Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Interpretatio in Danielem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
ϛηʹ." Ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς
4.1.2
οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη." Προὔργου νομίζω, πρό τερον τὴν
4.1.3
ὑπόθεσιν τῆσδε τῆς ἐπιστολῆς καὶ τὴναἰτίαν διεξελθεῖν, εἶθ' οὕτως τὴν
4.1.4
ἑρμηνείαν ποιήσα σθαι. Ὁ Ναβουχοδονόσορ τῆς Ἀσίας ἁπάσης κεκρατηκὼς, καὶ τὴν
4.1.5
Αἴγυπτον δὲ ὑφ' ἑαυτὸν ποιησάμε νος, καὶ Αἰθίοπας τοὺς πρὸς Αἴγυπτον
4.1.6
χειρωσάμενος, ὠμῶς μὲν λίαν καὶ ἀπηνῶς ἐχρήσατο τοῖς ὑπηκόοις, εἰς τοσαύτην δὲ
4.1.7
ἤλασεν ἀλαζονείαν, ὡς νομίζειν οὐ μόνον τῶν καλουμένων θεῶν, ἀλλὰ καὶ αὐτοῦ
4.1.8
τοῦ ὄντως Θεοῦ μείζων εἶναι καὶ δυνατώτερος. Τοῦτον δὲ αὐτοῦ τὸν ἀπληστότατον
4.1.9
τῦφον, οὐ μόνον ὁ θεσπέ σιος διδάσκει Δανιὴλ, ἀλλὰ καὶ ὁ θειότατος Ἡσαΐας ὁ
4.1.10
προφήτης, μᾶλλον δὲ αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου φθεγγόμενος
4.1.11
οὕτως·" Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς μού ἐστιν ἐν ταῖς χερσὶν
4.1.12
αὐτῶν· τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ ἐν τῷ ἐμῷ λαῷ συντάξω
4.1.13
ποιῆσαι σκῦλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς
4.1.14
κονιορτόν." Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Θρήνων μέν εἰσιν ἄξιοι Ἀσσύριοι, μυρίων
4.1.15
ὄντες ἐργάται κακῶν· ἀλλ' ὅμως τούτοις διακόνοις εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν
4.1.16
χρήσομαι τιμωρίας, καὶ οἷόν τινα ῥάβδον κολαστικὴν τούτους τοῖς παρανομοῦσιν
4.1.17
ἐπάξω· οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις, ἀλλὰ καὶ τῷ προσαγορευομένῳ μου
4.1.18
λαῷ. Ἐπάξω δὲ, διὰ τὴν πολλὴν αὐτοῦ ἀσέβειαν, καὶ παρανομίαν, καὶ τάς τε πόλεις
4.1.19
αὐτῶν διὰ τούτων καθελῶ, καὶ τὰ ἐν ταῖς πόλεσι σκῦλα τούτων γενέ σθαι
4.1.20
παρασκευάσω. Ἐγὼ μὲν οὖν, οἷόν τινι δημίῳ τῷ Ἀσσυρίῳ χρώμενος, δίκας δι' αὐτοῦ
4.1.21
τοὺς παρα νομοῦντας εἰσπράττομαι." Αὐτὸς δὲ, φησὶν, οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ
4.1.22
ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολοθρεῦσαι
4.1.23
ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ· Σὺ μόνος εἶ ἄρχων, καὶ ἐρεῖ· Οὐκ ἔλαβον τὴν
4.1.24
χώραν τὴν ἐπάνω Βαβυλῶνος, καὶ Χαλάνην, οὗ πύργος ᾠκο δομήθη, καὶ ἔλαβον
4.1.25
Ἀραβίαν, καὶ Δαμασκὸν, καὶ Σαμάρειαν; Ὃν τρόπον ταύτας, καὶ πάσας τὰς χώρας
4.1.26
λήψομαι." Διὰ τούτων μὲν οὖν τὴν ἀλαζονείαν αὐτοῦ δήλην πεποίηκε. Εἶτα
4.1.27
προαγορεύει τὰ κατα ληψόμενα τὴν Ἱερουσαλὴμ κακὰ, ὑποδείκνυσι δὲ καὶ τὰς τῆς
4.1.28
τιμωρίας αἰτίας·" Ὀλολύξατε γὰρ, φησὶ, τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ, καὶ ἐν Σαμα ρείᾳ·
4.1.29
ὃν τρόπον γὰρ ἐποίησα ἐν Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ
4.1.30
ἐν Ἱερουσα λὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς." Μεμαθήκαμεν δὲ, ὅτι τῆς Ἱερουσαλὴμ
4.1.31
Σενναχηρεὶμ ὁ τῶν Ἀσσυρίων οὐ περιεγένετο βασιλεὺς, ὁ δὲ Ναβουχοδονόσορ εἰς
4.1.32
Βαβυλῶνα τὰ βασίλεια μεταθεὶς, καὶ βασιλικὴν ἐκείνην ἀποφήνας πόλιν μετὰ τὴν
4.1.33
τῆς Νινευὴ κατά λυσιν, ἐπεστράτευσε τῇ Ἰουδαίᾳ, καὶ ἀνάστατον τὴν Ἱερουσαλὴμ
4.1.34
πεποιηκὼς, τοὺς μὲν πλείστους τῶν οἰκητόρων ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐξανδραπο
4.1.35
δίσας αἰχμαλώτους ἀπήγαγεν· ὡς εἶναι δῆλον κἀν τεῦθεν, ὡς μίαν οἶδεν ἡ θεία
4.1.36
Γραφὴ τὴν Ἀσσυρίωνκαὶ Βαβυλωνίων βασιλείαν· καὶ ἐκ τῶν ἐπαγομένων δὲ
4.1.37
τοῦτο ῥᾴδιόν ἐστι καταμαθεῖν." Ἔσται γὰρ, φησὶν, ὅταν συντελέσῃ Κύριος ποιῶν
4.1.38
πάντα ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει Κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν
4.1.39
ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ." Ἐτι
4.1.40
μωρήσατο δὲ τὴν Ἱερουσαλὴμ ὁ Θεὸς, οὐ διὰ τοῦ Σενναχηρεὶμ, ὃς τῶν Ἀσσυρίων
4.1.41
ἐβασίλευσεν, ἀλλὰ διὰ τοῦ Ναβουχοδονόσορ. Ὁ μὲν γὰρ, οὐ μόνον οὐκ ἐπόρθησε τὴν
4.1.42
πόλιν, ἀλλὰ καὶ ἅπασαν ἀπολωλεκὼς τὴν στρατείαν, ἀπέδρα μόνος, καὶ οἴκοι τὴν
4.1.43
σφαγὴν παρὰ τῶν υἱῶν ἐδέξατο· ὁ δὲ Ναβουχοδονόσορ καὶ τὴν πόλιν καθεῖλε, καὶ
4.1.44
ἐνέπρησε τὸν θεῖον νεὼν, καὶ τὸν λαὸν ἀπήγαγε δορυάλωτον. Διδάσκει τοίνυν ἡμᾶς
4.1.45
ἡ θεία Γραφὴ, ὅτι μετὰ τὸ συντελέσαι Κύριον ποιοῦντα πάντα ἐν τῷ ὄρει Σιὼν καὶ ἐν
4.1.46
Ἱερουσαλὴμ, ἃ ἠπείλησε λέγων·" Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἱερουσαλήμ· ὃν τρόπον
4.1.47
γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς εἰδώλοις αὐτῆς, οὕτω ποιήσω καὶ τῇ Ἱερουσα λὴμ καὶ
4.1.48
τοῖς χειροποιήτοις αὐτῆς," ἐπάξει, φησὶ, Κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα
4.1.49
τῶν Ἀσσυρίων. Καὶ οὐ λέγει τῶν Βαβυλωνίων, ἀλλὰ τῶν Ἀσσυρίων· μία γὰρ τούτων
4.1.50
κἀκείνων ἡ βασιλεία. Νοῦν δὲ μέγαν καλεῖ διὰ τὸ ὑψηλὸν καὶ ἀλαζονικὸν τῶν
4.1.51
βουλευμάτων· διὸ καὶ εἰκότως ἐπάγει·" Καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν
4.1.52
αὐτοῦ." Καὶ οὐχ ἁπλῶς ἔφη," τῆς δόξης αὐτοῦ," ἀλλὰ" τῆς δόξης τῶν ὀφθαλμῶν
4.1.53
αὐτοῦ·" τουτέστιν, ὃς ἄνθρω πος ὢν ὑψηλότατός τε καὶ μέγιστος εἶναι φαντάζε ται.
