Interpretatio in Danielem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Ναβουχοδονόσορ, Εὐϊλὰδ Μαροδὰχ, Βαλτάσαρ. αʹ." Βαλτάσαρ
5.1.2
ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὑτοῦ." Οὗτος υἱὸς μέν ἐστι τοῦ
5.1.3
Ναβουχοδονόσορ, οὐκ εὐθὺς δὲ αὐτὸν διεδέξατο· ὁ γὰρ Εὐϊλὰδ Μαροδὰχ ἀδελφὸς
5.1.4
αὐτοῦ ὢν πρεσβύτερος ἐβασίλευσε, καὶ τοῦτο ἡ τῶν Βασιλειῶν ἡμᾶς ἱστορία
5.1.5
διδάσκει, καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, οὑτωσὶ λέγων·" Καὶ ἐγένετο ἐν τῷ
5.1.6
τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀπῳκισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ
5.1.7
δωδεκάτῳ μηνὶ, καὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, ἔλαβεν Εὐϊλὰδ Μαροδὰχ, βα
5.1.8
σιλεὺς Βαβυλῶνος, ἐν ᾧ ἐνιαυτῷ ἐβασίλευσε, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως
5.1.9
Ἰούδα, καὶ ἐξήγαγεναὐτὸν ἐξ οἴκου, οὗ ἐφυλάττετο, καὶ ἐλάλησεν αὐτῷ
5.1.10
χρηστὰ, καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρό νων τῶν βασιλέων τῶν μετ'
5.1.11
αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιε
5.1.12
διαπαντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησεν." Ἰωακεὶμ δὲ
5.1.13
οὗτός ἐστιν ὁ καὶ Ἰεχωνίας· Ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, τὸν καὶ Ἐλιακεὶμ, ἐφ'
5.1.14
οὗ ὁ μακάριος ᾐχμαλωτεύθη Δα νιὴλ, ἐν τῇ Ἱερουσαλὴμ ἀνελὼν ὁ Ναβουχοδονόσορ,
5.1.15
ἔῤῥιψεν ἔξω τοῦ τείχους, ὡς ἡ θεία διδάσκει Γραφή. Μετὰ τὸν Ναβουχοδονόσορ
5.1.16
τοίνυν Εὐϊλὰδ Μαροδὰχ βασιλεύει· μετὰ δὲ τοῦτον ὁ Βαλτάσαρ. Καταλέλοιπε δὲ
5.1.17
τούτου τὴν μνήμην ὁ θειότατος Δανιὴλ, ἐπειδὴ οὐχ ἱστορίαν ἁπλῶς, ἀλλὰ
5.1.18
προφητείαν συγγράφει· οὗ χάριν οὐδὲ ἅπαντα τὰ ὑπὸ τοῦ Ναβουχοδονόσορ γε
5.1.19
γενημένα συνέγραψεν, ἀλλ' ἐκεῖνα μόνον, ὧν ἀναγ καία ἦν διὰ τὴν ὠφέλειαν ἡ
5.1.20
μνήμη. Ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ Βαλτάσαρ μέγιστον ἔδειξεν ὁ Θεὸς θαῦμα, καὶ
5.1.21
ἱκανὸν, οὐ μόνον τοῖς τηνικάδε ἀνθρώ ποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις,
5.1.22
εὐλά βειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδ ηγῆσαι, οὐκ ᾠήθη δίκαιον
5.1.23
τοσαύτην εὐεργεσίαν κατα κρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ,
5.1.24
καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν. Διό φησιν·" Βαλτάσαρ βασιλεὺς
5.1.25
ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὑτοῦ χιλίοις, καὶ ἔναντι τῶν χιλίων ὁ οἶνος."
5.1.26
Τουτέστι, τοῖς χιλίοις ἀρκῶν, πρὸς τὸν τοσοῦτον ἀριθμὸν ηὐτρεπισμένος. βʹ." Πίνων
5.1.27
δὲ, φησὶν, ὁ Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ
5.1.28
καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ, ὁ πατὴρ αὐτοῦ, ἐκ τοῦ ναοῦ τοῦ ἐν
5.1.29
Ἱερουσαλήμ· καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ
5.1.30
παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ." Διδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ
5.1.31
προφήτης, οὐ μόνον τὴν τῆς ἀσεβείας ὑπερβολὴν, ἀλλὰ καὶ τὴν ἐκ τῆς ἀμετρίας τοῦ
5.1.32
οἴνου γενομένην βλάβην." Πίνων γὰρ, φησὶν, ὁ βασιλεὺς εἶπεν ἐν τῇ γεύσει τοῦ
5.1.33
οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ." Κατ έχωσε γὰρ ἡ μέθη τὸν
5.1.34
λογισμὸν, καὶ ἡ ἀκρασία τὴν κατὰ τοῦ Θεοῦ μανίαν ἐγέννησε· καὶ τὰ ἀφιερωμένα τῇ
5.1.35
τοῦ Θεοῦ θεραπείᾳ σκεύη, ἃ Ναβουχοδονόσορ, ὁ πατὴρ αὐτοῦ, ἔλαβε μὲν, τοῦ Θεοῦ
5.1.36
προδεδωκότος, ἐτίμησε δὲ ὡς ἐνόμισε, καὶ τῆς τῶν ἀνθρώπων ἠλευθέρωσε χρή
5.1.37
σεως, τούτοις ὡς κοινοῖς οὗτος ἐτόλμησε χρήσασθαι· οὐ γὰρ εἶπε μόνον, ἀλλὰ καὶ τὸ
5.1.38
ἔργον τοῖς λόγοις ἐπέθηκεν. γʹ." Ἠνέχθησαν γὰρ, φησὶ, τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ
5.1.39
ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ."
5.1.40
Καλῶς δὲ τὴν τῆς ἀτοπίας ἔδειξεν ὑπερβολὴν, πρὸς τῷ ναῷκαὶ τοῦ Θεοῦ
5.1.41
μνημονεύσας, καὶ τοῦ ναοῦ δὲ δεικνὺς τὸ ἐπίσημον, τὴν τῆς Ἱερουσαλὴμ προσ
5.1.42
ηγορίαν προστέθεικε. Ταῦτα γὰρ, φησὶ, τὰ σκεύη οὐ τισὶ τῶν δοκούντων, καὶ ὄνομα
5.1.43
μόνον ἐχόντων, ἀνέ κειντο θεῶν, ἀλλ' αὐτῷ τῷ ἐπὶ πάντων Θεῷ, ὃς τήν τε
5.1.44
Ἱερουσαλὴμ ἐξελέξατο, καὶ τὸν ἐν αὐτῇ νεὼν τῆς οἰκείας ἐπλήρωσε δόξης. Ἀλλὰ
5.1.45
ταῦτα τὰ ἄψαυ στα, καὶ τῷ Θεῷ τῶν ὅλων ἀνακείμενα, οὐχ ὡς δεο μένῳ, ἀλλ' ὡς
5.1.46
ἀποδεχομένῳ τῶν προσφερόντων τὸ εὔγνωμον, ὁ δυσσεβὴς βασιλεὺς εἰς μέσον
5.1.47
ἐνεγκὼν, ἔπινεν ἐν αὐτοῖς· οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ
5.1.48
παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ ἔπινον οἶνον· τουτέστι, μέθης ἐποίη σεν
5.1.49
ὄργανα τῆς θείας λειτουργίας τὰ ὄργανα, καὶ τὰς τῆς ἀκολασίας αὐτὸν ἐμφορούσας
5.1.50
διὰ τούτων ἀπολαύειν τοῦ οἴνου προσέταξεν. Ἔπειτα τῆς ἀσε βείας τὸ ἔσχατον
5.1.51
ὑποδεικνὺς ὁ προφήτης ἐπήγαγε· δʹ." Καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀρ
5.1.52
γυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους." Κραιπαλῶν γὰρ ὁ
5.1.53
παμμίαρος, καὶ τοῖς θείοις σκεύεσιν ἐντρυφῶν, λήθην μὲν ἔσχε τοῦ τῶν ἁπάντων
5.1.54
Δεσπότου, ὕμνοις δὲ τοὺς οὐκ ὄντας ἐγέραιρε θεοὺς, ἐξ ὕλης ἀψύχου πεποιημένους,
5.1.55
καὶ οὐδὲ ἀπὸ τῆς τέχνης τὸ ἐνεργεῖν ἠρανισμένους· μό νην δὲ μορφὴν δεξαμένους
5.1.56
ἐνεργείας ἐστερημένην. Ἀλλ' οὐκ ἠνέσχετο τῶν ὅλων ὁ Πρύτανις, τῇ μακρο θυμίᾳ,
5.1.57
καὶ τοὺς τηνικάδε ἀνθρώπους, καὶ τοὺς μετ' ἐκείνους λυμήνασθαι· παραυτίκα δὲ τὴν
5.1.58
οἰκείαν δείκνυσιν δύναμιν. εʹ." Ἐν αὐτῇ γὰρ, φησὶ, τῇ ὥρᾳ ἐξῆλθον ἀστρά γαλοι
5.1.59
χειρὸς ἀνθρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος, ἐπὶ τὸ κονίαμα τοῦ τοίχου
5.1.60
τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς
5.1.61
γραφούσης." Ἐπειδὴ γὰρ τὰ ἐνερ γείας ἁπάσης ἐστερημένα ὕμνησεν εἴδωλα, καὶ τοῦ
5.1.62
τῶν ἁπάντων Θεοῦ κατεφρόνησε, διδάσκει αὐτὸν ὁ τῶν ὅλων Δημιουργὸς τῆς θείας
5.1.63
αὑτοῦ φύσεως τὸ ἀόρατον καὶ ἀσώματον. Μόνους γὰρ αὐτῷ δακτύλους ὑποδείκνυσι
5.1.64
γράφοντας, παιδεύων αὐτὸν, ὡς οὐδ' ἂν τούτους ἐθεάσατο, εἰ μὴ παρέσχεν αὐτὸς τῆς
5.1.65
χρείας τὴν ἀφορμήν· μεγίστην δὲ καὶ οἱ σύσσιτοι ἐντεῦθεν ὠφέλειαν ἐλάμβανον,
5.1.66
διδασκόμενοι τοῦ μὲν Θεοῦ πρὸς τῷ ἀσωμάτῳ καὶ ἀοράτῳ, τὸ δυνατόν· τῶν δὲ ὑπ'
5.1.67
αὐτῶν ὑμνηθέντων θεῶν, πρὸς τῷ ὑλικῷ καὶ ἀψύχῳ, τὸ παντελῶς ἀδρανές τε καὶ
5.1.68
ἀσθενές. Ὅτι δὲ πολὺ δέος ἅπασιν ἐνειργάσατο τοῦτο τὸ θαῦμα, ὁ προφήτης
5.1.69
μεμαρτύρηκεν, οὕτως εἰπών· ʹ." Τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ
5.1.70
διαλογισμοὶ αὐτοῦ συνετάραξαν αὐτὸν, καὶ οἱ σύν δεσμοι τῆς ὀσφύος αὐτοῦ
5.1.71
διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ τοῦτο τούτῳ συνεκρούοντο." Εἰ δὲ δακτύ λων
5.1.72
γραφόντων θεωρία οὕτως ἐξεδειμάτωσε τὸντὴν μεγίστην διέποντα
5.1.73
βασιλείαν, ὡς καὶ τῶν ἄρ θρων τὰς ἁρμονίας ὑπὸ τοῦ δέους διαλυθῆναι, τρόμον τε
5.1.74
καὶ κλόνον ὑπομεῖναι τὰ μέλη, τί οὐκ ἂν ὑπ έμενεν ὁ θεομισὴς, πρηστῆρας ἢ
5.1.75
κεραυνοὺς θεασά μενος, ἢ ἀγγέλους βλοσυρὸν βλέποντας, καὶ τῷ καινοπρεπεῖ τῶν
5.1.76
σχημάτων δεδιττομένους. Τούτων γὰρ τὴν θέαν οὐδὲ ὁ μέγας Δανιὴλ ἀδεῶς
5.1.77
ἐνεγκεῖν ἠδυνήθη. Ἀληθῶς," Τί ὑπερηφανεύεται γῆ καὶ σποδός;" Τοσούτου τοίνυν
5.1.78
δέους ἀναπλησθεὶς, ζʹ." Ἐφώνησεν ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους,
5.1.79
Γαζαρηνούς." Ὁ γὰρ φόβος εἰργάζετο τὴν βοὴν, καὶ τῆς ψυχῆς ὁ θόρυβος μαθεῖν
5.1.80
κατήπειγε τὴν ἀπόφασιν. Εἶτα προτίθησιν ἆθλον τῷ τὴν γρα φὴν ἀναγινώσκοντι καὶ
5.1.81
τὴν ἑρμηνείαν ἐπάγοντι, ἐσθῆτα βασιλικὴν, καὶ χρυσοῦν περιδέῤῥαιον, καὶ τὸ τὴν
5.1.82
τρίτην τάξιν ἔχειν μετὰ τὸν βασιλέα. Ἀλλὰ τῶν μὲν μάγων καὶ Χαλδαίων τὸ ἄθεον
5.1.83
ἐξηλέγχετο· εὑρεῖν γὰρ οὐκ ἴσχυον τὴν τῶν θείων γραμμάτων ἀνάγνωσιν, καὶ ταῦτα
5.1.84
ἄθλου τοσούτου προκειμένου, καὶ λίαν αὐτοὺς προτρέποντος. θʹ." Ὁ δὲ βασιλεὺς
5.1.85
Βαλτάσαρ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ' αὐτῷ, καὶ οἱ μεγιστᾶνες
5.1.86
αὐτοῦ συνεταράττοντο." Ἐντεῦθεν δῆλον, ὅτι τῆς τῶν ἄλλων ὠφελείας
5.1.87
προμηθούμενος ὁ Δεσπότης, οὐκ εὐθὺς τοῦ βασιλέως ἀφείλετο τὴν ζωήν· ἀλλὰ
5.1.88
πρῶτον μὲν ὑπέδειξε τοῦ γράφοντος τοὺς δακτύλους. Τούτῳ δὲ καταπλήξας καὶ δέος
5.1.89
ἐντεθεικὼς, παρ εσκεύασε μὲν κληθῆναι τοὺς σοφοὺς τῶν Χαλδαίων, ἐξήλεγξε δὲ
5.1.90
αὐτῶν τὸ ψευδές τε καὶ ἀσθενὲς, ἐν χρείᾳ δὲ τῆς τοῦ Δανιὴλ σοφίας κατέστησεν, ἵνα
5.1.91
διὰ τῆς τούτου γλώττης, καὶ τοῦτον ἐλέγξῃ, καὶ τοὺς ἄλλους εὐεργετήσῃ, καὶ
5.1.92
τούτων οὕτω γενομέ νων, τηνικαῦτα τὴν τιμωρίαν ἐπαγάγῃ τῷ δυσσεβεῖ βασιλεῖ.
5.1.93
Ταραττομένων τοίνυν καὶ τοῦ βασιλέως, καὶ τῶν δαιτυμόνων, ιʹ." Ἡ βασίλισσα
5.1.94
κατέναντι τῶν λόγων τοῦ βασιλέως, καὶ τῶν μεγιστάνων αὐτοῦ, εἰς τὸν οἶκον τοῦ
5.1.95
πότου εἰσῆλθε." Τουτέστι, βουλευομένων αὐ τῶν τί πρακτέον, καὶ ἄλλων ἄλλα
5.1.96
εἰσηγουμένων, ἃ τὸ δέος ἠνάγκαζεν, ἡ βασίλισσα εἰσελήλυθε. Δοκεῖ δέ μοι αὐτὴ
5.1.97
μήτηρ αὐτοῦ εἶναι· αἱ γὰρ παρά κοιτοι σὺν ταῖς παλλακίσι τοῦ δείπνου μετεῖχον·
5.1.98
ἔπινον γὰρ ἐν τοῖς σκεύεσι τοῖς χρυσοῖς καὶ ἀργυ ροῖς, αὐτὸς καὶ οἱ μεγιστᾶνες
5.1.99
αὐτοῦ, καὶ αἱ παρά κοιτοι αὐτοῦ, τουτέστιν, αἱ γαμεταὶ αὐτοῦ, καὶ αἱ παλλακαὶ
5.1.100
αὐτοῦ, αἱ οὐ κατὰ νόμον, ἀλλὰ δι' ἀκολα σίαν συνοῦσαι. Αὐτὴ δὲ μετὰ τὸν θόρυβον
5.1.101
εἰσελή λυθε, καὶ εἰκὸς ἦν ὡς γεγηρακυῖαν τῆς μέθης ἐκείνης καὶ τῶν κορδακισμῶν,
5.1.102
ἤγουν ὀρχησμῶν, τηνικαῦτα μὴ μετέχειν." Καὶ ἀπεκρίθη, φησὶν, ἡ βασίλισσα, καὶ
5.1.103
εἶπε· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι." Τοῦτο δὲ, ὡς ἔοικε, πρόσρησις ἦν τοῖς τότε
5.1.104
81. 1384 βασιλεῦσιν ὑπὸ τῶν ἀρχομένων προσφερομένη. Καὶ μέχρι δὲ νῦν τὸ ἔθος
5.1.105
τοῦτο κεκράτηκεν· αἰωνίους γὰρ καλεῖν τινες τῶν ἀνοήτων καὶ τοὺς νῦν βασιλεῖς
5.1.106
εἰώθασι, καὶ ἐν ταῖς συγγραφαῖς δὲ τῶν συμβολαίων τοῦτό τινες προσγράφουσιν,
5.1.107
ἀμαθίᾳ μᾶλλον ἢ ἀσε βείᾳ δουλεύοντες. Φησὶ τοίνυν ἡ βασίλισσα·" Μὴ
5.1.108
ταραττέτωσάν σε οἱ λογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω." Εἶτα τὴν αἰτίαν
5.1.109
ἐπάγει, δι' ἣν ἐκβάλλει τὸ δέος· ιαʹ." Ἔστιν ἔτι, φησὶν, ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ
5.1.110
Πνεῦμα Θεοῦ ἅγιον ἐν αὐτῷ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ
5.1.111
σύνεσις εὑρέθη ἐν αὐτῷ." Ἔστι δὲ καὶ ἐντεῦθεν κατανοῆσαι, ὡς μήτηρ αὐτοῦ μᾶλλόν
5.1.112
ἐστιν αὕτη· διὸ καὶ τὰ πάλαι γεγενημένα ὡς ἀγνοοῦντα διδάσκει, καὶ τὸν μακάριον
5.1.113
Δανιὴλ δῆλον αὐτῷ ποιεῖ, καὶ θείου Πνεύματος ἀνάπλεων εἶναι ὁμολογεῖ, καὶ αὐ
5.1.114
τοῖς τοῖς τοῦ Ναβουχοδονόσορ κέχρηται λόγοις. Ταυτὰ γὰρ κἀκεῖνος ἔφη περὶ τοῦ
5.1.115
Δανιὴλ, προστέ θεικε δὲ, ὅτι" Καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ
5.1.116
σύνεσις εὑρέθη ἐν αὐτῷ." Γρηγό ρησιν δὲ ἐκάλεσε τὴν τῆς ψυχῆς νῆψιν καὶ τὴν σύν
5.1.117
εσιν, τῶν κεκρυμμένων τὴν κατανόησιν, καὶ τῶν τοὺς πολλοὺς λανθανόντων τὴν
5.1.118
θεωρίαν." Καὶ ὁ βασιλεὺς, φησὶ, Ναβουχοδονόσορ ὁ πατήρ σου ἄρ χοντα ἐπαοιδῶν,
5.1.119
μάγων, Χαλδαίων, Γαζαρηνῶν κατέστησεν αὐτόν." Εἶτα καὶ τὴν αἰτίαν προσ τίθησιν·
5.1.120
ιβʹ." Ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ." Ἀντὶ τοῦ, Ὑπερβάλλουσαν ἔχει τὴν τοῦ
5.1.121
Πνεύματος χάριν. Ἔπειτα καταλέγει τῆς πνευματικῆς ἐνεργείας τὰ εἴδη." Καὶ
5.1.122
φρόνησις, φησὶ, καὶ σύνεσις, συγκρί νων ἐνύπνια, καὶ ἀναγγέλλων κρατούμενα, καὶ
5.1.123
λύων συνδέσμους, Δανιήλ." Οὗτος γὰρ θείου Πνεύματος δοχεῖον γενόμενος, σοφῶς
5.1.124
μὲν ἅπαντα βουλεύεται, συνετῶς δὲ ἅπαντα φθέγγεται τὰ δὲ τῶν ἐνυπνίων
5.1.125
αἰνίγματα δῆλα ποιεῖ, καὶ τὰ ἀσαφίᾳ τινὶ κεκρυμμένα τῆς ἀσαφίας ἐλευθεροῖ, καὶ
5.1.126
οἷον ὑποδέσμους τινὰς ὄντα καὶ σήμαντρα, καὶ ὡς ἐν ταμιείοις φρουρούμενα τῶν
5.1.127
δεσμῶν ἀπαλλάττων, διαλύει τε καὶ ἀνοίγνυσι, καὶ εἴσω τούτων τοὺς βου λομένους
5.1.128
ποιεῖ· τοῦτο γὰρ σημαίνει τό·" Ἀναγ γέλλων κρατούμενα καὶ λύων συνδέσμους,
5.1.129
Δανιήλ." Τούτου, φησὶ, χάριν" Ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα Βαλτάσαρ." Ἐπειδὴ
5.1.130
γὰρ εἶδεν αὐτὸν ὑπὸ θείας φωτιζόμενον ἐνεργείας, τῆς τοῦ Θεοῦ αὑτοῦ προσηγορίας
5.1.131
ἠξίωσε." Νῦν οὖν κληθήτω Δανιὴλ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι." Καὶ οὐ
5.1.132
λέγει, Κληθήτω Βαλτάσαρ· τῇ γὰρ πείρᾳ μεμαθη κότες τοῦ προφήτου τὴν δύναμιν,
5.1.133
προτιμῶσι τῆς Χαλδαίας τὴν Ἑβραίαν προσηγορίαν· οὗ χάριν ἐφεξῆς λοιπὸν αὐτὸν
5.1.134
Δανιὴλ ὀνομάζουσι. ιγʹ." Τότε γὰρ, φησὶ, Δανιὴλ εἰσῆλθεν ἐνώπιοντοῦ
5.1.135
βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ· Σὺ εἶ Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς
5.1.136
αἰχμαλωσίας τῆς Ἰουδαίας;" Ἔοικεν οὗτος ὑπὸ πολλῆς δυσσεβείας μετὰ τὴν τοῦ
5.1.137
πατρὸς τελευτὴν τὴν τοῦ Δανιὴλ συν ουσίαν φυγών· διὸ παραυτίκα τῷ δέει
5.1.138
καταπλαγεὶς, τοὺς μὲν μάγους καὶ τοὺς Χαλδαίους καλεῖ, τοῦ δὲ προφήτου καὶ τὴν
5.1.139
μνήμην τῆς διανοίας ἐξέβαλεν. Ἐπειδὴ δὲ ἡ μήτηρ αὐτοῦ ἀνέμνησε τῶν ἐπὶ τοῦ
5.1.140
πατρὸς γεγενημένων θαυμάτων, καὶ κληθεὶς εἰσῆλ θεν ὁ Δανιὴλ, ἐπέγνω μὲν αὐτὸν
5.1.141
παραυτίκα· οὐ γὰρ ἂν, εἴπερ ἠγνόησε, τοῦ γένους ἀνέμνησε, καὶ τὴν αἰχμαλωσίαν
5.1.142
τῆς Ἰουδαίας εἰς μέσον παρήγαγεν. Πυνθάνεται δὲ ὅμως, καί φησι·" Σὺ εἶ Δανιὴλ ὁ
5.1.143
ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας;" Καὶ μηδέπω συνομολογήσαντος
5.1.144
ἐκείνου· ιδʹ." Ἤκουσα, φησὶ, περὶ σοῦ, ὅτι Πνεῦμα ἅγιον ἐν σοὶ, καὶ γρηγόρησις, καὶ
5.1.145
σύνεσις, καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί." Ἁρμόττει καὶ περὶ τούτου λέγεσθαι, ὃ
5.1.146
περὶ τοῦ Ἰσραὴλ ἔλεγεν ὁ Προφήτης·" Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν
5.1.147
αὐτόν." Ἰδοὺ γὰρ καὶ τοῦτον τὸ τῆς θείας δυνάμεως κατ ηνάγκασε δέος, τὸν ὄντα
5.1.148
Θεὸν ἀντὶ τῶν οὐκ ὄντων ὀνομάζειν Θεὸν, καὶ τοῦ ἁγίου Πνεύματος τὴν χάριν
5.1.149
ὑμνεῖν, καὶ κατηγορεῖν μὲν τῶν σοφῶν Βαβυλῶνος, ὡς τὴν θείαν οὐ δυνηθέντων
5.1.150
γνῶναι γραφὴν, πα ρακαλεῖν δὲ τὸν τοῦ Θεοῦ προφήτην δῆλα ποιῆσαι τὰ
5.1.151
ἀγνοούμενα. Ὑπισχνεῖται δὲ αὐτῷ καὶ τὴν πορ φυρίδα δώσειν, καὶ τὸν μανιάκην,
5.1.152
καὶ τρίτην τάξιν τῆς βασιλείας. Ἀλλ' ὁ μακάριος Δανιὴλ, γελά σας τοῦ δυσσεβοῦς τὰς
5.1.153
βασιλικὰς ὑποσχέσεις, εἶπεν αὐτῷ·" Τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς
5.1.154
οἰκίας σου ἑτέρῳ δός· ἐγὼ δὲ γραφὴν ἀνα γνώσομαι τῷ βασιλεῖ, καὶ τὴν σύγκρισιν
5.1.155
γνωρίσω σοὶ, βασιλεῦ." Ἀποστολικὴ τῷ ὄντι τῶν προφη τῶν ἡ φωνή. Καὶ γὰρ
5.1.156
ἐκείνους ὁ Κύριος κήρυκας ἀποστέλλων πᾶσιν ἀνθρώποις, παρεκελεύσατο, λέγων·
5.1.157
" Δωρεὰν ἐλάβετε, δωρεὰν δότε." Καὶ ὁ μακάριος οὗτος προφήτης ἔλεγε τῷ βασιλεῖ·
5.1.158
" Τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τοῦ οἴκου σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν
5.1.159
γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ, καὶ τὴν σύγκρισιν γνωρίσω σοι, βασιλεῦ." Οὐ γὰρ
5.1.160
ἔμαθον τὰ θεῖα πωλεῖν, οὐδὲ μισθὸν ἀνθρώ πινον ὑπὲρ τῶν θείων μυστηρίων
5.1.161
λαμβάνειν· προῖκα τοίνυν δέχου τῶν ἀγνοουμένων τὴν γνῶσιν. ιηʹ, ιθʹ." Ὁ Θεὸς,
5.1.162
φησὶν, ὁ ὕψιστος, τὴν βασι λείαν καὶ τὴν μεγαλωσύνην, καὶ τὴν τιμὴν, καὶ τὴν
5.1.163
δόξαν ἔδωκε Ναβουχοδονόσορ, τῷ πατρί σου. Καὶ ἀπὸ τῆς μεγαλωσύνης, ἧς ἔδωκεν
5.1.164
αὐτῷ, πάντες λαοὶ, καὶ φυλαὶ, καὶ γλῶσσαι ἦσαν τρέμοντες αὐτὸν, καὶ φοβούμενοι
5.1.165
ἀπὸ προσώπου αὐτοῦ." Μὴ νομίσῃς, φησὶν, ὅτι τῇ οἰκείᾳ ῥώμῃ χρησάμενος ὁ σὸς
5.1.166
πατὴρ ἅπασαν τὴν οἰκουμένην ὑπέταξε, καὶ τὰμυρία τῶν ἐθνῶν γένη
5.1.167
γλώσσαις χρώμενα διαφόροις ὑπὸ μίαν ἐποιήσατο βασιλείαν. Ὁ γὰρ τῶν ὅλων
5.1.168
Δεσπότης, τῶν ἁπάντων Ποιητὴς, ὁ σοφῶς ἅπαντα πρυτανεύων, αὐτῷ δέδωκε τὴν
5.1.169
βασιλείαν, καὶ διὰ τὸν θεῖον ὅρον ὁ τοῦ πατρός σου φόβος τοῖς ὑπηκόοις ἐπέκειτο.
5.1.170
" Καὶ οὓς ἐβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἐβούλετο αὐτὸς ἐταπείνου." Τοσαύτην,
5.1.171
φησὶν, ἔλαβε παρὰ τοῦ Θεοῦ τὴν ἐξουσίαν, ὡς δύνασθαι καὶ τοὺς ἐν ὕψει ὄντας
5.1.172
ταπεινοὺς ἀποφαίνειν, καὶ τοὺς ἀφανεῖς λίαν καὶ εὐτελεῖς περιβλέπτους ποιεῖν. κʹ.
5.1.173
" Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ
5.1.174
ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ θρόνου τῆς βασιλείας αὑτοῦ." Ὥσπερ γὰρ,
5.1.175
φησὶν," αὐτὸς οὓς ἐβούλετο ὕψου, καὶ οὓς ἐβούλετο ἐταπείνου," οὐ ψήφῳ πάντως
5.1.176
δικαίᾳ τοῦτο ποιῶν· οὕτως ὁ τῶν ἁπάντων Βασιλεὺς καὶ Δεσπό της ἔδωκε μὲν ὡς
5.1.177
ἠθέλησε, τῷ πατρί σου τὴν βασι λείαν, θεασάμενος δὲ αὐτὸν ἀμέτρῳ φρονήματι
5.1.178
κεχρημένον, ἀλαζονικῶς τε καὶ τετυφωμένως τὴν βασιλείαν ἰθύνοντα, καὶ τῆς
5.1.179
ὑπερηφανίας τὴν νόσον δεξάμενον, καὶ τῶν βασιλικῶν αὐτὸν ἐστέρησε θρόνων, καὶ
5.1.180
τὴν παρὰ πάντων αὐτῷ προσφερομένην τιμὴν ἀφείλετο. Οὐ μόνης δὲ αὐτὸν τῆς
5.1.181
βασιλείας ἐγύ μνωσε, ἀλλὰ καὶ τῶν κοινῶν συλλόγων ἐξήλασε, καὶ φρενοβλαβείᾳ
5.1.182
καὶ λύττῃ παραδοὺς, ὄνοις ἀγρίοις καὶ θηρίοις συνδιάγειν παρεσκεύασεν. Ὧν γὰρ τὸ
5.1.183
ἄγριον ἐμιμήσατο, τούτων τὸν βίον ἐδέξατο. Ἀναμιμνήσκει δὲ αὐτὸν, ὅτι καὶ πόαν
5.1.184
ἤσθιεν δίκην βοῶν, καὶ γυμνὸς περινοστῶν, καὶ ὑπαίθριος ταλαιπωρῶν, τὴν μὲν
5.1.185
προτέραν τοῦ σώματος ἀπέβαλε χρόαν, ἑτέραν δὲ εἰσεδέξατο, ἣν ὁ κρυμός τε καὶ ὁ
5.1.186
φλογμὸς ἀπειργά σατο. Καὶ ταῦτα πάντα, φησὶν, ὑπέμεινεν," Ἕως οὗ ἔγνω, ὅτι
5.1.187
κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δίδωσιν αὐτήν."
5.1.188
Ἀλλ' ἐκεῖνος μὲν τῇ πείρᾳ τὸ δέον μεμάθηκε, καὶ δι' αὐ τῶν ἐδιδάχθη τῶν
5.1.189
πραγμάτων, ὡς τῶν μὲν ἀνθρω πίνων βέβαιον οὐδὲν, ὁ δὲ τῶν ἁπάντων Θεὸς,
5.1.190
αἰώνιον ἔχων τὸ κράτος, ὡς θέλει κυβερνᾷ τὰ ἀνθρώπινα, καὶ οἷς ἂν ἐθελήσῃ τῆς
5.1.191
βασιλείας ὀρέγει τὴν δω ρεάν. κβʹ." Σὺ δὲ, φησὶν, ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ, οὐκ
5.1.192
ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ Θεοῦ, οὐ ταῦτα πάντα ἔγνως;" Τοῖς
5.1.193
γὰρ τοῦ σοῦ πατρὸς οὐκ ἐσωφρονίσθης κακοῖς, οὐδὲ μανθάνειν ἠθέλησας ἐξ ὧν
5.1.194
ἐκεῖνος πέπονθεν, τοῦ Θεοῦ τὴν ἰσχύν. κγʹ." Ἀλλ' ἐπὶ τὸν Κύριον τοῦ οὐρανοῦ
5.1.195
ὑψώθης." Καλῶς διδάσκει τοὺς παρόντας, μὴ προσκυνεῖν τὰ ὁρώμενα, ἀλλὰ τὸν
5.1.196
τούτων Δημιουργὸν καὶ Δεσπότην· καὶ κατὰ ταὐτὸν καὶ τοῦ βασιλέως διελέγχει τὸν
5.1.197
τύφον, καὶ διδάσκει, ὡς ὁ μέγιστος οὐρανὸς δημι ουργὸν ἔχει τὸν ἀόρατον Θεόν. Σὺ
5.1.198
δὲ, φησὶν, ὑψηλοτέραν ἀπέφηνας τὴν καρδίαν σου, οὐ τοῦ οὐρανοῦ, ἀλλὰ
5.1.199
τοῦ Θεοῦ τοῦ οὐρανοῦ, τοῦ Κυρίου πάσης κτί σεως. Οὐ γὰρ ἂν, εἰ μὴ τοσοῦτον τύφον
5.1.200
ἐνόση σας, τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἐνεχθῆναι προσ έταξας." Καὶ σὺ καὶ οἱ
5.1.201
μεγιστᾶνές σου, καὶ αἱ παράκοιτοί σου, καὶ αἱ παλλακαί σου ἐπίνετε οἶνον ἐν
5.1.202
αὐτοῖς·" τουτέστιν, εἰς οἰνοφλυγίαν καὶ μέθην ἀπεχρήσω τοῖς τῷ Θεῷ ἀνακειμένοις
5.1.203
σκεύεσιν. Εἶτα τὴν τῆς ἀσεβείας ὑπερβολὴν τραγῳδῶν," Καὶ τοὺς θεοὺς, φησὶ, τοὺς
5.1.204
χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλ κοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους ᾔ
5.1.205
νεσας." Καὶ ἐπιμένων τῇ κωμῳδίᾳ·" Οἳ οὐ βλέ πουσι, καὶ οὐκ ἀκούουσι, καὶ οὐ
5.1.206
γινώσκουσι." Καὶ μὴν ἠδύνασαι συνιδεῖν τὸ ἐκείνων ἀδρανὲς, ἔκ τε τῆς ὕλης, καὶ ἐκ
5.1.207
τῆς ἐπικειμένης αὐτῇ τέχνης, καὶ πρὸς τούτοις ἐκ τῆς τῶν μορίων ἀναισθησίας· γνώ
5.1.208
σεως γὰρ, καὶ ὄψεως, καὶ ἀκοῆς ἐστέρηνται, καὶ τῶν αἰσθήσεων οὐδὲ τὴν μίαν
5.1.209
ἐνέργειαν ἔσχον, ἀλλὰ μόνα γυμνὰ τὰ ἰνδάλματα. Σὲ δὲ οὐδὲ τοῦτο ἔπεισε συν ιδεῖν
5.1.210
τὸ δέον, ἀλλὰ τοὺς μὲν θεοὺς ὠφελεῖν μὴ δυναμένους αἰνῶν διατελεῖς." Τὸν δὲ
5.1.211
Θεὸν, οὗ ἡ πνοή σου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας."
5.1.212
Καλῶς δὲ, καὶ μάλα σο φῶς ἐκ παραλλήλου τεθεικὼς τά τε εἴδωλα καὶ τὸν τῶν
5.1.213
ἁπάντων Θεὸν, διὰ τὴν τῶν ἀκουόντων ὠφέλειαν, καὶ δείξας ἐκεῖνα μήτε βλέποντα
5.1.214
μήτε ἀκούοντα, οὐκ ἐπήγαγε περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὅτι βλέπει, καὶ ἀκούει, καὶ
5.1.215
γινώσκει, ἀλλὰ τὸ μεῖζον ἁπάντων τέ θεικεν, ὅτι" Ἡ ζωή σου καὶ αἱ ὁδοί σου ἐν τῇ
5.1.216
χειρὶ αὐτοῦ·" μεῖζον γάρ ἐστι τοῦ ζῇν τὸ καὶ τοῖς ἄλλοις παρέχειν ζωὴν, καὶ
5.1.217
ἀφαιρεῖσθαι πάλιν αὐτὴν ὅταν θέλῃ. Ἔδειξε τοίνυν, ὅτι τὰ μὲν εἴδωλα καὶ ζωῆς καὶ
5.1.218
αἰσθήσεως ἁπάσης ἐστέρηνται· ὁ δὲ τῶν ὅλων Δεσπότης Θεὸς πάσης τῆς ζωῆς ἐστι
5.1.219
χορηγὸς, καὶ ταύτην δίδωσί τε καὶ λαμβάνει, κυβερνῶν ὡς θέλει. Ἀλλ' ὅμως, φησὶ,
5.1.220
τοῦτον τὸν τοιοῦτον, τὸν τοσοῦ τον, τὸν τῆς ζωῆς καὶ τελευτῆς ἐξουσίαν ἔχοντα,
5.1.221
τὸν βασιλέας χειροτονοῦντα καὶ καταλύοντα, τοῦτον οὐ μόνον οὐχ ὑμνήσας,
5.1.222
μᾶλλον δὲ καὶ ἐμπαροινῶν διατελεῖς, τοῖς ἀφορισθεῖσιν αὐτῷ σκεύεσιν ἐν τρυφῶν.
5.1.223
κδʹ." Διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς, καὶ τὴν γραφὴν
5.1.224
ταύτην ἐνέταξεν." Καὶ οὐκ εἶπεν, Αὐτὸς γέγραφεν, ἀλλ'," Ἀπεστάλη ἐκ προσώπου
5.1.225
αὐτοῦ ἀστράγαλος χειρός·" τουτέστι, γρα φῆναι προσέταξε, καὶ οὐδὲ ὅλον ἔδειξέ σοι
5.1.226
τὸν γρά ψαντα, ἀλλ' ἐξελέγξαι σου τὸν τύφον ἐθελήσας, μόνοις σε δακτύλοις
5.1.227
ἐξέπληξε, καὶ τοσούτου δέους ἐνέπλησε. Μάθε δὲ, φησὶ, καὶ αὐτὴν τὴν γραφὴν, καὶ
5.1.228
τῆς γραφῆς ἑρμηνείαν. κεʹ, κ ʹ." Ἡ μὲν οὖν γραφή ἐστιν αὕτη· Μανὴ, Θεκὲλ, Φαρές·
5.1.229
τὸ δὲ σύγκριμα τοῦ ῥήματος τοῦτο." Σύγκριμα δὲ τὴν ἑρμηνείαν καλεῖ.
5.1.230
" Μανή· ἐμέ τρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν·" τουτέστιν, εἶδέ
5.1.231
σε τῆς βασιλείας ἀνάξιον, καὶ ταύτης γυμνὸν ἐδοκίμασεν ἀποφῆναι. κζʹ." Θεκέλ·
5.1.232
ἐστάθη ἐν ζυγῷ, καὶ ηὑρέθη ὑστε ροῦσα." Ἐδίδαξε δὲ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ
5.1.233
ἡμᾶς διὰ τούτων ὁ προφήτης, ὡς οὐδὲν ἀστάθμη τον παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ ὁ ἔλεος
5.1.234
καὶ ἡ μακροθυμία μέτρῳ τινὶ καὶ σταθμῷ τοῖς ἀνθρώποις παρέχεται. Ἐπειδὴ τοίνυν,
5.1.235
φησὶ, ὑπερέβης τῆς φιλανθρωπίας τοὺς ὅρους, δέχου τὴν θείαν ἀπόφασιν. κηʹ.
5.1.236
" Φαρές· διῃρέθη ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις." Ἀναγκαῖον δὲ
5.1.237
ζητῆσαι, τί δήποτε τὸν μὲν Ναβουχοδονόσορ παιδεύσας ὁ τῶν ὅλων Θεὸς πάλιν εἰς
5.1.238
τὴν βασιλείαν ἐπανήγαγε, τοῦ τον δὲ παραυτίκα καὶ τῆς βασιλείας ἐστέρησε, καὶ τῆς
5.1.239
ζωῆς. Σκοποῦντες τοίνυν εὑρίσκομεν, πρῶ τον μὲν, ὅτι Ναβουχοδονόσορ ἕτερον
5.1.240
ἀσεβείας τίσαντα δίκας οὐκ ἐθεάσατο, διὸ καὶ συγγνώμης αὐτὸν ἠξίω σεν ἡ δικαία
5.1.241
τοῦ Θεοῦ ψῆφος· οὗτος δὲ, τὴν μεγίστην τοῦ πατρὸς θεασάμενος τιμωρίαν, οὐδὲν
5.1.242
ἐκεῖθεν ἀπώνατο. Εἰκότως τοίνυν ὁ δίκαιος κριτὴς ἐπ' ἐκεί νου μὲν ῥητῷ χρόνῳ τὴν
5.1.243
τιμωρίαν περιώρισε, τοῦτον δὲ οὐδεμιᾶς συγγνώμης ἠξίωσεν. Ἄλλως τε καὶ πάντα
5.1.244
προορῶν ὁ Θεὸς τὰ ἐσόμενα, καὶ οὕτως αὐτὰ σαφῶς γινώσκων ὡς ἤδη γενόμενα,
5.1.245
ἐκείνου μὲν προειδὼς τὴν μεταμέλειαν, οὕτω τὰ κατ' αὐτὸν ᾠκονόμησε, τούτου δὲ
5.1.246
προγινώσκων τὴν μέχρι τέλους ἀσέβειαν, τῷ θανάτῳ καταλύει τῆς ἀσεβείας τὴν
5.1.247
αὔξησιν. Εὐθὺς δὲ ἀκούσας Βαλτάσαρ τῶν ὑπὸ τοῦ Δανιὴλ ἑρ μηνευθέντων,
5.1.248
ἐκέλευσεν αὐτὸν τὸ προκείμενον ἆθλον λαβεῖν, τὴν πορφύραν, καὶ τὸν μανιάκην
5.1.249
τὸν χρυ σοῦν· εἶτα τοῦτον αὐτὸν διακοσμήσας τὸν τρόπον, τῇ τοῦ κήρυκος χρώμενος
5.1.250
φωνῇ τοὺς ὑπηκόους ἐδίδα σκεν, ὡς τρίτον αὐτὸν τῆς βασιλείας ἀπέφηνεν ἄρχοντα.
5.1.251
Ἀλλ' οὐδὲν τούτων τὴν θείαν ἀπόφασιν ἔλυσεν. λʹ." Ἐν αὐτῇ γὰρ, φησὶ, τῇ νυκτὶ
5.1.252
ἀνῃρέθη Βαλ τάσαρ, ὁ βασιλεὺς Χαλδαίων." Χαλδαῖον δὲ αὐτὸν ἐνταῦθα
5.1.253
προσηγόρευσεν, ἵνα δείξῃ λοιπὸν τῆς Χαλ δαϊκῆς βασιλείας τὸ τέλος. Ἀληθῶς
5.1.254
" φοβερὸν τὸ ἐμ πεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος," κατὰ τὸν θεῖον Ἀπόστολον·
5.1.255
φοβερὸν," τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ μακροθυμίας
5.1.256
κατα φρονεῖν," ἀλλὰ μὴ προσκυνεῖν καὶ θεραπεύειν εἰς δύναμιν. Τίς γὰρ σκληρὸς
5.1.257
γενόμενος, ᾗ φησιν ὁ προφήτης, ἐναντίον Κυρίου ὑπέμεινε; Τούτου χάριν καὶ ὁ
5.1.258
μακάριος παρεγγυᾷ Δαβίδ·" Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ
5.1.259
σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παροργισμῷ." Καὶ τοῦτο ἑρμη νεύων ὁ
5.1.260
μακάριος παραινεῖ Παῦλος·" Βλέπετε, ἀδελφοὶ, μήποτε ἔσται ἔν τινι ὑμῶν
5.1.261
καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ παρακαλεῖτε
5.1.262
ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, μέχρις ἂν οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ
5.1.263
ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας." Οἶδε γὰρ πολλάκις ἡ ἁμαρτία ταῖς ἡδοναῖς ἡμᾶς
5.1.264
καταθέλγουσα, καθάπερ ἐκεῖνον τὸν ἀνόητον βασιλέα διὰ τῆς μέθης, οὕτω
5.1.265
σκληρύνειν ἡμῶν τὴν καρδίαν καὶ ἀντίτυπον ἀπο φαίνειν, ὡς καὶ τῆς ἀσεβείας τὴν
5.1.266
νόσον ῥᾳδίως εἰσ δέχεσθαι. Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ διαβόλου τὴν
5.1.267
ἐξαπάτην, καὶ τὴν ἐπίμονον ἀρετὴν τῆς ἡδονῇ βραχείᾳ κεχρημένης προτιμήσωμεν
5.1.268
ἁμαρτίας, ἵνα τῆς μὲν τοῦ Βαλτάσαρ κοινωνίας ἀποφανθῶμεν ἀλ λότριοι, τῆς δὲ τοῦ
5.1.269
Δανιὴλ συμμορίας ἀπολαύσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πα
5.1.270
τρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ʹ.
5.1.271
Ναβουχοδονόσορ, Εὐιλὰδ Μαροδὰχ υἱὸς αὐτοῦ, Βαλτάσαρ ἀδελφὸς αὐτοῦ· Δαρεῖος
5.1.272
Μῆδος, κατὰ Ἰώσηππον, υἱὸς τοῦ Ἀστυάγους, τοῦ δὲ Κύρου θεῖος πρὸς μητρός· ὁ δὲ
5.1.273
Κῦρος Πέρσης· Ἕλληνες Κυαξάρην αὐτὸν προσκαλοῦσιν. λαʹ. Καὶ Δαρεῖος ὁ Μῆδος
5.1.274
παρέλαβε τὴν βασιλείαν ὢν ἐτῶν ἑξήκοντα δύο." Ἡ μὲν τῶν Χαλδαίων βασιλεία τὸ
5.1.275
τέλος ἔλαβε κατὰ τὴν θείαν πρόῤῥησιν· εἰς δὲ Μή δους μεταβέβηκεν ἡ τῆς
5.1.276
οἰκουμένης ἡγεμονία. Οὕτω δὲ καὶ ὁ Δανιὴλ προηγόρευσε, καὶ τὸ Φαρές ἡρμή νευσε·
5.1.277
" Διῃρέθη γὰρ, φησὶν, ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις." Ἀλλὰ χρόνον
5.1.278
ὀλίγον Δαρείου τοῦ Μήδου βασιλεύσαντος, Κῦρος, παραλα βὼν τὴν ἀρχὴν, εἰς
5.1.279
Πέρσας αὐτὴν μετατίθησιν. Ἰώ σηππος δὲ ὁ ἱστοριογράφος τὸν Δαρεῖον μὲν υἱὸν τοῦ
5.1.280
Ἀστυάγους εἶναί φησι, τοῦ δὲ Κύρου θεῖον πρὸς μητρὸς, τοὺς δὲ τῶν Ἑλλήνων
5.1.281
συγγραφέας ἑτέρως αὐτοῦ τὸ ὄνομα τεθεικέναι· Κυαξάρην γὰρ αὐτὸν ἐκεῖνοι
5.1.282
προσηγορεύκασι. Λέγει δὲ, ὅτι κατὰ ταὐτὸν ἐπιστρατεύσαντες τῇ Βαβυλῶνι Δαρεῖός
5.1.283
τε καὶ Κῦρος, ὁ τούτου ἀδελφιδοῦς, ἐκράτησαν τῆς πόλεως πολιορ κίᾳ χρησάμενοι,
5.1.284
καὶ τὸν Βαλτάσαρ ἀνεῖλον κατ' ἐκείνην τὴν νύκτα, καθ' ἣν ἐν τῷ τοίχῳ τὰς
5.1.285
συλλαβὰς ἐκείνας γραφομένας ἐθεάσατο. Ἀλλ' οὐκ ἐᾷ οὕτω πιστεύειν τὰ
5.1.286
ὑπὸ τοῦ μακαρίου Δανιὴλ συγγεγραμ μένα· διδάσκει δὲ ἡμᾶς ἐν τῷ τέλει τοῦ κατὰ
5.1.287
τὸν Δαρεῖον διηγήματος, ὅτι κατηύθυνε Δανιὴλ ἐν τῇ βασιλείᾳ Δαρείου καὶ ἐν τῇ
5.1.288
βασιλείᾳ Κύρου τοῦ Πέρσου, καὶ δείκνυσιν ἑτέραν μὲν τοῦ Δα ρείου βασιλείαν,
5.1.289
ἑτέραν δὲ τοῦ Κύρου. Εἰ δὲ μία αὐτοῖς κατὰ τῆς Βαβυλῶνος ἐγεγόνει στρατεία, μία
5.1.290
ἄρα ἦν καὶ ἡ βασιλεία· νῦν δὲ, ἄλλην μὲν ταύτην, ἄλλην δ' ἐκείνην εἶναί φησι. Καὶ
5.1.291
ἐν τῷ τέλει δὲ τῆς προφητείας οὕτω φησὶν ὁ Δανιήλ·" Καὶ ὁ βασι λεὺς Ἀστυάγης
5.1.292
προσετέθη πρὸς τοὺς πατέρας αὑτοῦ, καὶ παρέλαβε τὴν βασιλείαν Κῦρος ὁ Πέρσης."
5.1.293
Οὐ τοί νυν Δαρεῖος καὶ Κῦρος κατὰ ταὐτὸν βασιλεύσαντες, τὸν Βαλτάσαρ ἀνεῖλον·
5.1.294
ἀλλ' ὁ μὲν Δαρεῖος ὁ Ἀσσουήρου πρότερον, ὕστερον δὲ Κῦρος ἐβασίλευσεν. Οὐδὲ ταῖς
5.1.295
Ἑλληνικαῖς ἱστορίαις τὰ ὑπὸ τοῦ Ἰωσήππου εἰρημένα συμβαίνει. Οὐδὲ γὰρ ἐν
5.1.296
ἐκείναις ἔστιν εὑρεῖν, τὸν Κυαξάρην τὸν τοῦ Ἀστυάγους υἱὸν αὐτὸν εἶναι τὸν Δαρεῖον, ὃν οὗτος ἔφη σὺν τῷ Κύρῳ τὴν στρατείαν κατὰ τῆς Βαβυλῶνος ποιησάμενον·
5.1.297
ὥστε παντάπασιν ἀπί θανον εἶναι τὸν τοῦ Ἰωσήππου λόγον. Ἐγὼ δὲ τῇ θείᾳ
5.1.298
πειθόμενος Γραφῇ, τοῦ Ναβουχοδονόσορ εὑρίσκω τοῦ τον θυγατριδοῦν· τῷ γὰρ
5.1.299
Ἱερεμίᾳ παρακελευσάμενος ὁ Θεὸς δεσμὰ ἑαυτῷ περιθεῖναι, καὶ ταῦτα πέμψαι τοῖς
5.1.300
πλησιοχώροις βασιλεῦσι, τῷ τῶν Ἰδουμαίων, καὶ Μωαβιτῶν, καὶ Ἀμανιτῶν, Τυρίων
5.1.301
τε καὶ Σιδωνίων, ταῦτα εἰπεῖν αὐτοῖς παρεγγύησεν·" Οὕτως εἶπε Κύριος ὁ Θεὸς
5.1.302
Ἰσραήλ· Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν· Ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύϊ μου
5.1.303
τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψη λῷ, καὶ δώσω αὐτὴν, ᾧ ἂν δόξῃ ἐν
5.1.304
ὀφθαλμοῖς μου· ἔδωκα πᾶσαν τὴν γῆν τῷ βασιλεῖ Ναβουχο δονόσορ Βαβυλῶνος,
5.1.305
δουλεύειν αὐτῷ, καὶ δουλεύ σουσιν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ
5.1.306
υἱῷ τοῦ υἱοῦ αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ καιρὸς τῆς γῆς αὐτῶν." Τοῦ τοίνυν Βαλτάσαρ
5.1.307
υἱοῦ προσ αγορευθέντος ὑπὸ τοῦ Δανιὴλ, ζητητέον τὸν ἔκγονον. Εἰ δέ τις ἀντιλέγει,
5.1.308
Μῆδον τὸν Δαρεῖον ὀνομάζεσθαι λέγων, μαθέτω ὡς οὐδὲν τοῦτο τῷ λόγῳ
5.1.309
λυμαίνεται. Καὶ γὰρ ὁ Κῦρος θυγατριδοῦς ὢν τοῦ Ἀστυάγους, ὃς Μῆδος ἦν, καὶ
5.1.310
Μήδων ἐβασίλευσε, Πέρσης ὀνομά ζεται· ἐκ γὰρ τῆς πατρῴας συγγενείας φιλοῦσιν οἱ
5.1.311
ἄνθρωποι τὰς ἐθνικὰς τιθέναι προσηγορίας. Εἰκὸς τοίνυν καὶ τὸν Δαρεῖον εἶναι μὲν
5.1.312
Μήδου πατρὸς, Χαλδαίας δὲ μητρὸς, καλεῖσθαι δὲ τοῦτο ὅπερ ἦν ὁ πατήρ. Εἰ δ' οὐχ
5.1.313
οὕτως ταῦτ' ἔχει, δειξάτωσαν οἱ βουλόμενοι τοῦ Ναβουχοδονόσορ τὸν ἔκγονον τῆς
5.1.314
παπ πῴας βασιλείας κληρονομήσαντα, καὶ οὐδὲν περὶ τούτου ζυγομαχήσομεν. Ὅτι
5.1.315
γὰρ παναληθὴς τοῦ μεγάλου Ἱερεμίου ἡ πρόῤῥησις, πᾶς τις εὖ φρονῶν
5.1.316
ὁμολογήσειεν. Εἰ δέ τινι προΐσταται μὴ εἶναι θυγα τριδοῦν τοῦ Ναβουχοδονόσορ τὸν
5.1.317
Δαρεῖον, ἀλλ' ὑϊδοῦν, διὰ τὸ τὸν προφήτην εἰρηκέναι·" Δουλεύσουσιν αὐτῷ,
5.1.318
καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ·" μαθέτω τῆς θείας Γραφῆς τὸ ἰδίωμα·
5.1.319
ἐξ ἀῤῥένων γὰρ γενεαλογεῖν εἰωθυῖα, καὶ τὸν ἔκγονον εἰπεῖν ἐθελήσασα, υἱὸν τοῦ
5.1.320
υἱοῦ προσηγόρευσεν. Ἀλλ' ὅτι μὲν τοῦ υἱοῦ οὐκ ἔστιν υἱὸς, ὁ μακάριος Δανιὴλ
5.1.321
μαρτυρεῖ, λέγων·" Δαρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν." Ὅτι δὲ μέχρις
5.1.322
ἐκγόνων παραπέμψει τὴν βασιλείαν ὁ Ναβουχοδονόσορ, ὁ θεῖος προεῖπεν Ἱερεμίας.
5.1.323
Ἐξ ἑκατέρας τοίνυν προφητείας εὑρεῖν δυνατὸν τὸ ἀληθές· ἐκ μὲν τῆς Ἱερεμίου, ὅτι
5.1.324
καὶ ὁ ἔκγονος τοῦ Ναβουχοδονόσορ τῆς βασιλείας ἀνθέξε ται· ἐκ δὲ τῆς τοῦ
5.1.325
μακαρίου Δανιὴλ, ὅτι Βαλτάσαρ τοῦ υἱοῦ τοῦ Ναβουχοδονόσορ, τῇ θείᾳ ψήφῳ
5.1.326
τελευτή σαντος, Δαρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν. Ἐντεῦθεν σκοπούμενοι,
5.1.327
καὶ τὸ ἀψευδὲς τῶν προφη τῶν ