Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Interpretatio in Danielem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
αʹ." Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ, βασιλέως Ἰούδα,
1.2
ἦλθε Ναβουχοδονόσορ, βασιλεὺς Βαβυλῶνος, εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει
1.3
αὐτήν." Ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων, καὶ τοῦ τηνι κάδε βασιλέως
1.4
ἐμνημόνευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν, ἵνα ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς
1.5
πρώτης αἰχμαλωσίας καιρόν. Ἐν γὰρ τῷ τρίτῳ ἔτει τῆς βα σιλείας Ἰωακεὶμ, τοῦ καὶ
1.6
Ἐλιακεὶμ, ὃς ἐβασίλευσε μετὰ τὸν Ἰωάχαζ, πατὴρ δὲ ἐγένετο τοῦ Ἰωάχαζ, ὃς καὶ
1.7
Ἰωακεὶμ καὶ Ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν Ἱεροσολύμων ἐγένετο. Καὶ
1.8
αὐτὸ δὲ τοῦ το, τῶν τότε βασιλέων μεμνῆσθαι, καὶ τῶν χρόνων, τὸν προφητικὸν
1.9
ὑποδείκνυσι χαρακτῆρα. Οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ἔστι ποιοῦντας εὑρεῖν.
1.10
" Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμὼς, ἐν ἡμέραις Ὠζίου, καὶ Ἰωάθαμ, καὶ
1.11
Ἄχαζ, καὶἘζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας." Καί·" Ἐγενήθη λόγος Κυρίου πρὸς
1.12
Ἱερεμίαν ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα, ἔτουςτρισκαιδεκάτου ἐν
1.13
τῇ βασιλείᾳ αὐτοῦ." Καὶ Ἐζεκιὴλ δὲ, καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς
1.14
τὰ πολλὰ τούτῳ τῷ προοιμίῳ τῆς προφητείας κέχρηται. Ἀπόχρη τοιγαροῦν καὶ
1.15
τοῦτο τὴν Ἰουδαίων ἐλέγξαι παρανομίαν, καὶ διδάξαι προφήτην τὸν τῷ ὄντι
1.16
προφήτην. βʹ." Καὶ ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωα κεὶμ, βασιλέα Ἰούδα, καὶ
1.17
ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ." Καὶ τοῦτο δὲ τὴν πνευματικὴν αὐτοῦ
1.18
δείκνυσι χάριν. Οὔτε γὰρ πάντων ἐστὶ τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ
1.19
θείου Πνεύ ματος ἠξιωμένος, καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι τοῦ
1.20
Θεοῦ τῶν ὅλων συγχωρήσαντος, διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν,
1.21
καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν
1.22
πολεμίων ἐξουσίαν ἐγένετο. Καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τό·" Ἔδωκε Κύριος ἐν
1.23
χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ, βασιλέα Ἰούδα," ἵνα μή τις ὑπολάβῃ οἰκείᾳ δυνάμει τὸν
1.24
Ναβουχο δονόσορ χρησάμενον τῆς τῷ Θεῷ ἀνακειμένης περι γενέσθαι πόλεως·
1.25
μάθωσιν ἅπαντες καὶ ἀκριβῶς, ὅτι τοῦ Θεοῦ προδεδωκότος, καὶ τὴν πάλαι φρουροῦ
1.26
σαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολε μίους ἐγένετο. Τοῦτο καὶ διὰ
1.27
Ἡσαΐου τοῦ προφή του σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων Θεὸς οὕτω φησί·" Μὴ
1.28
δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ
1.29
ἕλκοντος αὐ τόν;" Διδάσκει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώ ποις ἐπιφέρει τὰς
1.30
τιμωρίας, κέχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις." Καὶ ἤνεγκεν αὐτὰ,
1.31
φησὶν, εἰς γῆν Σενναὰρ, εἰς οἶκον θεοῦ αὑτοῦ, καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ
1.32
θησαυροῦ τοῦ θεοῦ αὑτοῦ." Καὶ ἴσως ἄν τις εἴποι· Τί δήποτε τῶν ἀνθρώπων
1.33
ἡμαρτηκότων, τὰ ἅγια σκεύη, τὰ τῷ Θεῷ ἀνακεί μενα, παρεδόθη δυσσεβέσιν
1.34
ἀνθρώποις; Φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦν τες.
1.35
" Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ
1.36
ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει πάντα," κατὰ τὸν θεῖον Ἀπόστολον· καὶ πέπεισται
1.37
μὲν ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται, φωτιζόμενος δὲ ὑπὸ
1.38
τοῦ θείου Πνεύματος, καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενον
1.39
ἔστι καταμα θεῖν τὸν πνευματικῶς νοεῖν προαιρούμενον. Πολλὴ γὰρ ἐντεῦθεν οὐχὶ
1.40
Ἰουδαίοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται. Πρῶτον μὲν
1.41
γὰρ ἐδιδάχθησαν Ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς δεόμενος τῶν
1.42
ὅλων Θεὸς τὰ παρὰ τῶν ἀνθρώπων προσφερόμενα δέχεται, ἀλλ' ἐκείνους
1.43
εὐγνωμοσύνην διδάσκων, καὶ διδοὺς θερα πείαν τε καὶ ἀντιδόσεως ἀφορμήν. Πῶς
1.44
γὰρ ἂν ἑτέρως ἠδυνήθημεν, ὑπὲρ ὧν εὐεργετήθημεν, ὡς δυνατὸν ἀμείψασθαι τὸν
1.45
εὐεργέτην Θεὸν, εἰ μὴ τὰβραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων
1.46
ἐδέχετο; Πεῖσαι τοίνυν βουλόμενος Ἰουδαίους, ὡς οὐ τὴν οἰκείαν χρείαν
1.47
ἀναπληρῶν, ἀλλὰ πρὸς τὴν ἐκεί νων ἀσθένειαν συγκατιὼν, τὰς παρ' αὐτῶν προσ
1.48
φερομένας θυσίας ἐδέχετο, εἰκότως ἀποστραφεὶς αὐ τοὺς καὶ αἰχμαλωσίᾳ παραδοὺς,
1.49
καὶ τὰ ὑπ' αὐτῶν προσενεχθέντα σκεύη, δι' ὧν αὐτὸν θεραπεύειν ἐνό μιζον, σὺν
1.50
αὐτοῖς αἰχμάλωτα δέδωκεν. Ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρίᾳ, τί δήποτε τῶν
1.51
ἀψύχων ἐφείδετο; Διδάσκει δὲ αὐτοὺς καὶ δι' αὐτῶν τῶν πραγμάτων, ὅτι
1.52
Βαβυλωνίων, τῶν βαρβάρων, τῶν δυσσεβῶν, κατ' οὐδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ
1.53
ὥσπερ ἐκεῖνοι, μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι. Οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι,
1.54
οὔτε προφητῶν ποδ ηγῶν ἀπολαύσαντες, ἀγνοίᾳ κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων
1.55
παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν, καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται
1.56
γενόμενοι, κατεφρόνουν μὲν τοῦ τῶν ὅλων Θεοῦ, τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες
1.57
διετέλουν. Παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη, μονονουχὶ λέγων δι' αὐτῶν
1.58
τῶν πραγμάτων, ὅτι Κατ' οὐδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ
1.59
ὑμεῖς ταῖς παρανομίαις μο λύνετε, καὶ ἴσον ἐστὶν ὑμᾶς τε ταῦτα ἔχειν, καὶ Βα
1.60
βυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κἀκείνων κρατεῖ. Τοὺς μὲν οὖν Ἰουδαίους ἱκανὸν
1.61
ἦν τοῦτο καὶ ἐλέγξαι, καὶ παιδεῦσαι, καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν
1.62
πραγματεύσασθαι· οἱ δὲ Βαβυλώνιοι, ἡνίκα μὲν ἐτί μησαν, ὡς ἐνόμισαν, τὰ σκεύη,
1.63
ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες, τοῖς ὑπ' αὐτῶν δὲ προσκυνουμένοις
1.64
ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράσθησαν. Ἐπειδὴ δὲ Βαλτάζαρ ὁ
1.65
βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτίκα καὶ
1.66
τὴν ἀξίαν ἔτισε δίκην, ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ Θεοῦ ἡ
1.67
δύναμις τῶν σκευῶν ἐκείνων, καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ' ἑκὼν
1.68
αὐτὰ προὔ δωκε διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν. Τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ
1.69
πάλαι πεποίηκεν. Ἐπειδὴ γὰρ Ὠφνὶ καὶ Φινεὲς, οἱ Ἡλὶ τοῦ ἱερέως παῖδες παράνομοι
