Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Interpretatio in Danielem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
αʹ." Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Να βουχοδονόσορ
2.1.2
ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ'
2.1.3
αὐτοῦ." Ἐντεῦθεν μανθάνομεν, ὡς εὐθὺς καὶ παρα χρῆμα τῆς βασιλείας ἀρξάμενος
2.1.4
ἐπεστράτευσε τῇ Ἰουδαίᾳ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ, καὶ τὸν μὲν
2.1.5
ἐκέλευσε φέρειν δασμὸν, τοὺς δὲ λαβὼν αἰχμαλώτους εἰς τὴν τῶν Ἀσσυρίων
2.1.6
ἀπήγαγε χώραν. Μαρτυρεῖ δὲ καὶ Ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις, οὑτωσὶ λέγων·
2.1.7
" Ὁ λόγος ὁ γενόμενος ἐπὶ Ἱερεμίαν τὸν προφήτην, ἐπὶ πάντα τὸν λαὸν Ἰούδα, ἐν τῷ
2.1.8
ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, οὗτος ἐνιαυτὸς πρῶτος τῷ
2.1.9
Ναβου χοδονόσορ, βασιλεῖ Βαβυλῶνος." Εὑρίσκομεν τοίνυνἐνταῦθα, ὡς τοῦ
2.1.10
τρίτου ἔτους τῆς βασιλείας πληρου μένου τῷ Ἰωακεὶμ βασιλεύσας ὁ
2.1.11
Ναβουχοδονόσορ τὴν κατὰ τῶν Ἰουδαίων στρατείαν ἐποιήσατο· ἐν ἀρχῇ δὲ τοῦ
2.1.12
τετάρτου ἔτους ὁ προφήτης Ἱερεμίας παραίνεσιν τῷ λαῷ προσφέρων, ἔφη πρῶτον
2.1.13
εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῷ βασιλεῖ Ναβουχοδονόσορ. Καὶ ὁ μακάριος δὲ Δανιὴλ
2.1.14
τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ
2.1.15
βασιλέως Ἰούδα, ἐπήγαγε νῦν·" Ἐν τῷ ἔτειτῷ δευτέρῳ τῆς βασιλείας
2.1.16
Ναβουχοδονόσορ ἐνυπνιά σθη ἐνύπνιον." Ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικε, ἀλλ' ἵνα
2.1.17
καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν. Τούτου χάριν καὶ οἱ θεῖοι προφῆται,
2.1.18
μεμνημένοι τῶν βασιλέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν." Ἐν τῷ ἔτει
2.1.19
τοίνυν τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη
2.1.20
τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ. (βʹ.) Καὶ εἶπεν ὁ βασιλεὺς τοῦ
2.1.21
καλέσαι τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, καὶ τοὺς φαρμακοὺς, καὶ τοὺς Χαλ δαίους,
2.1.22
τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ." Ἡ μὲν οὖν τοῦ Θεοῦ οἰκονομία τοῖς
2.1.23
ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτοῦ τὸ ἐνύπνιον ποιῆσαι βουλόμε νος τὸν οἰκεῖον
2.1.24
προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σω τηρίους ἐντεῦθεν δέξηται παραινέσεις, δεδίττεται
2.1.25
μὲν αὐτὸν τῷ ἐνυπνίῳ, ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην. Ἀλλ' ὥσπερ δήλη
2.1.26
τοῦ Θεοῦ τῶν ὅλων ἡ προμήθεια, οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσι καὶ ἡ τοῦ
2.1.27
βασιλέως παράνοια. Πῶς γὰρ οὐκ ἄκρας παραπληξίας τὸ παρ' ἑτέρων ζητεῖν τοῦ
2.1.28
ἐνυπνίου τὴν μνήμην; Ἀλλ' ὅμως, κληθέντες, φησὶν," ἦλ θον, καὶ ἔστησαν ἐνώπιον
2.1.29
τοῦ βασιλέως." γʹ, δʹ." Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· Ἐνυπνιά σθην ἐνύπνιον, καὶ
2.1.30
ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον. Καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ
2.1.31
βασιλεῖ Συριστὶ, καὶ εἶπον· Βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς
2.1.32
παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν." Καὶ τὴν μὲν αἴτησιν τῷ ὄντι
2.1.33
ἀκόλουθον ἐποιήσαντο· ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ἦν
2.1.34
διανοίας θείας ἑρμηνεύειν ἀποκαλύψεις δίχα τῆς ἄνωθεν συνεργείας. Συριστὶ δὲ τὴν
2.1.35
διάλεξιν οἱ Χαλδαῖοι πεποίηνται, ὡς ἐκ διαφόρων συνειλεγμέ νοι ἐθνῶν, καὶ ἰδίαν
2.1.36
μὲν γλῶτταν ἐχόντων ἑκά στου, κοινῇ δὲ πάντων τῇ Σύρων χρωμένων, διδάξαι
2.1.37
βουλόμενοι τὸ τῆς ἀποκρίσεως ἀκόλουθον. Ἀλλ' οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα
2.1.38
βασιλέα μὴ ἀπαιτεῖν παρ' ἀνθρώπων τὰ παρὰ τὴν φύσιν. εʹ, ϛʹ." Ἀπεκρίθη γὰρ εὐθὺς
2.1.39
ὁ βασιλεὺς, καὶ εἶπε τοῖς Χαλδαίοις· Ὁ λόγος ἀπέστη μου· ἐὰν οὖν μὴ γνωρίσητέ μοι
2.1.40
τὸ ἐνύπνιον, καὶ τὴν σύγ κρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι
2.1.41
ὑμῶν διαρπαγήσονται. Ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι,
2.1.42
δόματα καὶ δω ρεὰς, καὶ τιμὴν πολλὴν λήψεσθε παρ' ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν
2.1.43
σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι." Ταῦτα δὲ οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες,
2.1.44
ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομίσαι, ἢ τῇ ἀπειλῇ
2.1.45
τῶν κακῶν, ἢ τῇ ὑποσχέσει τῶν ἀγαθῶν, πλείονα τοῖς Χαλδαίοις ἐγ γενήσεσθαι
2.1.46
γνῶσιν. (ζʹ.) Αὐτίκα τοίνυν ἐκεῖνοι πρὸς αὐτὸν ἔφησαν·" Εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς
2.1.47
παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν." Τὴν μὲν γὰρ δουλείαν, φησὶν,
2.1.48
ὁμολογοῦμεν, ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν· καὶ ἑρμηνεῦσαι μὲν, εἰ μάθοιμεν, τὸ
2.1.49
ἐνύπνιον δυνησόμεθα, ἐρεῖν δὲ αὐτὸ, σοὶ μὲν γνωρισθὲν, εἶτα λήθῃ παραδοθὲν, οὐ
2.1.50
δυνά μεθα. Ἀλλ' οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο τοῦ ἐνυπνίου ζητῶν τὴν
2.1.51
ἀνάμνησιν. Ἀπεκρίθη γὰρ, φησὶν, ὁ βασιλεὺς, καὶ εἶπεν· ηʹ." Ἐπ' ἀληθείας οἶδα, ὅτι
2.1.52
καιρὸν ὑμεῖς ἐξαγο ράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπ' ἐμοῦ τὸ ῥῆμα. (θʹ.) Ἐὰν οὖν
2.1.53
τὸ ἐνύπνιον μὴ ἐπαγγείλητέ μοι, ἕν ἐστι τὸ δόγμα ὑμῶν, καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς
2.1.54
καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ
2.1.55
ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι."
2.1.56
Τούτων δὲ τῶν λόγων ἡ μὲν ἀπαίτησις αὐθάδης καὶ μανικὴ, ἡ δὲ κατηγορία λίαν
2.1.57
ἀληθής· Βούλεσθε γὰρ, φησὶ, μαθεῖν τὸ ἐνύπνιον, ἵνα κοινῇ τινα πλασάμενοι
2.1.58
ἑρμηνείαν ψευδῆ, φενακίσητέ με συνήθως, συνεργὸν λαμβάνοντες τοῦ χρόνου τὸ
2.1.59
μῆκος, καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες. Τούτων ἀκούσαντες οἱ Χαλδαῖοι
2.1.60
(ὡς γὰρ ἔοικεν, οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ' αὐτῷ παῤῥησίαν),
2.1.61
ἀποφαντικῶς λοιπὸν διαλέγον ται, καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν
2.1.62
ἀνάμνησιν. ιʹ." Οὐκ ἔστι γὰρ, ἔλεγον, ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις δυνήσεται
2.1.63
γνωρίσαι τὸ ῥῆμα τῷ βασιλεῖ, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον
2.1.64
οὐκ ἐπερωτᾷ ἐπαοιδὸν καὶ Χαλδαῖον. (ιαʹ.) Ὅτι ὁ λόγος, ὃν ὁ βασιλεὺς ἐπερωτᾷ,
2.1.65
βαρύς· καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀπαγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ' ἢ θεοὶ,
2.1.66
ὧν οὐκ ἔστιν ἡ κατοι κία μετὰ πάσης σαρκός." Ὅθεν οὐκ ἐνδέχεται γενέσθαι
2.1.67
καθάπερ οἴει. Ἀνθρώπινα, φασὶ, παρ' ἡμῶν ἐπιζήτησον, μὴ τὰ παρὰ τὴν φύσιν·
2.1.68
πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμόττει δικαίως τὴν βασι λείαν ἰθύνειν, καὶ τὰ
2.1.69
δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν· ἃ δὲ νῦν ἀπαιτεῖς, οὐ δικαίως ἀπαιτεῖς· οὐ γάρ
2.1.70
ἐστιν ἀνθρώπων τῶν σάρκα περικειμένων ἡτοιαύτη γνῶσις, ἀλλὰ τῆς
2.1.71
ἀσωμάτου φύσεως τῆς ἀκριβῶς ἅπαντα γινωσκούσης. Ταῦτα μὲν οὖν παρὰ τῶν
2.1.72
Χαλδαίων ἐῤῥέθη, προῳκονομεῖτο δὲ ἡ τοῦ Δανιὴλ ἀνάῤῥησις. Τούτων γὰρ
2.1.73
εἰρηκότων, Οὐκ ἔστιν ἀνθρώπων, ἀλλ' ἢ θεῶν, τὸ ταῦτα γινώσκειν, ὁ θεσπέσιος
2.1.74
Δανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα, ἀκριβῶς δὲ λίαν καὶ σαφῶς
2.1.75
ἑρμηνεύει· διδάσκει δὲ τὸν βασιλέα, ὅτι ἡ τοιαύτη γνῶσις οὐκ ἀνθρώπων ἐστὶ, τῶν
2.1.76
ἐπὶ τῆς γῆς ἑρπόντων, οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ τὰ σύμπαντα
2.1.77
πεποιηκότος Θεοῦ. Ἀλλὰ τούτων μὲν ἕκαστον ἐν τῷ οἰκείῳ χωρίῳ τὴν ἁρμόττουσαν
2.1.78
ἑρμηνείαν δέ ξεται. ιβʹ, ιγʹ." Τότε, φησὶν, ὁ βασιλεὺς ἐν θυμῷ πολλῷ καὶ ὀργῇ εἶπεν
2.1.79
ἀπολέσαι πάντας τοὺς σοφοὺς Βα βυλῶνος. Καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπ
2.1.80
εκτείνοντο, καὶ ἐζήτησαν τὸν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν." Τυραννικὸν,
2.1.81
ἀλλ' οὐ βασιλικὸν τὸ ἐγχείρημα, ἄδικον προφανῶς, καὶ δικαιοσύνης ἔρημον·
2.1.82
ἀλαζονεία γὰρ καὶ τῦφος προσλαβὼν ἐξ ουσίαν, ὄλεθρον μηχανᾶται τοῖς ὑπηκόοις
2.1.83
Ἰουδαίοις. Ἀλλ' ὁ θειότατος Δανιὴλ τὴν ἄδικον ταύτην σφαγὴν θεασάμενος,
2.1.84
πυνθάνεται τοῦ Ἀριὼχ, ὃς τὸν ὠμότα τον τοῦτον ἐνεχειρίσθη φόνον, λέγων·
2.1.85
" Ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ
2.1.86
βασιλέως;" Ἠγνόει γὰρ, ὡς ἔοικεν, ἅτε μὴ κληθεὶς εἰς τὸν σύλλογον τῶν σοφῶν
2.1.87
Βαβυλῶνος· οὐδέπω γὰρ τὰ τρία παρεληλύθει ἔτη, ἐν οἷς αὐτοὺς τῇ βασιλικῇ
2.1.88
τραφέντας τροφῇ μετὰ τὸν ῥητὸν τοῦτον χρόνον εἰσαχθῆναι προσέταξεν αὐτῷ τῶν
2.1.89
Βαβυλωνίων ὁ βασιλεύς. Εἰ δὲ πρὸ τούτων διηγήσατο τὸν λόγον, ὅτι καὶ εἰσῆλθον,
2.1.90
καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες, θαυμαζέτω μηδείς· ἐκεῖνο γὰρ τὸ
2.1.91
διήγημα συμπερᾶναι βουλη θεὶς, ἅπαντα σαφῶς ἐδίδαξε τὰ τηνικαῦτα συμ βάντα·
2.1.92
εἶτα μεταβαίνει λοιπὸν ἐφ' ἕτερον διήγημα τῶν ἐν τῷ μεταξὺ χρόνῳ γεγενημένων.
2.1.93
Ὅτι γὰρ οὐδέπω τῶν παῤῥησίαν ἐχόντων ἦν πρὸς τὸν βασι λέα, ἡνίκα τοὺς σοφοὺς
2.1.94
συνήγαγε Βαβυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ· ταύτην γὰρ ἀγνοῶν
2.1.95
τὴν αἰτίαν τὸν Ἀριὼχ ἠρώτα. Καὶ ἐπειδὴ ἔμαθε, θαῤῥεῖ μὲν τὴν πρὸς τὸν βασιλέα
2.1.96
διάλεξιν, ἀξιοῖ δὲ αὐτὸν ὀλίγον αὐτῷ χρόνον ἐνδοῦναι εἰς τὴν τοῦ ἐνυπνίου
2.1.97
ζήτησιν, καὶ τῆς ἑρμηνείας τὴν εὕρε σιν· εἶτα διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως
2.1.98
τρόπον, οὐκ αὐτὸς φιλοτιμούμενος, ἀλλ' ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν
2.1.99
ἐκκαλούμενος. ιζʹ, ιηʹ." Εἰσῆλθε γὰρ, φησὶ, Δανιὴλ εἰς τὸν οἶκον αὑτοῦ, καὶ τῷ
2.1.100
Ἀνανίᾳ, καὶ τῷ Ἀζαρίᾳ, καὶ τῷ Μισαὴλ, τοῖς φίλοις αὑτοῦ ἐγνώρισε τὸ ῥῆμα. Καὶ
2.1.101
οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως
2.1.102
μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ, μετὰ τῶν ἐπιλοίπωνσοφῶν
2.1.103
Βαβυλῶνος." Ἀληθῶς πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ
2.1.104
ψεύδους ἐργάται τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας, καὶ λογισμοῖς μόνοις
2.1.105
ἀνθρωπίνοις εὐσεβείας γεγυμνω μένοις χρώμενοι, πάντα καὶ λέγουσι καὶ
2.1.106
πράττουσιν εἰς ἀπάτην ἀνθρώπων· οἱ δὲ τρόφιμοι τῆς ἀληθείας λέγειν ἢ πράττειν
2.1.107
ἀνέχονται οὐδὲν δίχα τῆς ἄνω θεν βοηθείας· τὰ δὲ σφῶν αὐτῶν αἰτήματα τῆς πάντα
2.1.108
ἐφορώσης προμηθείας ἐξάπτοντες, ἱστᾶσιν ἀκίνητοι, μὴ κλονούμενοι, μηδὲ τῇδε
2.1.109
κἀκεῖσε περι φερόμενοι, ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων λογι σμῶν ἀπηλλαγμένοι.
2.1.110
Καὶ τούτου μάρτυς ὁ θεσπέσιος Δανιὴλ, ὀλίγον μὲν χρόνον αἰτήσας εἰς τὴν τοῦ
2.1.111
ἐνυπνίου εὕρεσιν, οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας, ἀλλ' εἰς
2.1.112
ἱκετείαν καὶ προσευχὴν, καὶ οὐδὲ ἑαυτῷ μόνῳ θαῤῥήσας, ἀλλὰ καὶ τοὺς ὁμοτρόπους
2.1.113
εἰς κοινωνίαν τῆς ἱκετείας λαβών· καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος. ιθʹ κβʹ." Τότε γὰρ,
2.1.114
φησὶ, τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη, καὶ ηὐλό γησε
2.1.115
Δανιὴλ τὸν Θεὸν τοῦ οὐρανοῦ. Καὶ εἶπεν· Εἴη τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ
2.1.116
εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ
2.1.117
ἐστι. Καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς
2.1.118
σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν. Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ
2.1.119
ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ φῶς μετ' αὐτοῦ ἐστιν." Διὰ πάντων τὴν
2.1.120
οἰκείαν εὐγνωμοσύνην δείκνυσι, καὶ πλέκει τὸν ὕμνον οὐχ ἁπλῶς, ἀλλὰ τῆς πλοκῆς
2.1.121
ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν. Προσήκει γὰρ, φησὶ, τὸν ἀΐδιον καὶ
2.1.122
αἰώνιον διηνεκῶς ἀνυμνεῖν Θεὸν, σοφίας ὄντα καὶ συνέσεως πηγὴν, ὀρθῶς ἅπαντα
2.1.123
καὶ ἀγαθῶς πρυτανεύοντα, καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς ἐλέγχοντα μὲν τὸ
2.1.124
τῆς ἀν θρωπίνης εὐημερίας ἀβέβαιον, δεικνύντα δὲ ἅπασιν ἐναργῶς τὴν οἰκείαν
2.1.125
ἰσχύν· χειροτονῶν γὰρ βασι λέας, πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥᾳδίως, καὶ διδοὺς
2.1.126
ἐξουσίαν ἀφαιρεῖται ταύτην, ὅταν ἐθέλῃ· καὶ σοφίας δὲ καὶ φρονήσεως οὗτός ἐστι
2.1.127
χορηγός· δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι αὐτὸν βου λομένοις·
2.1.128
ἀποκαλύπτει δὲ ὡς ἐθέλει τὰ μηδαμῶς φαινόμενα, ἀλλ' οἷόν τινι βυθῷ κρυπτόμενα
2.1.129
τῷ μη δέπω γενέσθαι· καὶ φῶς ὑπάρχων νοερὸν, φῶς οἰκῶν ἀπρόσιτον, ἀκριβῶς
2.1.130
ἅπαντα γινώσκει τὰ ἐν τῷ σκότει γινόμενα. κγʹ." Διό σοι, ὁ Θεὸς τῶν πατέρων μου,
2.1.131
ἐξομο λογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι, καὶ νῦν ἐγνώρισάς
2.1.132
μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ, ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοιτοῦ
2.1.133
γνωρίσαι τῷ βασιλεῖ." Τοιαῦται τῶν εὐσεβῶν αἱ ψυχαὶ, καὶ ἐν ταῖς χρείαις τὸν Θεὸν
2.1.134
ἐπιστάμεναι χορηγὸν, καὶ τοῖς αὐτοῦ λιμέσι προστρέχουσαι, καὶ μετὰ τὴν τῶν
2.1.135
ἀγαθῶν χορηγίαν οὐκ ἀνεχόμεναι λήθῃ παραδιδόναι τῶν δωρεῶν τὴν μνήμην, ἀλλ'
2.1.136
ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην Θεόν. Ἄξιον δὲ ἐπισημή νασθαι τοῦ θείου τούτου
2.1.137
ἀνδρὸς καὶ τὸ μέτριον φρό νημα· καὶ γὰρ καὶ τὴν αἴτησιν ποιούμενος, κοινω νοὺς
2.1.138
ἔλαβε τοὺς ὁμοτρόπους τῆς προσευχῆς, καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβε,
2.1.139
πάλιν αὐτῶν ἐμνη μόνευσεν. Οὐ γὰρ εἶπεν, Ἐγνώρισάς μοι ἃ ἠξίωσά σε, ἀλλ'," ἃ
2.1.140
ἠξιώσαμεν παρὰ σοῦ." Οὕτω τὸν θεῖον συμπεράνας ὕμνον· κδʹ." Καὶ εὐθὺς ἦλθε,
2.1.141
φησὶ, Δανιὴλ πρὸς Ἀριὼχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς
2.1.142
Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ· Τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με
2.1.143
ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τοῦ ὁράματος ἀναγγελῶ τῷ βασιλεῖ."
