύεται ὁ ἐκ τοῦ πα τρὸς γεννηθείς. Οὕτω γὰρ ἡ πρεσβυτέρα τοῦ
10.1.686
Λὼτ θυγάτηρ ἐκ τοῦ πατρὸς συλλαβοῦσα, εἶτα τεκοῦσα, προσηγόρευσε τὸν τεχθέντα.
10.1.687
Οἱ τοίνυν υἱοὶ Θεοῦ προσαγορευόμενοι," οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος
10.1.688
ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν," εἰκότως Μωὰβ
10.1.689
ὀνομάζονται. Καὶ ὁ Ἀμμὰν δὲ τὸν υἱὸν τοῦ γένους σημαίνει· τοῦτο γὰρ ἡ θεία
10.1.690
διδάσκει Γραφή. Λέγει γὰρ ὁ μα κάριος Παῦλος ἐν Ἀθηναίοις δημηγορῶν·" Γένος οὖν
10.1.691
ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, χρυσίῳ, ἢ ἀργύρῳ, ἢ λίθῳ,
10.1.692
χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπων τὸ Θεῖον εἶναι ὅμοιον." Καὶ αὐτὸς δὲ ὁ
10.1.693
Θεὸς, γένος αὑτοῦ τοὺς ἁγίους ἐκά λεσε·" Ποτίσαι γὰρ, φησὶ, τὸ γένος μου τὸ ἐκλε
10.1.694
κτὸν, ὃ περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖ σθαι." Οὐδὲν οὖν ἀπεικὸς, καὶ τοὺς
10.1.695
τῆς θείας συγ γενείας διὰ τῆς θείας χάριτος ἠξιωμένους Ἀμμὰν ὀνομάζεσθαι. Εἰ μὲν
10.1.696
οὖν τροπικῶς βούλει νοῆσαι τὰ ὀνόματα, οὕτω νοήσεις. Εἰ δὲ ἱστορικῶς, ὡς ἤδη
10.1.697
προειρήκαμεν, ὅτι τούτων καταφρονήσει, ὡς τῶν μὲν πλειόνων ἀσεβείᾳ συζώντων,
10.1.698
αὐτῶν δὲ τῶν ὀλί γων τῶν ἐν αὐτοῖς εὐσεβῶν οὐ θερμῶς περὶ τὰ θεῖα διακειμένων.
10.1.699
μβʹ, μγʹ." Καὶ ἐκτενεῖ, φησὶ, τὴν χεῖρα αὑτοῦ ἐπὶ τὴν γῆν Αἰγύπτου, καὶ ἡ γῆ
10.1.700
Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν. Καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσίου καὶ
10.1.701
τοῦ ἀργυρίου, καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου, καὶ Λιβύων, καὶ Αἰθιόπων, καὶ ἐν
10.1.702
τοῖς ὀχυρώμασιν αὐτῶν." Καὶ ταῦτα δὲ ἥκιστα ἁρμότ τει τῷ Ἀντιόχῳ· οὔτε γὰρ
10.1.703
Λιβύης, οὔτε Αἰθιοπίας ἐκράτησεν, οὔτε δὲ αὐτῆς τῆς Αἰγύπτου. Προσταχθεὶς γὰρ ὑπὸ
10.1.704
Ῥωμαίων ἀνέστρεψεν· ὥστε ἐντεῦθεν ση μαίνεσθαι τὰ τρία κέρατα, ἃ τὸ μικρὸν
10.1.705
κέρας ἀνέτρε ψεν. Καὶ γὰρ ἐνταῦθα τρία ἔθνη μέγιστα, Αἴγυπτον, καὶ Αἰθιοπίαν, καὶ
10.1.706
Λιβύην, ὑπὸ τριῶν, ὡς εἰκὸς, βασιλέων κατεχόμενα καταλύσει οὗτος, καὶ ὑφ' ἑαυτὸν
10.1.707
ποιήσεται. μδʹ." Καὶ ἀκοαὶ, καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν, καὶ ἀπὸ
10.1.708
βοῤῥᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ, τοῦ ἀναθεματίσαι καὶ ἀφανίσαι πολλούς." Οὐδὲ
10.1.709
τοῦτο τῷ Ἀντιόχῳ ἁρμόττει· ἐκεῖνον γὰρ οὐ φῆμαι διαταράξασαι τῆς Αἰγύπτου
10.1.710
ἀπέστησαν, ἀλλὰ τὸ δόγμα Ῥωμαίων, ἀπὸ τῆς Ἑσπέρας, οὐκ ἀπὸ τῆς Ἕω πεμφθέν.