4.1.54
Εἶπε γάρ·" Ἐν τῇ ἰσχύϊ μου ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεώς μου ἀφελῶ ὅρια
4.1.55
ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν
4.1.56
οἰκουμένην ὅλην καταλήψο μαι τῇ χειρί μου ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ
4.1.57
ἀρῶ, καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι" Οὕτω γυμνώσας τῶν λογισμῶν
4.1.58
τοῦ Ἀσσυρίου τὸν τῦφον, ἐλέγχει τῶν ἐνθυμημάτων τὸ μάταιον, καὶ διδάσκει, ὡς
4.1.59
οὐδὲν ἂν τῶν ὑπ' αὐτοῦ γενομένων ἐγένετο, μὴ τοῦ Θεοῦ συγχωρήσαντος, καὶ
4.1.60
βουλη θέντος δίκας τῆς ἀσεβείας εἰσπράξασθαι τοὺς ταῦτα ὑπ' αὐτοῦ πεπονθότας. Οὗ
4.1.61
χάριν εἰκότως ἐπάγει·" Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ
4.1.62
ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐ τόν; Ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ
4.1.63
ξύλον." Καθ άπερ, φησὶν, ἀδύνατον, αὐτομάτως ἀξίνην, ἢ πρίονα, ἢ ῥάβδον
4.1.64
κινηθῆναι· τηνικαῦτα γὰρ τούτων ἕκαστον ἐνεργεῖ, ἡνίκα ἄν τις τῇ χειρὶ
4.1.65
χρησάμενος κινῆσαι ταῦτα θελήσειεν· οὕτω καὶ σὺ, τῆς ἐμῆς παραχωρη σάσης σοι
4.1.66
προμηθείας, πεποίηκας ἃ πεποίηκας, διὰ τὴν τῶν πεπονθότων παρανομίαν. Μὴ
4.1.67
τοίνυν νόμιζε, τῇ οἰκείᾳ σοφίᾳ καὶ δυνάμει ταῦτα κατωρθωκέναι. Εἰ δὲ οὐ βούλει
4.1.68
ταῦτα σωφρόνως μαθεῖν, καὶ τὴν ἀλαζονικὴν ὀφρὺν καταλῦσαι, τῇ πείρᾳ μαθήσῃ,
4.1.69
ὅτιταῦθ' οὕτως ἔχει." Ἀποστελεῖ γὰρ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν
4.1.70
ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται." Καὶ ἐν ἑτέρῳ δὲ χω ρίῳ
4.1.71
πάλιν τοιαῦτά φησιν ὁ Θεὸς πρὸς τὸν προφήτην·" Καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ
4.1.72
τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνη· Πῶς ἀνα πέπαυται ὁ ἀπαιτῶν;
4.1.73
καὶ ἀναπέπαυται ὁ ἐπισπου δαστής; Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτω λῶν,
4.1.74
τὸν ζυγὸν τῶν ἀρχόντων, πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ." Εἶτα δείκνυσι τὴν
4.1.75
τῆς οἰκουμένης εὐφροσύνην·" Πᾶσα ἡ γῆ, φησὶ, μετ' εὐφροσύ νης, καὶ τὰ ξύλα τοῦ
4.1.76
Λιβάνου εὐφρανθήσονται ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου· ἀφ' οὗ κεκοί μησαι, οὐκ
4.1.77
ἀνέβη ὁ κόπτων ἡμᾶς." Τροπικῶς δὲ ταῦτα λέγει· καὶ κέδρους τοῦ Λιβάνου προσαγο
4.1.78
ρεύει, ἢ τὸν Ἰσραὴλ ἐπίσημον ὄντα, καὶ ἔνδοξον, ἢ τοὺς λαμπροὺς ἐν ἀξιώμασι, καὶ
4.1.79
βασιλεύειν πεπι στευμένους. Καὶ μετὰ βραχέα, κωμῳδῶν αὐτοῦ τὸν τῦφον, καὶ τὴν
4.1.80
τῆς ἀλαζονείας διδάσκων κατάλυσιν·" Πῶς ἐξέπεσε, φησὶν, ἐκ τοῦ οὐρανοῦ ὁ
4.1.81
Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀπο στέλλων πρὸς πάντα τὰ
4.1.82
ἔθνη; Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ ἐπάνω τῶν
4.1.83
ἀστέρων θήσω τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ πρὸς
4.1.84
βοῤῥᾶν, ἀνα βήσομαι ἐπάνω τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ." Εἶτα
4.1.85
δείκνυσι τῆς ἀνθρωπίνης εὐη μερίας τὸ ἐπίκηρον·" Σὺ δὲ, φησὶν, ὁ ταῦτα λογί σασθαι
4.1.86
τετολμηκὼς, εἰς ᾅδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε
4.1.87
θαυμάσουσιν ἐπὶ σὲ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος, ὁ παροξύ νων τὴν γῆν, ὁ σείων
4.1.88
βασιλεῖς, ὁ θεὶς τὴν γῆν ὅλην ἔρημον, καὶ τὰς πόλεις αὐτῆς καθεῖλε· τοὺς ἐν
4.1.89
ἐπαγωγῇ οὐκ ἠλέησε· πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος
4.1.90
ἐν τῷ οἴκῳ αὑτοῦ· σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νε κρὸς, ἐβδελυγμένος, μετὰ
4.1.91
πολλῶν τεθνηκότων ἐκκε κεντημένων μαχαίρᾳ, καταβαινόντων εἰς ᾅδην." Καὶ ἵνα
4.1.92
μὴ πάσας τὰς περὶ αὐτοῦ προφητείας παραγα γὼν ἀποκνήσω τῷ μήκει, τούς τε νῦν
4.1.93
ἀκούοντας, καὶ τοὺς εἰς ὕστερον τούτοις ἐντευξομένους εἰς ἐκεῖνα παραπέμψας,
4.1.94
τοὺς γνῶναι τὸν τῦφον αὐτοῦ καὶ τὴν ὠμότητα βουλομένους, ἐπὶ τὸ προκείμενον
4.1.95
ἐπανάξω τὸν λόγον. Τοῦτον τοίνυν ὁ τῶν ὅλων Θεὸς εἰς εὐσέβειαν ποδηγῆσαι
4.1.96
θελήσας, πολλὰ πολλάκις σωτήρια προσενήνοχε φάρμακα, καὶ πρῶτον μὲν ἐν τῷ
4.1.97
δευτέρῳ τῆς βασιλείας ἔτει, ὄναρ αὐτῷ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν, εἶτα τῇ λήθῃ
4.1.98
τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προφήτου κατέστησεν· ἔπειτα διὰ τῆς ἑρμηνείας τὰς
4.1.99
τῶν βασιλέων διαδοχὰς ἐδίδαξεν ἀκριβῶς, τῆς ἀνθρωπίνης εὐημερίας ὑποδεικνὺς τὸ
4.1.100
81. 1353 βραχὺ καὶ ἐπίκηρον. Καὶ παραυτίκα μὲν ὠφέλειαν ἐδέξατο, καὶ τὸ ἄμετρον
4.1.101
σέβας τῷ Δανιὴλ προσενή νοχεν· ὡς Θεῷ γὰρ λιβανωτὸν αὐτῷ καὶ σπονδὰς
4.1.102
προσενεχθῆναι προσέταξεν. Ἀλλὰ πάλιν, οὐ πολλοῦ διελθόντος χρόνου, τὴν εἰκόνα
4.1.103
ἐκείνην ἀνέστησε, καὶ ἅπαντας τοὺς ὑπηκόους προσκυνεῖν αὐτὴν κατ ηνάγκασε, καὶ
4.1.104
τοὺς τὴν εὐσέβειαν προτετιμηκότας, τῇ ἀπλήστως τραφείσῃ πυρᾷ παραδέδωκεν.
4.1.105
Ἀλλὰ πάλιν ὁ ἀγαθὸς Δεσπότης, μακροθυμίᾳ χρησάμενος, δίκας μὲν αὐτὸν τῆς τε
4.1.106
ἀλαζονείας καὶ τῆς θηριωδίας οὐκ εἰσεπράξατο, τὴν δὲ θείαν αὐτῷ δύναμιν
4.1.107
ὑποδείκνυσι, τοὺς εὔνους θεράποντας τῆς φλογὸς ἐκείνης ἐλευθερώσας. Πάλιν δὲ
4.1.108
ὀλίγην ἐκεῖθεν ὠφέ λειαν δεξάμενος, ὑμνεῖ μὲν τὸν τῶν ὅλων Θεὸν, ἀπειλεῖ τε τὴν
4.1.109
ἐσχάτην τιμωρίαν τοῖς βλάσφημόν τι κατ' αὐτοῦ φθεγγομένοις· ἀλλ' εὐθὺς καὶ
4.1.110
παραυ τίκα, καὶ ἐν αὐτῷ τῷ ἐνιαυτῷ, λήθῃ πάλιν τὴν μεγίστην ταύτην παραδοὺς
4.1.111
θαυματουργίαν, ἐπιστρα τεύει τοῖς Ἱεροσολύμοις, καὶ καθαιρεῖ μὲν τὰ τῆς πόλεως
4.1.112
τείχη, πυρπολεῖ τε τὸν ἅγιον τοῦ Θεοῦ νεὼν, κατατολμᾷ δὲ τῶν τούτου ἀδύτων, καὶ
4.1.113
πάντα συλή σας τὰ ἀναθήματα εἰς τὴν Βαβυλῶνα σὺν τοῖς αἰχμαλώτοις ἀπήνεγκεν.
4.1.114
Ὅτι δὲ κατὰ τοῦτον ἐπ εστράτευσε τὸν καιρὸν, καὶ ὁ μακάριος ἡμᾶς διδά σκει
4.1.115
Ἱερεμίας οὑτωσὶ λέγων·" Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν ἐν τῷ
4.1.116
ἐνιαυτῷ τῷ δεκάτῳ Σεδεκίου βασιλέως Ἰούδα, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ
4.1.117
Ναβουχοδονόσορ τῷ βασιλεῖ Βαβυλῶνος, καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχα
4.1.118
ράκωσεν ἐν Ἱερουσαλήμ." Καὶ τῆς εἰκόνος δὲ τὸ διήγημα συγγράφων ὁ μακάριος
4.1.119
Δανιὴλ τοῦτον τέθεικε τὸν χρόνον·" Ἔτους ὀκτωκαιδεκάτου Να βουχοδονόσορ ὁ
4.1.120
βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν·" ὡς εἶναι δῆλον, ὅτι ἐν ἀρχῇ τοῦ ἔτους ἀπῄτησε
4.1.121
τὴν τῆς εἰκόνος προσκύνησιν· εἶτα τὴν στρατιὰν προ πέμψας ἠκολούθησε καὶ αὐτὸς,
4.1.122
περιεγένετό τε τῆς Ἱερουσαλὴμ ἑνδεκάτῳ μὲν ἔτει τῆς βασιλείας Σεδε κίου,
4.1.123
ἐννεακαιδεκάτῳ δὲ τῆς ἑαυτοῦ βασιλείας. Ἐπει δὴ τοίνυν οὐδεμίαν οὐδαμόθεν ὁ
4.1.124
δείλαιος ὠφέλειαν ἐδέξατο, ἀγανακτήσας ὁ τῶν ὅλων Θεὸς δεδίττεται μὲν αὐτὸν
4.1.125
πρότερον δι' ἐνυπνίου, εἶτα διὰ τοῦ Δανιὴλ τὰ διὰ τοῦ ἐνυπνίου σημαινόμενα δῆλα
4.1.126
ποιεῖ. Καὶ οὐδὲ οὕτως εὐθὺς ἐπάγει τὴν τιμωρίαν, ἀλλὰ προσφέρει μὲν αὐτῷ
4.1.127
συμβουλὴν καὶ παραίνεσιν διὰ τοῦ Δανιὴλ, ἐνιαυτόν τε ὅλον μακροθυμεῖ τὴν
4.1.128
μεταμέλειαν ἀναμένων. Ὡς δὲ οὐδεμίαν ἰατρείαν ἐκ τῆς μακροθυμίας ἠθέλησε
4.1.129
δρέψασθαι, ἃ ἠπείλησεν ἐπιφέρει κακά· τιμωρεῖταί τε αὐτὸν οὐχ ἁπλῶς, ἀλλὰ τὸν
4.1.130
ἀλαζόνα νοῦν ἐκεῖνον τὸν τὰ ὑπὲρ φύσιν ὀνειροπολήσαντα, φρενοβλαβείᾳ παίει καὶ
4.1.131
παραπλη ξίᾳ. Εἶτα θηριώδη γενόμενον ἐξελαθῆναι παρασκευάζει, καὶ τὰς
4.1.132
ἐρήμους οἰκεῖν ἐπὶ χρόνῳ μα κρῷ. Ἔπειτα αἴσθησιν παρασκευάζει αὐτὸν λα βεῖν τῶν
4.1.133
κατεχόντων δεινῶν· οὔτε γὰρ ἦν οἷόν τε αὐτὸν ὠφέλειαν δρέψασθαι ἀναισθήτως
4.1.134
καὶ ἀναλ γήτως παντελῶς διακείμενον. Οὕτως ἀνανεύσας ἐκεῖνος, ἐπιγινώσκει μὲν
4.1.135
τὰς ὀξυῤῥόπους τοῦ βίου μεταβολὰς, θρηνεῖ δὲ καὶ ὀλοφύρεται τὴν οἰκείαν
4.1.136
ἀβελτηρίαν, ὁμολογεῖ τε τὴν τοῦ Θεοῦ βασιλείαν ἀδιάδοχον εἶναι, εἰς ἅπαντας
4.1.137
διαμένουσαν τοὺς αἰῶ νας. Ταῦτα τῇ πείρᾳ διδαχθεὶς, πάλιν διὰ τὴν ἄῤῥη τον τοῦ
4.1.138
Θεοῦ φιλανθρωπίαν εἰς τὴν οἰκείαν ἀπελήλυ θε βασιλείαν· ἀδικεῖν δὲ νομίσας
4.1.139
ἅπαντας τοὺς ἀνθρώπους, εἰ κρύψειε Θεοῦ τὴν προμήθειαν, δι' ἐπιστολῆς πᾶσι τοῖς
4.1.140
κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται τήν τε προτέραν εὐημερίαν, καὶ συμβᾶ σαν
4.1.141
δυσκληρίαν· εἶτα τὴν μεταμέλειαν, δι' ἧς τὸν Δεσπότην ἐξιλεώσατο. Ἡ μὲν οὖν τῆς
4.1.142
ἐπιστολῆς ὑπόθεσις αὕτη· διὰ πλειόνων δὲ αὐτὴν ἐποιησάμην, καὶ τὸν τούτου τῦφον
4.1.143
ταῖς Γραφικαῖς μαρτυρίαις δεῖξαι βουληθεὶς, καὶ τοῦ Θεοῦ τῶν ὅλων τὴν περὶ
4.1.144
πάντας κηδεμονίαν δήλην ποιῆσαι θελήσας. Φέρε τοίνυν, τῆς κατὰ μέρος ἑρμηνείας
4.1.145
ἀρξώμεθα." Να βουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς
4.1.146
οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη." Προσήκει τούτοις ἁρμόσαι τοῖς λό
4.1.147
γοις τὴν προφητικὴν ἐκείνην φωνήν·" Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν
4.1.148
μάθω τὰ δι καιώματά σου." Τῇ πείρᾳ δὲ καὶ οὗτος διδαχθεὶς σωφρονεῖν, εὐσεβείας
4.1.149
ἀπεφάνθη διδάσκαλος, καὶ τὰ οἰκεῖα πάθη φάρμακα πᾶσιν ἀνθρώποις προτίθησι, καὶ
4.1.150
οὐ μόνον τοῖς ὑπηκόοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς βασιλείας ὑπάρχουσι. Καλῶς δὲ καὶ
4.1.151
ἁρμοδίως τὴν προσηγορίαν ἐποιήσατο·" Εἰρήνη ὑμῖν πληθυνθείη·" τουτέστιν,
4.1.152
ἀπείρατοι γένοισθε ὧν ἐπειράθην κακῶν, εἰρήνης ἀπολαύοντες διατελεῖτε. Εἶτα
4.1.153
ἐπάγει· θʹ." Τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησε μετ' ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος, ἤρεσεν
4.1.154
ἐνώπιον ἐμοῦ ἀναγ γεῖλαι ὑμῖν." Τῶν θείων, φησὶ, θαυμάτων αὐτόπτης γενόμενος,
4.1.155
νενόμικα δίκαιον κοινωνοὺς ὑμᾶς ἅπαν τας τῆς τούτων θεωρίας λαβεῖν. Οὐκ ἔστι
4.1.156
γὰρ τὰ τυχόντα, ἀλλὰ μεγάλα καὶ ἰσχυρὰ, καί! ρʹ." Ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία
4.1.157
αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν." Τὰ μὲν γὰρ
4.1.158
ἀνθρώπινα, ὁποῖα ἂν ᾖ, τέ λος ἔχει, καὶ τέλος ταχύ· μόνη δὲ διαρκὴς καὶ ἀσά λευτος
4.1.159
ἡ τοῦ Θεοῦ βασιλεία. Οὕτω προδιδάξας τὴν τῶν πραγμάτων αἰτίαν, ἄρχεται τῆς κατ'
4.1.160
αὐτὴν διηγήσεως.