2.1.144
Πρέπων καὶ οὗτος τῷ προ φήτῃ ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν φίλων τῆς
2.1.145
ἀδίκου ἀπαλλαγῆναι σφαγῆς, ἀλλὰ καὶ τοῖς Χαλδαίοις πραγματεύεται σωτηρίαν,
2.1.146
ἐλπίζων διὰ τοῦδε τοῦ θαύματος, καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλ λάξειν, καὶ τῷ τῶν
2.1.147
ὅλων προσάξειν Θεῷ κεʹ." Ὁ δὲ Ἀριὼχ, τούτων ἀκούσας τῶν λόγων, σπουδῇ τὸν
2.1.148
Δανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ· Εὕρηκα ἄνδρα ἐκ τῶν
2.1.149
υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ."
2.1.150
Πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέ γονεν, ὅτι οὐδέπω τῆς τοῦ Δανιὴλ ἀρετῆς πεῖραν ὁ
2.1.151
βασιλεὺς εἰλήφει. Οὐ γὰρ, εἴπερ ἐγινώσκετο, ἀορί στως εἶπεν ὁ Ἀριώχ·" Εὕρηκα
2.1.152
ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ
2.1.153
ἀναγγελεῖ." κϛʹ." Ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος εἶπε τῷ Δανιὴλ, οὗ τὸ ὄνομα
2.1.154
Βαλτάσαρ· Εἰ δύνασαι ἀναγγεῖλαι τὸ ἐνύπνιον, ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ;"
2.1.155
Ἐπισημήνασθαι δεῖ καὶ τοῦτο, ὅτι Βαλτά σαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει, ἀλλ' ὅτε
2.1.156
τῷ βασιλεῖ διαλέγεται, ταύτην αὐτῷ τὴν προσηγορίαν ἐπιτε θεικότι. Ἐρωτηθεὶς δὲ
2.1.157
ὅμως, εἰ δύναιτο καὶ τὸ ἐνύπνιον, καὶ τὴν ἑρμηνείαν ἐπαγγεῖλαι τῷ βασι λεῖ,
2.1.158
ἀπεκρίνατο λέγων· κζʹ." Τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν,
2.1.159
μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν ἀναγγεῖ λαι τῷ βασιλεῖ. (κηʹ.) Ἀλλ' ἔστι Θεὸς ἐν
2.1.160
οὐρανῷ ἀποκαλύπτων μυστήρια." Θαυμαστῶς τῆς διδασκα λίας ἤρξατο· ἐκβαλὼν
2.1.161
γὰρ τὸν τῶν ἀφρόνων ἐκείνων χορὸν, καὶ γυμνώσας αὐτῶν τὴν ἀσθένειαν, τὸν
2.1.162
Θεὸν εἶναι ἔφη τῆς τῶν μυστηρίων ἀποκαλύψεως διδά σκαλον· προστέθεικε δὲ, ἐν
2.1.163
οὐρανῷ, τοὺς κάτω γινο μένους καὶ προσκυνουμένους ἐκβαλὼν θεούς. Καὶ
2.1.164
τῷ μὲν ἑνικῷ ὀνόματι τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄντων θεῶν, τῇ δὲ ἐν οὐρανῷ
2.1.165
διαγωγῇ τοὺς κάτω φαινομένους δείκνυσιν οὐ θεοὺς, ἀλλ' ἀπάτην ἀφορμὴν
2.1.166
ἔχουσαν τῶν ἀνθρώπων τὴν τέχνην." Οὗτος ἐγνώ ρισεν ὁ Θεὸς τῷ βασιλεῖ
2.1.167
Ναβουχοδονόσορ ἃ δεῖ γενέ σθαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν." Οὕτω προοιμια σάμενος,
2.1.168
πάλιν ἐπισπᾶται τῇ εὐλογίᾳ εἰς εὔνοιαν τοῦ βασιλέως τὴν ἀκοήν." Βασιλεῦ, γὰρ,
2.1.169
φησὶν, εἰς τοὺς αἰῶνας ζῆθι." Ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν, καὶ τὴν
2.1.170
ἑρμηνείαν ἐπάγειν, καὶ προλέγειν αὐτῷ τὴν τῆς βασιλείας κατάλυσιν, προ
2.1.171
οιμιαζόμενος· Εὐχὴ, φησὶν, ἐστὶν ἐμοὶ, ζῇν σε διηνεκῶς· μὴ τοίνυν ἐμοὶ ἐπιγράψῃς τὸ
2.1.172
ὑπὸ τοῦ ἐν υπνίου δηλούμενον. Εἶτά φησι·" Τὸ ἐνύπνιόν σου, καὶ αἱ ὁράσεις τῆς
2.1.173
κεφαλῆς σου, ἐπὶ τῆς κοίτης σου, τοῦτό ἐστι, βασιλεῦ." Ἀντὶ τοῦ· Ἃ νύκτωρ ἐθεάσω,
2.1.174
ταῦτά ἐστιν· κθʹ." Οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀν έβησαν, ἃ δεῖ γενέσθαι
2.1.175
μετὰ ταῦτα." Ἐλογίζου, φησὶ, κατακείμενος ἐπὶ τῆς κλίνης, εἴτε εἰς ἀεὶ ζήσῃ, εἴτε τῷ
2.1.176
νόμῳ τῶν ἀνθρώπων ὑπὸ τὸν θάνατον γενήσῃ· ἐπεθύμεις δὲ μαθεῖν καὶ τὰ μήπω
2.1.177
γεγε νημένα. Καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. Πανταχοῦ
2.1.178
δὲ τὸν ἕνα κηρύττει Θεὸν, τῆς πολυθεΐας ἐκβαλὼν τὴν πλάνην· εἶτα καὶ τοῦ οἰκείου
2.1.179
φρονήματος τὴν μετριότητα δείκνυσιν. λʹ." Ἐμοὶ γὰρ, φησὶν, οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ
2.1.180
ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας, τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ' ἕνεκεν τοῦ
2.1.181
τὴν σύγκρισιν τῷ βα σιλεῖ γνωρίσαι, καὶ ἵνα γνῷς τοὺς διαλογισμοὺς τῆς καρδίας
2.1.182
σου." Ταύτης γὰρ, φησὶ, τῆς ἀποκαλύψεως ἔτυχον, οὐκ ἐπειδὴ πάντων εἰμὶ τῶν
2.1.183
ἀνθρώπων σο φώτερος, ἀλλ' ἵνα σὺ μάθῃς ἃ μαθεῖν ἐπεθύμησας· ἐμοὶ δὲ διακόνῳ
2.1.184
ταύτης ἐχρήσατο τῆς γνώσεως, ὡς οἰκείῳ θεράποντι. Ἄρχεται τοίνυν τῆς
2.1.185
ἐξηγήσεως, καὶ λέγει πρῶτον αὐτὸ τὸ ἐνύπνιον. λαʹ– λγʹ." Σὺ, βασιλεῦ, ἐθεώρεις, καὶ
2.1.186
ἰδοὺ εἰκὼν μία, πολλὴ, ἡ εἰκὼν μεγάλη, καὶ ἡ ὄψις αὐτῆς, ὑπερφερὴς ἑστῶσα πρὸ
2.1.187
προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. Εἰκὼν, ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ, αἱ
2.1.188
χεῖρες, καὶ τὸ στῆθος, καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, καὶ κοιλία καὶ οἱ μηροὶ
2.1.189
χαλκοῖ. Αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδήρου, καὶ μέρος δέ τι
2.1.190
ὀστράκινον." Τέτταρας μὲν ὕλας διὰ τῶν προ ειρημένων ἐσήμανε, τὸν χρυσὸν, τὸν
2.1.191
ἄργυρον, τὸν χαλκὸν, τὸν σίδηρον· ὄστρακον γὰρ οὐ κατ' αὐτὸ εἶπεν, ἀλλὰ τῷ
2.1.192
σιδήρῳ συμμεμιγμένον. Δηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τε καὶ καθολικωτάτας
2.1.193
βασι λείας, αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν ἀλλήλας διαδεξάμεναι. Ὅτι
2.1.194
μὲν γὰρ καὶ ἄλλαι βασι λεῖαι συνέστησαν, καὶ ἐπὶ τοῦ παρόντος δὲ συνεστᾶσι, δῆλόν
2.1.195
ἐστι· οὐ μὴν τῶν πάντων ἢ τῶν πλειόνωνἔστιν αὐτὰς κρατούσας ἰδεῖν, ἀλλ'
2.1.196
ἢ ἑνὸς, ἢ δύο μόνον ἐθνῶν. Λέγει τοίνυν πρώτην ἁπάντων γεγενῆ σθαι τὴν τῶν
2.1.197
Ἀσσυρίων ἡγεμονίαν, ἥτις αὕτη ἐστὶν ἡ τῶν Βαβυλωνίων· Ἀσσύριοι γὰρ οὗτοι
2.1.198
κἀκεῖνοι· ἀλλὰ ποτὲ μὲν ἐν τῇ Νίνῳ, τῇ παρ' Ἑβραίοις Νινευῆ καλουμένῃ, τὰ
2.1.199
βασίλεια ἐσχήκασι, ποτὲ δὲ ἐν Βαβυλῶνι. Ὅτι δὲ μία ἐστὶν ἡ βασιλεία τούτων
2.1.200
κἀκείνων, καὶ αὐτὸς ὁ προφήτης μαρτυρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνιον, φησίν·" Ἡ
2.1.201
κεφαλὴ ἡ χρυσῆ σὺ εἶ, βασιλεῦ." Καὶ ὁ μακάριος δὲ Ἱερεμίας ὁ προφήτης φησί·
2.1.202
" Ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ οἴνου
2.1.203
αὐτῆς ἐπίοσαν ἔθνη· διὰ τοῦτο ἐσαλεύθησαν, καὶ ἄφνω ἔπεσε Βαβυλὼν, καὶ
2.1.204
συνετρίβη." Εἰ δὲ ἑτέρα ἦν παρὰ ταύτην ἡ τῶν Ἀσσυρίων βασιλεία ταύτης
2.1.205
πρεσβυτέρα, ποίαν ἄν τις ὕλην αὐτὴν καλέσειεν; Μαρτυρεῖ δὲ καὶ ὁ θειότατος
2.1.206
Μωσῆς ταῦθ' οὕτως ἔχειν· ἐν γὰρ τῇ κοσμογενείᾳ περὶ τοῦ Νεβρώδους εἰρηκὼς, ὅτι
2.1.207
γίγας κυνηγὸς ἔναντι Κυρίου, ἐπ ήγαγε·" Καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ
2.1.208
Βαβυλὼν, Ὀρὲχ καὶ Χαλάνη." Καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς Βαβυλωνίους
2.1.209
Ἀσσυρίους προσαγορεύου σι, καὶ μέχρι δὲ τοῦ παρόντος Ἀσσυρίαν αὐτὴν ὀνομάζουσι
2.1.210
Πέρσαι. Οὐκοῦν ἡ μὲν πρώτη ὕλη, ἥτις ἐστὶν ὁ χρυσὸς, τὴν Ἀσσυρίων καὶ
2.1.211
Βαβυλωνίων ση μαίνει βασιλείαν· κεφαλὴν δὲ αὐτὴν ὀνομάζει, ὡς πρώτην
2.1.212
γεγενημένην· ἡ δευτέρα δὲ, ἥτις ἐστὶν ὁ ἄργυρος, ἡ Περσῶν ἐστι καὶ Μήδων. Κῦρος
2.1.213
γὰρ ἑκατέρωθεν ὁρμώμενος, μητρόθεν μὲν ἐκ Μήδων, πατρόθεν δὲ ἐκ Περσῶν,
2.1.214
κατέλυσε μὲν Ἀσσυρίων, εἴτουν Βαβυλωνίων, τὴν βασιλείαν, μετατέθεικε δὲ τὴν
2.1.215
βασιλείαν εἰς Πέρσας. Στῆθος δὲ αὐτὸν προσ ηγόρευσε καὶ βραχίονας, ἵνα δείξῃ τὴν
2.1.216
πρὸς δύο ἔθνη συγγένειαν· διὰ μὲν γὰρ τῆς δεξιᾶς τὸ πα τρῷον αὐτοῦ σημαίνει
2.1.217
γένος, μητρῷον δὲ διὰ τῆς εὐωνύμου, ὧν τὴν συνάφειαν τὸ στῆθος πεπίστευται, τὴν
2.1.218
καρδίαν ἔχον τῶν λογισμῶν τὸ ταμεῖον, λογισμῷ δὲ καὶ τὰ γαμικὰ τελεῖται
2.1.219
συμβόλαια. Τὸν δὲ χαλκὸν προσηγόρευσε τὴν Μακεδονικὴν βασιλείαν μετὰ τὴν
2.1.220
Περσικὴν ἀναφανεῖσαν, καὶ αὐτὴν ὁμοίως ἁπάντων κρατήσασαν. Κοιλίαν δὲ αὐτῇ
2.1.221
καὶ τοὺς μηροὺς ἀπένειμε, τήν τε μοναρχίαν τοῦ Ἀλεξάνδρου διὰ τῆς κοιλίας
2.1.222
μηνύων, καὶ διὰ τῶν μηρῶν τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γεγενημένην τῆς
2.1.223
βασιλείας διαί ρεσιν. Σίδηρον δὲ τὴν Ῥωμαϊκὴν προσηγόρευσε βα σιλείαν· αὕτη δὲ
2.1.224
τὴν Μακεδονικὴν διεδέξατο· ἀπ ένειμε δὲ αὐτῇ τὰς κνήμας, ἅτε δὴ περὶ τὸ τέλος
2.1.225
οὔσας τοῦ παντὸς σώματος, καὶ φέρειν ἅπαν δυνα μένας τὸ σῶμα· τὰς δὲ τῶν ποδῶν
2.1.226
βάσεις, σιδηρᾶς μὲν καὶ αὐτὰς, ὀστράκῳ δὲ ἀναμεμιγμένας. Διὰ δὲ τούτου οὐχ ἑτέραν
2.1.227
αἰνίττεται βασιλείαν, ἀλλὰ τὴν αὐτὴν ἀσθενεστέραν ἑαυτῆς ἐσομένην, καὶ τῇ τοῦ
2.1.228
81. 1300 ὀστράκου ἀσθενείᾳ συμμεμιγμένην. Τὴν δὲ τῶν ὑλῶν διαφορὰν ἀνέθηκεν,
2.1.229
οὐ τῆς τιμῆς, ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον· τοῦ μὲν γὰρ χρυσοῦ ὁ ἄργυρος
2.1.230
στεγανώτερος· τοῦ δὲ ἀργύρου στεῤῥότερος ὁ χαλκός· ὁ δὲ σίδηρος καὶ αὐτοῦ τοῦ
2.1.231
χαλκοῦ πολλῷ τῷ μέτρῳ στερεμνιώτερος. Ἡ διαφορὰ τοίνυν οὐκ ἐν τῇ τιμῇ, ἀλλ' ἐν
2.1.232
τῇ ἰσχύϊ τε καὶ δυνάμει. Ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν
2.1.233
τούτων ἐθεάσατο τὴν συνθήκην· οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ μά την ὑπὸ τοῦ Θεοῦ τῶν
2.1.234
ὅλων ἀποκαλύπτεται. Ἡ εἰκὼν σχήματα, ἀλλ' οὐ πράγματα, ἔχει. Τοιοῦτος δὲ ὁ
2.1.235
παρὼν βίος, οὐδὲν ἔχων διαρκὲς, οὐδὲ μόνιμον· διὸ καὶ ὁ μακάριος Παῦλος ἐβόα, ὅτι
2.1.236
" Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου." Καὶ ἀλλαχοῦ παραινῶν λέγει·" Μὴ
2.1.237
συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ." Καὶ ὁ μα κάριος Δαβὶδ τῆς ἀνθρωπίνης εὐημερίας
2.1.238
διελέγχων τὸ μάταιον, φησί·" Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν."
2.1.239
Μέντοι γε ἐν εἰκόνι διαπορεύε ται ἄνθρωπος, θησαυρίζει, καὶ οὐ γινώσκει τίνι
2.1.240
συνάξει αὐτά. Ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος ὀξυῤ ῥόπους ἔχει τὰς μεταβολὰς
2.1.241
(θνητὰ γὰρ ἅπαντα τὰ ὁρώμενα, καὶ πρόσκαιρα, καὶ ἐπίκηρα), καὶ ἡ εἰκὼν δὲ τῶν
2.1.242
μὲν πραγμάτων τὴν ἐνέργειαν οὐκ ἔχει, μόνα δὲ τὰ σχήματα δείκνυσι βασιλέων, καὶ
2.1.243
ἀρχόντων, καὶ ὑπηκόων, πρὸς δὲ τούτοις καὶ αὐτὸ τὸ σχῆμα εὐδιά λυτον ἔχει·
2.1.244
εἰκότως ὁ τῶν ὅλων Θεὸς τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουληθεὶς βασιλέα τῆς
2.1.245
ἀνθρω πίνης ὀφρύος τὸ μάταιον, καὶ διδάξαι, ὅτι ῥᾴστην ἔχει τὰ ἀνθρώπινα τὴν
2.1.246
μεταβολὴν, εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησι, τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις,
2.1.247
τὰς συχνὰς καὶ ἐπαλλήλους διδάσκων τῶν βασιλέων διαδοχὰς, καὶ πείθων ἅπαντας,
2.1.248
ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος, ἄναρχόν τε καὶ ἀτε λεύτητον, καὶ
2.1.249
ἁπαξαπλῶς αἰώνιον τὴν βασιλείαν. Τούτοις ἐπάγει ὁ μακάριος Δανιὴλ τὰ λοιπὰ τοῦ
2.1.250
ἐν υπνίου διδάσκων. λδʹ, λεʹ." Ἐθεώρεις, ἕως ὅτου ἀπεσχίσθη λίθος ἀπὸ ὄρους ἄνευ
2.1.251
χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ
2.1.252
ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. Τότε ἐλεπτύνθησαν εἰσάπαξ ὁ σίδηρος, τὸ ὄστρακον, ὁ
2.1.253
χαλκὸς, ὁ ἄρ γυρος, ὁ χρυσὸς, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ
2.1.254
ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ πᾶς τόπος οὐχ ηὑρέθη ἐν αὐτοῖς, καὶ ὁ
2.1.255
λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν."
2.1.256
Τοιοῦτον τοῦ ἐνυπνίου τὸ τέλος· προσήκει δὲ κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας.
2.1.257
Ζητήσωμεν τοίνυν πρότε ρον, τίς λίθος προσαγορευόμενος, καὶ βραχὺς πρό τερον
2.1.258
φαινόμενος, ὕστερον ἐδείχθη μέγιστος, καὶ τὴν οἰκουμένην ἐκάλυψεν. Οὐκοῦν
2.1.259
ἀκούσωμεν αὐτοῦ τοῦ Θεοῦ διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·" Ἰδοὺ τίθημι ἐν
2.1.260
Σιὼν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, ἔντι μον, ἐκλεκτὸν, εἰς τὰ θεμέλια αὐτῆς, καὶ
2.1.261
πᾶς ὁπιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ." Ἀκού σωμεν δὲ καὶ τοῦ
2.1.262
μακαρίου Δαβὶδ προθεσπίζοντος, καὶ βοῶντος·" Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδο
2.1.263
μοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας." Ταύ την δὲ τὴν μαρτυρίαν καὶ αὐτὸς ὁ
2.1.264
Δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις Ἰουδαίοις προσήνεγκεν," Οὐκ
2.1.265
ἀνέγνωτε, λέγων· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς
2.1.266
κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς
2.1.267
ἡμῶν;" Καὶ ὁ μακάριος δὲ Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, καὶ τοῦ Κυρίου τὴν
2.1.268
προφη τείαν εἰς μέσον παραγαγὼν, φησίν·" Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς παρ'
2.1.269
ὑμῶν τῶν οἰκοδο μούντων, ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας." Καὶ ὁ μα κάριος δὲ
2.1.270
Παῦλός φησιν·" Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν,
2.1.271
ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ." Καὶ ἀλλαχοῦ φησι·" Θεμέλιον οὐδεὶς
2.1.272
δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός." Καὶ πάλιν·" Ἔπινον,
2.1.273
φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός." Οὐκοῦν ὑπὸ
2.1.274
Παλαιᾶς καὶ Νέας Διαθήκης διδασκόμεθα τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν
2.1.275
προσηγορεῦ [σ] θαι λί θον. Οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν, γεννηθεὶς ἐκ
2.1.276
Παρθένου γαμικῆς κοινωνίας χωρίς· οἶδε δὲ πολλάκις καὶ τὴν παρὰ φύσιν γέννησιν
2.1.277
λα τομίαν ἡ θεία προσαγορεύειν Γραφή. Ἰουδαίους γὰρ Ἡσαΐας, τῆς παρὰ φύσιν
2.1.278
γενομένης τῷ Ἀβραὰμ παιδογονίας ἀναμιμνήσκων," Ἐμβλέψατε, ἔλεγεν, εἰς τὴν
2.1.279
στερεὰν πέτραν, ἐξ ἧς ἐλατομή θητε." Οὐκοῦν ὄρος μὲν ἡ Δαβιδικὴ φυλὴ, λίθος δὲ ὁ
2.1.280
Χριστὸς κατὰ τὸ ἀνθρώπινον, οὐ κατὰ τὸν νόμον τῆς φύσεως τμηθείς· οὗτος δὲ
2.1.281
πάλαι σμικρὸς φαινό μενος, δι' ἣν περιέκειτο φύσιν, ἀθρόον ἐδείχθη ὄρος μέγιστον,
2.1.282
πᾶσαν πληρώσας τὴν οἰκουμένην." Ἐπλη ρώθη γὰρ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν
2.1.283
Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας" Οὗτος πατά ξει τὴν εἰκόνα ἐπὶ τοὺς
2.1.284
πόδας τοὺς ὀστρακίνους καὶ σιδηροῦς, τουτέστι, καὶ τὴν ἐσχάτην καταπαύσει
2.1.285
βασιλείαν, φροῦδόν τε καὶ ἀφανῆ ποιήσει. Οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται βασιλεία,
2.1.286
ἀλλὰ τὴν οἰκείαν γυμνώσει, καὶ πᾶσι ταύτην ὑποδείξει· ἐκείνων δὲ τῶν βασιλειῶν
2.1.287
ἁπασῶν καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην κονιορτοῦ δίκην, ἐξ ἅλωνος μὲν τικτομένου,
2.1.288
ὑπὸ δὲ πνεύματος σκεδαννυμένου. Οὕτω τὸ ἐνύπνιον ἅπαν εἰρηκὼς τῷ βασιλεῖ,
2.1.289
ἐπήγαγε· λϛʹ, λζʹ." Τοῦτό ἐστι τὸ ἐνύπνιον, καὶ τὴν σύγκρι σιν αὐτοῦ ἐροῦμεν
2.1.290
ἐνώπιον τοῦ βασιλέως. Σὺ βασιλεῦ, βασιλεὺς βασιλέων." Οὐ κολακεύων τοῦτο
2.1.291
81. 1304 εἴρηκεν, ἀλλὰ τῇ συνήθει προσηγορίᾳ χρησάμενος· κατὰ γὰρ πάντων τῶν
2.1.292
ἐθναρχούντων, βασιλέων ὀνο μαζομένων, εἶχε τὸ κράτος." Σὺ, φησὶ, βασιλεῦ,
2.1.293
βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασι λείαν κραταιὰν καὶ ἰσχυρὰν καὶ
2.1.294
ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ." Οὐ γὰρ ἀπὸ ἰσχύος, φησὶν, ἀνθρω πίνης πάντων
2.1.295
περιγεγένησαι, ἀλλὰ τοῦ Θεοῦ, τοῦ τὴν ἐπουράνιον ἔχοντος βασιλείαν, ταύτην σοι
2.1.296
δεδω κότος τὴν ἐξουσίαν, ὥστε τῶν ἐν παντὶ τόπῳ ὄντων ἀνθρώπων ἡγεμονεύειν τε
2.1.297
καὶ βασιλεύειν, ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων. Θηρία τε ἀγροῦ καὶ πετεινὰ
2.1.298
οὐρανοῦ δέδωκεν ἐν τῇ χειρί σου, καὶ κατ έστησέ σε κύριον πάντων. Καὶ θηρία μὲν
2.1.299
καλεῖ τοὺς θηριωδέστερον ζῶντας βαρβάρους, πετεινὰ δὲ τοὺς συνέσει
2.1.300
κεκοσμημένους, καὶ τῶν ἄλλων ἀνθρώ πων ὑπερτέρους, καὶ πτηνοὺς τὴν διάνοιαν.
2.1.301
Τούτων, φησὶν, ἁπάντων ἀπέφηνέ σε βασιλέα." Σὺ τοίνυν εἶ ἡ κεφαλὴ ἡ χρυσῆ·"
2.1.302
τουτέστιν, ἡ σὴ βασιλεία. Οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει, ἀλλὰ περὶ αὐ τῆς τῆς
2.1.303
βασιλείας. Καὶ γὰρ μετὰ τὴν τελευτὴν αὐ τοῦ, Εὐϊλὰδ Μαρωδὰχ ἐβασίλευσε τῶν
2.1.304
Βαβυλωνίων, καὶ μετ' ἐκεῖνον Βαλτάσαρ. Εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη, ὅτι
2.1.305
" Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ," πῶς νοήσομεν τό·" Ὀπίσω σου ἀναστήσεται βασιλεία
2.1.306
ἑτέρα ἥττων σου;" Οὔτε γὰρ τὴν τῶν υἱέων αὐ τοῦ βασιλείαν μηνύει, ἀλλὰ τὴν
2.1.307
Περσικήν. Οὐκοῦν κεφαλὴ ἡ χρυσῆ οὐκ αὐτὸς ὁ Ναβουχοδονόσορ, ἀλλὰ πᾶσα ἡ τῶν
2.1.308
Ἀσσυρίων, εἴτουν Βαβυλωνίων βασι λεία. λθʹ." Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία
2.1.309
ἑτέρα ἥττων σου." Ἡ Περσική· ἥττονα δὲ αὐτὴν καλεῖ, οὐχ ὡς ἀσθενεστέραν, ἀλλ' ὡς
2.1.310
δευτέραν." Καὶ βασι λεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκὸς, ἣ κυριεύσει πάσης τῆς γῆς." Τὴν
2.1.311
Μακεδονικὴν λέγει· ἐκυρίευσε δὲ πάσης τῆς γῆς Ἀλέξανδρος ὁ Φιλίππου, ἐν δώδεκα
2.1.312
ἔτεσι τῆς βασιλείας πάντας ὑποτάξας ἀνθρώ πους. μʹ." Καὶ βασιλεία τετάρτη ἔσται
2.1.313
ἰσχυρὰ, ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως
2.1.314
λεπτυνεῖ πάντα καὶ δαμάσει." Τὴν Ῥωμαϊκὴν λέγει βασιλείαν, ἰσχυροτάτην μὲν
2.1.315
γενομένην, καὶ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν περιγενομένην, δασμὸν δὲ καὶ
2.1.316
φόρον παρὰ πάντων κομισαμένην. Τὸ γὰρ λεπτυνεῖ ἐπὶ τούτου τέθεικε, τὸ δὲ
2.1.317
δαμάσει ἐπὶ τῆς ὑπακοῆς τε καὶ εὐταξίας, καὶ τῆς ἐννόμου πολιτείας. μαʹ." Καὶ ὅτι
2.1.318
εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύ λους, μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκου,
2.1.319
βασιλεία ἄλλη διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῇ, ὃν
2.1.320
τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλί νῳ." Ἄλλην οὐ κατὰ
2.1.321
τὸ γένος εἶπεν, ἀλλὰ κατὰτὴν ποιότητα τῆς δυνάμεως. Εἰ γὰρ κατὰ τὸ γένος
2.1.322
ἔλεγεν, ἄλλην εἶπεν ἂν αὐτὴν πέμπτην, ὥσπερ αὖ εἴρηκε τρίτην τε καὶ τετάρτην.
2.1.323
Ἐπειδὴ δὲ ἀσθενέ στερα οἶδε τῆς σιδηρᾶς βασιλείας τὰ τέλη, ἄλλην τέθεικε διὰ τὴν
2.1.324
ἀσθένειαν, καὶ μάλα εἰκότως. Σφό δρα γὰρ αὐτὴν ἰσχυροτάτην ἔδειξεν ἄνω· τοιαῦτα
2.1.325
γὰρ αὐτῆς τὰ πρῶτα. Ἀλλ' ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς παντελῶς ἀσθενῆ ἔσεσθαι
2.1.326
λέγει." Ἀπὸ γὰρ τῆς ῥίζης, φησὶ, τοῦ σιδήρου ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν
2.1.327
σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ. (μβʹ.) Καὶ οἱ δάκτυλοι τῶν ποδῶν,
2.1.328
μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστρά κου." Τοῦτο δὲ οὐδὲ τῆς ἡμετέρας ἑρμηνείας
2.1.329
προσδεῖται· αὐτὸς γὰρ ὁ Προφήτης ἑρμηνεύων, φησί·" Μέρος τι τῆς βασιλείας ἔσται
2.1.330
ἰσχυρὸν, καὶ ἀπ' αὐ τῆς ἔσται συντριβόμενον." Τούτοις ἐπάγει· μγʹ." Καὶ ὅτι εἶδες τὸν
2.1.331
σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ, συμμιγεῖς ἔσονται ἐν σπέρ ματι
2.1.332
ἀνθρώπων." Τοῦτο δὲ μάλιστα δείκνυσιν, ὡς οὐχ ἑτέρα ἐστὶν αὐτὴ ἡ βασιλεία παρὰ
2.1.333
τὸν σίδηρον, ἀλλ' ἡ αὐτὴ ἀσθενέστερον διακειμένη, καὶ μέρος μέν τι αὐτῆς ἰσχυρὸν,
2.1.334
μέρος δὲ ἀσθενές· συγγε νείας δὲ ὅμως θεσμὸς συνάψει τὴν ἀσθενῆ μοῖραν τῇ
2.1.335
ἰσχυρᾷ. Τὸ γὰρ," Συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων," τοῦτο δηλοῖ. Ἐπιμιξία,
2.1.336
φησὶ, τὶς ἔσται καὶ ἐπιγαμία τούτων κἀκείνων, ἀλλ' ὅμως ἡ διχόνοια τὰ τῆς
2.1.337
συγγενείας δίκαια διαφθερεῖ. Οὐκ ἔσονται γὰρ, φησὶ, προσκολλώμενοι οὗτος μετὰ
2.1.338
τού του, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται τῷ ὀστράκῳ. Ἡμεῖς μὲν οὖν οὕτω τὴν
2.1.339
ἑρμηνείαν τοῦ θεσπε σίου Δανιὴλ νενοήκαμεν· προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν
2.1.340
ἡρμηνευκότων τὰς δόξας εἰς μέσον παρα γαγεῖν· οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια
2.1.341
δειχθή σεται. Τινὲς τοίνυν τῶν συγγραφέων τὴν τετάρτην βασιλείαν, τουτέστι τὸν
2.1.342
σίδηρον, Ἀλέξανδρον ἔφασαν εἶναι τὸν Μακεδόνα· τοὺς δὲ πόδας καὶ τοὺς δακτύ
2.1.343
λους τῶν ποδῶν ἐκ σιδήρου καὶ ὀστράκου συγκειμέ νους, τοὺς μετ' αὐτὸν
2.1.344
βασιλεύσαντας Μακεδόνας, Πτολεμαίους, καὶ Σελεύκους, καὶ Ἀντιόχους, καὶ
2.1.345
Δημητρίους, τοὺς μὲν ἀσθενῶς, τοὺς δὲ λίαν ἀνδρι κῶς κρατήσαντας, καὶ ἐπιγαμίαν
2.1.346
δὲ ποιησαμένους καὶ τὴν ἀλλήλων ἀσπασαμένους συγγένειαν. Ἔδει δὲ αὐτοὺς
2.1.347
συνιδεῖν, πρῶτον μὲν ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν αὐτὸν ἔφη εἶναι τὸν
2.1.348
Ναβουχοδονόσορ, τουτ έστι, τὴν τῶν Βαβυλωνίων, εἴτουν Ἀσσυρίων, βασι λείαν·
2.1.349
διεδέξατο δὲ αὐτὴν ἡ Περσῶν καὶ Μήδων βασιλεία κατὰ ταυτόν· ὁ γὰρ Κῦρος ἐξ
2.1.350
ἑκατέρου ἔθνους ἦν ὁρμώμενος, καὶ τούτων κἀκείνων κρατῶν, τῶν Βαβυλωνίων
2.1.351
καταλύσας τὴν βασιλείαν ἐκρά τησε τῶν Περσῶν· τὴν δὲ Περσῶν δευτέραν οὖσαν
2.1.352
Ἀλέξανδρος ὁ Μακεδὼν καταλύει, καὶ αὐτὸν ἔφη ὁ μακάριος Δανιὴλ κυριεῦσαι
2.1.353
πάσης τῆς γῆς. Ταύτην τὴν βασιλείαν τρίτην ὠνόμασεν· οὐδεμία δὲ αὐ τὴν ἑτέρα,
2.1.354
ἀλλ' ἡ τῶν Ῥωμαίων διεδέξατο. Ἔδειτοιγαροῦν αὐτοὺς πρῶτον μὲν ἐκ τοῦ
2.1.355
ἀριθμοῦ, καὶ τῶν παραδηλωθέντων πραγμάτων συνιέναι, καὶ μα θεῖν, ὡς τρίτη ἐστὶν
2.1.356
ἡ τῶν Μακεδόνων βασιλεία, τουτέστιν ὁ χαλκός· τετάρτη δὲ ἡ Ῥωμαίων, τουτ έστιν
2.1.357
ὁ σίδηρος Εἰ δὲ καὶ ὅλως ἀσαφέστερα αὐ τοῖς ἔδοξεν εἶναι ἐκεῖνα, ἀπὸ γοῦν τοῦ
2.1.358
τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρόῤῥησιν· εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς
2.1.359
βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον τέλος, ἐπήγαγε· μδʹ." Καὶ ἐν ταῖς ἡμέραις τῶν
2.1.360
βασιλέων ἐκεί νων." Τουτέστι, τοῦ ὀστρακίνου καὶ τοῦ σιδηροῦ τὴν ἐπιμιξίαν
2.1.361
ἐχόντων, καὶ τὴν μετ' ἀλλήλων συγ γένειαν ἀσπασαμένων, ὁμόνοιαν δὲ μηδὲ ἐκ τῆς
2.1.362
συγ γενείας ἐσχηκότων." Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς
2.1.363
αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται.
2.1.364
Λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας. (μεʹ.)
2.1.365
Ὃν τρόπον εἶδες, ὅτι ἐτμή θη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ
2.1.366
ὄστρακον, καὶ τὸν σίδηρον, τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν." Ταῦτα δὲ
2.1.367
ἀντικρὺς δείκνυσι τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος, τῆς δὲ τῶν οὐρανῶν
2.1.368
βασιλείας τὸ ἀτελεύτητον. Τῆς γὰρ σιδηρᾶς βασιλείας ἀσθενῶς διατεθείσης, καὶ τοῦ
2.1.369
ὀστράκου τὴν ἐπιμι ξίαν λαβούσης, φανήσεται μὲν" ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν,
2.1.370
καὶ λεπτυνεῖ τὸ ὄστρακον, τὸν σίδηρον καὶ τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσὸν,"
2.1.371
καὶ φροῦδα ποιήσει παντελῶς, καὶ ἀδιάδοχον, καὶ αἰώ νιον, καὶ ἀπέραντον
2.1.372
βασιλείαν τοῖς ἀξίοις παρέξει." Εἰς γὰρ τοὺς αἰῶνας, φησὶν, οὐ διαφθαρήσεται, καὶ
2.1.373
λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· καὶ λεπτυνεῖ, καὶ δαμάσει πάσας τὰς βασιλείας, καὶ
2.1.374
αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας." Εἰ δέ τις ζυγομαχεῖ, καὶ ταῦθ' οὕτως ἔχειν οὐ
2.1.375
βούλεται, δειξάτω τί τῶν ἀνθρω πίνων αἰώνιον, ποία δὲ τῶν ἀνθρώπων βασιλεία
2.1.376
τέλος οὐ λήψεται. Εὔηθες γὰρ καὶ λίαν ἀνόητον, συντέλειαν μὲν ἀναμένειν τοῦ
2.1.377
παρόντος αἰῶνος, βασιλείαν δέ τινα λέγειν κατὰ τὸν παρόντα βίον ἀτελεύτητον
2.1.378
ἔσεσθαι. Εἰ δὲ καὶ αὐτοῖς συνδοκεῖ διὰ τούτων τῶν λόγων τὴν δοθησομένην ὑπὸ τοῦ
2.1.379
Θεοῦ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι, οὐκ ἄρα τὴν Μα κεδονικὴν βασιλείαν
2.1.380
ὠνόμασε σίδηρον· οὐδὲ γὰρ ἐκεί νης κρατούσης ὁ παρὼν βίος ἐδέξατο τέλος, ἀλλ' ἡ
2.1.381
Ῥωμαϊκὴ τὴν Μακεδονικὴν καταλύσασα κατέχει τῆς οἰκουμένης τοὺς οἴακας. Εἰ δέ
2.1.382
φασι τὴν προτέραν τοῦ Κυρίου παρουσίαν διὰ τούτων τῶν λόγων σημαί νεσθαι,
2.1.383
δειξάτωσαν καταλυθεῖσαν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν εὐθὺς μετὰ τὴν τοῦ
2.1.384
Σωτῆρος ἡμῶν ἐπι φάνειαν. Πᾶν γὰρ τοὐναντίον ἔστιν εὑρεῖν, κρα τυνθεῖσαν αὐτὴν,
2.1.385
ἀλλ' οὐ καταλυθεῖσαν ἅμα τῇ τοῦ Σωτῆρος γεννήσει. Αὐγούστου γὰρ βασιλεύοντος ὁ
2.1.386
Δεσποτικὸς ἐγένετο τόκος. Ὃς δεύτερος μὲν ἐβασίλευσε, πάντας δὲ ὡς ἔπος
2.1.387
εἰπεῖν. ἀνθρώπους ὑπηκόους ἐποιήσατο, ἀπεγράψατό τε πᾶσαν τὴν οἰκουμένην κατὰ
2.1.388
τὴν τῶν Εὐαγγελίων φωνὴν, καὶ δασμὸν φέρειν ἐνομοθέτησεν. Ὑπ' ἐκείνου δὲ ἡ
2.1.389
Ῥωμαίων κρατυνθεῖσα βασιλεία μέχρι καὶ νῦν διήρκε σεν. Οὐκοῦν εἰ ἡ προτέρα
2.1.390
γέννησις τοῦ Κυρίου τὴν Ῥωμαίων ἡγεμονίαν οὐ κατέλυσε, λείπεται τοίνυν αὐτοῦ
2.1.391
τὴν δευτέραν νοεῖν ἐπιφάνειαν. Ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν, καὶ
2.1.392
γενόμενος εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύ ψας, οὗτος ἐν τῇ δευτέρᾳ
2.1.393
παρουσίᾳ πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους, τουτέστιν, ἐν αὐτῷ
2.1.394
τῷ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγενημένης· καὶ πάσας
2.1.395
μὲν καταλύσει τὰς ἡγεμονίας, καὶ λήθῃ τινὶ παραδώσει, τὴν δὲ αἰώνιον αὑτοῦ
2.1.396
βασιλείαν τοῖς ἀξίοις παρέξει. Ταῦθ' οὕτως ἑρμηνεύσας ὁ Δανιὴλ ἀναγκαίως
2.1.397
ἐπήγαγεν·" Ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ, ἃ δεῖ γενέ σθαι μετὰ ταῦτα. Καὶ
2.1.398
ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πι στὴ ἡ σύγκρισις αὐτοῦ." Ἄξιον δὲ θαυμάσαι τὴν τοῦ
2.1.399
Θεοῦ τῶν ὅλων περὶ πάντας ἀνθρώπους κηδε μονίαν. Οὐδὲ γὰρ τοὺς δυσσεβείᾳ
2.1.400
συζῶντας τῆς οἰ κείας προμηθείας γυμνοῖ, ἀλλὰ καὶ τούτους πάσης ἐπιμελείας ἀξιοῖ,
2.1.401
ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβα ρον, καὶ θηριώδη, καὶ δυσσεβῆ οὐ καταλέλοιπεν
2.1.402
ἀτημέλητον, ἀλλὰ πρῶτον μὲν διὰ τῶν ἀποκαλύψεων τῆς εὐκληρίας τοῦ παρόντος
2.1.403
βίου δείκνυσιν αὐτῷ τὸ ἐπίκηρον, καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύῤῥοπον, καὶ ὅτι
2.1.404
οὐδὲν μόνιμον τῆς ἀνθρωπίνης εὐημερίας, ἀλλὰ δίκην ἀνθῶν ἢ κρίνων μαραίνεται
2.1.405
ἣ σβέν νυται. Καὶ ἱκανὰ ταῦτα ἦν τὴν ἀλαζονικὴν αὐτοῦ καὶ τετυφωμένην ὀφρὺν
2.1.406
καταλῦσαι, καὶ πεῖσαι φρο νεῖν ἀνθρώπινα, καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ
2.1.407
βασιλείας τὸ τέλος. Πρῶτον μὲν οὖν διὰ τούτων αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν,
2.1.408
ἔπειτα τῇ λήθῃ τοῦ ἐνυπνίου ἐλέγχει τὴν τῶν μάγων καὶ Χαλδαίων ψευ δολογίαν·
2.1.409
δείκνυσι δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν, καὶ διὰ τῆς τῶν θεραπόντων
2.1.410
σοφίας τὴν θείαν αὐτοῦ δύναμιν παραδηλοῖ, καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ
2.1.411
τοὺς ἀγνοοῦντας, μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησιν τοὺς
2.1.412
ἁγίους αὑτοῦ θεράποντας προσκυνεῖν ἀναγκάζει. Καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει.
2.1.413
μϛʹ." Τότε γὰρ, φησὶν, ὁ βασιλεὺς Ναβουχοδονό σορ ἐπὶ πρόσωπον ἔπεσε, καὶ τῷ
2.1.414
Δανιὴλ προσεκύ νησε, καὶ μαναὰ καὶ εὐωδίαν εἶπε σπεῖσαι αὐτῷ." Ἐνθυμήθητι δὲ,
2.1.415
ἡλίκον ἐκεῖνον τὸν ἀλαζόνα, τὸν μεμηνότα, τὸν καὶ Θεὸν εἶναι νομίσαντα (δι'
2.1.416
ἑτέρου γὰρ προφήτου φησὶν ὁ Θεὸς πρὸς αὐτόν·" Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεὸς"),
2.1.417
τὸν πάντας ἀν θρώπους ὑπηκόους ποιησάμενον, τὸν αἰχμάλωτον προσκυνεῖν τὸν
2.1.418
Ἰουδαῖον, τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα, καὶ ἡγεῖσθαι διὰ τούτου τὸν τούτου
2.1.419
προσκυνεῖν Θεόν. Τούτου γὰρ χάριν" μαναὰ καὶεὐωδίαν σπεῖσαι αὐτῷ,"
2.1.420
τουτέστι, λιβανωτὸν καὶ θυ μίαμα προσενεχθῆναι αὐτῷ ἐνετείλατο. Αἰνίττεται δὲ
2.1.421
διὰ τούτων ἡ ἱστορία, ὡς τοῖς δοκοῦσιν ἱερεῦσι τοῦτο ποιῆσαι παρεγγύησεν. Ὁ γὰρ
2.1.422
προσκυνήσας πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει, εἴπερ ἱερατεύειν εἰώθει.
2.1.423
Ἐπειδὴ δὲ τοῦτο ἄλλοις πάντως ἁρμόττον ἦν, αὐτὸς μὲν οὐκ ἐπεχείρει ποιεῖν, ἃ μὴ
2.1.424
προσῆκον ἦν, τοῖς δὲ ποιεῖν εἰωθόσι τοῦτο ποιῆσαι παρακελεύεται. Καὶ ἵνα μὴ δόξῃ,
2.1.425
μάτην ἄνθρωπον προσκυνεῖν, λέγει τῷ Δανιήλ·" Ἐπ' ἀλη θείας ὁ Θεὸς ὑμῶν οὗτός
2.1.426
ἐστι Θεὸς θεῶν, καὶ Κύ ριος τῶν βασιλέων, καὶ ὁ ἀποκαλύπτων μυστήρια, ὅτι
2.1.427
ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο." Το σαύτην ἔκ τε τοῦ ἐνυπνίου, καὶ τῆς
2.1.428
τοῦ ἐν υπνίου λήθης ὠφέλειαν αὐτῷ τῶν ὅλων ὁ πρύτανις προσενήνοχε. Πρῶτον
2.1.429
μὲν γὰρ ἔγων τὴν οἰκείαν εὐ τέλειαν, ἔπειτα μεμάθηκε τῶν ὑπ' αὐτοῦ προσκυνου
2.1.430
μένων θεῶν τὴν ἀσθένειαν, πρὸς τούτοις ἐδιδάχθη τὴν ἐνέργειαν τοῦ ὄντως Θεοῦ.
2.1.431
Οὗ χάριν βοᾷ·" Ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν, οὗτός ἐστι Θεὸς τῶν θεῶν, καὶ Κύριος
2.1.432
τῶν βασιλέων, καὶ ἀποκαλύπτων μυστήρια." Θεὸν δὲ θεῶν προσαγορεύει, οὐ κατὰ
2.1.433
τὴν διάνοιαν τῆς θείας Γραφῆς· ἡ μὲν γὰρ θεία Γραφὴ τοὺς ἠξιωμένους ἱερωσύνης
2.1.434
ὀνομάζει θεούς·" Θεοὺς γὰρ, φησὶν, οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ
2.1.435
ἐρεῖς κακῶς·" οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν· οὐδέπω γὰρ ἠδυνήθη τὸ
2.1.436
παν τελῶς αὐτῶν ἀσθενὲς συνιδεῖν. Μεμάθηκε δὲ ὅμως τὸ διάφορον, διὸ καὶ Θεὸν
2.1.437
τῶν θεῶν τὸν τῶν ὅλων προσαγορεύει Θεὸν, καὶ Κύριον βασιλέων. Ταῦθ' οὕτως
2.1.438
ὁμολογήσας, μηʹ." Ἐμεγάλυνε τὸν Δανιὴλ, καὶ δόματα πολλὰ ἔδωκεν αὐτῷ, καὶ
2.1.439
κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας Βαβυλῶνος, καὶ ἄρχοντα σατραπῶν, καὶ ἐπὶ
2.1.440
πάντας τοὺς σοφοὺς Βαβυλῶνος." Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας ἴδιον.
2.1.441
Μεγίστην φέρει τοῖς ὑπ ηκόοις τὴν ὠφέλειαν τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦτο δὲ καὶ
2.1.442
ἐπὶ τοῦ Ἰωσὴφ πεποίηκεν ὁ Δεσπότης. Καὶ συν τομώτερον ὁ μακάριος Δαβὶδ τὰ κατ'
2.1.443
αὐτὸν διηγού μενος, καὶ τὴν θείαν πρόνοιαν ὑμνῶν, φησίν·" Ἐξ απέστειλεν
2.1.444
ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη ὁ Ἰωσήφ." Εἶτα τὰ συμβεβηκότα
2.1.445
αὐτῷ δυσ χερήματα λέξας, καὶ τῆς εἱρκτῆς, καὶ τῶν δεσμῶν μνημονεύσας, ἐπήγαγεν·
2.1.446
" Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτὸν ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτὸν, καὶ
2.1.447
κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρ χοντα πάσης τῆς κτήσεως αὑτοῦ·
2.1.448
παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι."
2.1.449
Οὕτω κἀντεῦθεν πεποίηκε τῶν ὅλων ὁ Πρύτανις. Ἄρχοντα γὰρ σατραπῶν καὶ τῶν
2.1.450
81. 1313 σοφῶν Βαβυλῶνος τὸν τρισμακάριον Δανιὴλ καταστή σας, ἀρχέτυπον αὐτὸν
2.1.451
εὐσεβείας καὶ τῆς ἄλλης προὔθηκεν ἀρετῆς· ἀλλ' ὅμως οὐκ ἠνέσχετο μόνος ταύτης
2.1.452
ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης, ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς κοινωνοὺς ἔλαβε
2.1.453
καὶ τῆς τιμῆς. μθʹ." Ἠτήσατο γὰρ, φησὶ, παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ
2.1.454
πάντα τὰ ἔργα τῆς χώρας Βα βυλῶνος τὸν Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, καὶ Δανιὴλ
2.1.455
ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως." Συμβαίνει καὶ ταῦτα τῇ τοῦ Ἀποστόλου διδασκαλίᾳ·
2.1.456
" Νῦν γὰρ, φησὶ, μένει πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ πάντων ἡ
2.1.457
ἀγάπη." Καὶ γὰρ καὶ οὗτος ὁ θεῖος προφήτης ἠγάπησε μὲν τὸν Θεὸν ἐξ ὅλης καρδίας,
2.1.458
καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης δυνάμεως· ἀγαπήσας δὲ θερμῶς
2.1.459
ἐπί στευσεν εἰλικρινῶς, εἰλικρινῶς δὲ πιστεύσας ἤλπισε τῆς παρ' αὐτοῦ τεύξεσθαι
2.1.460
βοηθείας· τυχὼν δὲ ὧν ἤλπι σεν, ἔδειξε τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ κοινωνοὺς
2.1.461
τοὺς ὁμοφύλους, ὧν ἔλαβεν, ἐποιήσατο. Ὅσα δὲ προ εγράφη, εἰς τὴν ἡμετέραν
2.1.462
διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ διὰ τῆς παρακλήσεως τῶν
2.1.463
Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, ἐν Χριστῷ Ἰησοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ
2.1.464
Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. ΤΟΜΟΣ Γʹ. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ." Ἔτους
2.1.465
ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, καὶ ἔστησεν
2.1.466
αὐ τὴν ἐν πεδίῳ Δεηρᾶ ἐν χώρᾳ Βαβυλῶνος." Ὁ μὲν ἀγαθὸς ἡμῶν καὶ φιλάνθρωπος
2.1.467
Δεσπότης, ἅτε δὴ ποιητὴς καὶ δημιουργὸς, βούλεται" πάντας ἀνθρώ πους σωθῆναι,
2.1.468
καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν·" καὶ," Οὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς
2.1.469
τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν." Οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγματεύεται
2.1.470
σωτηρίας. Οἱ δὲ ἀναλ γησίᾳ νοσοῦντες, καὶ τῷ ἀνηκέστῳ πάθει τῆς ἀλα
2.1.471
ζονείας δουλεύοντες, οὐδεμίαν ἐκ τῶν θείων φαρμά κων ὠφέλειαν καρποῦνται,
2.1.472
ἀλλ' ἐοίκασί τισιν ἀῤ ῥώστοις, ἀποστρεφομένοις μὲν τὴν παρὰ τῆς ἰατρι κῆς τέχνης
2.1.473
προσαγομένην αὐτοῖς θεραπείαν, ἀκρα σίᾳ δὲ καὶ ἀταξίᾳ πολλῇ χρωμένοις, καὶ τὴν
2.1.474
ἐπι κειμένην αὐτοῖς αὔξουσιν ὁσημέραι νόσον. Τοιοῦτος ἦν οὗτος ὁ ἀλαζὼν
2.1.475
βασιλεὺς, ὃς τοῦ Θεοῦ τῶν ὅλων ἀμέτρῳ φιλανθρωπίᾳ χρησαμένου, καὶ μετὰ τὰς
2.1.476
μυρίας παρανομίας τε καὶ δυσσεβείας θεραπείαν αὐτῷ προσενηνοχότος, καὶ
2.1.477
ὑποδείξαντος τῆς τε παρ ούσης εὐημερίας τὸ ἐπίκηρόν τε καὶ μάταιον, καὶ τῆς
2.1.478
ἀρετῆς τὸ ὑψηλὸν καὶ περίβλεπτον, ἣ καὶ τοὺς δορυαλώτους, καὶ τὸν τῆς δουλείας