10.1.711
Περὶ δὲ τούτου φησὶν, ὅτι λαβὼν τὴν Αἴγυπτον, καὶ τὴν Λιβύην, καὶ τὴν Αἰθιοπίαν,
10.1.712
καὶ ὑφ' ἑαυτὸν ποιησάμενος, ὑπὸ φήμης τινὸς ταραχθεὶς ἀναστρέψει, καὶ ἥξει ἐν
10.1.713
θυμῷ πολλῷ," τοῦ ἀναθε ματίσαι καὶ τοῦ ἀφανίσαι πολλούς." Ταυτὸν δὲ λέγει δι'
10.1.714
ἀμφοτέρων· ἀφανίσαι γάρ ἐστι τὸ τῆς εὐσεβείας γυμνῶσαι, καὶ τὸ ἀναθεματίσαι, τὸ
10.1.715
ἀλλότριον ἐκεί νης ἀποφῆναι. μεʹ." Καὶ πήξει, φησὶ, τὴν σκηνὴν αὑτοῦ ἐν Ἀπαδανῷ,
10.1.716
ἀναμέσον, φησὶ, τῶν θαλασσῶν, εἰς ὄρος Σαβεὶρ ἅγιον." Οὐδὲ τοῦτο δὲ εὑρίσκομεν
10.1.717
ὑπὸ Ἀντιόχου γεγενημένον. Ἐπεὶ εἰπάτωσαν, τίς ὁ τόπος οὗτος, ἐν ᾧ τὴν σκηνὴν
10.1.718
αὑτοῦ κατέπηξεν ὁ Ἀν τίοχος, ἀνὰ μέσον τῶν δύο θαλασσῶν διακείμενος; Ἀλλ' οὐχ
10.1.719
ἕξουσι δεῖξαι. Οὐκοῦν τούτων οὐδὲν οὐδέπω πέρας εἴληφεν, ἀλλὰ γενήσεται ταῦτα
10.1.720
πάντα ὑπὸ τοῦ κοινοῦ τῶν ἀνθρώπων ἀλάστορος. Σαβεὶρ δὲ πάλιν τὴν τῷ Θεῷ
10.1.721
ἀνακειμένην καλεῖ γῆν· Ἀπα δανὸν δὲ τόπον τινὰ οὕτως ὠνομασμένον, οὐ πόῤῥω
10.1.722
81. 1533 τῶν Ἱεροσολύμων διακείμενον· ἐκεῖ γὰρ δέξεται τὸν ὄλεθρον." Ἥξει γὰρ,
10.1.723
φησὶν, ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν." Ἐκεῖνος γὰρ ὁ τοιαῦτα
10.1.724
καὶ τοσαῦτα τετολμηκὼς, καὶ τοσούτῳ φρονήματι χρησάμενος, ἐξαίφνης δέξεται
10.1.725
τὴν τιμωρίαν, οὐδενὸς αὐτὸν δυναμένου ταύτης ἐλευθερῶσαι. Τοῦτο δὲ καὶ ὁ
10.1.726
μακάριος σαφῶς λέγει Παῦλος·" Ὃν ὁ Κύριος, φησὶν, ἀναλώσει τῷ λόγῳ τοῦ
10.1.727
στόματος αὑτοῦ." Καί·" Τῷ Πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ." ΚΕΦΑΛ. ΙΒʹ. αʹ.
10.1.728
" Καὶ ἐν τῷ καιρῷ, φησὶν, ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ
10.1.729
ἐφεστηκὼς τοῖς υἱοῖς τοῦ λαοῦ σου." Ὁ γὰρ, φησὶ, τὴν ὑμετέραν κηδεμονίαν
10.1.730
πεπιστευμένος ἀρχάγγελος, εἰς ἐπικουρίαν τῶν τηνι καῦτα πολεμουμένων
10.1.731
ἀναστήσεται. Καὶ τοῦτο δὲ δι' ἑτέρας ἑρμηνείας δῆλον τοῖς ἀγνοοῦσι γενήσεται· διὰ
10.1.732
γὰρ Μαλαχίου τοῦ προφήτου φησὶν ὁ Θεὸς πρὸς τοὺς Ἰουδαίους·" Ἰδοὺ ἐγὼ
10.1.733
ἀποστελῶ ὑμῖν Ἠλίαντὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην
10.1.734
καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου
10.1.735
πρὸς τὸν πλησίον αὑτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην." Διδάσκει δὲ ἡμᾶς ὅτι,
10.1.736
τοῦ Ἀντιχρίστου ἐκεῖνα τολμῶντος, φανήσεται ὁ μέγας Ἠλίας, κηρύττων Ἰουδαίοις
10.1.737
τὴν τοῦ Κυρίου παρουσίαν, καὶ πολλοὺς ἐπι στρέψει· τοῦτο γὰρ λέγει τὸ,
10.1.738
" Ἀποκαταστήσει καρ δίαν πατρὸς πρὸς υἱὸν," τουτέστι, τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι
10.1.739
τοὺς Ἰουδαίους· τούτους γὰρ ἐκάλεσε πατέρας, ὡς πρεσβυτέρους κατὰ τὴν γνῶσιν.