4.1.161
αʹ." Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου,
4.1.162
καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου, καὶ πίων ἐν τῷ λαῷ μου." Τέθεικε δὲ τὴν ἑαυτοῦ
4.1.163
προσηγορίαν οὐχ ἁπλῶς, ἀλλ' ἵνα τὸ ὄνομα μαρτυ ρήσῃ τοῖς λόγοις. Ἐπειδὴ γὰρ
4.1.164
σφόδρα ἐπίσημος ἦν, ἅτε δὴ πάντων τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὴν Αἴγυ πτον, καὶ τὴν
4.1.165
Αἰθιοπίαν, τὴν ἡγεμονίαν λαβὼν, προ τέθεικεν αὐτοῦ τὴν προσηγορίαν, ἀρκοῦσαν
4.1.166
εἰς μαρτυρίαν τῶν λεγομένων. Ἔφη δέ· Ἐν ἄκρᾳ οὖν εὐκληρίᾳ, καὶ μυρίοις
4.1.167
ἀγαθοῖς περιῤῥεόμενος διετέ λουν· ἐν τούτοις δὲ ὢν, βʹ." Ἐνύπνιον, φησὶν, εἶδον, καὶ
4.1.168
ἐφοβέρισέ με, καὶ ἐθαύμασα ἐπὶ τούτοις πᾶσι, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ
4.1.169
αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με." Ἐν τοσαύτῃ γὰρ ὑπάρχων εὐ ημερίᾳ,
4.1.170
ὄναρ εἶδον λυπηρὸν, καὶ ἐξεδειματώθην μὲν σφόδρα τῇ θεωρίᾳ τοῦ ἐνυπνίου,
4.1.171
ἐταρασσόμην δὲ πλέον τὰ διὰ τούτου σημαινόμενα κατιδεῖν οὐ δυνά μενος· οὗ χάριν
4.1.172
τοὺς ταῦτα δυναμένους ἑρμηνεύειν συνεκάλεσα. δʹ, εʹ." Καὶ εἰσεπορεύοντο ἐπαοιδοὶ,
4.1.173
μάγοι, Γα ζαρηνοὶ, Χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐν ώπιον αὐτῶν, καὶ τὴν
4.1.174
σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι· ἕως οὗ ἕτερος εἰσῆλθεν ἐνώπιόν μου, Δανιὴλ,
4.1.175
οὗ τὸ ὄνομα Βαλτάσαρ, κατὰ τὸ ὄνομα τοῦ Θεοῦ μου, ὃς Πνεῦμα Θεοῦ ἅγιον ἔχει ἐν
4.1.176
αὑτῷ." Οὐχ ἁπλῶς δὲ ταῦτα τέθεικεν, ἀλλὰ παράλληλα, ἵνα τῇ παρ εξετάσει δήλην
4.1.177
ἅπασι ποιήσῃ τὴν τοῦ προφήτου σο φίαν· διὸ καὶ τὰ ἔθνη καταλέγει τῶν σοφῶν
4.1.178
Βαβυλῶ νος, ἵνα δείξῃ τοὺς μὲν οὐδὲν ὅλως ἐπισταμένους, τὸν δὲ ὑπὸ τοῦ θείου
4.1.179
Πνεύματος φωτιζόμενον. Κα λεῖ δὲ αὐτὸν οὐκ ἀπὸ μόνης τῆς προσηγορίας, ἣν αὐτὸς
4.1.180
ἐπιτέθεικεν, ἀλλὰ τὸ Ἑβραῖον προστίθησιν ὄνομα." Δανιὴλ γὰρ, φησὶν, οὗ τὸ ὄνομα
4.1.181
Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ Θεοῦ μου." Οὕτω γὰρ, φησὶν, αὐτὸν ἐξ ἀρχῆς
4.1.182
ἐθαύμασα, ὡς τοῦ πάλαι ὑπ' ἐμοῦ προσκυνουμένου Θεοῦ ἐπιθεῖναι αὐτῷ τὴν
4.1.183
προσηγο ρίαν. Καὶ τὴν αἰτίαν δεικνὺς," Ὃς Πνεῦμα Θεοῦ ἅγιον ἔχει ἐν ἑαυτῷ." Καὶ
4.1.184
τοῦτο δὲ ἐκ τῆς τοῦ προ φήτου διδασκαλίας μεμαθήκαμεν. Πόθεν γὰρ ἑτέρω θεν
4.1.185
ἐγνώκει τοῦ παναγίου Πνεύματος τὴν προσηγο ρίαν τοῖς κιβδήλοις εἰδώλοις
4.1.186
προστετηκώς;" Καὶ τὸ ἐνύπνιον, φησὶν, ἐνώπιον αὐτοῦ εἶπον." Εἶπον δὲ οὕτως
4.1.187
ἀρξάμενος· ʹ, ζʹ." Βαλτάσαρ, ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων, ὅτι Πνεῦμα
4.1.188
ἅγιον ἐν σοὶ, καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σοι, ἄκουσον τὴν ὅρασιν τοῦ
4.1.189
ἐνυπνίου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπέ μοι. Καὶ αἱ ὁράσεις τῆς κεφαλῆς
4.1.190
μου ἐπὶ τῆς κλίνης μου." Τοὺς πολλοὺς τῶν ἀνθρώπων αἱ εὐημερίαι πολλάκις
4.1.191
ἐπιλανθάνεσθαι τῶν εὐεργετη σάντων παρασκευάζουσιν, αἱ δὲ χρεῖαι ἀνακαλοῦνται
4.1.192
τῶν εὖ πεποιηκότων τὴν μνήμην. Καὶ ὑγιαίνων μέν τις τὸ σῶμα, τῆς τοῦ ἰατροῦ
4.1.193
τέχνης οὐ λαμβά νει τὴν μνήμην· ἀῤῥωστίᾳ δὲ περιπεσὼν, ἀναμιμνή σκεται, ὡς καὶ
4.1.194
ἤδη πρότερον τοῦτο παθὼν διὰ τοῦ δεῖνος τοῦ ἰατροῦ τῆς ὑγείας ἀπήλαυσεν· οὕτω
4.1.195
καὶ ὁ Ναβουχοδονόσορ, ἡνίκα μὲν τοὺς ἁγίους ἐκεί νους τῇ πυρᾷ παρεδίδου, τῆς τοῦ
4.1.196
Δανιὴλ εὐεργεσίας οὐκ ἐμνημόνευσεν· ἐπειδὴ δὲ πάλιν εἶδεν ἐνύπνιον, καὶ
4.1.197
θόρυβον εἶχεν ἐν τῇ ψυχῇ, τῆς τοῦ Δανιὴλ ἀνεμνήσθη σοφίας, καὶ τῆς τοῦ προτέροι
4.1.198
ἐνυπνίου ἀναμνήσεώς τε καὶ ἑρμηνείας. Διὸ καὶ Πνεῦμα Θεοῦ ἔχειν αὐτὸν λέγει, καὶ
4.1.199
πᾶν μυστήριον ἑρμηνεύειν αὐτὸν ἱκανὸν εἶναι, καὶ παρακαλεῖ καὶ τοῦτο τὸ
4.1.200
ἐνύπνιον, ἄδηλον ὂν, δῆλον αὐτῷ καταστῆσαι. Εἶτα λέγει τὸ ἐνύπνιον, καί φησιν·
4.1.201
" Ἐθεώρουν δένδρον ἐν μέσῳ τῆς γῆς. (ηʹ.) Καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ
4.1.202
οὐρανοῦ, καὶ τὸ κῦτος αὐτοῦ εἰς τὰ πέρατα τῆς γῆς." Διὰ δὲ τοῦ δένδρου αὐτὸν ἔφη
4.1.203
σημαίνεσθαι ὁ μακάριος Δα νιὴλ, τὸ δὲ ὕψος λέγει φθάσαι ἕως τοῦ οὐρανοῦ, οὐ τὴν
4.1.204
φύσιν τοῦ δένδρου σημαίνων, ἀλλὰ τοὺς λογισμοὺς καὶ τὰς φαντασίας. Διὸ καὶ ὁ
4.1.205
Ἡσαΐας ἔλεγεν·" Ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων,
4.1.206
καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ." Νοῦν δὲ μέγαν αὐτὸν
4.1.207
προσηγόρευσεν, ὡς μεγάλα φαντασθέντα, καὶ ὀνειρο πολήσαντα, ἃ μετὰ βραχέα
4.1.208
διηγήσατο·" Σὺ γὰρ εἶπας· Ἐπάνω τῶν ἀστέρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι
4.1.209
ὅμοιος τῷ Ὑψίστῳ." Διὰ τοῦτο ὁρᾷ τὸ ὕψος τοῦ δένδρου ἐφθακὸς ἕως τοῦ οὐρανοῦ·
4.1.210
ἐπειδὴ δὲ καὶ, ὡς ἔπος εἰπεῖν, πάσης τῆς οἰκουμένης ἐκρά τησεν, ὁρᾷ τοῦ δένδρου τὸ
4.1.211
κῦτος, τουτέστι, τὸν ὄγκον τοῦ εὔρους, ἐκταθὲν μέχρις αὐτῶν τῶν περά των τῆς γῆς.
4.1.212
θʹ." Τὰ φύλλα αὐτοῦ, φησὶν, ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολύς." Καλεῖ δὲ φύλλα μὲν
4.1.213
τὴν ὁρωμένην εὐπρέπειαν, τὴν ἐν ἐσθῆτι, καὶ θρόνῳ, καὶ βασι λείοις, ἀσπιδηφόροις
4.1.214
τε καὶ δορυφόροις, καὶ πεζαιτέ ροις· καρπὸν δὲ τὸν πανταχόθεν προσφερόμενον
4.1.215
φόρον. Διὸ πολὺν τὸν καρπὸν, ἀλλ' οὐ καλὸν, ἔφη· οὐ γὰρ εἶχε τὸ δίκαιον." Καὶ
4.1.216
τροφὴ πάντων ἐν αὐτῷ." Οἵ τε γὰρ γεωργοῦντες, διὰ τῆς αὐτοῦ κηδεμονίας εἰρήνης
4.1.217
ἀπολαύοντες, τοὺς ἀπὸ τῆς γῆς καρποὺς ἐκομίζοντο· οἵ τε στρατευόμενοι, παρ'
4.1.218
αὐτοῦ τὰ σιτηρέσια κομιζόμενοι, τὴν ἐν ὅπλοις ἐποιοῦντο ζωήν." Ὑποκάτω αὐτοῦ,
4.1.219
φησὶν, κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκει τὰ
4.1.220
πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ." Οἵ τε γὰρ θηριώδη βίον
4.1.221
ζῶντες βάρβαροι, οἵ τε λογικώτεροι καὶ ἡμερώτεροι, καὶ ὀξεῖς καὶ πτηνοὶ τὴν
4.1.222
διάνοιαν, ὑπὸ τὴν τούτου ἐξουσίαν βιο τεύοντες διετέλουν. ιʹ." Ἐθεώρουν τοίνυν,
4.1.223
φησὶν, ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ καὶ ἅγιος ἀπ' οὐρανοῦ
4.1.224
κατέβη." Εἲρ καλεῖ τὸν ἐγρηγορότα· τοῦτο γὰρ ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ.
4.1.225
Ἐγρηγορότα δὲ καλεῖ τὸν ἄγγελον, ἵνα τούτου σημήνῃ τὸ ἀσώματον· ὁ γὰρ σῶμα
4.1.226
περικείμενος ὕπνῳ δουλεύει· ὁ δὲ ὕπνου κρείττων σώματος ἐλεύθερος. Εἶδον τοί
4.1.227
νυν, φησὶν, ἄγγελον, ἀσώματον ἔχοντα φύσιν, ὃς ἀπ' οὐρανοῦ κατέβη. ιαʹ.