1.70
καὶ βδελυροὶ, ταύτην λαβόντες εἰς ἐπι κουρίαν τῶν ὁμοφύλων ἐξῆλθον, ἐλέγχει μὲν
1.71
αὐτῶν τὴν ἀσέβειαν ὁ Θεὸς, οὐδεμιᾶς ἀξιώσας προνοίας, ἀξίᾳ δὲ σφαγῇ παραδοὺς,
1.72
τὴν δὲ κιβωτὸν τοῖς ἀλ λοφύλοις· πάλιν τὸν Ἰσραὴλ παιδεύων, καὶ διδάσκων, ὡς
1.73
οὐκ αὐτῷ χρεία τῆς κιβωτοῦ, ἀλλ' αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε, περιττὴ δὲ
1.74
αὐτοῖς ἡ ταύτης χρεία, ἀδεῶς τὸν θεῖον νόμον παραβαίνουσι, καὶ ἀσεβείᾳ συζῇν
1.75
προαιρουμένοις. Ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι, ὡς αὐτοὶ
1.76
περιγενόμενοι τοῦ Θεοῦ (ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν Ἰουδαίων
1.77
Θεὸν, τεκμηρίῳ χρώμενοι τῇ τῶν οἰ κείων εἰδώλων κατασκευῇ), καὶ ἵνα μὴ πολλὴν
1.78
ἐντεῦθεν ἐπισπάσωνται βλάβην, ὡς αἰχμάλωτον λα βόντες τὸν τῶν
1.79
Ἰουδαίων Θεὸν, καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς·
1.80
παρασκευάζει μὲν τὸν Δαγὼν, τὸ ὑπ' αὐτῶν προσκυνούμενον εἴδωλον, πεσεῖν τε καὶ
1.81
πρὸ τῆς κιβωτοῦ συντριβῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα, καὶ
1.82
ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν, καὶ τὴν τοῦ ἐνοι κοῦντος δαίμονος
1.83
ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Ἐπιφέρει δὲ καὶ
1.84
αὐτοῖς διαφόρους πληγὰς, ἕως οὗ τὴν κιβωτὸν ἀπ έδοσαν, καὶ ἀναθέματα δηλοῦντα
1.85
τὴν τιμωρίαν ἀνέθεσαν. Διπλῆ τοίνυν καὶ τηνικαῦτα, καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ ἡ
1.86
ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον Ἰουδαίους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ
1.87
πρὸς βραχὺ παρὰ τοῦ Θεοῦ γενομένη συγχώρησις. γʹ, δʹ." Καὶ εἶπεν ὁ βασιλεὺς
1.88
Ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν
1.89
υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρ ματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομμίν·
1.90
νεανίσκους, ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, κα λοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν
1.91
πάσῃ σοφίᾳ, καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν, καὶ διανοουμένους φρόνησιν, ἐν
1.92
οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἑστά ναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ τοῦ διδάξαι αὐ
1.93
τοὺς γράμματα καὶ γλώσσας Χαλδαίων." Ὁ μὲν οὖν ὅλων Θεὸς ἐξελέξατο τὰ μωρὰ
1.94
τοῦ κόσμου, καὶ τὰ ἀσθενῆ, καὶ τὰ ἐξουθενημένα, ἵνα διὰ τούτων καταισχύνῃ τοὺς
1.95
σοφοὺς καὶ δυνατούς· ἄνθρωποι δὲ σωμάτων ὥραν, καὶ μέγεθος, καὶ ῥώμην
1.96
ἐπιζητοῦσι, καὶ σοφίαν, οὐ τὴν τὰ θεῖα γινώσκουσαν, ἀλλὰ τὴν εὐγλωττίᾳ
1.97
κεκομψευμένην. Ἔστι τοίνυν καὶ ἐν τεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ
1.98
ἀνθρωπίνων τὸ μέσον. Δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν, τὸ μὴ μόνον τοὺς
1.99
ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ
1.100
γένους ὑπάρ χοντας. Πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ Ἡσαΐου πρόῤ ῥησις, ἣν Ἐζεκίᾳ
1.101
βασιλεῖ προεῖπεν." Ἄκουσον, φησὶ, τὸν λόγον Κυρίου Σαβαὼθ, ὃν ἐλάλησε πρός με·
1.102
Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ
1.103
πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ
1.104
καταλίπωσιν, εἶπεν ὁ Θεός· ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν γεννήσεις λήψονται, καὶ
1.105
ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ βασιλέως τῶν Βαβυλωνίων." Ταύτης ἡμᾶς τῆς
1.106
προφητείας ἀναμι μνήσκων ὁ μακάριος Δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα
1.107
εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς
1.108
βασιλείας, καὶ ἀπὸ τῶν φορθομμίν. Φορθομμὶν δὲ τὰς παρθένους ἐκάλεσε τῇ
1.109
Ἑβραίων φωνῇ· ὁ δὲ Σύμμαχος τὸ πόρθμιν ἐπιλέκτους ἡρμήνευσε. εʹ, ϛʹ." Καὶ
1.110
ἔταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ' ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως,
1.111
καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου τοῦ αὐτοῦ, καὶ ἐκ θρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ
1.112
ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως. Καὶ ἐγένετο ἐν αὐ τοῖς ἐκ τῶν υἱῶν
1.113
Ἰούδα, Δανιὴλ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήλ." Ἐνταῦθα μὲν οὖν τὴν τοῦ
1.114
βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν, ὅτι οὐχ ὡς δορυαλώτοις εὐτελῆ τινα καὶ
1.115
δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ τῆς βασιλικῆς αὐτοὺς τραπέζης ἀπολαύειν
1.116
ἐκέλευσε. Μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει, οὐ
1.117
φιλο τιμίᾳ χρώμενος, ἀλλ' ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις
1.118
προτεθεικώς. Ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω,
1.119
ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίας,
1.120
κάλλει λάμποντας, καὶ μεγέθει διαπρέποντας, καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν
1.121
προσώπων ὀνόματα, τῆς Ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε, καὶ τὴν τῆς βασιλείας
1.122
συγ γένειαν ἔκρυψε. ζʹ." Καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῷ Δανιὴλ
1.123
Βαλτάσαρ, καὶ τῷ Ἀνανίᾳ Σιδρὰχ, καὶ τῷ Μισαὴλ Μισὰχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ."
1.124
Καὶτοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας τὰς
1.125
προσηγορίας ἀμείβουσιν, ἵνα καὶ τῇ τῆς προσηγορίας ἐναλλαγῇ τὴν δουλείαν
1.126
γνωρίζωσι. Καὶ τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε, καὶ τὰς Ἑβραϊκὰς
1.127
ἀφελὼν προσηγορίας, Χαλδαϊκὰς ἐπιτέθεικεν, ἐπειδὴ καὶ τὴν Χαλδαίων γλῶσσαν
1.128
μαθεῖν τοὺς νεανίας ὁ βασιλεὺς παρενηγ γύησε. ηʹ." Καὶ ἔθετο Δανιὴλ ἐπὶ τὴν
1.129
καρδίαν αὑτοῦ, τοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ
1.130
πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῇ." Οἱ γὰρ φιλό θεοι
1.131
οὐκ ἐν τόπῳ ζητοῦσι τὸν ἐπὶ πάντων Θεὸν, ἀλλ' ἔνθα ἂν ἀφίκωνται τὴν αὐτὴν αὐτῷ
1.132
θεραπείαν προσ φέρουσι, καὶ ἐν κακοπραγίαις ὄντες ὡσαύτως τὸν οἰκεῖον
1.133
προσκυνοῦσι Δημιουργόν. Ἐνταῦθα δὲ πολ λὴν ἔστιν εὑρεῖν θαύματος ὑπερβολήν·
1.134
παῖδες γὰρ παρὰ Ἰουδαίοις τεθραμμένοι, καὶ τὴν τοπικὴν τοῦ Θεοῦ λατρείαν
1.135
μεμαθηκότες, εἶτα τὴν ξένην οἰκοῦν τες, καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες
1.136
κομιδῇ τὴν ἡλικίαν, ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῇν, τὴν πατρῴαν εὐσέβειαν
1.137
φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς Βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώ
1.138
λων ἐπικλήσεσι τὰ ὄψα μολύναντας, σπονδαῖς δὲ τὸν οἶκον μιαίνοντας, τῆς
1.139
ὁρωμένης καταφρονήσαντες σωτηρίας, καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν
1.140
πατήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παραχω ρῆσαι σφίσιν αὐτοῖς τῶν
1.141
βασιλικῶν σιτίων παραι τουμένοις μεταλαβεῖν. θʹ." Καὶ ἔδωκεν ὁ Θεὸς τὸν
1.142
Δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου." Ἀκολου θεῖ γὰρ ταῖς
1.143
γνώμαις ἡ θεία κηδεμονία, καὶ ἅμα τὰ θεῖα προείλοντο, καὶ τῆς θείας ἐπικουρίας
1.144
ἀπήλαυ σαν. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰωσὴφ γεγενημένον ἔστιν εὑρεῖν·" Ἦν γὰρ, φησὶ,
1.145
Κύριος μετὰ Ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτῷ ἔλεον, καὶ χάριν
1.146
ἐναντίον τοῦ δεσμοφύλακος." Διδασκόμεθα τοίνυν κἀντεῦθεν, ὡς οὐδένα τῶν εἰς
1.147
αὐτὸν πεπι στευκότων ἀτημέλητόν πώς ποτε καταλέλοιπεν ὁ Θεός. Διὸ καὶ ἕτερος
1.148
προφήτης βοᾷ·" Ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐνεπίστευσε
1.149
Κυρίῳ, καὶ κατῃσχύνθη;" ιʹ." Καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιήλ· Φοβοῦ μαι ἐγὼ
1.150
τὸν κύριόν μου τὸν βασιλέα, τὸν ἐκτάξαν τα τὴν βρῶσιν καὶ τὴν πόσιν ὑμῶν, μή
1.151
ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδά ρια τὰ συνήλικα ὑμῶν, καὶ
1.152
καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ." Οὐκ ἄλογον τοῦ ἀρχι ευνούχου τὸ δέος·
1.153
ἄνθρωπος γὰρ ἦν πνευματικῆς χάριτος οὐ γεγευμένος, ἀνθρωπίνως δὲ σκοπῶν τὰ
1.154
ἀνθρώπεια, καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας
1.155
τρέφεσθαί τε καὶ ἀνθεῖν τὰ σώματα, δέδοικε μὴ τῶν μὲν πολυτελῶς τρεφομένων,
1.156
τούτων δὲ ἀσκητικῶς βιοτευόντων, δια φορά τις ἐν τοῖς προσώποις φανῇ, καὶ
1.157
τιμωρίαν ἐσχάτην ὑπομείνῃ παρὰ τοῦ τἀναντία προστεταχό τος βασιλέως. Ἀλλ'
1.158
ἐπειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακάριος Δανιὴλ, μεταφέρει πρὸς τὸν Ἀμελάσαρ
1.159
τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κη δεμόνα αὐτοῦ τε καὶ Ἀνανία, καὶ
1.160
Ἀζαρία, καὶ Μισαὴλ, καί φησι· ιβʹ, ιγʹ." Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα,
1.161
καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώμεθα, καὶ ὕδωρ πιώμεθα. Καὶ
1.162
ὀφθήτωσαν ἐν ώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων
1.163
τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου." Οὐ
1.164
δὲν τῆς εἰς Θεὸν πίστεως ἰσχυρότερον, καὶ δὴ τοῦτο πολλαχόθεν καὶ ἄλλοθεν ἔστι
1.165
μαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου Δανιὴλ ῥημάτων. Τὸ γὰρ πιστεῦσαί
1.166
τε καὶ θαῤῥῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται, καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶ
1.167
τρυφώντων, καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς, εὐπρεπέστερός τε καὶ
1.168
περικαλλέστερος φανήσεται καὶ μείζων, ποίαν εὐσεβείας ὑπερβολὴν καταλείπει;
1.169
Καλῶς δὲ καὶ τῷ πιθανῷ τὴν ἱκετείαν ἐκέρασε·" Πείρασον γὰρ, φησὶ, τοὺς παῖδάς
1.170
σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώ μεθα, καὶ
1.171
ὕδωρ πιώμεθα·" καὶ γενοῦ σὺ τῶν προσ ώπων κριτής· κἂν εὕρῃς βλάβην τινὰ
1.172
γινομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς
1.173
δὲ οὐκ ἀντιλέξομεν. Τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ, καὶ τῶν θείων
1.174
νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν, ὁ δὲ τὴν
1.175
ἱκετείαν ἐδέχετο. ιδʹ, ιεʹ." Καὶ εἰσήκουσε γὰρ αὐτῶν, φησὶν, εἰς τὸ ῥῆμα τοῦτο, καὶ
1.176
ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. Καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ἑωράθησαν αἱ
1.177
ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν
1.178
τράπεζαν τοῦ βασιλέως." Ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης, καὶ τὰς
1.179
ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένῳ· τῆς γὰρ
1.180
θείας χάριτος ἀπολαύσαντες ὤφθησαν ἀμείνους πολλῷ τῶν τῆς βασιλικῆς
1.181
ἀπολαυόντων τραπέ ζης. ιϛʹ." Καὶ ἐγένετο Ἀμελάσαρ ἀναιρούμενος τὸ δεῖπνον
1.182
αὐτῶν, καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα." Καὶ διπλοῦν
1.183
ἐκαρ πώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν, ὡς δυνατὸν καὶ νηστείᾳ χρώμενον
1.184
σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκεί νοις
1.185
χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προ θυμότερον αὐτοῖς ἐχορήγει τὰ
1.186
ποθούμενα σπέρματα· εἶτα, ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διηγήσατο, ἀναγ καίως καὶ
1.187
τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ, καί φησι· ιζʹ." Καὶ τοῖς παιδαρίοις
1.188
τοῖς τέσσαρσιν ἔδωκεν αὐτοῖς ὁ Θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμ ματικῇ
1.189
σοφίᾳ." Οὐ γὰρ ἡ Χαλδαίων, φησὶ, παι δεία συνετοὺς αὐτοὺς ἀπέφηνε, καὶ σοφίας
1.190
ἁπάσης ἐνέπλησεν, ἀλλ' ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας καὶ πάσης
1.191
ἐπιστήμης ἀξιωθέντες, κρείττους ἁπάντων ἐδείχθησαν." Καὶ Δανιὴλ, φησὶ, συνῆκεν
1.192
ἐν πάσῃ ὁράσει, καὶ ἐνυπνίοις." Παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα, οὐκ ὄναρ
1.193
μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν δὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα·
1.194
τὸ γὰρ συνῆκε τοῦτο παραδηλοῖ. Διδασκόμεθα δὲ κἀντεῦθεν, ὡς οὐκ οἶδεν ἡλικίας
1.195
διαφορὰν ὁ τῶν ὅλων Θεὸς, ἀλλ' εὐσέβειαν μόνον καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὕρῃ
1.196
ταύτην ἐν νέῳ, πολ λῶν τοῦτον προτίθησι πρεσβυτέρων. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ
1.197
Ἰωσὴφ ἔστιν αὐτὸν εὑρεῖν πεποιηκότα, καὶ ἐπὶ Σαμουὴλ τοῦ προφήτου· παιδίῳ γὰρ
1.198
ὄντι κομιδῇ νέῳ, καὶ ἐπεφάνη, καὶ τὰς κατὰ τοῦ πρε σβύτου τιμωρίας προαγορεύειν
1.199
ἐκέλευσεν, εἰς κατ ηγορίαν μὲν τοῦ γεγηρακότος, ἀπόδειξιν δὲ τῆς ἐπ ανθούσης τῷ
1.200
μειρακίῳ χάριτος. ιηʹ– κʹ." Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ
1.201
βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον
1.202
Ναβουχοδονόσορ. Καὶ ἐλάλησε μετ' αὐτῶν ὁ βασιλεὺς, καὶ οὐχ ηὑρέθησαν ἐκ
1.203
πάντων αὐτῶν ὅμοιοι Δανιὴλ, Ἀνανίᾳ, Ἀζαρίᾳ καὶ Μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ
1.204
βασιλέως. Καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὑπὲρ ὧν ἐζήτησε παρ' αὐτῶν ὁ
1.205
βασιλεὺς, ηὗρεν αὐ τοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους,
1.206
τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ." Ἀλλ' ὁ μὲν Ἀμελάσαρ ᾔδει τὴν τῶν ἐδεσμάτων
1.207
διαφορὰν, καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς ἴσως
1.208
ἐγνώκει τούτων οὐδέν. Πῶς γὰρ ἔμαθε, τῆς μὲν τροφῆς ὁμοίως παρ' αὐ τοῦ
1.209
χορηγουμένης, ὑπὸ δὲ τοῦ Ἀμελάσαρ ἀναλισκο μένης; Ἀλλ' ὅμως οὐ σμικρὰν καὶ
1.210
οὗτος ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλε γέντων
1.211
ἀμείνους εὑρὼν, κάλλει τε καὶ μεγέθει σώματος, σοφίᾳ τε καὶ συνέσει ψυχῆς, ῥυθμῷ
1.212
τε λόγων καὶ πάσῃ λογικῇ ἐπιστήμῃ. Τὰς δὲ συγκρίσεις οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ'
1.213
ἐρωτήσεις τινὰς προσ αγαγὼν, τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκα λον, καὶ
1.214
ηὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας·
1.215
καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων πάντων ἐθνῶν Ἰουδαῖοι σοφώτεροι. Ταῦτα
1.216
εἰρηκὼς ἐπήγαγε καʹ." Καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως." Οὐχ
1.217
ἁπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆ
1.218
σαι θελήσας. Τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξε, καὶ τὸ τέλος
1.219
προστέθεικεν, ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθω μεν ἅπαντα τῆς
1.220
προφητείας τὸν χρόνον. Πρὸς δὲ τού τοις ἡμᾶς διδάσκει, ὅτι καὶ τὸν ποιησάμενον
1.221
τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο Κῦρον, καὶ τῷ παρόντι βίῳ παραψυχῆς
1.222
ἀπήλαυσε τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς
1.223
βασιλείας ἐπανελθεῖν ὁ Κῦρος εἰς τὴν Ἰουδαίαν τοὺς βουλομένους Ἰουδαίους
1.224
προσέταξε, καὶ τὸν θεῖον ἀνήγειρε νεὼν, παρ' αὐτοῦ τοῦ μακαρίου Δανιὴλ τὴν
1.225
Ἡσαΐου τοῦ προφήτου πρόῤῥησιν διδαχθείς· ἐκεῖνος γὰρ διαῤῥήδην ἐβόα·" Λέγων
1.226
Ἱερου σαλὴμ, Οἰκοδομηθήσῃ· καὶ ταῖς πόλεσι τῆς Ἰου δαίας, Κατοικισθήσεσθε· ὁ
1.227
λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσειν."–" Τάδε λέγει Κύριος τῷ
1.228
χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ, ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη,
1.229
καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ γὰρ προ πορεύσομαι πρὸ προσώπου σου, καὶ
1.230
ὄρη ὁμαλιῶ· πύλας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω,
1.231
θησαυροὺς σκοτεινοὺς ἀποκρύφους ἀορά τους ἀνοίξω σοι." Ταῦτα μαθὼν ὁ Κῦρος
1.232
τοῖς βου λομένοις τῶν Ἰουδαίων τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπ άνοδον ἐχαρίσατο· καὶ ἡ
1.233
βίβλος δὲ τῶν Παραλειπο μένων τὸν χρόνον ἡμᾶς διδάσκει." Ἔτους γὰρ, φησὶ,
1.234
πρώτου Κύρου, τοῦ βασιλέως Περσῶν, μετὰ τὸ πλη ρωθῆναι ῥῆμα Κυρίου διὰ
1.235
στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου, τοῦ βασιλέως Περσῶν, καὶ
1.236
παρήγγειλε Κῦρος κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὑτοῦ ἐν λόγοις Γραφῆς, λέγων·
1.237
Τάδε λέγει Κῦρος ὁ βασιλεὺς Περσῶν· Πάσας τὰς βασι λείας τῆς γῆς ἔδωκέ μοι Κύριος
1.238
ὁ Θεὸς τοῦ οὐρα νοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν
1.239
Ἱερουσαλὴμ, τῇ ἐν τῇ Ἰουδαίᾳ· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; Κύριος ὁ Θεὸς
1.240
ἔσται μετ' αὐτοῦ, καὶ ἀναβήτω." Τούτου χάριν καὶ ὁ μακάριος Δανιὴλ τὸν τῆς
1.241
προφητείας διδάσκων χρόνον, ἐν τέθεικε τοῖς Ἰουδαίων συγγράμμασι τό·" Ἐγένετο
1.242
Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως." Ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν
1.243
διαναπαύσαντες, τὸν ἀγαθὸν Δεσπότην ὑμνήσωμεν, τὸν πατάσσοντα καὶ ἰώμενον,
1.244
μαστιγοῦντα καὶ ἰατρεύοντα, τιμωρίᾳ καὶ φιλανθρωπίᾳ χρώμενον· αὐτῷ ἡ δόξα εἰς
1.245
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note