10.1.740
Διὰ τοῦτο οὐκ εἶπεν· Ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα· ἀλλὰ," Καρδίαν
10.1.741
πατρὸς πρὸς υἱόν·" τὸν γὰρ Ἰουδαῖον πιστεύσαντα συνάψει τῇ Ἐκκλησίᾳ· καὶ ἐπειδὴ
10.1.742
κατὰ μὲν τὴν γνῶσιν ὁ Ἰουδαῖος πρε σβύτερος, μία δὲ καὶ τούτων κἀκείνων ἡ φύσις,
10.1.743
εἰκότως ἐπήγαγε·" Καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὑτοῦ," διδάσκων, ὅτι
10.1.744
μία μὲν τούτων κἀ κείνων ἡ φύσις, ἡ δὲ θεογνωσία Ἰουδαίοις πρότερον ἐδόθη.
10.1.745
Ἀπιστήσαντες δὲ, ἔσχατοι ἀπεδείχθησαν· πι στεύσαντες δὲ διὰ τῶν τοῦ μεγάλου
10.1.746
Ἠλιοῦ κηρυγμά των, καὶ τοῖς τὴν πεμφθεῖσαν αὐτοῖς σωτηρίαν ἁρπάσασι
10.1.747
συναφθέντες ἔθνεσιν, εἰς μίαν τελέσουσιν Ἐκκλησίαν. Τοῦτο καὶ ἐνταῦθα
10.1.748
αἰνίττεται, ὅτι τού των γινομένων ὑπὸ τοῦ Ἀντιχρίστου, ὁ ἅγιος Μιχαὴλ ὁ
10.1.749
ἀρχάγγελος πάντα πραγματεύσεται, ὥστε τὸν Ἠλίαν ἀφικέσθαι καὶ προμηνύσαι τοῦ
10.1.750
Δεσπότου τὴν παρουσίαν, ἵνα τῆς σωτηρίας τύχωσιν οἱ τηνι καῦτα Ἰουδαῖοι. Εἶτα
10.1.751
διηγούμενος τὴν ὑπερβολὴν τῶν κακῶν, ὧν ὁ δυσσεβὴς ἐκεῖνος διαπράξεται, φησί·
10.1.752
" Καὶ ἔσται καιρὸς θλίψεως, οἵα οὐ γέγονεν ἀφ' οὗ γέγονε τὸ ἔθνος ἐπὶ τῆς γῆς, καὶ
10.1.753
ἕως τοῦ καιροῦ ἐκείνου." Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις ἔφη.
10.1.754
" Ἔσται γὰρ, φησὶ, θλίψις, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς αἰῶνος, οὐδὲ μὴ γένηται· καὶ
10.1.755
81. 1536 εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς
10.1.756
ἐκλεκτούς μου κολοβώσω τὰς ἡμέρας ἐκείνας." Συμφωνεῖ τοίνυν τὰ προφη τικὰ τοῖς
10.1.757
εὐαγγελικοῖς θεσπίσμασι. Τούτοις ἐπάγει·" Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ
10.1.758
λαός σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ." Ἀντὶ τοῦ, οἱ τῆς σωτηρίας ἄξιοι,
10.1.759
οἱ τῷ κηρύγματι τοῦ Ἠλία ὑπακουσόμενοι, οὓς ἄνωθεν καὶ ἐξ ἀρχῆς προ γινώσκει·
10.1.760
τὴν γὰρ τοῦ Θεοῦ γνῶσιν βίβλον ὠνόμασε. βʹ." Καὶ πολλοὶ, φησὶ, τῶν καθευδόντων
10.1.761
ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ
10.1.762
εἰς αἰσχύνην αἰώ νιον." Εἰπάτωσαν οἱ τῷ Ἀντιόχῳ ταῦτα προσαρ μόττειν
10.1.763
ἐπιχειροῦντες, τίνες ἀνέστησαν ἐπ' ἐκείνου, καὶ οἱ μὲν ζωῆς ἐτύγχανον αἰωνίου, οἱ
10.1.764
δὲ ὀνειδι σμὸν καὶ αἰσχύνην αἰώνιον ἐκαρπώσαντο. Εἰ δὲ τοὺς Μακκαβαίους εἴποιεν
10.1.765
διὰ τούτων δηλοῦσθαι ἐκ τῶν σπηλαίων ἐξιόντας, μείζονα ὀφλήσουσι γέλωτα· εὑ
10.1.766
ρεθήσονται γὰρ οἱ αὐτοὶ καὶ εὐσεβείας ἐρασταὶ, καὶ ἀσεβείας ἐργάται· ἡ γὰρ
10.1.767
προφητεία φησί·" Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι
10.1.768
εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον." Ὥστε εἰ εἰς τοὺς
10.1.769
Μακκαβαίοις ταῦτα λάβοιεν, αὐτοὺς τοὺς Μακκαβαίους φήσουσι καὶ πονηροὺς καὶ
10.1.770
ἀγαθοὺς, ἢ τινὰς μὲν ἐξ αὐτῶν ἀγαθοὺς, τινὰς δὲ κακούς. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν
10.1.771
εὑρεῖν· εὐσεβὴς γὰρ ἅπασα αὐτῶν ἡ συμμορία. Οὔτε δὲ ἡ ζωὴ ἡ αἰώνιοις κατὰ τὸν
10.1.772
παρόντα βίον αὐτοῖς ἁρμόττει· ἅπαντες γὰρ ἀναιρεθέντες ὑπεξῆλθον τοῦ βίου.