4.1.228
" Καὶ ἐφώνησεν ἐν ἰσχύϊ, καὶ οὕτως εἶπεν· Ἐκκόψατε τὸ δένδρον, καὶ ἐκτίλατε τοὺς
4.1.229
κλάδους αὐτοῦ, καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορ πίσατε τὸν καρπὸν
4.1.230
αὐτοῦ." Καὶ βλέπει μὲν τὸν ἄγγελον ἀπ' οὐρανοῦ καταβεβηκότα, ἵνα μάθῃ, ὡς αὐτὸς
4.1.231
ὁ τῶν ὅλων Δεσπότης τὴν κατ' αὐτοῦ ἀπόφα σιν ἐποιήσατο. Διδάσκεται δὲ καὶ τίς ὁ
4.1.232
δεδωκὼς αὐτῷ τὴν βασιλείαν, καὶ ἀποτιθέμενος τὴν βασιλείαν· ὁρᾷ γὰρ τὸ μὲν
4.1.233
δένδρον ἐκτεμνόμενον, τοὺς δὲ κλά δους χωριζομένους, τουτέστι, τοὺς ὑπάρχους,
4.1.234
καὶ τοὺς στρατηγοὺς, καὶ σατράπας, καὶ τοὺς ἄλλην τινὰ ἡγεμονίαν παρ' αὐτοῦ
4.1.235
πεπιστευμένους· τὰ δὲ φύλλα ἐκτινασσόμενα ἣν περιεβέβλητο δόξαν δίκην φύλλων
4.1.236
ἐκρέουσάν τε καὶ μαραινομένην· τὸν δὲ καρπὸν διασκορπιζόμενον· τοῦ γὰρ
4.1.237
βασιλέως ἐκείνῃ περιπεσόντος τῇ συμφορᾷ, οἱ τὸν δασμὸν ἀπαιτοῦντες εἰς ἑαυτοὺς
4.1.238
λοιπὸν ἀδεῶς τὸ κέρδος παρέπεμπον." Σαλευθήτω, φησὶ, τὰ θηρία ὑπο κάτωθεν
4.1.239
αὐτοῦ, καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ." Οἱ γὰρ παρὰ γνώμην δουλεύειν
4.1.240
ἠναγκασμένοι, ἀφορ μὴν εὑρόντες τὴν τοῦ βασιλέως μεταβολὴν, τοῦ ὑπ ακούειν
4.1.241
ἀπέστησαν. ιβʹ." Πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε· καὶ ἐν δεσμῷ,
4.1.242
φησὶ, σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐ
4.1.243
λισθήσεται." Ὡς γὰρ φρενοβλαβείᾳ, καὶ παρα πληξίᾳ, καὶ φρενίτιδι νόσῳ περιπεσὼν,
4.1.244
καὶ μεμη νὼς, καὶ κορυβαντιῶν, καὶ κατὰ πάντων λυττῶν, ἀναγκαίως δεσμὰ
4.1.245
περιέκειτο· ἀλλ' ὅμως οὐδὲ ταῦτα ἦν ἱκανὰ ἔνδον αὐτὸν κατέχειν· ἀλλὰ δραπετεύων
4.1.246
ἐν ἐρήμοις διέτριβεν, ὑπαίθριος ταλαιπωρῶν, καὶ κτηνῶν δίκην τὴν πόαν
4.1.247
σιτούμενος. Τοῦτο γὰρ ση μαίνει εἰρηκώς·" Καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ· ἐν
4.1.248
τῷ χόρτῳ τῆς γῆς ἡ καρδία αὐτοῦ· ἀπὸ τῶν ἀν θρώπων ἀλλοιωθήσεται. (ιγʹ.) Καὶ
4.1.249
καρδία θηρίου δοθή σεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐ τόν." Καὶ
4.1.250
τοῦτο δὲ τὴν τοῦ Θεοῦ μακροθυμίαν δη λοῖ· χρόνῳ γὰρ βραχεῖ τὴν τιμωρίαν
4.1.251
περιορίζει, ἀναμένων τὴν ἀπὸ τῆς παιδείας τεχθησομένην μετα μέλειαν. Εἶτα
4.1.252
δείκνυσιν, ὡς ἀναντιῤῥήτως ἔσται τὰ εἰρημένα. ιδʹ." Διὰ συγκρίματος, φησὶν, εἲρ ὁ
4.1.253
λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα." Ἀψευδὴς, φησὶν, ὁ λόγος· ἄγγελος γὰρ ἅγιος
4.1.254
ὁ εἰρηκὼς, ἐγρηγορὼς, ἀσώματος. Εἴρηται δὲ ταῦτα, φησὶ, καὶ γίνεται, οὐ μάτην,
4.1.255
ἀλλ'" Ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων,
4.1.256
καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτὴν, καὶ ἐξουθένημα ἀνθρώ που ἀναστήσει ἐπ' αὐτήν."
4.1.257
Ταῦτα, φησὶν, ὁ ἄγ γελος ἔφη, ὅτι τούτου χάριν τὰ κατὰ τὸ δένδρον γε νήσεται, ἵνα
4.1.258
διὰ τούτου μάθωσιν ἅπαντες, ἕνα εἶναιΘεὸν Δεσπότην καὶ βασιλέα, τοὺς ἐπὶ
4.1.259
γῆς καθ ιστῶντα βασιλέας, καὶ ἐγχειρίζοντα, ᾧ ἐὰν θέλῃ, τὴν βασιλείαν. Δεικνὺς γὰρ
4.1.260
τὴν ἑαυτοῦ ἐξουσίαν, καὶ τὸν εὐτελέστατον ἔστιν ὅτε, καὶ οὐδὲν εἶναι νομιζό μενον,
4.1.261
ἀποφαίνει βασιλέα, καὶ τοὺς ἐν τοῖς μεγίστοις ὄντας ἀξιώμασιν ὑπακούειν αὐτῷ
4.1.262
παρασκευάζει. Οὕτω πληρώσας τὸ τοῦ ἐνυπνίου διήγημα, φησὶ πρὸς τὸν Δανιήλ· ιεʹ.
4.1.263
" Τοῦτο τὸ ἐνύπνιον εἶδον ἐγὼ Ναβουχοδο νόσορ ὁ βασιλεύς· καὶ σὺ, Βαλτάσαρ, τὸ
4.1.264
σύγκριμα εἰπὲ κατέναντι·" ἀντὶ τοῦ, ἀληθῶς καὶ ἀκριβῶς·" ὅτι πάντες οἱ σοφοὶ τῆς
4.1.265
βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι, σὺ δὲ δύνασαι." Καὶ τὴν
4.1.266
αἰτίαν δεικνὺς," Ὅτι, φησὶ, Πνεῦμα Θεοῦ ἅγιον ἐν σοί." Οἱ μὲν γὰρ ἀνθρωπίνοις
4.1.267
κέχρηνται λογισμοῖς, σὺ δὲ παρὰ Θεοῦ μανθάνεις τὰ κεκρυμ μένα. ι ʹ." Τότε Δανιὴλ,
4.1.268
οὗ τὸ ὄνομα Βαλτάσαρ, ἀπ ηνεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ
4.1.269
συνετάρασσον αὐτόν." Ἔδει γὰρ δειχθῆναι τὴν ἀν θρωπίνην ἀσθένειαν, καὶ τότε
4.1.270
ἀναφανῆναι τὴν ἐμ πνέουσαν χάριν." Ἀπεκρίθη τοίνυν ὁ βασιλεὺς, καὶ εἶπε·
4.1.271
Βαλτάσαρ, τὸ ἐνύπνιον τοῦτο καὶ ἡ σύγκρι σις αὐτοῦ μὴ κατασπευσάτω σε." Εἶδε γὰρ
4.1.272
αὐτὸν θορυβούμενον, καὶ ἀναγκαίως ψυχαγωγεῖ, μαθεῖν ἐφιέμενος ὅπερ ἀγνοεῖ·
4.1.273
λέγει τοίνυν αὐτῷ· Μὴ σφό δρα ἐπείγου, ἀλλὰ κατὰ σχολὴν τὰ μηνυόμενα διὰ τοῦ
4.1.274
ἐνυπνίου εὑρὼν, ταῦτά μοι δῆλα κατάστησον." Ἀπεκρίθη τοίνυν ὁ Βαλτάσαρ, καὶ
4.1.275
εἶπε· Κύριέ μου βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε, καὶ ἡ σύγκρισις αὐτοῦ
4.1.276
τοῖς ἐχθροῖς σου." Σφόδρα σοφῶς καὶ συνετῶς ἀπεύχεται μὲν αὐτῷ λυ πηρὰ τοῦ
4.1.277
προοιμίου ἀρξάμενος, σημαίνει δὲ ὅμως τὴν ἀλήθειαν. ιζʹ, ιηʹ." Τὸ δένδρον, φησὶ, τὸ
4.1.278
μεγαλυνθὲν καὶ ἰσχυκὸς, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κῦτος αὐτοῦ
4.1.279
εἰς πᾶσαν τὴν γῆν. Καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ
4.1.280
τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκει τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς
4.1.281
κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, σὺ εἶ, βασιλεῦ." Ἄξιον δὲ θαυ
4.1.282
μάσαι τοῦ Δανιὴλ τὴν σοφίαν· οὐ γὰρ ἁπλῶς εἶπε, Τὸ δένδρον τὸ μέγα, ἀλλὰ," Τὸ
4.1.283
μεγαλυνθὲν καὶ τὸ ἰσχυκός·" τουτέστιν, Οὐκ ἄνωθεν ἦσθα μέγας, ἀλλὰ κατὰ μέρος
4.1.284
γεγένησαι, καὶ τὴν ἰσχὺν δὲ οὐκ ἐξ ὠδίνων ἔσχες, ἀλλὰ κατὰ βραχὺ ταύτην
4.1.285
προσέλαβες. Διὸ πάλιν ἐπάγει· ιθʹ." Ὅτι ἐμεγαλύνθης, καὶ ἴσχυσας, καὶ ἡ μεγα
4.1.286
λωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ ἡ κυρεία σου εἰς τὰ
4.1.287
πέρατα τῆς γῆς." Καὶ ταῦτα δὲ σφόδρα ἁρμοδίως καὶ προσφόρως οὐρανῷ καὶ γῇ
4.1.288
προσήρμοσε· τὴν μὲν γὰρ κυρείαν εἶπεν ἐφθακέναιεἰς τὰ πέρατα τῆς γῆς,
4.1.289
τουτέστι τὴν ἐξουσίαν· εἰς δὲ τὸν οὐρανὸν οὐκέτι τὴν κυρείαν, ἀλλὰ τὴν μεγα
4.1.290
λωσύνην, τουτέστι, τὴν τοῦ λογισμοῦ φαντασίαν. κʹ, καʹ." Καὶ ὅτι εἶδεν, φησὶν, ὁ
4.1.291
βασιλεὺς εἲρ καὶ ἅγιον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν· Ἐκτίλατε τὸ
4.1.292
δένδρον, καὶ διαφθείρετε αὐτό· πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε,
4.1.293
καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ
4.1.294
οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ
4.1.295
ἀλλοιωθῶσιν ἐπ' αὐτόν. Καὶ τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ." Καὶ ἀξιόπιστον
4.1.296
ποιῶν τὸν λόγον, ἀναγκαίως ἐπήγαγε·" Καὶ σύγκριμα Ὑψίστου ἐστὶν, ὃ ἔφθασεν ἐπὶ
4.1.297
τὸν κύριόν μου τὸν βασιλέα." Ἐντεῦθεν ἔστιν ἀκριβῶς καταμαθεῖν τῆς ἀποστολι κῆς
4.1.298
διδασκαλίας τὸ χρήσιμον." Πᾶσα γὰρ, φησὶ, ψυχὴ ἐξουσίαις ὑπερεχούσαις
4.1.299
ὑποταττέσθω." Καὶ γὰρ καὶ ὁ μακάριος Δανιὴλ κύριον αὐτὸν τὸν δυσσεβῆ βασιλέα
4.1.300
καλεῖ, καὶ τῷ νόμῳ τῆς ἐξουσίας πειθόμενος, ταῖς πρεπούσαις προσηγορίαις
4.1.301
κέχρηται, καὶ λυπη ρὰν οὖσαν τοῦ ἐνυπνίου τὴν ἀλήθειαν ὑποδείκνυσιν. κβʹ.
4.1.302
" Ἐκδιώξουσι γάρ σε, φησὶν, ἀπὸ τῶν ἀνθρώ πων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ
4.1.303
κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ
4.1.304
σῶμά σου βαφήσεται, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί." Ἑπτὰ δὲ καιροὺς οἱ μὲν
4.1.305
ἔφασαν ἑπτὰ ἔτη, οἱ δὲ τρία καὶ ἥμισυ. Οὐ γὰρ εἰς τέσσαρας τροπὰς ἡ θεία Γραφὴ τὸν
4.1.306
ἐνιαυτὸν διαιρεῖ, ἀλλ' εἰς δύο τὰς γενικωτάτας, χειμῶνα καὶ θέρος· ἑπτὰ οὖν τοιαῦτα
4.1.307
τμήματα τρία καὶ ἥμισυ πληροῖ ἔτη· Τοσοῦτον δὲ, φησὶν, ἐν τῇ συμφορᾷ διατελέσεις
4.1.308
χρόνον·" ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ
4.1.309
ἐὰν δόξῃ, δώσει αὐτήν." Ἐπειδὴ γὰρ ὀνειρο πολεῖς εἶναι θεὸς, μᾶλλον δὲ καὶ
4.1.310
κρείττων Θεοῦ, ἀφαιρεῖταί σου Θεὸς καὶ τὸν ἀνθρώπινον λογισμὸν, καὶ τοῖς θηρίοις
4.1.311
σε ἐοικέναι ποιήσει, ἵνα τῇ πείρᾳ μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τί μὲν ἀν
4.1.312
θρωπίνη εὐκληρία, τί δὲ θεία βασιλεία, καὶ ὅτι ταύτης τυχεῖν ἀδύνατον μὴ
4.1.313
βουλομένου Θεοῦ. κγʹ." Καὶ ὅτι εἶπε, φησίν· Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ
4.1.314
δένδρου, ἡ βασιλεία σου σοὶ μενεῖ, ἀφ' ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν οὐράνιον."
4.1.315
Ἀπο στερηθεὶς γὰρ τῆς βασιλείας, κἀκεῖνα ὑπομείνας ἅπαντα, ἐπιγνώσῃ τῆς
4.1.316
βασιλείας τὸν χορηγὸν, εἶτα γνοὺς ἀπολήψῃ πάλιν τὴν προτέραν ἐξουσίαν· ἵνα καὶ
4.1.317
τῇ ἀφαιρέσει, καὶ τῇ ἀποδόσει, μάθῃς ἀκριβῶς, τίς ὁ τῶν ὅλων κυβερνήτης, τίς ὁ
4.1.318
σοφῶς ἅπαντα ἰθύνων καὶ πρυτανεύων. Οὕτως εἰρηκὼς τὰ ἐσόμενα, παραίνεσιν
4.1.319
εἰσφέρει καὶ συμβουλὴν ἀρίστην, καὶ φάρμακον προσφέρει συμβαῖνον τῷ τραύματι.
4.1.320
81. 1368 κδʹ." Διὰ τοῦτο γὰρ, φησὶ, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς
4.1.321
ἁμαρτίας σου ἐν ἐλεημοσύ ναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς
4.1.322
πενήτων." Δηλοῖ δὲ διὰ τούτων τὴν ἄπληστον ὠμό τητα ᾗ κατὰ τῶν ὑπηκόων
4.1.323
ἐχρήσατο. Βούλει, φησὶ, φιλανθρωπίας ἀπολαῦσαι; ἐπίδειξαι ταύτην εἰς τοὺς τὴν
4.1.324
αὐτὴν σοὶ φύσιν λαχόντας· οὕτω γὰρ πείσεις τὸν δικαστὴν σβέσαι τὴν ἀπειλὴν, καὶ
4.1.325
καταλιπεῖν ἀτέλεστον." Ἴσως γὰρ, φησὶν, ἔσται μακροθυμία τοῖς παραπτώμασί σου."
4.1.326
Ὁ μὲν οὖν προφήτης ταύτην εἰσηγήσατο τὴν γνώμην· ὁ δὲ μείνας ἀτερά μων καὶ
4.1.327
ἀκαμπὴς, ἐδέξατο τῆς παρανομίας τὰ ἐπί χειρα, καὶ ἅπερ ἤκουσεν ἀλγεινὰ, ταῦτα
4.1.328
τοῖς ὀφθαλ μοῖς ἐθεάσατο. Εἶτα καὶ σημαίνει τῆς θείας μα κροθυμίας τὸν χρόνον·
4.1.329
δυοκαίδεκα γὰρ διαδραμόν των μηνῶν, ἐδέξατο ἡ διὰ τῆς προῤῥήσεως ἀπειλὴ τῶν
4.1.330
πραγμάτων τὸ τέλος. Καὶ τοσοῦτον χρόνον εἰς μεταμέλειαν εἰληφὼς, κακῶς τὴν τῆς
4.1.331
μεταμελείας ἀνάλωσε προθεσμίαν. Πρὸς ὃν ὁ μακάριος εἴποι ἂν Παῦλος εἰκότως·" Ἢ
4.1.332
τοῦ πλούτου τῆς χρηστό τητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ μακροθυμίας κατα
4.1.333
φρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετά νοιάν σε ἄγει; Κατὰ δὲ τὴν
4.1.334
σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ
4.1.335
ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ
4.1.336
ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν, καὶ τιμὴν, καὶ ἀφθαρσίαν
4.1.337
ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πει
4.1.338
θομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή· θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν
4.1.339
ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν." Ταῦτα γὰρ συνέβη καὶ τῷ
4.1.340
Ναβουχοδονόσορ, τῇ τοῦ Θεοῦ μακροθυμίᾳ εἰς δέον οὐ χρησαμένῳ. Καὶ τούτου
4.1.341
μάρτυς αὐτὸς οὑτωσὶ λέγων· κ ʹ, κζʹ." Καὶ μετὰ δώδεκα μῆνας, ἐν τῷ ναῷ τῆς
4.1.342
βασιλείας αὑτοῦ ἐν Βαβυλῶνι περιπατῶν ἦν, καὶ ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ
4.1.343
πάσης τῆς δό ξης αὑτοῦ, καὶ ἐπὶ τῶν πύργων αὑτοῦ διεπορεύετο. Καὶ ἀπεκρίθη ὁ
4.1.344
βασιλεὺς καὶ εἶπεν· Οὐκ αὐτή ἐστι Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον
4.1.345
βασιλείας, ἐν κράτει τῆς ἰσχύος μου, εἰς τι μὴν τῆς δόξης μου;" Βλέπε τοῦ
4.1.346
φρονήματος τὸν ὄγκον, βλέπε τὴν τῆς ἀλαζονείας ὑπερβολήν. Ἐγὼ γὰρ αὐτὴν, φησὶ,
4.1.347
βασιλικὴν πόλιν ἐποιησάμην βασίλεια καταστησάμενος ἐν αὐτῇ, εἰς τιμὴν τῆς δόξης
4.1.348
μου· ἐποίησα δὲ ταῦτα ἰσχὺν ἔχων μεγί στην, καὶ πάντων κεκρατηκώς. Ἀλλὰ μὴν
4.1.349
φρυατ τόμενος καὶ βρενθυόμενος, τοιούτοις ἐχρήσατο τοῖς λόγοις· ὁ δὲ Δεσπότης
4.1.350
Θεὸς παραυτίκα τὴν τιμωρίαν ἐπήγαγεν. κηʹ." Ἔτι γὰρ, φησὶ, τοῦ λόγου
4.1.351
ὄντος ἐν τῷ στό ματι τοῦ βασιλέως, φωνὴ ἀπ' οὐρανοῦ ἐγένετο." Ἐπειδὴ γὰρ εἰς τὸν
4.1.352
οὐρανὸν ἀνελθεῖν ὠνειροπόλη σεν, ἐκεῖθεν δέχεται τὴν ἀπόφασιν· καὶ ἐπειδὴ οὐκ
4.1.353
ἀπέχρησεν αὐτῷ τὰ κάτω βασίλεια, ἀλλ' ἅμα καὶ τῶν ἄνω μανικῶς ἐπεθύμησεν,
4.1.354
ἔρημος γίνεται καὶ τῶν κάτω· καὶ τὸν οὐρανὸν ἁρπάσαι θελήσας, καὶ τῆς γῆς
4.1.355
ἐξελαύνεται." Φωνὴ τοίνυν ἦλθεν ἀπ' οὐρανοῦ· Σοὶ, σοὶ λέγεται, Ναβουχοδονόσορ
4.1.356
βασι λεῦ." Ὁ δὲ τῆς ἀντωνυμίας διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται, ἀλλ' εἰς
4.1.357
ἔλεγχον ἐναργέστερον τοῦ πρὸς ὃν ταῦτα λέγεται. Καλεῖ δὲ αὐτὸν ἔτι βασιλέα, καὶ
4.1.358
τὴν παροῦσαν ἔτι δόξαν, καὶ τὴν ἐσομένην οὐκ εἰς μακρὰν ἀτιμίαν δεικνύς." Ἡ
4.1.359
βασιλεία σου, φησὶ, παρῆλθεν ἀπὸ σοῦ. (κθʹ.) Καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσι,
4.1.360
καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ
4.1.361
καιροὶ ἀλλαγήσονται ἐπὶ σοὶ, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας
4.1.362
τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐ τήν." Εἶτα δεικνὺς τὴν τῆς τιμωρίας
4.1.363
ὀξύτητα, καὶ παραυτίκα, φησὶ, τῷ λόγῳ τὸ ἔργον ἐπηκο λούθησεν. λʹ." Αὐτῇ, φησὶ,
4.1.364
τῇ ὥρᾳ συνετελέσθη ὁ λόγος ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων
4.1.365
ἐδιώχθη." Ἐξεδιώχθη δὲ πρῶτον μὲν δι' αὐτὸ τὸ πάθος· μανίᾳ γὰρ παρεδόθη καὶ
4.1.366
λύττῃ καὶ μυρία ἂν εἰργάσατο κακὰ, εἴπερ ἀδείας ἀπήλαυσεν· ἔπειτα δὲ καὶ διὰ τὴν
4.1.367
ἀπέχθειαν, ἣν περὶ αὐτὸν ἅπαντες ἔχοντες, ἡνίκα μὲν ἔῤῥωτο, ἐπειρῶντο λανθάνειν,
4.1.368
συμφορᾷ δὲ περιπεσόντι ἐπέθεντο, τῆς ὠμότητος αὐτὸν βδελυξά μενοι." Καὶ χόρτον
4.1.369
ὡς βοῦς, φησὶν, ἤσθιεν." Ἴδιον γὰρ τῶν παραπαιόντων, οὐ μόνον τὸ λέγειν καὶ
4.1.370
πράττειν ἀλόγιστά τε καὶ ἄτακτα, ἀλλὰ καὶ τὸ ἐσθίειν ἅπαντα τὰ προσπίπτοντα·
4.1.371
τοῦτο δ' ἄν τις ἴδοι καὶ νῦν τοὺς ὑπὸ δαιμόνων ἐνοχλουμένους ποιοῦντας καὶ
4.1.372
πάσχοντας. Οὐ μόνον δὲ ὡς βοῦς ἤσθιε τὸν χόρτον, ἀλλὰ" Καὶ ἀπὸ τῆς δρόσου τοῦ
4.1.373
οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη." Ὑπαίθριος γὰρ ταλαιπωρῶν, καὶ γυμνῷ τῷ σώματι
4.1.374
κρυμῷ τε προσπαλαίων καὶ φλογμῷ, ἀναγκαίως ἑτέραν ἐδέξατο χρόαν." Ἕως οὗ αἱ
4.1.375
τρίχες αὐτοῦ, ὡς λεόντων, ἐμεγαλύνθησαν, καὶ οἱ ὄνυχες αὐτοῦ, ὡς ὀρνέων." Μὴ
4.1.376
ἀποκειρόμενος γὰρ συνήθως, μηδὲ ἀφαιρούμενος τῶν ὀνύχων τὰ περιττὰ,
4.1.377
ἀναγκαίως ἐν τοσούτῳ χρόνῳ τοιαύτας ἔσχηκε καὶ τρίχας καὶ ὄνυχας. Διὰ δὲ τούτων
4.1.378
ἁπάντων ἐσήμαινε τὸ ἀτημέλητον αὐτὸν καὶ ἀκη δεμόνευτον εἶναι. Τῆς γὰρ θείας
4.1.379
ἔρημος γενόμενος προμηθείας, οὐδὲ τῆς παρὰ τῶν οἰκείων ἐπιμελείας ἀπήλαυσεν,
4.1.380
καὶ ταῦτα γυναικὸς οὔσης, καὶ παίδων, καὶ συγγενῶν· ἀλλὰ θηρίου δίκην τοὺς
4.1.381
ἀοικήτους χώρους διετέλει περινοστῶν, τὴν τῶν ἀλόγων τροφὴν τῇ γαστρὶ
4.1.382
παραπέμπων· ἐπειδὴ γὰρ," Ἄνθρωπος ὢνκαὶ ἐν τιμῇ ὢν μεγίστῃ, οὐ
4.1.383
συνῆκεν, ἀλλὰ παρασυν εβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐ τοῖς,"
4.1.384
καὶ θηριώδει γνώμῃ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, εἰκότως καὶ μάλα δικαίως τὸν
4.1.385
κτηνώδη καὶ θηριώδη βίον κατεδικάσθη. Ἀλλ' ὁ φιλάνθρωπος Δεσπότης, λύσας τὴν
4.1.386
τιμωρίαν, ὡς ἀγαθὸς, καὶ τῇ πείρᾳ διδάξας, ὡς αὐτός ἐστι τῶν ἁπάντων Κύριος,
4.1.387
πάλιν αὐτὸν ἐπανήγαγε, καὶ τὴν βασιλείαν αὐτῷ τὴν προτέραν ἐπίστευσε. λαʹ.
4.1.388
" Μετὰ γὰρ τέλος, φησὶ, τῶν ἡμερῶν, ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς
4.1.389
τὸν οὐρα νὸν ἀνέλαβον." Οὐχ ἁπλῶς δὲ προστέθεικε τὸ ἐγὼ, ἀλλὰ διδάσκων
4.1.390
ἅπαντας ἀνθρώπους, ὡς Ὁ τῇ ἀλαζο νείᾳ ἐκείνῃ χρησάμενος, ὁ εἰρηκώς·" Τίς ἐστιν ὁ
4.1.391
Θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;" ὁ ὀνειροπολήσας εἰς τὸν οὐρανὸν
4.1.392
ἀναβῆναι, καὶ ἐπάνω τῶν ἀστέρων θεῖναι τὸν θρόνον μου, ἐδιδάχθην τῇ πείρᾳ τὸ
4.1.393
δέον, ἔμαθον διὰ τῆς τιμωρίας σωφρονεῖν, τὴν ἐμαυτοῦ δουλείαν ἐπέγνων. Διὸ καὶ
4.1.394
ἀνέλαβον τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν, καὶ ἅμα τε τοῦτο ἐποίησα," Καὶ αἱ
4.1.395
φρένες μου ἐπεστράφη σαν." Ἀντὶ τοῦ, Τῆς παραφροσύνης ἐλεύθερος ἐγενόμην, καὶ
4.1.396
τὸν λογισμὸν ἐῤῥώσθην· παραυτίκα δὲ ὑγιῆ τὸν νοῦν ἀπέλαβον." Καὶ τῷ Ὑψίστῳ
4.1.397
εὐλόγησα, καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ᾔνεσα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία
4.1.398
αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν." Γνοὺς γὰρ τῇ πείρᾳ, τί μὲν
4.1.399
ἄνθρωπος, τί δὲ Θεὸς, τὸν μὲν Ὕψιστον καὶ ζῶντα προσαγορεύει, καὶ βασιλέα
4.1.400
αἰώνιον ἀποκαλεῖ, τὴν δὲ οἰκείαν εὐτέλειαν ἐπιγινώσκει. Διό φησι· λβʹ." Καὶ πάντες
4.1.401
οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν." Μέχρι μὲν γὰρ τοῦ παρόντος ᾤμην
4.1.402
εἶναι ἐμαυτὸν μέγιστόν τε καὶ ὑψηλότατον, νῦν δὲ ἔγνων σαφῶς, ὡς πᾶσα τῶν
4.1.403
ἀνθρώπων ἡ φύσις Θεῷ παραβαλλομένη οὐδέν ἐστι. Καὶ ζητήσας εὐτελείας
4.1.404
προσηγορίαν, καὶ μὴ εὑρὼν ἀξίαν, τὸ οὐδὲν τέθεικεν, ἔμφασιν ἔχον ἱκανὴν τοῦ
4.1.405
σφαλεροῦ καὶ εὐδιαλύτου τῆς φύσεως. Καὶ τὸν μὲν Θεὸν καὶ Ὕψιστον, καὶ
4.1.406
Δεσπότην, καὶ ζῶντα καὶ βασιλέα αἰώνιον ἀπεκάλεσεν, ἅπαντας δὲ ἀνθρώπους
4.1.407
οὐδὲν προσ ηγόρευσεν. Οὕτω δὲ καὶ ὁ μακάριος Ἡσαΐας τοῖς εἰδώλοις τὴν θείαν
4.1.408
παραβάλλων φύσιν, τὸ τῶν ἀν θρώπων εἰς μέσον παρήγαγε γένος." Εἰ γὰρ πάντα τὰ
4.1.409
ἔθνη, φησὶν, ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος
4.1.410
λογισθήσονται· ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τε τράποδα οὐχ
4.1.411
ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν
4.1.412
αὐτῷ· τίνι ὁμοιώσετε Κύριον; καὶ τίνι ὁμοιώματι ὁμοιώ σετε αὐτόν;" Τοσαύτην
4.1.413
ὠφέλειαν ὁ Ναβουχοδονόσορ ἐκ τῶν συμφορῶν ἐδέξατο, ὅτι προφητικῶς περὶ Θεοῦ
4.1.414
καὶ φρονεῖ καὶ φθέγγεται· καὶ ὡς ἐκ συμφωνίαςτινὸς ἀπὸ τῆς κτίσεως
4.1.415
πᾶσαν τὴν ὑμνῳδίαν ὑφαίνει." Πάντες, φησὶν, οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν
4.1.416
ἐλογίσθησαν, καὶ κατὰ τὸ θέλημα αὑτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ
4.1.417
κατοικίᾳ τῆς γῆς." Καὶ αὕτη δὲ ἑτέρου προφήτου διδασκαλία. Ὁ γὰρ μακάριος Δαβὶδ
4.1.418
λέγει·" Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ." Τοῦτο
4.1.419
καὶ οὗτος κηρύττει." Ἃ γὰρ θέλει, φησὶ, καὶ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ
4.1.420
κατοικίᾳ τῆς γῆς," πρυτανεύει καὶ δεσπόζει, οὐ μόνον τῆς γῆς, ἀλλὰ δὴ καὶ αὐτῶν
4.1.421
τῶν οὐρανῶν. Εἶτα καὶ ἄμαχον δεικνὺς τῆς δυνάμεως·" Καὶ οὐκ ἔστι, φησὶν, ὃς
4.1.422
ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ αὐτῷ· Τί τοῦτο ἐποίησας;" Ἀνάγκη γὰρ
4.1.423
στέργειν τὰ ὑπ' αὐτοῦ γινόμενα, ἐάν τε θυμήρη, ἐάν τε ἀλγεινὰ ᾖ· τολμηρὸν γὰρ τὸ
4.1.424
ἀντιτείνειν, καὶ αἰτιᾶσθαι τὰ ὑπ' αὐτοῦ σοφῶς πρυτανευόμενα. Ταῦτα, φησὶ, γνοὺς
4.1.425
καὶ ὁμολογήσας, καὶ τὸν Ὕψιστον δοξάσας, εἰς ἐμαυτὸν ἐπανῆλθον, καὶ τὴν
4.1.426
προτέραν βασιλείαν μετ' εὐσεβείας ἀπέλαβον. λγʹ." Αὐτῷ γὰρ τῷ καιρῷ αἱ φρένες
4.1.427
μου ἐστρά φησαν πρός με, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή
4.1.428
μου ἐπέστρεψεν ἐπ' ἐμέ." Αὐχμῶν γὰρ, ὡς εἰκὸς, καὶ ῥυπῶν, ἀποκειράμενος καὶ τὰ
4.1.429
περιττὰ τῶν ὀνύχων ἀφελόμενος, καὶ τὸν ῥύπον ἀπονιψάμενος, καὶ τῆς θείας
4.1.430
χάριτος ἀπολαύ σας, ἐπεγνώσθη ὅτι ἄνθρωπος ἦν ἐκεῖνος, ὁ πρότε ρον τὴν μεγίστην
4.1.431
διέπων βασιλείαν." Καὶ οἱ τύ ραννοί μου, φησὶ, καὶ οἱ μεγιστᾶνές μου ἐπεζήτουν με."
4.1.432
Ἀποθέμενοι γὰρ κἀκεῖνοι τὸ μῖσος, διάθεσιν περὶ ἐμὲ καὶ φίλτρον ἔλαβον." Καὶ ἐπὶ
4.1.433
τὴν βασι λείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσο τέρα προσετέθη μοι." Καὶ
4.1.434
τοῦτο δὲ πάλιν εὐσεβείας γέμει τὸ ῥῆμα· οὐ γὰρ εἶπε, Μεγαλωσύνην περισ σοτέραν
4.1.435
ἐκτησάμην, ἀλλὰ," Προσετέθη μοι," τὸν χορηγὸν ὑποδεικνὺς, καὶ τῶν ἀγαθῶν
4.1.436
κηρύττων τὸν αἴτιον. λδʹ." Νῦν οὖν, φησὶν, ἐγὼ Ναβουχοδονόσορ αἰνῶ, καὶ ὑψῶ,
4.1.437
καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ, καὶ αἱ
4.1.438
τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφα νίᾳ δύναται
4.1.439
ταπεινῶσαι·" Λαβὼν γὰρ πεῖραν τῶν λυπηρῶν, εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῶ καὶ
4.1.440
ὑμνῶ τὸν ταῦτά μοι κἀκεῖνα λυσιτελῶς ἐπαγαγόντα, καὶ λίαν σοφῶς· καὶ οἶδα αὐτὸν
4.1.441
οὐρανοῦ βασιλέα καὶ τῶν ἁπάντων Δεσπότην, ἀληθείᾳ χρώμενον καὶ δικαίως
4.1.442
ἅπαντα πρυτανεύοντα, καὶ τοὺς ὑπερηφανίᾳ χρωμέ νους ταπεινῶσαι δυνάμενον.
4.1.443
Μαθόντες τοίνυν, ὅπως ὑπερηφανία καὶ τῦφος τοὺς χρωμένους λωβᾶται, καὶ ὡς ὁ
4.1.444
τούτοις χαίρων τρυγᾷ καρποὺς οὐκ ἀγαθοὺς, τὴν μητέρα τῶν ἀγαθῶν
4.1.445
ταπεινοφροσύνην κτησώμεθα· τοῦτο γὰρ καὶ ὁ Κύριος μακαρίζει τὸ κτῆμα,
4.1.446
ὡς πρόσοδον ἔχον τὴν βασιλείαν τῶν οὐρανῶν." Μα κάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ
4.1.447
πνεύματι, ὅτι αὐ τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Προτίθησι δὲ καὶ ἑαυτὸν
4.1.448
ἀρχέτυπον τοῖς ὠφελεῖσθαι βουλομένοις, λέγων·" Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι,
4.1.449
καὶ ταπεινὸς τῇ καρδίᾳ." Καὶ δεικνὺς, ἡλίκος τούτων ὁ καρπὸς, εὐθὺς ἐπήγαγε·" Καὶ
4.1.450
εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Εἰ δὲ τῶν ἁπάντων ὁ Ποιητὴς καὶ Δεσπότης
4.1.451
ταπεινὸν ἑαυτὸν καλεῖ καὶ διὰ τῶν πραγ μάτων δείκνυσι, ποίας ἑτέρας συμβουλῆς
4.1.452
δεῖται ἄν θρωπος, ὁ χοῦς, ὁ πηλὸς, ἡ βῶλος, ἡ σποδὸς, ἡ μα ταιότης, τὸ ἄνθος, ὁ
4.1.453
χόρτος; Ταῦτα γὰρ ἅπαντα ὑπὸ τῆς θείας Γραφῆς προσαγορεύεται. Αἰσχυνθῶμεν
4.1.454
τοίνυν τὴν τοῦ Δεσπότου μετριότητα, ὃς, πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα
4.1.455
ἡμεῖς τῇ ἐκείνου πτω χείᾳ πλουτήσωμεν, καὶ τῆς φύσεως τὸ θνητὸν κα ταμάθωμεν·
4.1.456
καὶ τῆς παρούσης εὐημερίας θεώμενοι τὸ ὀξύῤῥοπον, μηδὲν μὲν ἀλαζονικὸν ἐπὶ τοῖς
4.1.457
παροῦσι φρονήσωμεν· γελάσωμεν δὲ μᾶλλον αὐτῶν τὸ εὔτρεπτον καὶ ἀβέβαιον, καὶ
4.1.458
ἐπιθυμῶμεν ἐκεί νων ἐπιτυχεῖν τῶν ἀγαθῶν, ἃ διαρκῆ τὴν φύσιν καὶ μόνιμον ἔχει·
4.1.459
ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν
4.1.460
Ἰησοῦ Χρι στοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς
4.1.461
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note