2.1.479
ζυγὸν φέρειν ἠναγκασμένους, ἀποφαίνει λαμπροὺς, εὐθὺς μὲν ἐθαύμασε τὴν τοῦ
2.1.480
προφήτου σοφίαν, καὶ τὸν τούτου Θεὸν τῶν ὅλων εἶναι Θεὸν ὡμολόγησεν· ὀλίγου
2.1.481
δὲ χρόνου διελθόντος, εἰς ἑαυτὸν ἐπανῆλθεν, ὥσπερ κύων εἰς τὸν ἴδιον ἔμετον, ᾗ
2.1.482
φησιν ἡ θεία Γραφὴ, καὶ κατασκευάζει μὲν εἰκόνα χρυσῆν, τὸ μὲν ὕψος ἔχουσαν
2.1.483
πήχεις ἑξήκοντα, τὸ δὲ εὖρος πήχεις ἓξ, καὶ ταύτην ἐν ἰσοπέδῳ στήσας χωρίῳ, ὥστε
2.1.484
ἴσως ἁπάντων ὑπερέχειν καὶ ὑπὸ πάντων ὁμοίως ὁρᾶ σθαι, παρὰ πάντων αὐτὴν
2.1.485
κελεύει προσκυνεῖσθαι τῶν ὑπηκόων. Οὐχ ἁπλοῦς δὲ οὗτος τῆς ἀλαζονείας ὁ
2.1.486
τρόπος, ἀλλ' ἀντίθεος ἀντικρὺς καὶ θεομισής. Ἐπειδὴ γὰρ ὁ Θεὸς ὄναρ αὐτῷ
2.1.487
μεγίστην ὑπέδειξεν εἰκόνα ἐκ τεττάρων ὑλῶν πεποιημένην, καὶ διὰ τούτων αὐτῷ
2.1.488
τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν, ἀντιστρατευόμενος τῷ Θεῷ
2.1.489
τὸν οἰκεῖον τῦφον, κατασκευάζει δὴ καὶ αὐτὸς εἰκόνα μέγεθος αὐτῇ δεδωκὼς, ὅσον
2.1.490
ἡ τῶν ἀνθρώπων παρασχεῖν ἠδύνατο τέχνη. Οὐκέτι δὲ καὶ ταύτην ἐκ χρυσίου, καὶ
2.1.491
ἀργύ ρου, καὶ χαλκοῦ, καὶ σιδήρου ποιεῖ, ἀλλ' ἐκ μιᾶς ὕλης τῆς τοῦ χρυσοῦ
2.1.492
κατασκευάζει, οἰόμενος ὁ δεί λαιος οὗτος ψευδεῖς ἀποδείξειν τοῦ Θεοῦ τὰς προῤ
2.1.493
ῥήσεις. Καὶ ἐπειδὴ ὁ μακάριος Δανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων, αὐτὸν εἶναι ἔφη τὴν
2.1.494
κεφαλὴν τὴν χρυσῆν, τουτέστι τῶν Βαβυλωνίων, εἴτουν Ἀσσυρίων βα σιλείαν, τὰ δὲ
2.1.495
ἄλλα μόρια τῆς εἰκόνος ἐκ τῶν ἄλλων ὑλῶν, αἳ τὴν κεφαλὴν διεδέξαντο, αὐτὸς
2.1.496
πᾶσαν ἐκ τοῦ χρυσίου τὴν εἰκόνα κατασκευάζει. βʹ." Συνήγαγε, φησὶ, πάντας τοὺς
2.1.497
σατράπας, ὑπάρχους τε καὶ στρατηγοὺς, καὶ τοπάρχας, ἡγουμένους τε καὶ τυράννους,
2.1.498
καὶ τοὺς ἐπ' ἐξ ουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν, ἐλ θεῖν εἰς τὰ
2.1.499
ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησε Ναβου χοδονόσορ ὁ βασιλεύς." Καὶ τούτων δὲ
2.1.500
ἕκαστον τὴν ἄκραν ὑπερηφανίαν παραδηλοῖ. Οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν
2.1.501
ὑπηκόων εἰς τὴν τῆς εἰκόνος συνεκά λεσεν ἑορτὴν, ἀλλὰ τούς τε τοπάρχας, καὶ τοὺς
2.1.502
στρατηγοὺς, τοὺς τῶν σατραπειῶν τὴν ἡγεμονίαν πεπιστευμένους, καὶ εἴ τι ἕτερον
2.1.503
εἶδος ἀρχῆς παρ' ἐκείνοις ἐνενόμιστο. Καὶ εὐθὺς μὲν ἡ κλῆσις ἁπλῆ τις
2.1.504
ἐνομίζετο, ὕστερον δὲ τὸ διὰ τῆς κλήσεως τυραν νευόμενον ἐφωράθη. Ἐπειδὴ γὰρ
2.1.505
συνῆλθον ἅπαν τες," Ὁ κήρυξ, φησὶν, ἐβόα ἐν ἰσχύϊ (τουτέστι, με γίστῃ χρώμενος τῇ
2.1.506
φωνῇ)· Ὑμῖν λέγεται, ἔθνη, λαοὶ, φυλαὶ, γλῶσσαι· (εʹ, ϛʹ.) Ἧ ἂν ὥρᾳ ἀκούσητε τῆς
2.1.507
φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ
2.1.508
συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ
2.1.509
ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. Καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ
2.1.510
ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην." Οὕτως ἥρπασεν ὁ
2.1.511
δείλαιος, ὡς ἐνόμισε, τὴν θείαν τιμὴν, καὶ οὐκ ἀπέχρησεν αὐτῷ τὸ προσκυνεῖσθαι
2.1.512
παρὰ τῶν ὑπηκόων, ἀλλὰ καὶ τῇ εἰκόνι προσφέρεσθαι τὴν προσκύνησιν ταύτην ἐνο
2.1.513
μοθέτησε, καὶ καταπλήττει μὲν ἅπαντας τῇ τε ὕλῃ, καὶ τῇ τέχνῃ, καὶ τῷ μεγέθει τῆς
2.1.514
εἰκόνος· κατακη λεῖ δὲ καὶ καταθέλγει τῇ παντοδαπῇ τῶν μουσικῶν ὀργάνων ἠχῇ·
2.1.515
τοὺς δὲ μηδὲ τὸ μέγεθος τῆς εἰκόνος ἐκπληττομένους, μηδὲ ὑπὸ τῆς τῶν ὀργάνων
2.1.516
ᾠδῆς τε καὶ ἡδονῆς καταθελγομένους, τῇ ἀπειλῇ τοῦ καμί νου δεδίττεται. Καὶ ἐπὶ
2.1.517
μὲν τῶν ἄλλων ἁπάντων οὐ διήμαρτε τοῦ σκοποῦ· ἑώρα γὰρ ἅπαντας τὸ κε
2.1.518
λευόμενον ποιοῦντας, καὶ φόβῳ καὶ ἡδονῇ δουλεύειν εἰθισμένους· μόνοι δὲ οἱ
2.1.519
τρισμακάριοι παῖδες ἐκεῖνοι τὴν πατρῴαν εὐγένειαν ἀκήρατον καὶ ἐν δουλείᾳ φυλά
2.1.520
ξαντες, Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, ἠρνήθησαν μὲν τὴν προσκύνησιν, οὐκ
2.1.521
ἔλαθον δὲ τοὺς δυσσεβείᾳ συζῶντας Χαλδαίους, οἳ κοινωνοὺς ἅπαν τας ἔχειν τῆς
2.1.522
ἀσεβείας ἠβούλοντο. Αὐτίκα τοίνυν προσίασι μὲν τῷ βασιλεῖ, ἀναμιμνήσκουσι δὲ
2.1.523
αὐτὸν τοῦ τεθέντος νόμου διαῤῥήδην διαγορεύοντος ἅπασι τοῖς ὑπηκόοις
2.1.524
προσκυνεῖν τὴν εἰκόνα, καὶ τοῖς τοῦτο ποιεῖν παραιτουμένοις ἀπειλοῦντος τὴν
2.1.525
κάμινον· εἰσαγγέλλουσι δὲ τοὺς ἱεροὺς ἄνδρας ἐκείνους λέ γοντες, ὅτι ιβʹ." Εἰσὶν
2.1.526
ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σιδρὰχ, Μισὰχ,
2.1.527
καὶ Ἀβδεναγώ· οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν τῷ δόγματί σου, βασιλεῦ." Καὶ τόν
2.1.528
τε οἰκεῖον φθό νον διὰ τούτων παραδηλοῦσι, τοῦ τε βασιλέως ἐξ άπτουσι τὴν ὀργὴν,
2.1.529
αἰνιττόμενοι διὰ τούτων, καὶ μονονουχὶ λέγοντες· Ὅρα τίνας ἡμῶν προτετίμη κας,
2.1.530
τίσι τῶν Βαβυλωνίων ἡγεμονίαν ἐπίστευ σας· οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν
2.1.531
λαβεῖν ἠβουλήθησαν, καὶ εὐγνώμονες περὶ τὸν τετιμηκότα γενέσθαι, ἀλλὰ τῆς τιμῆς
2.1.532
τὸ μέγεθος ἀτιμίας ἀφορ μὴν ἐποιήσαντο, ἀντικρὺς τοῖς σοῖς ἀντιλέγοντες νόμοις,
2.1.533
καὶ τὰ σὰ πληροῦν οὐκ ἀνεχόμενοι δόγματα. Οὐκ ἐντεῦθεν δὲ μόνον ἔστι θεωρῆσαι
2.1.534
τὸ τυραννι κόν τε καὶ ἄγνωμον· ἀλλὰ καὶ ἑτέρωθεν καταμα θεῖν δυνατὸν, ὡς οὐδὲν
2.1.535
δρῶσιν ὑπηκόοις ἁρμόττον· οὓς γὰρ νομίζεις θεοὺς, οὐ νομίζουσι, καὶ τὴν προσ
2.1.536
81. 1320 ήκουσαν λατρείαν τοῖς ὑπὸ σοῦ προσκυνουμένοις θεοῖς οὐ προσφέρουσι· καὶ
2.1.537
τῆς εἰκόνος δὲ τὴν προσ κύνησιν, ἣν ἅπαντες οἱ ἀρχόμενοι προσενηνόχασιν,
2.1.538
ἠρνήθησαν προφανῶς. Τούτων ἀκούσας ὁ φρενοβλα βὴς ἐκεῖνος βασιλεὺς, καὶ
2.1.539
ἐπιλαθόμενος τῶν ὑπ' αὐτοῦ πρὸς τὸν Δανιὴλ εἰρημένων," Ἐπ' ἀληθείας ὁ Θεὸς
2.1.540
ὑμῶν οὗτός ἐστι Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν βασιλέων," ἄγει τοὺς ἄνδρας εἰς
2.1.541
μέσον· πυν θάνεται δὲ, εἰ τῷ ὄντι κοινωνεῖν αὐτῷ τῆς τῶν θεῶν οὐκ ἐθέλουσι
2.1.542
θεραπείας, καὶ τῆς εἰκόνος φεύγουσι τὴν προσκύνησιν. Εἶτα παραινεῖ καὶ
2.1.543
συμβουλεύει τοῦτο ποιεῖν, τῇ τοῦ πυρὸς ἀπειλῇ δεδιττόμενος." Ἐὰν γὰρ μὴ
2.1.544
προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιο
2.1.545
μένην." Ἔπειτα τὴν ἄῤῥητον ἐκείνην καὶ θηριώδη βλασφημίαν τολμᾷ·" Καὶ τίς ἐστιν
2.1.546
ὁ Θεὸς, ὃς ἐξ ελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;" Οὕτω ταχέως ὃν ὡμολόγησεν
2.1.547
ἐβλασφήμησε· καὶ ὃν Θεὸν θεῶν ἀπεκάλεσε, καὶ ἀνθρώπου ἀσθενέστερον ὑπέλαβεν
2.1.548
εἶναι· ὃν Κύριον βασιλέων προσηγόρευσε, νικᾷν ὁ δείλαιος ἐνεανιεύσατο. Προγονικὰ
2.1.549
δὲ αὐτῷ τὰ τοιαῦτα τολμήματα· καὶ γὰρ ὁ Σενναχηρεὶμ ἐκεῖνος στρατείᾳ μεγίστῃ
2.1.550
κατὰ τῆς Ἱερουσαλὴμ χρησάμε νος, ἐπιστέλλων τῷ Ἐζεκίᾳ τοιαῦτα ἐφθέγξατο·" Μή
2.1.551
σε ἀπατάτω ὁ Θεός σου, ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, ὅτι ῥύσεται Ἱερουσαλὴμ ἐκ τῶν
2.1.552
χειρῶν μου. Μὴ ἐῤῥύσαντο θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός
2.1.553
μου; ποῦ ὁ θεὸς Ἐμὰθ, καὶ ποῦ ὁ θεὸς Ἀρφὰθ, καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαρίμ;
2.1.554
μὴ ἠδυνήθησαν ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν
2.1.555
Ἱερουσαλὴμ ἐκ χειρός μου;" Ἀλλ' εὐθὺς καὶ παραχρῆμα ἔλαβε τῆς βλασφημίας τὰ
2.1.556
ἐπίχειρα, καὶ αἱ πολλαὶ μὲν ἐκεῖναι μυριάδες ὑφ' ἑνὸς ἀνῃρέθησαν ἀγγέλου· αὐτὸς
2.1.557
δὲ φυγὼν, καὶ τὴν ἐνεγκοῦσαν καταλαβὼν, σφαγέας οὓς ἐγέννησεν, ἔσχηκεν.
2.1.558
Ἐπειδὴ γὰρ κατὰ τοῦ Ποιητοῦ τὴν γλῶτταν ἐκίνησε, δέχεται τὴν σφαγὴν παρὰ
2.1.559
ἀνθρώπων οὓς ἐγέννησεν. Ἀλλ' οὐδὲ τούτου τὸ παράδειγμα τοῦ Ναβουχοδονόσορ
2.1.560
ἐχαλίνωσε τὴν γλῶτταν, οὔτε τὸ ἐνύπνιον ἐκεῖνο τὰς τῶν βασιλέων ὑποδεῖξαν
2.1.561
διαδο χὰς ἐδίδαξε σωφρονεῖν, ἀλλ' ἔμεινε κατὰ τοῦ πεποιη κότος λυττῶν·
2.1.562
ἀντιστρατεύει δὲ αὐτῷ ὁ Θεὸς οὐκ ἄγγελον (ὅπερ ἐπὶ τοῦ Σενναχηρεὶμ ἐκείνου πε
2.1.563
ποίηκεν), ἀλλὰ τρία παιδάρια αἰχμάλωτα, τὴν ξένην οἰκεῖν ἠναγκασμένα, τὸν τῆς
2.1.564
δουλείας ἕλκοντα ζυγὸν, νέαν ἄγοντα τὴν ἡλικίαν, ἐν αὐτῷ ὄντα ἔαρι τοῦ χρόνου·
2.1.565
οὗτοι γὰρ παραυτίκα τῆς λύττης ἐκεί νης καὶ μανικῆς βλασφημίας ἀκούσαντες,
2.1.566
θυμοῦ καὶ ζήλου πλήρεις ἐγένοντο, καὶ ἀπεκρίθησαν, καὶ εἶπον τῷ βασιλεῖ·" Οὐ
2.1.567
χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι." Περιττὴ, φησὶν, ἡ
2.1.568
πεῦσις ἡ παρὰ σοῦ ἡμῖν προσαγομένη· ἃ γὰρ ἐφρονοῦμεν, καὶ νῦν φρονοῦμεν, καὶ
2.1.569
οὐδεμίαν μεταβολὴν ἐκ τῶν σῶν ἀπειλῶν δεξόμεθα. ιζʹ." Ἔστι γὰρ ὁ Θεὸς
2.1.570
ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ
2.1.571
πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς." Τίς οὐκ ἂν
2.1.572
εἰκότως ἐκπλαγείη τῶν μακαρίων τούτων νέων τὴν ἀνδρείαν, τὴν σοφίαν, τὴν
2.1.573
εὐσέβειαν, τὴν περὶ τοὺς νόμους δικαιοσύνην, τὴν περὶ πάντα σωφροσύνην; Τὸ μὲν
2.1.574
γὰρ μὴ καταπλαγῆναι τὸν τοσοῦτον ἐκεῖνον τύραννον, μετὰ πάντων, ὡς ἔπος εἰπεῖν,
2.1.575
ἀνθρώπων ἀντιτε ταγμένον, καὶ τὴν μεγίστην ἐκείνην πυρὰν, οὐ λόγοις μόνον
2.1.576
ἀπειλουμένην, ἀλλὰ καὶ ὁρωμένην, τὴν ἀδά μαντος στεῤῥοτέραν αὐτοῖς ἀνδρείαν
2.1.577
μαρτυρεῖ. Τὸ δὲ τοὺς θείους νόμους τῆς παρούσης προτιμῆσαι ζωῆς, ποίας
2.1.578
δικαιοσύνης ὑπερβολὴν καταλείπει; Τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει, τὸ μήτε
2.1.579
θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις, μήτε δειλίᾳ πάλιν καταισχῦναι τὸ
2.1.580
γένος· τὴν δὲ φρόνησιν καὶ σοφίαν ἡ τοῖς δυσσεβέσι καὶ βλασφήμοις λόγοις
2.1.581
ἀντιτεθεῖσα εὐσέβεια. Ὁ μὲν γὰρ ἔλεγε·" Τίς ἐστι Θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν
2.1.582
χειρῶν μου;" Οἱ δὲ ἐβόων·" Ἔστιν ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύο μεν,
2.1.583
δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν
2.1.584
σου, βασι λεῦ, ῥύσεται ἡμᾶς." Μὴ γὰρ νομίσῃς τὸν ἡμέτε ρον Θεὸν τοῖς σοῖς ἐοικέναι
2.1.585
θεοῖς. Ἐκείνων γὰρ εἰκό τως καταφρονεῖς, ἐξ ὕλης τε καὶ τέχνης ἐσχηκότων τὸ
2.1.586
εἶναι· ὁ δὲ ἡμέτερος Θεὸς, οὐρανοῦ τε καὶ γῆς, καὶ τῶν ἁπάντων Δημιουργὸς,
2.1.587
δύναμιν ἔχων, ἣν δείκνυσι τὰ ὁρώμενα. Τὴν γὰρ ὑπὲρ ταῦτα τοῖς τῶν θείων
2.1.588
ἀμυήτοις οὐ ῥᾴδιον κατιδεῖν· τοῦτον πρε σβεύοντες τὴν παρ' αὐτοῦ βοήθειαν
2.1.589
ἀναμένομεν. Ἱκα νὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χειρῶν, καὶ τῆς καμίνου τοῦ
2.1.590
πυρὸς, ἣν σὺ κατεσκεύασας. Τὰ δὲ μετὰ ταῦτα ῥηθέντα οὐδεμίαν ἀνδρείας καὶ
2.1.591
φιλοθεΐας ὑπερβολὴν καταλείπει. Εἰρηκότες γάρ·" Ἔστιν ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς,
2.1.592
ᾧ ἡμεῖς λατρεύομεν, δυνα τὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς
2.1.593
καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς," εὐθὺς ἐπήγαγον· ιηʹ." Καὶ
2.1.594
ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι
2.1.595
τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν." Οὐ γὰρ ἐπὶ μισθῷ τῷ ἡμετέρῳ Δεσπότῃ
2.1.596
δουλεύομεν, ἀλλὰ φίλτρῳ καὶ πόθῳ νυττόμενοι, πάντων ὁμοῦ τὴν τοῦ Θεοῦ ἡμῶν
2.1.597
προαιρούμεθα θεραπείαν. Οὗ χάριν οὐδὲ τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως
2.1.598
αἰτοῦμεν, ἀλλὰ τοῦ Δεσπότου τὴν οἰκονομίαν καὶ προμήθειαν στέργομεν· καὶ τὸ
2.1.599
συνοίσειν μέλλον οὐκ εἰδότες, τῷ κυβερνήτῃ παραχωροῦμεν ἰθύνειν, ὡς ἂν ἐθέλῃ.
2.1.600
Ὅτι μὲν γὰρ ἀπαλλάττειν ἡμᾶς τῶν ἠπειλημένων κακῶν ἰσχύει, σαφῶς ἐπιστάμεθα.