10.1.773
Οὐκοῦν τοὺς γραώδεις μύθους ἐκείνους κα ταλιπόντες, τὴν κοινὴν ἐντεῦθεν τῶν
10.1.774
τετελευτηκότων μανθάνωμεν ἀνάστασιν, καὶ τὴν μετὰ τὴν ἀνάστα σιν γινομένην
10.1.775
διάκρισιν· οἱ μὲν γὰρ αὐτῶν ζωῆς αἰωνίου κληρονομήσουσιν, οἱ δὲ καταγέλαστοι καὶ
10.1.776
ἐπονείδιστοι εἰς αἰῶνα γενήσονται. Πολλοὶ δὲ, ἀντὶ τοῦ πάντες ἔφη. Καὶ γὰρ ὁ
10.1.777
μακάριος Παῦλος, ἀντὶ τοῦ πάντες, οἱ πολλοὶ τέθεικε, λέγων·" Εἰ γὰρ τῷ τοῦ ἑνὸς
10.1.778
παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ ἐν
10.1.779
χά ριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε." γʹ." Καὶ
10.1.780
οἱ συνιέντες, φησὶν, ἐκλάμψουσιν, ὡς ἡ λαμπρότης τοῦ στερεώματος." Καὶ ὁ Κύριος
10.1.781
δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί·" Τότε ἐκλάμψουσιν οἱ δίκαιοι, ὡς ὁ ἥλιος."–" Καὶ
10.1.782
ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας, καὶ ἔτι." Οἱ μὲν γὰρ
10.1.783
δοκιμώτατοι καὶ ἔκκριτο, τῇ τε τοῦ στερεώματος λαμπρότητι καὶ αὐτῷ τῷ ἡλιακῷ
10.1.784
παρ εικασθήσονται φωτί· οἱ δὲ τούτων ἐλάττους (τοῦτο γὰρ ἐσήμαινε διὰ τοῦ
10.1.785
πολλῶν), τὰς τῶν ἀστέρων λαμπηδόνας μιμήσονται, δι' αἰῶνος ταύτην ἀφιέντες τὴν
10.1.786
αἴγλην. Οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος τῶνεὐσεβῶν διεῖλε τὰ τάγματα.
10.1.787
" Ἄλλη γὰρ, φησὶ, δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων·
10.1.788
ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ." Ταῦτα εἰπὼν ὁ τῷ Δανιὴλ προσδιαλεγόμενος,
10.1.789
ἐπ ήγαγε· δʹ." Καὶ σὺ, Δανιὴλ, ἔμφραξον τοὺς λόγους, καὶ σφράγισον τὸ βιβλίον ἕως
10.1.790
καιροῦ συντελείας, ἕως δι δαχθῶσι πολλοὶ, καὶ πληθυνθῇ ἡ γνῶσις." Ἐπίθες, φησὶ,
10.1.791
τῷ βιβλίῳ τὰς τῆς ἀσαφείας σφραγίδας, καὶ μὴ δῆλα ἅπασι καταστήσῃς, ἕως ἂν
10.1.792
πληθυνθῇ ἡ γνῶσις, καὶ πληρωθῇ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ
10.1.793
πολὺ κατακαλύψαι θαλάσσας, κατὰ τὴν προφητείαν. Ταύτας ἡ τοῦ θείου Πνεύμα τος
10.1.794
χάρις μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἀφελοῦσα τὰς σφραγίδας, σαφῆ τὰ
10.1.795
ἀσαφῆ πεποίηκε τοῖς πιστεύουσι. εʹ, ʹ." Καὶ εἶδον, φησὶν, ἐγὼ Δανιὴλ, καὶ ἰδοὺ δύο
10.1.796
ἕτεροι εἱστήκεισαν, εἷς ἐντεῦθεν τοῦ ποταμοῦ, καὶ εἷς ἐντεῦθεν. Καὶ εἶπον τῷ ἀνδρὶ
10.1.797
τῷ ἐνδε δυμένῳ τὸ βαδδὶμ, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· Ἕως πότε τὸ πέρας
10.1.798
ὧν εἴρηκας τῶν θαυ μασίων, καὶ ὁ καθαρισμὸς τούτων;" Ἐγὼ μὲν γὰρ, φησὶν,
10.1.799
εἱστήκειν σιγῶν, καὶ ἐρωτᾷν μὴ τολμῶν, δύο δὲ ἕτεροι ταῖς ὄχθαις ἑκατέρωθεν
10.1.800
ἐφεστῶτες τοῦ ποταμοῦ, ἤροντο τὸν τὴν βυσσίνην περιβεβλημέ νον ἐσθῆτα, τῇ τε
10.1.801
τοῦ ὕδατος ἐποχούμενον ἐπιφανείᾳ· Πόσον καθέξει χρόνον τὰ φοβερὰ ταῦτα καὶ
10.1.802
φρίκης γέμοντα; καὶ πότε ἡ τούτων ἀπαλλαγὴ γενήσεται; ζʹ." Καὶ ἤκουσα τοῦ ἀνδρὸς
10.1.803
τοῦ ἐνδεδυμένου τὸ βαδδὶμ, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ὕψωσε τὴν
10.1.804
δεξιὰν αὑτοῦ, καὶ τὴν ἀριστερὰν αὑτοῦ εἰς τὸν οὐρανὸν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς
10.1.805
τὸν αἰῶνα, ὅτι εἰς καιρὸν, καὶ καιροὺς, καὶ ἥμισυ και ροῦ." Ἐντεῦθεν ἀκριβῶς
10.1.806
μεμαθήκαμεν, ὅτι ὁ τότε διαλεγόμενος οὐκ αὐτὸς ἦν ὁ Δεσπότης." Ὁ γὰρ Δεσπότης,
10.1.807
ἐπεὶ κατ' οὐδενὸς μείζονος ἄλλου εἶχεν ὀμόσαι, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, καθ'
10.1.808
ἑαυτοῦ ὤμοσε, λέγων·" Ζῶ ἐγὼ, λέγει Κύριος." Καὶ ὁ μακάριος δὲ Μωσῆς δείκνυσιν
10.1.809
αὐτὸν λέγοντα·" Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ
10.1.810
ἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα." Οὗτος δὲ εἷς ὢν τῶν ὑποκειμένων καὶ εὐνοϊκῶς περὶ
10.1.811
τὸν Δεσπό την διακειμένων, ἐξέτεινε μὲν εἰς τὸν οὐρανὸν ἄμφω τὰ χεῖρε, ὤμοσε δὲ
10.1.812
ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα. Χεῖρας δὲ λέγει αὐτὸν ἔχειν ὁ Δανιὴλ τοῦτο θεασάμε νος.
10.1.813
Ἀσώματον δ' ὅμως ἴσμεν τῶν ἀγγέλων τὴν φύσιν· σχηματίζουσι δὲ τὰς ὄψεις πρὸς τὸ
10.1.814
χρήσιμον τῶν ὁρώντων· καὶ πολλάκις μὲν ἡμερώτερον φαί νονται, συγκαταβάσει
10.1.815
πλείονι χρώμενοι, πολλάκις δὲ φοβερώτερον, σπουδαιοτέρους τοὺς ὁρῶντας ἐργαζό
10.1.816
μενοι." Ὤμοσε τοίνυν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν, καὶ καιροὺς, καὶ
10.1.817
ἥμισυ καιροῦ." Σημαίνει δὲ τρία καὶ ἥμισυ ἔτη. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ κέρατος
10.1.818
τοῦ ποιοῦντος πόλεμον μετὰ τῶν ἁγίων, ὃ μετὰ τὰ δέκα βλαστήσει κέρατα ἐν τῷ
10.1.819
τέλει τῆς Ῥωμαϊκῆς βασιλείας, ὁ ἅγιος ἔφη Γαβριήλ. Εἰρηκὼς γάρ·" Τρεῖς βασιλεῖς
10.1.820
ταπεινώσει, καὶ λόγους πρὸς τὸν Ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου
10.1.821
παλαιώσει·" ἐπήγαγε·" Καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ, καὶ καιρῶν, καὶ
10.1.822
ἥμισυ καιροῦ." Τρία δὲ ταῦτα καὶ ἥμισυ ἔτη. Τὸν καιρὸν γὰρ ἐνιαυ τὸν
10.1.823
προσηγόρευσε, καὶ τοῦτο ἐκ τῶν μετὰ ταῦτα σαφέστερον μαθησόμεθα·" Ὅτι εἰς
10.1.824
καιρὸν, φησὶ, καὶ καιροὺς, καὶ ἥμισυ καιροῦ. Ἐν τῷ συντελεσθῆ ναι διασκορπισμὸν
10.1.825
λαοῦ ἡγιασμένου γνώσονται ἅγιον, καὶ συντελεσθήσονται ταῦτα πάντα." Τρία γὰρ,
10.1.826
φησὶ, καὶ ἥμισυ ἔτη ὁ τοῦ ἡγιασμένου λαοῦ κρατήσει διασκορπισμὸς, καὶ
10.1.827
συντελεσθήσονται ταῦτα πάντα. Εἶτα γνώσονται τὸν ἅγιον. Τὸν μέ γαν Ἠλίαν
10.1.828
ἐνταῦθα αἰνίττεται· περὶ γὰρ τὰ τέλη τῆς ἐκείνου δυναστείας ἀναφανεὶς ὁ μέγας
10.1.829
Ἠλίας, τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν προκη ρύξει. Τούτοις ἐπάγει ὁ
10.1.830
μακάριος Δανιήλ· ηʹ." Καὶ ἐγὼ ἤκουσα, καὶ οὐ συνῆκα, καὶ εἶπον· Κύριε, τί τὰ ἔσχατα
10.1.831
τούτων;" Μὴ συνιεὶς, φησὶ, τὸ εἰρημένον περὶ τοῦ χρόνου, ἠναγκάσθην ἔρεσθαι,
10.1.832
σαφέστερον μαθεῖν ἐφιέμενος· ἐπόθουν δὲ καὶ τὰ μετὰ ταῦτα ἐσόμενα διδαχθῆναι. Ὁ
10.1.833
δὲ θʹ, ιʹ." Ἔφη πρός με· Δεῦρο, Δανιὴλ, ὅτι ἐμ πεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ
10.1.834
λόγοι ἕως καιροῦ πέρατος. Ἕως ἐκλεγῶσι, καὶ ἐκλευκανθῶσι, καὶ πυρωθῶσιν οἱ
10.1.835
πολλοὶ, καὶ ἀνομήσουσιν οἱ ἄνομοι, καὶ οὐ συνήσουσι πάντες ἀσεβεῖς, καὶ οἱ
10.1.836
νοήμονες νοήσουσιν." Οὐ μάτην, φησὶν, ἀσαφέστερα ταῦτα εἴρηκα, καὶ οἱονεὶ
10.1.837
σφραγίδας τοῖς λόγοις τὴν ἀσάφειαν ἐπέθηκα. Οὐδὲ γὰρ δεῖ πᾶσιν ἁπλῶς προσκεῖσθαι τὰ θεῖα, ἀλλ' οἱ μὲν νοήμονες διὰ τῆς ἄνωθεν αὐτοῖς χορηγουμένης γνώσεως
10.1.838
συνήσουσιν· οἱ δὲ ἀνομίᾳ καὶ δυσσεβείᾳ συζῶντες, οὐδὲν τῶν ἐγκειμένων νοῆσαι
10.1.839
δυνήσονται· ὅταν δὲ ἔλθῃ τὰ πράγματα, σαφῶς τὰς περὶ τούτων μαθήσονται
10.1.840
προφητείας. Τότε καὶ ἀποκριθήσονται τῶν δικαίων οἱ τῆς πονηρίας ἐργάται· πάντα
10.1.841
γὰρ ἡ πύρωσις δοκιμάσει. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος·" Ἑκάστου γὰρ, φησὶ, τὸ
10.1.842
ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ
10.1.843
ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει." Πάλιν δὲ περὶ τοῦ μὴ δεῖν ἅπασιν
10.1.844
ἁπλῶς προτιθέναι τὰ θεῖα, ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί·" Μὴ δῶτε τὰ
10.1.845
ἅγια τοῖς κυσὶ, μηδὲ τοὺς μαργαρίτας ὑμῶν ῥίψητε ἔμπροσθεν τῶν χοίρων." Τὸν δὲ
10.1.846
μακάριον Δανιὴλ ἅγιον ὄντα, καὶ εὔνουν τοῦ Δεσπότου θεράποντα, ὁ θεῖος ἄγγελος
10.1.847
διδάσκει τῆς τοῦ Ἀντιχρίστου τυραννίδος τὸν χρόνον, καί φησιν· ιαʹ." Ἀπὸ
10.1.848
καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως, ἡμέραι
10.1.849
χίλιαι διακόσιαι ἐννενήκοντα." Ἐπειδὴ γὰρ εἰρηκὼς" εἰς καιρὸν, καὶ καιροὺς, καὶ
10.1.850
ἥμισυ καιροῦ," Εἶδε μὴ νενοηκότα τὸν μακάριον Δανιὴλ, ἀναλύσας εἰς ἡμέρας τὸν
10.1.851
χρόνον, δῆλον αὐτῷ τὸ ἀγνοούμενον πεποίηκε, τοῖς δὲ ἄλλοις καὶ οὕτως ἀσαφῆ τὸν
10.1.852
λόγον κατέλιπε. Βδέλυγμα δὲ ἐρημώσεως αὐτὸν καλεῖ τὸν Ἀντίχριστον· ἐναλλαγὴν
10.1.853
δὲ τοῦ ἐνδελεχισμοῦ, τῆς ἐκκλησιαστικῆς λειτουργίας τὴν τάξιν, ὑπὸ τῆς ἐκείνου
10.1.854
μανίας καὶ λύττης σκεδαννυμένην τε καὶ παυομένην. Τούτοις ἐπιφέρει ὁ θεῖος
10.1.855
ἄγγελος· ιβʹ." Μακάριος ὁ ὑπομένων, καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας
10.1.856
τριάκοντα πέντε." Αἰνίττεταί τε καὶ παραδηλοῖ ὡς, τούτου τὴν θεήλατον δεξαμένου
10.1.857
πληγὴν, ἐπιμενεῖ μὲν ὁ μέγας Ἠλίας κηρύττων τὰς ὑπολοίπους πέντε καὶ
10.1.858
τεσσαράκοντα, φανήσεται δὲ ὁ Δεσπότης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενος,
10.1.859
καὶ στεφανώσει τοὺς ἄσυλον τῆς ὑπομονῆς τὸ κτῆμα φυλάξαντας. Τοῦτο δὲ καὶ ὁ
10.1.860
Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησίν·" Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος
10.1.861
σωθήσεται." Καὶ ἐντεῦθεν δὲ ἔστι μαθεῖν ἀκριβῶς, ὡς οὐδὲν τούτων ἁρμόττει τῷ
10.1.862
Ἀντιόχῳ. Ἐπ' ἐκείνου μὲν γὰρ δισχιλίας τριακοσίας ἡμέρας ἔφη, ἐπὶ δὲ τοῦ
10.1.863
Ἀντιχρίστου χιλίας διακοσίας ἐννενήκοντα κρατήσειν τὴν συμφοράν· ὥστε καὶ τοῦ
10.1.864
χρόνου τὴν διαφορὰν μαρτυρεῖν τῇ τῶν προσώπων καὶ τῶν πραγμάτων διαφορᾷ. ιγʹ.
10.1.865
" Καὶ σὺ, φησὶ, δεῦρο καὶ ἀναπαύου." Καιρὸς, φησὶν, τοῦ δέξασθαί σε τοῦ βίου τὸ
10.1.866
τέλος." Ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας." Οὐκ ὀλίγος γὰρ, φησὶν, ἔτι
10.1.867
χρόνος ὑπολέλειπται τῇ τοῦ παρόντος βίου συστάσει. Καὶ ἐνταῦθα δὲ σαφῶς ἡμᾶς
10.1.868
ἐδίδαξε τὴν συντέλειαν, καὶ ὅτι ἐν ἐκείνῃ τὰ προειρημένα γενήσεται." Καὶ ἀναπαύσῃ
10.1.869
καὶ ἀναστήσῃ εἰς τὸν καιρόν σου (ἀλλ' ὀρθότερον τὸ, κλῆρόν σου, ὡς ἐκ τῶν ἑξῆς
10.1.870
δῆλον), εἰς συντέλειαν ἡμερῶν." Νῦν μὲν γὰρ, φησὶ, σὲ προσήκει τὸ κοινὸν δέξασθαι
10.1.871
τέλος· ἀναστήσῃ δὲ, καὶ οὐχ ἁπλῶς ἀναστήσῃ, ἀλλ' εἰς τὸν κλῆρόν σου, τουτέστι,
10.1.872
μετὰ τῆς τῶν ὁμοτρόπων συμμορίας. Καὶ δεικνὺς, πότε, ἐπήγαγεν·" Εἰς συντέλειαν
10.1.873
ἡμερῶν." Οὕτω σαφῶς ἡμᾶς ὁ θεῖος ἀρχάγγελος διὰ τοῦ μακαρίου καὶ τρισμακαρίου
10.1.874
Δανιὴλ ἐδίδαξε τὴν ἀνάστασιν. Οὕτω πληρώσας τὴν ἀποκάλυψιν ἐπήγαγεν ὁ
10.1.875
προφήτης· ιδʹ." Καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὑτοῦ, καὶ
10.1.876
παρέλαβε Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ, καὶ ἦν Δανιὴλ συμβιωτὴς τοῦ
10.1.877
βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ." Ὁ δὲ Ἀστυάγης τοῦ Κύρου
10.1.878
μητροπάτωρ· ἐκείνου δὲ τελευτήσαντος, καὶ Κυαξάρου τοῦ υἱέως αὐτοῦ οἰκονομῆσαι
10.1.879
τὴν βασιλείαν οὐ δυνηθέντος, ὁ Κῦρος τὴν τῶν Ἀσσυρίων καὶ Χαλδαίων
10.1.880
καταλύσας βασιλείαν, τὸ Μήδων κράτος εἰς Πέρσας μετατέθεικε." Σύσσιτος δὲ,
10.1.881
φησὶν, ἦν τοῦ βασιλέως," καὶ σύνοικος, καὶ πάντων αὐτοῦ τῶν συνήθων προτεταγμένος. Ταύτην γὰρ ἔχων τὴν παῤῥησίαν, καὶ τὰ εἰς αὐτὸν ὑπὸ τοῦ Θεοῦ διὰ τοῦ
10.1.882
προφήτου Ἡσαΐου προῤῥηθέντα ὑπέδειξε, καὶ τὴν ἄφεσιν τοῦ λαοῦ ποιήσασθαι
10.1.883
παρεσκεύασεν. Ἡμεῖς μὲν οὖν ταῦτα ἐκ τῆς θείας τοῦ Δανιὴλ μεμαθήκαμεν
10.1.884
προφητείας. Ἰουδαίους δὲ θρηνεῖν δίκαιον ἔξω τοῦ προφητικοῦ καταλόγου τάττειν
10.1.885
τὸν θεῖον τοῦτον προφήτην τολμῶντας, καὶ ταῦτα τῇ πείρᾳ μεμαθηκότας τῆς προφητείας τὸ ἀληθές. Ἀλλὰ γὰρ εὔδηλον, ὡς οἱ νῦν ταῖς ἄλλαις ἀσεβείαις καὶ ταύτην
10.1.886
προστεθείκασι τὴν βλασφημίαν, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τὴν προφανῆ
10.1.887
μαρτυρίαν ἀρνήσει τῇ τῆς προφητείας συσκιάζειν ἐπιχειροῦντες· ἀλλ' οὐδὲν αὐτοῖς
10.1.888
πλέον ὑπάρξει ταύτην ἀρνουμένοις τὴν προφητείαν· οἵ τε γὰρ ἄλλοι προφῆται
10.1.889
μαρτυροῦσι, καὶ αὐτὰ βοᾷ τὰ πράγματα τὰς περὶ αὐτοῦ προῤῥήσεις ἁρπάζοντα. Ὅτι
10.1.890
δὲ οἱ πάλαι Ἰουδαῖοι τὸν μακάριον Δανιὴλ μέγιστον ἀπεκάλουν προφήτην, μάρτυς
10.1.891
ἀξιόχρεως Ἰώσηππος ὁ Ἑβραῖος, τὸ μὲν Χριστιανικὸν οὐ δεξάμενος κήρυγμα, τὴν δὲ
10.1.892
ἀλήθειαν κρύπτειν οὐκ ἀνεχόμενος. Οὗτος ἐν τῷ δεκάτῳ τῆς Ἰουδαϊκῆς
10.1.893
Ἀρχαιολογίας, πολλὰ μὲν καὶ ἕτερα περὶ τοῦ μακαρίου εἴρηκε Δανιὴλ, προστίθησι δὲ
10.1.894
καὶ ταῦτα·" Ἅπαντα γὰρ αὐτῷ, φησὶν, παραδόξως, ὡς ἑνί τινι τῶν μεγίστων
10.1.895
ἐχαρίσθη προφητῶν, καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα, ἡ παρὰ τῶν
10.1.896
βασιλέων καὶ τοῦ πλήθους· τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει. Τὰ γὰρ βιβλία, ὅσα
10.1.897
δὴ συγγραψάμενος κατέλιπεν, ἀναγινώσκεται παρ' ἡμῖν ἔτι καὶ νῦν, καὶ
10.1.898
πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι Δανιὴλ ὡμίλει τῷ Θεῷ. Οὐ γὰρ τὰ μέλλοντα μόνον
10.1.899
προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ τὸν καιρὸν ὥρισεν
10.1.900
εἰς ὃν ταῦτα ἀποβήσεται." Καὶ μετὰ βραχέα δὲ," Ἀπὸ δὲ τοῦ τέλους, φησὶ, τῶν
10.1.901
προῤῥήσεων ἀληθείας πίστιν καὶ δόξαν θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεται." Καὶ
10.1.902
ἐφεξῆς δὲ μυρία τοιαῦτα περὶ αὐτοῦ λέγει. Ὡσαύτως δὲ καὶ ἐν τῇ δωδεκάτῃ τῆς
10.1.903
Ἀρχαιολογίας πάλιν οὕτω φησί·" Τὴν δὲ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ
10.1.904
τὴν τοῦ Δανιήλου προφητείαν, πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἔδειξε
10.1.905
γὰρ ὅτι Μακεδόνες καταλύσουσιν αὐτόν." Καὶ ταῦτα μὲν ὁ Ἰώσηππος τῷ προφήτῃ
10.1.906
προσμαρτυρεῖ. Ἰουδαῖοι δὲ, πᾶσαν ἀναισχυντίαν νοσοῦντες, οὐδὲ τοὺς ἑαυτῶν
10.1.907
αἰσχύνονται διδασκάλους. Ἀλλ' ἡμεῖς, παρακαλῶ, ὡς παρὰ Θεοῦ προφήτου τὴν τῶν
10.1.908
μελλόντων δεξάμενοι πρόγνωσιν, εὐτρεπεῖς ἡμᾶς αὐτοὺς εἰςἐκείνην τὴν
10.1.909
φοβερὰν καταστήσωμεν ἡμέραν, ἵνα μὴ εἰς αἰσχύνην αἰώνιον, ἀλλ' εἰς ζωὴν
10.1.910
ἀναστῶμεν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ
10.1.911
Κυρίου ἡμῶν· Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ
10.1.912
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
10.1.913
93

Intertext edge

Open linked passage

Note