2.1.601
Εἰ δὲ καὶ βούλεται τοῦτο ποιεῖν, ἀγνοοῦμεν· σοφῷ δὲ ὄντι παραχωροῦμεν πρυ
2.1.602
τανεύοντι, καὶ δεχόμεθα τὴν ψῆφον, ταύτην ἡμῖν συμφέρειν πιστεύοντες. Εἴτε οὖν
2.1.603
ῥύεται, εἴτε καὶ μὴ, τῆς εἰκόνος σου καὶ τῶν θεῶν σου φεύγομεντὴν
2.1.604
προσκύνησιν. Πρὸς τοιαύτας σοι ψυχὰς ἡ παρά ταξις· ὃν ἂν ἐθέλῃς τρόπον
2.1.605
ἀνταγωνίζου, οὔτε κατα θέλξεις τιμῶν, οὔτε καταπλήξεις ἀπειλῶν· πάντων γὰρ
2.1.606
ἡμῖν ὁ Θεὸς ἐρασμιώτατός τε καὶ φοβερώτατος. Τί τούτων ὑψηλότερον τῶν
2.1.607
ῥημάτων; Τούτοις τὴν ἀποστολικὴν ἐκείνην ἐφαρμόσαι προσήκει φωνήν·" Τὸ γὰρ τί
2.1.608
προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν." Ἀλλ' ὁ θηριώδης καὶ μανικώτατος
2.1.609
τύραννος, ἔμπλεως θυμοῦ γενόμενος, ὡς καὶ δηλῶσαι τῷ προσώπῳ τὴν τῆς ψυχῆς
2.1.610
ταραχὴν, ἐπιπλεῖστον μὲν ἐκκαυθῆναι τὴν κάμινον παρενεγγύησε· πεδηθῆναι δὲ
2.1.611
τοὺς ἁγίους ἄνδρας παρεκελεύσατο, καὶ ὥστε μηδεμίαν γενέσθαι τῆς τιμωρίας
2.1.612
ἀναβολὴν, τῆς ἐσθῆτος καὶ τῶν ὑποδημάτων ἀφαιρουμένων, σὺν αὐτοῖς τούτοις τῇ
2.1.613
πυρᾷ παραδοθῆναι προσέταξε· τουτέστι, σὺν τοῖς σαραβάροις αὐτῶν, καὶ τιάραις, καὶ
2.1.614
περικνημῖσι. Σαράβαρα δέ ἐστι Περσικῶν περι βολαίων εἴδη· τιάραι δὲ τῶν κεφαλῶν
2.1.615
τὰ καλύμ ματα· περικνημῖδας δὲ τὰς καλουμένας ἀναξυρίδας λέγει, ἢ τὰς σκυτίνας
2.1.616
τὰς ἔξωθεν, ἢ τὰ σκύτινα ὑπο δήματα. Οὕτω πεδηθέντες οἱ ἅγιοι ἄνδρες παρ
2.1.617
εδόθησαν τῷ πυρί· καὶ ὁ μὲν τάχους χάριν καὶ συντομίας οὕτως αὐτοὺς
2.1.618
κατακαυθῆναι προσέταξεν· ἡ δὲ θεία χάρις ἕτερον ἐντεῦθεν ᾠκονόμει μυστήριον. Τὰ
2.1.619
μὲν γὰρ ἐπιβληθέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ συνήθως ἡ τοῦ πυρὸς διέλυσε φύσις·
2.1.620
εὔπρηστα δὲ ὄντα λίαν τὰ περιβόλαια ἀκήρατα διεφύλαξε· καὶ τοὺς μὲν τῶν ἁγίων
2.1.621
ἀνδρῶν κατηγόρους, καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους, ἐκτὸς ἑστῶτας ἡ
2.1.622
φλὸξ κατηνάλωσεν· αὐτοῖς δὲ τοῖς ἁγίοις προσ πελάζειν οὐκ ἴσχυσεν, ἀλλὰ τοῖς
2.1.623
ἔνδον τὰ νῶτα παρ έχουσα, κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν, ὥσπερ δίκας
2.1.624
αὐτοὺς ὑπὲρ τῶν τοῦ Δεσπότου θερα πόντων εἰσπραττομένη. Τοσαύτης δὲ ἔνδον οἱ
2.1.625
τῆς εὐσεβείας κήρυκες ἀδείας καὶ θεραπείας ἀπήλαυον, ὅτι τῶν ἀνθράκων οἷόν
2.1.626
τινων ἐπιβαίνοντες ῥό δων. κγʹ." Περιεπάτουν, φησὶν, ἐν μέσῳ τῆς φλογὸς
2.1.627
ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον." Καὶ ταῦτα δὲ ἔμφασιν τῆς ἄκρας
2.1.628
αὐτῶν ἔχει φιλο σοφίας· οὔτε γὰρ ᾔτουν, φησὶ, τῶν δεινῶν ἀπαλλα γὴν, ἀλλ'
2.1.629
ὕμνουν τὸν οὕτω τὰ κατ' αὐτοὺς πρυτανεύ σαντα, καὶ τῆς καλῆς ταύτης αὐτοὺς
2.1.630
ὁμολογίας ἀξιώσαντα. Ἔστι δὲ ἰδεῖν ἐοικότα τοῖς νέοις τὰ πα λαιά· καὶ γὰρ οἱ
2.1.631
μακάριοι ἀπόστολοι Πέτρος καὶ Ἰωάννης, ὑπὸ τῆς τῶν Φαρισαίων αἰκισθέντες συμ
2.1.632
μορίας, ἐξῆλθον χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ
2.1.633
ἀτιμασθῆναι· καὶ ὁ θειότατος δὲ Παῦλος σὺν τῷ Σίλᾳ, μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν
2.1.634
Φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενεχθεί σας, δεσμωτήριον οἰκοῦντες, καὶ
2.1.635
ποδοκάκῃ προσ δεδεμένοι, κατὰ τὸ μεσονύκτιον, φησὶ," Προσευχό μενοι ὕμνουν τὸν
2.1.636
Θεόν." Οὕτω καὶ οἱ μακάριοιπαῖδες οὗτοι ἐν καμίνῳ χορεύοντες τὸν θεῖον
2.1.637
ὕμνον διετέλουν ὑφαίνοντες. Καὶ πρῶτον μὲν ὁ Ἀζα ρίας στόμα κοινὸν γενόμενος,
2.1.638
καὶ ὑπὸ τῶν τῆς φλο γὸς κυμάτων περικλυζόμενος," Ἀνοίξας, φησὶ, τὸ στόμα αὑτοῦ
2.1.639
ἐν μέσῳ τοῦ πυρὸς, εἶπεν· (κϛʹ.) Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ
2.1.640
αἰνετὸν, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας." Τίς ἂν πρὸς ἀξίαν τοῦ
2.1.641
προοιμίου τὴν σοφίαν θαυμάσειεν; Οὐδὲ γὰρ ἐν εὐ ημερίᾳ ὢν καὶ εὐκληρίᾳ, οὐδὲ
2.1.642
κατὰ ῥοῦν τοῦ βίου φερομένου, ἀλλ' ἐν καμίνῳ τοσαύτῃ τὸν τῶν ὅλων ὕμνει Θεὸν,
2.1.643
καὶ ἐκάλει αὐτὸν τὸν πατέρων Θεὸν, καὶ τὴν τοῦ φρονήματος δεικνὺς μετριότητα,
2.1.644
καὶ τῶν πατέρων ἀνακηρύττων τὴν ἀρετήν. Ὑμνοῦμεν γάρ σε, φησὶν, ὦ Δέσποτα,
2.1.645
ἡμεῖς οἱ πατέρας ἔχοντες ἐκείνους, ὧν ἠθέλησας κληθῆναι Θεός. Σὺ γὰρ εἶπας τῷ
2.1.646
θεράποντί σου Μωσῇ·" Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ·"
2.1.647
τοῦτό σου τὸ ὄνομα αἰνετόν ἐστι, καὶ δεδοξασμένον, οὐκ ἐν καιρῷ τινι καὶ χρόνῳ
2.1.648
ῥητῷ, ἀλλ' εἰς πάντας τοὺς αἰῶνας. κζʹ." Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας
2.1.649
ἡμῖν." Ὑμνοῦμεν δέ σε, φησὶ, τὸ δίκαιον τῆς σῆς ἐπιστάμενοι κρίσεως· ὀρθῇ γὰρ καὶ
2.1.650
δικαίᾳ χρησά μενος ψήφῳ ἐξανδραποδισθῆναι ἡμᾶς, καὶ πόῤῥω τῶν οἰκείων
2.1.651
γενέσθαι προσέταξας." Καὶ πάντα σου, φησὶ, τὰ ἔργα ἀληθινὰ, καὶ εὐθεῖαι αἱ ὁδοί
2.1.652
σου. (κηʹ.) Καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναὶ, καὶ κρίματα ἀληθείας ἐποίησας, κατὰ
2.1.653
πάντα ἃ ἐπήγαγες ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν
2.1.654
Ἱερουσαλὴμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα ἐφ' ἡμᾶς διὰ τὰς
2.1.655
ἁμαρτίας ἡμῶν." Τὴν αὐτὴν μὲν διάνοιαν ἅπαντα ἔχει τὰ εἰρημένα· διαφόρως δὲ
2.1.656
αὐτὰ εἴρηκε, τὴν δικαίαν τοῦ Θεοῦ κρίσιν ὑμνῶν, καὶ χώραν οὐδεμίαν τῇ ἀχαριστίᾳ
2.1.657
διδούς. Διὰ τοῦτο καὶ τῆς Ἱερουσαλὴμ μνημονεύσας, καὶ ἁγίαν αὐτὴν ὀνομάσας, καὶ
2.1.658
τῶν πατέρων ἐκείνων τῶν ἐκλεκτῶν πόλιν προσαγορεύσας, εὐθὺς τὴν τῆς τιμωρίας
2.1.659
αἰτίαν ἐπήγαγε·" Ταῦτα πάντα, φησὶν, ἐπήγαγες ἐφ' ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.
2.1.660
(κθʹ.) Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ." Οὐ γὰρ μάτην, φησὶ, καὶ
2.1.661
ἣν ἀφιέρωσας παρέδωκας πόλιν τοῖς πολεμίοις, καὶ ἡμᾶς εἴασας δορυαλώτους
2.1.662
γενέσθαι, ἀλλ'" ὅτι ἡμάρτομεν, καὶ ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ." Πολλὴν δὲ
2.1.663
ἔμφασιν ἔχει τὸ ἀπὸ σοῦ, ἀντὶ τοῦ, Τοῦ Ποιητοῦ καὶ Δημιουργοῦ, τοῦ ἀγαθοῦ Δε
2.1.664
σπότου, τοῦ τροφέως, καὶ φύλακος, τοῦ τῆς Αἰγυ πτίων δουλείας ἀπαλλάξαντος, τοῦ
2.1.665
θάλατταν τεμόντος, τοῦ δι' ἀβύσσου ποδηγήσαντος, τοῦ πέτραν ξηρὰνὠδῖσι
2.1.666
πληγῶν κατακλύσαντος, τοῦ τ' ἄλλα πάντα ἀνάγραπτα ἀγαθὰ χορηγήσαντος.
2.1.667
Ἡμάρτομεν τοίνυν ἀποστάντες ἀπὸ σοῦ·" Καὶ ἐξημάρτομεν ἐν πᾶσιν." Οὐ γὰρ τόδε, ἢ
2.1.668
τόδε παρέβημεν, ἀλλὰ πάντα σου τὸ προστάγματα. λʹ." Καὶ τῶν ἐντολῶν τοῦ νόμου
2.1.669
σου οὐκ ἠκού σαμεν, οὐδὲ ἐφυλάξαμεν αὐτὰς, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω
2.1.670
ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται." Κἀν ταῦθα πάλιν τὴν τῆς εὐσεβείας καὶ σοφίας ἔδειξεν
2.1.671
ὑπερβολήν. Ἡ γὰρ τῶν νόμων, φησὶ, καὶ τῶν ἐντο λῶν φυλακὴ, σοὶ μὲν τῷ
2.1.672
νομοθέτῃ παρεῖχεν οὐδὲν, ἡμῖν δὲ ἀγαθῶν ἀφθονίαν προεξένει· τούτου τοίνυν χάριν
2.1.673
καὶ τοὺς νόμους ἐτεθείκεις ἐκείνους, ἀφορμὰς ἡμῖν χορηγῶν σωτηρίας. Ἐπειδὴ
2.1.674
τοίνυν, φησὶ, παρ έβημεν, λαʹ." Πάντα ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα ὅσα ἐποίησας
2.1.675
ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας." Ἀξία γὰρ τῆς ἁμαρτίας ἡ τιμωρία. Εἶτα ταύτην
2.1.676
δεικνὺς ἐπάγει· λβʹ." Καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἀνόμων, ἐχθίστων, ἀποστατῶν,
2.1.677
καὶ βασιλεῖ ἀδίκῳ καὶ πονη ροτάτῳ παρὰ πᾶσαν τὴν γῆν παρέδωκας ἡμᾶς." Ἐπειδὴ
2.1.678
γάρ σε τὸν ἡμέτερον οὐκ ἐθεραπεύσαμεν βασιλέα, ἀλλὰ τῆς σῆς κατεφρονήσαμεν
2.1.679
ἀγαθότητος, εἰκότως ἡμᾶς ὠμοτάτῳ, καὶ ἀπηνεστάτῳ, καὶ οὐ δαμῶς εἰδότι τὸ
2.1.680
δίκαιον δουλεύειν ἠνάγκασας βα σιλεῖ, ἔχοντι καὶ τοὺς ὑπηκόους τῇ βασιλικῇ
2.1.681
πονηρίᾳ συμβαίνοντας. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς πάσης ἐστερήμεθα
2.1.682
παῤῥησίας, καὶ προσφέ ρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα· τοῦτο γὰρ
2.1.683
σημαίνει λέγων· λγʹ." Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος
2.1.684
ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε." Ἐμφράττει, φησὶν, ἡμῶν τὸ
2.1.685
στόμα τῆς παρανομίας τὸ πλῆθος· ἀλλ' ὅμως ἐπονεί διστοι, καὶ καταγέλαστοι, καὶ
2.1.686
λίαν ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι ἡμεῖς, οἱ δοῦλοί σου προσ αγορευόμενοι,
2.1.687
ἱκετεύομέν σε, διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα δεῖξαι τοῖς
2.1.688
ἐναντίοις τὴν σὴν ἰσχὺν, καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προ μηθείας ἀλλοτριῶσαι.
2.1.689
λδʹ." Μὴ παραδῷς γὰρ ἡμᾶς, φησὶν, εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ τὴν διαθήκην
2.1.690
σου μὴ ἀπο στήσῃς, καὶ μὴ διασκεδάσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν." Τολμῶμεν δὲ, φησὶ,
2.1.691
ταῦτα λέγειν, πολλὰ ἐνέχυρα τῆς σῆς ἀγαθότητος ἔχοντες· πρῶτον μὲν αὐτὸ τῆς σῆς
2.1.692
Δεσποτείας τὸ ὄνομα· ἔπειτα τὸν ἀμέ τρητον ἔλεον, ᾧ κεχρημένος ἰθύνεις τὰ
2.1.693
σύμπαντα· πρὸς τούτοις, τὰς πρὸς τοὺς πατέρας ἡμῶν συν θήκας· ὑπέσχου γὰρ
2.1.694
ἐκείνοις περίβλεπτόν τε καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν. Εἶτα καὶ τῶν ὀνο
2.1.695
μάτων τῶν πατέρων μέμνηται, τῇ μνήμῃ τῶν δι καίων τὸν ἀγαθὸν Δεσπότην εἰς
2.1.696
ἔλεον ἐκκαλούμε νος. λεʹ, λϛʹ." Διὰ Ἀβραὰμ, φησὶ, τὸν ἠγαπημένον ὑπὸ σοῦ,
2.1.697
καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου, οἷς ἐλάλησας αὐτοῖς
2.1.698
λέγων· Πληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν
2.1.699
παρὰ τὸ χεῖλος τῆς θαλάσσης." Ταῦτα, φησὶν, ἐκείνοις ὑπέσχου, Δέσποτα, οὓς ἠγά
2.1.700
πησάς τε καὶ ἀοιδίμους ἐποίησας, ὥστε τῇ ψάμμῳ μὲν κατὰ τὸν ἀριθμὸν
2.1.701
παραβάλλεσθαι τὸ γένος, τοῖς δὲ ἀστράσι παραπλησίως εἶναι λαμπρόν τε καὶ
2.1.702
ὑψηλὸν, καὶ περιφανές. Εἶτα ἐκ παραλλήλου ταῖς ἐπαγγελίαις τὰ πράγματα τίθησιν.
2.1.703
λζʹ." Ὅτι, Δέσποτα, φησὶν ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καί ἐσμεν ταπεινοὶ ἐν
2.1.704
πάσῃ τῇ γῇ σήμερον." Καὶ ἵνα μὴ ψευδῶς κατηγορήσῃ τῶν ὑποσχέσεων, εὐθὺς τὴν
2.1.705
αἰτίαν ἐπήγαγε, λέγων·" Διὰ τὰς ἁμαρτίας ἡμῶν." Οὐ γὰρ σὺ, φησὶ, Δέσποτα, τὰς
2.1.706
ὑποσχέσεις ἐψεύσω, ἀλλ' ἡμεῖς τὰς συνθήκας παρέβημεν, καὶ πολλοὶ ὄντες κατὰ τὴν
2.1.707
ὑπόσχεσιν, καὶ ἀριθμοῦ κρείττους, διὰ τὰς ἁμαρτίας ἡμῶν ὀλι γώθημεν. Τοῦτο γὰρ
2.1.708
ᾐνίξατο εἰρηκώς·" Ἐσμικρύν θημεν." Οὐ γὰρ εἶπε, Σμικροί ἐσμεν, καὶ ὀλίγοι παρὰ
2.1.709
πάντα τὰ ἔθνη, ἀλλ'," Ἐσμικρύνθημεν," τουτ έστιν, Ἐγενόμεθα μὲν ἀριθμοῦ
2.1.710
κρείττους κατὰ τὴν σὴν ὑπόσχεσιν, παραβάντες δέ σου τὰς ἐντολὰς ὀλίγοι ἀντὶ
2.1.711
πολλῶν ἐγενόμεθα. Εἶτα ὑποδείκνυσι τῷ Θεῷ τὴν κατέχουσαν συμφορὰν, οὐχ ὡς
2.1.712
ἀγνοοῦντα διδάσκων, ἀλλὰ τῇ διηγήσει τῶν λυπηρῶν εἰς φιλ ανθρωπίαν
2.1.713
ἐκκαλούμενος. ληʹ." Καὶ οὐκ ἔστι, φησὶν, ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης,
2.1.714
καὶ ἡγούμενος." Ἀπεστερή μεθα γὰρ, φησὶ, βασιλείας, προφητείας, ἱερωσύνης, τῶν
2.1.715
θείων σου καὶ μεγάλων δωρεῶν, δι' ὧν κυβερ νώμενοι διετελοῦμεν." Οὐδὲ
2.1.716
ὁλοκαύτωσις, οὐδὲ θυ σία, οὐδὲ προσφορὰ, οὐδὲ θυμίαμα." Καὶ δεικνὺς τὴν αἰτίαν,
2.1.717
δι' ἣν ἀδύνατον θῦσαι, ἀκολούθως ἐπήγα γεν·" Οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν
2.1.718
σου, καὶ εὑρεῖν ἔλεον." Ὁ γὰρ σὸς νόμος τὴν τῶν θυσιῶν λειτουργίαν ἑνὶ
2.1.719
περιέγραψε τόπῳ, καὶ παρανομία σαφὴς τὸ ἐν ἑτέρῳ τόπῳ προσενεγκεῖν σοι θυσίαν.
2.1.720
Τούτων ἀκούειν οὐκ ἐθέλουσιν οἱ Ἰουδαῖοι, ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες, καὶ τὰ
2.1.721
ὦτα βύσαντες, πάντα τολμῶσι παρανόμως ἐπιτελεῖν. Οἱ δὲ ἅγιοι παῖδες οὗτοι, τοῦ
2.1.722
νόμου τὸν σκοπὸν ἐπιστάμενοι, ἔλεγον μὴ εἶναι τόπον τοῦ καρπῶσαι ἐνώπιον
2.1.723
αὐτοῦ, καὶ εὑρεῖν ἔλεον· Καὶ ἐπειδὴ τούτου, φησὶ, τυχεῖν ἀδύνατον, πόῤῥω τῆς ἱερᾶς
2.1.724
ἐκείνης πόλεως ὄντας, εὑρήκαμεν τρόπον τινὰ θεραπείας, ὦ Δέσποτα. λθʹ, μʹ." Ἐν
2.1.725
ψυχῇ γὰρ συντετριμμένῃ, καὶ πνεύ ματι ταπεινώσεως προσφέροντές σοι τὴν ἱκε
2.1.726
τείαν, προσδεχθῆναι αὐτὴν παρακαλοῦμεν. Ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων,
2.1.727
καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡ θυσία ἡμῶν ἐν ώπιόν
2.1.728
σου σήμερον, καὶ ἐκτελείσθω ὄπισθέν σου· ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ
2.1.729
σοί." Ἐπειδὴ γὰρ, φησὶν, ὁ σὸς νόμος ἐν παντί σοι τόπῳ προσφέρειν τὰς
2.1.730
νενομισμένας θυσίας οὐ συγχωρεῖ, ἀντὶ κριῶν, καὶ ταύρων, καὶ ἀρνῶν τὸν ἀριθμὸν
2.1.731
νι κώντων, συντετριμμένην σοι καὶ τεταπεινωμένην καρδίαν προσφέρομεν, καὶ
2.1.732
παρακαλοῦμεν γενέσθαι σοι ταῦτα πάσης θυσίας ἡδίω, ἐπειδὴ εἴωθας τοὺς πε
2.1.733
ποιθότας ἐπὶ σοὶ πάσης αἰσχύνης ἐλευθεροῦν. Ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως εἴρηκεν ὁ
2.1.734
ἅγιος οὗτος ἀνὴρ, ἀλλ' ὑπὸ τοῦ προφήτου δεδιδαγμένος Δαβὶδ, ὃς ἐν τῷ πεντηκοστῷ
2.1.735
λέγει ψαλμῷ, ὅτι" Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις·
2.1.736
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ νην καὶ
2.1.737
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Καὶ πάλιν ἐκ προσώπου τοῦ Θεοῦ·" Μὴ
2.1.738
φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ
2.1.739
ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρα θλίψεώς σου, καὶ
2.1.740
ἐξελοῦμαί σε, καὶ δοξάσεις με." Καὶ μετὰ βραχέα·" Θυσία αἰνέσεως δοξάσει με, καὶ
2.1.741
ἐκεῖ ὁδὸς, ἐν ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου." Ταῦτα δεδι δαγμένος ὁ θεῖος οὗτος
2.1.742
ἀνὴρ, τὴν συντετριμμένην καρδίαν ἀντὶ πάσης δεχθῆναι θυσίας ἱκέτευσεν. Εἶτα
2.1.743
ἐπάγει· μαʹ." Καὶ νῦν ἐξακολουθοῦμέν σοι ἐν ὅλῃ καρ δίᾳ, καὶ φοβούμεθά σε, καὶ
2.1.744
ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς." Τὸ γὰρ πλῆθος τῶν συμφορῶν
2.1.745
ἑτέρους ἡμᾶς ἀνθ' ἑτέρων εἰργάσατο, καὶ παραβάτας ὄντας τῶν σῶν ἐντολῶν, ἐν
2.1.746
ὅλῃ σε καρ δίᾳ καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασε. Πρόσ ωπον δὲ Θεοῦ ἐνταῦθα
2.1.747
τὴν εὐμένειαν ἐκάλεσε, καὶ τὴν τῆς ἐλευθερίας ἀπόδοσιν, καὶ τὴν τῆς κηδεμο νίας
2.1.748
ἀπόληψιν, ἧς ἀπολαύοντας δυνατὸν ἦν ὁρᾷν καὶ τὸν θεῖον νεὼν, καὶ τὰς
2.1.749
ἐπιτελουμένας αὐτόθι λατρείας, δι' ὧν ἀσώματον ὄντα τὸν Θεὸν καὶ ἀόρατον ὁρᾷν
2.1.750
ἐφαντάζοντο. Ἐπειδὴ τοίνυν τοσαύτην ἡμῶν διὰ τῆς τιμωρίας εἰργάσω μεταβολὴν,
2.1.751
μβʹ, μγʹ." Μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου,
2.1.752
καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. Καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς
2.1.753
δόξαν τῷ ὀνόματί σου." Διὰ ταῦτα, φησὶν, οἴκτου ἡμᾶς καὶ φιλανθρωπίας ἀξίωσον·
2.1.754
ἐλεεῖν τε γὰρ πέφυκας, καὶ μακροθυμίᾳ κεχρῆσθαι πρὸς ἅπαντας, σύνδρομόν τε ἔχεις
2.1.755
τῇ βουλήσει τὴν δύναμιν· καὶ μαρτυρεῖ τὰ διηνεκῶς ὑπὸ σοῦ γενόμενα θαύματα. Τὰ
2.1.756
γὰρ εἰς ἡμᾶς γενό μενα, καὶ τὸ σὸν ὄνομα ὑμνεῖσθαι παρασκευάσει, οὐχ ὑφ' ἡμῶν
2.1.757
μόνον σωζομένων, ἀλλὰ καὶ ὑπὸ τῶν τὴν ἡμετέραν σωτηρίαν ὁρώντων." Δὸς δόξαν
2.1.758
τοίνυν τῷ ὀνόματί σου, Κύριε. (μδʹ, μεʹ.) Καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύ
2.1.759
81. 1333 μενοι τοῖς δούλοις σου κακὰ, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας,
2.1.760
καὶ ἡ ἰσχὺς αὐτῶν συν τριβείη. Γνώτωσαν, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος, καὶ ἔνδοξος
2.1.761
ἐφ' ὅλην τὴν οἰκουμένην." Ταύτης γὰρ εἰς ἡμᾶς γινομένης φιλανθρωπίας,
2.1.762
καταλυθήσεται μὲν τῶν ἐναντίων τὸ θράσος, σβεσθήσεται δὲ αὐ τῶν ἡ λύττα, καὶ
2.1.763
φρόνημα αὐτῶν τὸ ὑψηλὸν συν τριβήσεται, καὶ γνώσονταί σε μόνον εἶναι Κύριον
2.1.764
καὶ Θεὸν, ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰκουμέ νης· καὶ οἱ νῦν πολλοὺς
2.1.765
προσκυνοῦντες θεοὺς, τῶν μὲν οἰκείων θεῶν γνώσονται τὴν ἀσθένειαν, τὴν δὲ σὴν
2.1.766
προσκυνήσουσι δύναμιν. Οἱ μὲν οὖν ἔνδον ἐν τῇ καμίνῳ χορεύοντες διετέλουν· οἱ δὲ
2.1.767
τοῦ βασιλέως ὑπηρέται, καὶ τῶν ἁγίων κατήγοροι, οὐκ ἔληγον ὕλην τῇ φλογὶ
2.1.768
χορηγοῦντες, καὶ κληματίδας, καὶ στυππίον, καὶ νάφθαν· εἶδος δὲ τοῦτό ἐστιν ἐν
2.1.769
ἐκείνῃ τῇ χώρᾳ γινόμενον, ἐξάψαι τὴν φλόγα δυνάμενον. Τοσαύτη δὲ ἦν
2.1.770
χορηγουμένη τῇ πυρᾷ τροφὴ, ὡς ἐπ' ἐννέα καὶ τεσσαράκοντα πήχεις διαχυθῆναι, καὶ
2.1.771
τῶν Χαλδαίων ἐμπρῆσαι τοὺς πλησιάζοντας. Καὶ οἱ μὲν ἔξωθεν ἐξῆπτον τὴν φλόγα·
2.1.772
θεῖος δὲ ἄγγελος ἐσκεδάννυ τὴν φλόγα, καὶ τὸ μέσον τῆς καμίνου τῶν ἀνθράκων
2.1.773
ἐγύμνου, καὶ αὖράν τινα ψυχράν τε καὶ μετρίως ὑγρὰν, καὶ πολλὴν τοῖς ἁγίοις
2.1.774
ἡδονὴν πραγματευομένην, ὠδίνειν τὸ πῦρ παρεσκεύαζε, καὶ ταύτην τοῖς τῶν ἁγίων
2.1.775
ἐπαφιέναι σώμασιν. νʹ." Ἐποίησε γὰρ, φησὶ, τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου
2.1.776
διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησεν αὐτοὺς,
2.1.777
οὐδὲ παρηνώχλησεν αὐτοῖς." Ἀλλὰ μηδεὶς ταῦτα ἀφορῶν σμικρυνέτω τοὺς τῶν
2.1.778
ἁγίων ἀγῶνας, τῶν δὲ ἱερῶν ἐκείνων ἀναμιμνησκέσθω λόγων·" Ἔστιν ὁ Θεὸς ἐν
2.1.779
οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τῆς
2.1.780
καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς." Καὶ," Ἐὰν μὴ, γνωστὸν
2.1.781
ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστη
2.1.782
σας, οὐ προσκυνοῦμεν." Ὥστε οἱ ἅγιοι παῖδες ἐκεῖ νοι τῆς φλογὸς ἐκείνης
2.1.783
κατεφρόνησαν, οὐ τοῦτο τὸ τέλος ὁρῶντες, ἀλλὰ θάνατον προσδεχόμενοι· ὁ δὲ
2.1.784
ἀγωνοθέτης ἐβράβευσεν, ὡς ἠθέλησε, καὶ τούς τε ἀλι τηρίους ἐκείνους κατῄσχυνε,
2.1.785
καὶ τούτους ἀοιδίμους ἀπέφηνε. Ταύτης τοίνυν τῆς σωτηρίας ἀπολαύσαν τες οἱ
2.1.786
μακάριοι καὶ τρισμακάριοι παῖδες, καὶ πολ λάκις τοῦτο, οὐκ ἔτι ἑνὶ τὸν Θεὸν ὑμνεῖν
2.1.787
παρεχώρη σαν, ἀλλ', ναʹ." Ὡς ἐξ ἑνὸς, φησὶ, στόματος ὕμνουν καὶ ἐδόξαζον τὸν
2.1.788
Θεὸν, καὶ ηὐλόγουν ἐν τῇ καμίνῳ," τὴν ἀρίστην αὑτῶν συμφωνίαν, καὶ θαυμαστὴν
2.1.789
ὑμν ωδίαν, τῇ παρὰ τὴν εἰκόνα συμφωνίᾳ καὶ τοῖςμουσικοῖς ἀντιτάξαντες
2.1.790
ὀργάνοις, καὶ δεικνύντες, ὅσῳ τὸ μὴ προσκυνῆσαι τὴν εἰκόνα τοῦ προσκυνῆ σαι
2.1.791
λυσιτελέστερον. Ἄρχονται δὲ οὕτως τοῦ ὕμνου· νβʹ." Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς
2.1.792
τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ
2.1.793
εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου, τὸ ἅγιον, καὶ ὑπεραινετὸν, καὶ
2.1.794
ὑπερυψούμενον εἰς τοὺς αἰῶνας." Ἔρωτός ἐστι θερμοτάτου καὶ ἀπληστοτά του τὰ
2.1.795
ῥήματα· τούτῳ γὰρ τετρωμένοι, ζητοῦσιν ὀνόματα τοῦ ὑμνουμένου τὴν ἀξίαν
2.1.796
παραδηλῶσαι δυ νάμενα, καὶ μὴ εὑρίσκοντες, ταῖς ὑπερθετικαῖς αὐτὰ προθέσεσιν
2.1.797
ἐξυφαίνουσιν," ὑπερυψούμενον" ὀνομάζον τες, καὶ" ὑπεραινετὸν," καὶ οὐκ αὐτὸν
2.1.798
μόνον, ἀλλὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ. Καλῶς δὲ πανταχοῦ" Κύριον καὶ Θεὸν
2.1.799
τῶν πατέρων" ἀποκαλοῦσι, σφᾶς αὐτοὺς ἀναξίους εἶναι ταυτησὶ τῆς προσηγορίας
2.1.800
ὁμολογοῦντες. νγʹ." Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, καὶ
2.1.801
ὑπεραινετὸς, καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας." Ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν
2.1.802
μνήμην, καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐννόμως προσεύχονται· ἀντὶ τοῦ·
2.1.803
Εἰς ἐκεῖνον ἀποβλέποντες τὸν νεὼ, ἔνθα σου ἡ δόξα ἐπιφαίνεσθαι εἰώθει, τοῦτόν σοι
2.1.804
τὸν ὕμνον προσφέρομεν· εἰ γὰρ καὶ μυ ριάκις ἐμπέπρησται, τῆς σῆς ἁγιωσύνης
2.1.805
μετέχει. Καὶ ἵνα μή τις ὑπολάβῃ περιγράφειν αὐτοὺς τόπῳ τὸν ἀσώματόν τε καὶ
2.1.806
ἀπεριόριστον Θεὸν, ἀναγκαίως ἐπάγουσιν· νδʹ." Εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς
2.1.807
βασιλείας σου, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας." Εἶτα δεικνύντες τίνα θρόνον
2.1.808
καλοῦσιν, εὐθὺς ἐπιφέ ρουσιν· νεʹ." Εὐλογητὸς εἶ, ὁ βλέπων ἀβύσσους, καθ ήμενος
2.1.809
ἐπὶ Χερουβὶμ, καὶ ὑπερύμνητος, καὶ ὑπερ υψούμενος εἰς τοὺς αἰῶνας." Καὶ ἐπειδὴ
2.1.810
καὶ ὁ νεὼς ἐκεῖνος εἶχε τῶν Χερουβὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων, ὡς ἂν
2.1.811
μηδεμία τοῖς ἀκούουσιν ἐν τεῦθεν γένηται βλάβη, καὶ περιγεγράφθαι νομίσωσι τὸν
2.1.812
Θεὸν, θεραπεύουσι τὸν ἀκροατὴν, λέγοντες· νϛʹ." Εὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ
2.1.813
οὐ ρανοῦ, καὶ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας." Πανταχοῦ γὰρ,
2.1.814
φασὶν, εἶ, καὶ τὰ σύμπαντα πληροῖς, καὶ πᾶσαν περιέχεις τὴν κτίσιν. Οὕτως
2.1.815
ὑμνήσαντες καλοῦσιν ἅπασαν τὴν γενητὴν φύσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας, οὐ
2.1.816
μόνον τὴν λο γικὴν, ἀλλὰ καὶ τὴν ἄλογόν τε καὶ ἄψυχον. νζʹ." Εὐλογεῖτε γὰρ, φασὶ,
2.1.817
πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς πάντας τοὺς
2.1.818
αἰῶνας." Καὶ οὐκ ἀνέχονται τῆς κοι νῆς κλήσεως μόνης, ἀλλὰ καὶ ἰδίᾳ ἕκαστον
2.1.819
συγκα λοῦσιν, καὶ οὐ μόνον τὰ ὁρώμενα, ἀλλὰ καὶ τὴν ἀό ρατον φύσιν. νηʹ.
2.1.820
" Εὐλογεῖτε γὰρ, φασὶν, ἄγγελοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν
2.1.821
εἰς τοὺς αἰῶνας." Καὶ ἵνα μὴ, καθ' ἕκαστον ἑρμηνεύων, εἰς μῆκος ἄπειρον ἐκτείνω
2.1.822
τὸν λόγον, καλοῦσιν εἰς τὴν χορείαν, καὶ οὐρανὸν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν
2.1.823
οὐρανῶν, καὶ τὰς δυνάμεις τὰς τὸν θεῖον θρόνον περιπολούσας. Καλοῦσι δὲ καὶ
2.1.824
ἥλιον, καὶ σελήνην, καὶ τοὺς ἄλλους φωστῆρας· καὶ οὐ μόνον τὰ κατ' οὐ ρανὸν,
2.1.825
ἀλλὰ καὶ τὰ ἐν τῷ ἀέρι γινόμενα, ὄμβρον καὶ δρόσον, καὶ πνεύματα· εἶτα τὰς
2.1.826
ἐναντίας ποιότητας, ψύχος καὶ καῦμα· εἶτα φύσιν ὁμοῦ καὶ ἐνέργειαν, πῦρ καὶ
2.1.827
καῦμα· τὸ μὲν γὰρ πῦρ φύσεως ὄνομα, τὸ δὲ καῦμα οὐκέτι οὐσία, ἀλλὰ πυρὸς
2.1.828
ἐνέργεια. Καλοῦσι δὲ καὶ δρόσον, καὶ νιφετὸν, καὶ πάγον, καὶ ψύχος, καὶ πάχνας, καὶ
2.1.829
χιόνας, καὶ ἀστραπὰς, καὶ νεφέ λας, τὰ συγγενῆ καὶ ὁμόφυλα. Εἶτα νύκτας καὶ
2.1.830
ἡμέρας, καὶ τὰ τούτων ποιητικὰ, φῶς καὶ σκότος· τὰ μὲν γὰρ ὀνόματα, τὰ δὲ
2.1.831
πράγματα·" Ἐκάλεσε γὰρ, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε
2.1.832
νύκτα." Εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστὶ, καὶ οὐκ οὐσία, ἀλλὰ πρᾶγμά ἐστι συμβεβηκὸς,
2.1.833
καὶ τῆς νυκτὸς ποιητικόν. Καὶ ἐπειδὴ δρόσου καὶ νιφετοῦ ἐμνημόνευσαν, ἀναγκαίως
2.1.834
δεικνύουσι καὶ τὰς τούτων πηγάς·" Εὐλογεῖτε γὰρ, ἔλεγον, ἀστραπαὶ καὶ νε φέλαι·"
2.1.835
αἱ μὲν τίκτουσαι, αἱ δὲ τὰς ὠδῖνας προμη νύουσαι." Ἀστραπὰς γὰρ, φησὶν ὁ
2.1.836
προφήτης, εἰς ὑετὸν ἐποίησεν." Οὕτω μνημονεύσαντες τῶν κατ' οὐρανὸν καὶ ἀέρα,
2.1.837
καὶ ἑκάστῳ ὑμνεῖν παρακελευσά μενοι, ἐπὶ τὴν κοινὴν μητέρα τὴν γῆν τοῦ ὕμνου
2.1.838
μεταφέρουσι τὴν παρακέλευσιν, καί φασιν· οδʹ." Εὐλογείτω ἡ γῆ τὸν Κύριον,
2.1.839
ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας." Εἶτα κατὰ διαίρεσιν· οεʹ.
2.1.840
" Εὐλογεῖτε, ὄρη καὶ βουνοὶ, τὸν Κύριον." Ἔπειτα τὰς ταύτης ὠδῖνας· οϛʹ." Εὐλογεῖτε,
2.1.841
πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν Κύριον." Εἶτα τὴν ἀρδείαν ἧς δέονται·" Εὐλογεῖτε, αἱ
2.1.842
πηγαὶ, τὸν Κύριον." Καὶ ἐπειδὴ τῆς κάτω μοί ρας ἐστὶ καὶ ἡ θάλασσα, καὶ οἱ ποταμοὶ,
2.1.843
ἀναγ καίως καὶ τούτων ἐποιήσαντο τὴν μνήμην· μνη μονεύουσι δὲ καὶ τῶν τῆς
2.1.844
θαλάττης τροφίμων. οθʹ." Εὐλογεῖτε γὰρ, φησὶ, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς
2.1.845
ὕδασι, τὸν Κύριον." Μετὰ ταῦτα τὰ πετεινὰ καλοῦσι, καὶ τὰ θηρία, καὶ τὰ κτήνη, καὶ
2.1.846
ἔσχατον ἁπάντων τῶν ἀνθρώπων τὴν φύσιν, τῆς κοσμογονίας τὴν τάξιν
2.1.847
φυλάξαντες. Καὶ γὰρ ὁ μα κάριος Μωσῆς, πρῶτα μὲν φῦναι τῷ θείῳ λόγῳ τὰ δένδρα
2.1.848
συνέγραψεν, εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη, καὶ πρὸς τούτοις καὶ σὺν τούτοις
2.1.849
τῶν ἀερο πόρων ὀρνίθων τὴν φύσιν, μετὰ δὲ ταῦτα θηρία καὶ κτήνη, τελευταῖον δὲ
2.1.850
τὸν ἄνθρωπον. Καλέσαντες δὲ τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὑμνῳδίαν, πάλιν κατὰ
2.1.851
81. 1340 διαίρεσιν ὑμνεῖν παρεγγυῶσι τὸν Ποιητήν· καὶ πρώ τους μὲν τῶν ἄλλων
2.1.852
ἁπάντων τοὺς υἱοὺς Ἰσραὴλ τοῦτο ποιεῖν παρακελεύονται· καὶ τούτους δὲ πολλα
2.1.853
χῶς διαιροῦσι, καὶ τάττουσι πρώτους τοὺς ἱερεῖς, ἅτε δὴ τὴν θείαν λειτουργίαν
2.1.854
πεπιστευμένους. Εἶτα, ἵνα μὴ νομισθῶσι μόνοις τοῖς ἱερεῦσι περιγράφειν τὴν
2.1.855
ὑμνῳδίαν, ἐπάγουσιν· πεʹ." Εὐλογεῖτε, δοῦλοι Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ
2.1.856
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας·" μονονουχὶ λέγοντες, ὅτι δυνατὸν εὐνοϊκῶς
2.1.857
δουλεύειν τῷ Δεσπότῃ καὶ τὸν ἱερωσύνης γεγυμνωμένον. Προκηρύττουσι καὶ τὴν
2.1.858
ἀνάστασιν· πϛʹ." Εὐλογεῖτε γὰρ, φασὶ, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον·"
2.1.859
τουτέστιν, αἱ πνευματικαὶ τῶν δικαίων ψυχαὶ, αἱ τῶν ἀνθρωπίνων παθῶν ὑπέρ
2.1.860
τεραι γενόμεναι, αἱ τοῦ Πνεύματος τὴν χάριν ὑποδεξάμεναι. Ἔπειτα καὶ τοὺς ἀρετῆς
2.1.861
εἴδη τινὰ κε κτημένους· πζʹ." Εὐλογεῖτε, φασὶν, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν
2.1.862
Κύριον." Δυνατὸν γὰρ, φασὶν, ἀδικίας ἀπηλλαγμένους, καὶ ταπεινῷ φρονήματι
2.1.863
κεχρημέ νους, καὶ ἀρέσκειν Θεῷ καὶ τὸν ἁρμόττοντα ὕμνον προσφέρειν. Ταῦτα δὲ
2.1.864
οὐκ ἀδολεσχίᾳ χρώμενοι κατ έλεξαν ἅπαντα, ἀλλὰ πρῶτον μὲν τὸ περὶ τὸν Δεσπό
2.1.865
την πυρσεύοντες φίλτρον, καὶ σφᾶς αὐτοὺς ἀναμι μνήσκοντες τῶν ἀῤῥήτων
2.1.866
εὐεργεσιῶν, καὶ τῆς τῶν ἀνθρώπων ἕνεκεν ἐξ ἀρχῆς γενομένης δημιουργίας· διὰ γὰρ
2.1.867
τούτων μηνύουσι τῶν λόγων, ὅτι Ὑμνοῦμέν σε καὶ ὑπερυψοῦμεν, ὅτι δι' ἀγγέλων
2.1.868
ἡμᾶς εὐεργε τεῖς, ὅτι οὐρανὸν ἡμῶν χάριν ἐδημιούργησας, ἡλίῳ δὲ τὴν ἡμέραν
2.1.869
φωτίζεις, καὶ τῇ σελήνῃ τῆς νυκτὸς κεραννύεις τὸ ἀφεγγὲς, καὶ τοῦ χρόνου ἡμᾶς τὰ
2.1.870
μέ τρα διδάσκεις· ὑμνοῦμέν σε, ὅτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστῆσαι τὸν
2.1.871
οὐρανὸν παρεσκεύασας, καὶ ἄνθεσιν ἀμαράντοις ἑστιᾷς ἡμῶν τὰς ὄψεις, καὶ τῆς
2.1.872
νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέ τρα γινώσκειν. Καὶ τίς ἄν σε πρὸς
2.1.873
ἀξίαν ὑμνήσειεν, ὁρῶν τῶν ὡρῶν τὰς μεταβολὰς, τῶν τροπῶν τὰς ἀλλαγὰς, καῦμα
2.1.874
προσφόρως ἐν θέρει γινόμενον; εἶτα πνευμάτων αὔρας ἀναψυχούσας, ψύχος ἐν χει
2.1.875
μῶνι καὶ ὑετὸν ἐπιφερόμενον, καὶ ἕκαστον ῥυθμῷ καὶ τάξει προβαῖνον, ἀστραπὰς
2.1.876
τὸν ὑετὸν μηνυούσας, νεφέλας τὸν ὑετὸν ὠδινούσας, ὄρη καὶ πεδία ληΐοις κομῶντα,
2.1.877
καὶ ἄλσεσι, πηγὰς ὑπαναβλυζούσας, καὶ ἀρδείαν τοῖς φυτοῖς προσφερούσας,
2.1.878
ποταμοὺς ἄπαυ στα τρέχοντας, καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομέ νους, θάλατταν ἐν
2.1.879
μέσῳ κειμένην, φιλίας καὶ ὁμονοίας αἰτίαν, καὶ χωρίον κοινὸν τούτων κἀκείνων
2.1.880
δεχόμενον τὰ συμβόλαια; Καὶ ἵνα μὴ καθ' ἕκαστον λέγω, πρῶ τον μὲν τούτων
2.1.881
ἁπάντων ἐμνημόνευσαν οἱ μακάριοι, τὴν οἰκείαν ἐπιδεικνύντες εὐγνωμοσύνην, καὶ
2.1.882
θερμό τερον ἐπιτελέσαι τὸν ὕμνον τῇ μνήμῃ τῶν εὐερ γεσιῶν βουλόμενοι· ἔπειτα δὲ,
2.1.883
καὶ τοὺς Χαλδαίουςἔξωθεν ὑπακούοντας παιδεῦσαι πειρώμενοι, ὅτι τὰ ὑπ'
2.1.884
αὐτῶν προσκυνούμενα στοιχεῖα τοῦ Θεοῦ τῶν ὅλων [ἐστὶ] ποιήματα. Διὰ τοῦτο καὶ
2.1.885
πυρὸς καὶ ὑδάτων. ἡλίου τε καὶ σελήνης, οὐρανοῦ τε καὶ γῆς ἐναργῶς
2.1.886
μνημονεύουσι, πεῖσαι βουλόμενοι τοὺς ἀνοήτους, παύ σασθαι μὲν τοῦ προσκυνεῖν τὰ
2.1.887
ὁρώμενα, τὸν δὲ τού των Δεσπότην ἐπιγνῶναι, καὶ τὴν πρέπουσαν αὐτῷ θεραπείαν
2.1.888
προσενεγκεῖν. Εἰκὸς γὰρ ἦν τὸ μέγα θαῦμα θεωμένους, καὶ τοῦ πυρὸς τὴν ἧτταν
2.1.889
ὁρῶντας, καὶ αὑτῶν δὲ καὶ τοῦ βασιλέως αὑτῶν αἰσχύνην, τῶν αἰχμαλώτων δὲ
2.1.890
ἐκείνων παίδων τὴν σωτηρίαν τε καὶ παῤῥησίαν, δέξασθαι διὰ τῆς ὑμνῳδίας τὴν τῆς
2.1.891
εὐ σεβείας διδασκαλίαν. Οὕτως ὑμνήσαντες τελευταίως ἐπάγουσιν· πηʹ." Εὐλογεῖτε,
2.1.892
Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς
2.1.893
αἰῶνας." Οὕτως ἑαυτοὺς ἐσχάτους ἡγοῦντο τῆς κτί σεως, καὶ πάντων ἀνθρώπων
2.1.894
εὐτελεστάτους. Τοιοῦτος ἦν καὶ ὁ μακάριος Παῦλος, λέγων·" Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ
2.1.895
πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη." Καὶ ἀλλαχοῦ·" Χριστὸς, φησὶν, ἦλθεν εἰς τὸν
2.1.896
κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ." Καὶ τῶν μὲν ἁμαρτωλῶν πρῶτον
2.1.897
ἑαυτὸν ὀνομάζει, τῶν δὲ ἁγίων ἔσχατον ἀποκαλεῖ· οὕτω καὶ οἱ μακάριοι οὗτοι
2.1.898
ἐσχάτους ἑαυτοὺς παρακελεύονται ὑμνεῖν τὸν Κύ ριον, καὶ ὑπερυψοῦν αὐτὸν εἰς
2.1.899
τοὺς αἰῶνας. Εἶτα διηγοῦνται τὸ θαῦμα·" Ὅτι ἐῤῥύσατο ἡμᾶς ἐξ ᾅδου, καὶ ἔσωσεν
2.1.900
ἡμᾶς ἐκ χειρὸς θανάτου." Ἀν θρωπίναις γὰρ ἀπηγορεύθημεν ψήφοις." Καὶ ἐῤῥύσατο
2.1.901
ἡμᾶς ἐκ μέσου καιομένης φλο γός· καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς. (πθʹ.)
2.1.902
Ἐξομολογεῖσθε τοίνυν τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Τί
2.1.903
γὰρ χρηστότερον, τί δὲ ἀγαθώτερον τοῦ τοσούτῳ ἐν τοῖς καθ' ἡμᾶς χρησαμένου
2.1.904
ἐλέῳ; Καὶ τοσαύτην ἀρετὴν ἐπιδειξά μενοι, ἐλέῳ φασὶ τῆς σωτηρίας τετυχηκέναι.
2.1.905
Εἶτα ἐπειδὴ μόνων τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσαν ἄνω, καλοῦσι καὶ τοὺς ἐν τοῖς
2.1.906
ἔθνεσιν εὐσεβοῦντας, καὶ τὸν Θεὸν θεραπεύειν ἐσπουδακότας. ϛʹ." Εὐλογεῖτε, πάντες
2.1.907
οἱ σεβόμενοι τὸν Κύριον, τὸν Θεὸν τῶν θεῶν, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς
2.1.908
πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων." Καὶ τὸ ἄπειρον
2.1.909
αὐτοῦ τῆς ἀγαθότητος δεῖξαι φιλονεικοῦντες, καὶ ἡττώμενοι, πολλάκις τὸ τῶν
2.1.910
αἰώνων ἀναστρέφουσιν ὄνομα. Τοιοῦ τος τῶν ἁγίων τούτων ὁ ὕμνος οὗτος καὶ τὸν
2.1.911
θηριώδη καὶ ἀπηνῆ βασιλέα ἐκπλήξας, τῶν μὲν βασιλικῶν ἐξανέστησε θρόνων,
2.1.912
δραμεῖν δὲ παρ' αὐτοὺς παρ εσκεύασε, καὶ θεωρεῖ τέτταρας ἀντὶ τριῶν ἐν τῇ καμίνῳ
2.1.913
χορεύοντας." Καὶ λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν
2.1.914
εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; (ϛβʹ.) Καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέσσαρας λελυ
2.1.915
μένους, καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρὸς, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς,
2.1.916
καὶ ἡ ὅρασις τοῦ τε τάρτου ὁμοία υἱῷ Θεοῦ." Ὢ τῆς ἀῤῥήτου μακρο θυμίας! Εἰκότως
2.1.917
ἐβόων οἱ ἅγιοι παῖδες·" Ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν
2.1.918
αἰῶνα τῶν αἰώνων." Ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύ τῃ καὶ τύφῳ χρησάμενον,
2.1.919
καὶ τὸ θεῖον σέβας ἁρπά σαι καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θηριω δῶς
2.1.920
κολάσαι πειραθέντα, πρὸς τὴν εὐσέβειαν ποδ ηγεῖ, καὶ τὴν οἰκείαν αὐτῷ
2.1.921
θαυματουργίαν ὑποδεί κνυσι, καὶ τὸν ἀποσταλέντα εἰς ἐπικουρίαν τῶν ἁγίων
2.1.922
ἄγγελον ἐμφανῆ αὐτῷ ποιεῖ. Καὶ ἐκπλήττει μὲν αὐτὸν, πρῶτον τῷ ἀριθμῷ, ἀντὶ
2.1.923
τριῶν τέσσαρας ὑποδείξας· ἔπειτα τῇ λύσει τῶν δεσμῶν· λελυμένους γὰρ ἀντὶ
2.1.924
δεδεμένων ἑώρα· ἔπειτα τῇ σωτηρίᾳ·" Διαφθορὰ γὰρ, φησὶν, οὐκ ἔστιν ἐν αὐτοῖς."
2.1.925
Ὅθεν ἐκπλαγεὶς, καὶ καταλύσας τὸν τῦφον, προσέρ χεται· ϛγʹ." Καί φησι· Σιδρὰχ,
2.1.926
Μισὰχ, καὶ Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Καὶ
2.1.927
ἐξῆλθον Σιδρὰχ, Μισὰχ καὶ Ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός." Μεμάθηκεν ὁ μάταιος, ὁ
2.1.928
λέγων·" Τίς ἐστι Θεὸς, ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου;" ὅτι ἔστι Θεὸς ἄῤῥητον
2.1.929
ἔχων δύναμιν, τῷ πυρὶ κε λεύων ἐναντίαν ἐπιδείξασθαι τοῖς ἁγίοις ποιότητα. Ὃν
2.1.930
γὰρ Θεὸν ἐκεῖνος οὐκ ἐνόμιζεν, ἔγνω ὅτι ἔστι Θεὸς, καὶ ὕψιστος Θεός. Ἐξελθόντων
2.1.931
δὲ τῶν ἁγίων, θαυμάζουσι μὲν ἅπαντες σατράπαι, καὶ τοπάρχαι, καὶ στρατηγοὶ,
2.1.932
θεωροῦντες ἀκήρατα διατηρηθέντα τῶν ἁγίων τὰ σώματα, καὶ τὰς τρίχας αὐτὰς
2.1.933
οὐδε μίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης· οὐ τὰς τρίχας δὲ μόνον, ἀλλὰ
2.1.934
καὶ αὐτὴν τὴν ἐσθῆτα, καὶ τὰ ὑποδήματα ἀκέραια μείναντα, ὡς καὶ αὐτῆς
2.1.935
ἀπηλλάχθαι τῆς ἀπὸ τοῦ πυρὸς ὀσμῆς. Εἶτα ὑμνεῖ ταῦτα θεασάμενος ὁ
2.1.936
Ναβουχοδονόσορ, καὶ λέγει· ϛεʹ." Εὐλογητὸς ὁ Θεὸς τοῦ Σιδρὰχ, Μισὰχ, καὶ
2.1.937
Ἀβδεναγὼ, ὃς ἀπέστειλε τὸν ἄγγελον αὑτοῦ, καὶ ἐῤ ῥύσατο τοὺς παῖδας αὑτοῦ, ὅτι
2.1.938
ἐπεποίθεισαν ἐπ' αὐτῷ, καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν, καὶ παρέδωκαν τὰ
2.1.939
σώματα αὑτῶν, ὅπως μὴ λατρεύ σωσι, μηδὲ προσκυνήσωσι παντὶ θεῷ ἑτέρῳ, ἀλλὰ
2.1.940
τῷ Θεῷ αὑτῶν." Ἀεὶ τῇ πείρᾳ παραλαμβάνων ὁ μάταιος τοῦ Θεοῦ τὴν δύναμιν, λήθῃ
2.1.941
τὰ θαύματα παραδίδωσι. Τοῦτο καὶ ἐπὶ τοῦ θειοτάτου πεποίηκε Δανιήλ· ἀναστὰς γὰρ
2.1.942
προσεκύνησεν αὐτῷ, καὶ μα ναὰ καὶ εὐωδίαν προσενεχθῆναι αὐτῷ παρενεγγύησε.
2.1.943
Καὶ νῦν δὲ ὡσαύτως θεασάμενος τῶν ἁγίων τούτων τὴν σωτηρίαν, ὑμνεῖ τὸν Θεὸν,
2.1.944
καὶ θαυμάζει τοὺς ἄνδρας, ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ προετίμησαν,
2.1.945
φησὶν, εὐσεβῆ θάνατον παρανόμου ζωῆς. ϛϛʹ." Καὶ νῦν, φησὶν, ἰδοὺ ἐγὼ
2.1.946
ἐκτίθημι δό γματα, ὅπως πᾶς λαὸς, φυλὴ, γλῶσσα, ἢ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ
2.1.947
Θεοῦ Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδε ναγὼ, εἰς ἀπώλειαν ἔσονται, καὶ οἱ οἶκοι αὐτῶν
2.1.948
διαρπαγήσονται, καθότι οὐκ ἔστι Θεὸς ἕτερος, ὃς δυνήσεται ῥύσασθαι οὕτως." Καὶ τῷ
2.1.949
ὄντι τῇ πείρᾳ τοῦτο μεμάθηκεν· πολλῶν γὰρ καλουμένων θεῶν τὰ τεμένη
2.1.950
καταλύσας, καὶ τὰ ταμεῖα συλήσας, βωμοὺς ἀνασπάσας, καὶ τοὺς ἱερωμένους αὐτῶν
2.1.951
κατασφάξας, οὐδεμιᾶς θείας εὐεργεσίας ἐδέξατο πεῖραν· κατὰ δὲ τῶν τῷ Θεῷ
2.1.952
ἀνακειμένων τῇ λύττῃ χρησάμενος, εἶδε τοῦ Θεοῦ καὶ τὴν ἄπειρον δύναμιν, καὶ τὴν
2.1.953
μακροθυμίαν τὴν ἄῤῥητον· τοὺς μὲν γὰρ οἰκείους θεράποντας ἀκραιφνεῖς
2.1.954
διεφύλαξεν, αὐτὸν δὲ τέως δίκας τῆς μανίας οὐκ εἰσεπράξατο, ἐπιμείναντα δὲ τῇ
2.1.955
δυσσεβείᾳ μετὰ βραχὺ μετρίως ἐκόλασεν, εἶτα μετανοίᾳ χρησάμενον φιλανθρωπίας
2.1.956
ἠξίωσεν. ϛζʹ." Τότε δὲ ὅμως κατεύθυνε, φησὶν, ὁ βασιλεὺς τὸν Σιδρὰχ, Μισὰχ, καὶ
2.1.957
Ἀβδεναγὼ, ἐν τῇ χώρᾳ Βαβυλῶνος, καὶ ηὔξησεν αὐτοὺς, καὶ ἠξίωσεν αὐ τοὺς
2.1.958
ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ." Τοσαύτην ὁ Δεσπότης
2.1.959
τῶν θεραπεύειν αὐτὸν ἐσπουδακότων ποιεῖται προμήθειαν. Καὶ εἰκότως ἐβόων οἱ
2.1.960
ἅγιοι παῖδες οὗτοι, ὅτι" Οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί." Καὶ ἡμεῖς τοίνυν
2.1.961
ταύτην κτησώμεθα τὴν ἐλπίδα, πάσης ὁμοῦ προτιμῶντες τῆς κτίσεως τὸν Ποιητήν τε
2.1.962
καὶ Κυβερνήτην· καὶ γενέσθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παῖδες ὠφελείας
2.1.963
παράδειγμα, εὐσεβείας ἀρχέ τυπον, ποδηγοὶ πρὸς Θεὸν, καὶ τὰ ὑπὸ τοῦ Θεοῦ τοῖς
2.1.964
ἀξίοις χορηγούμενα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπι τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ
2.1.965
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν
2.1.966
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note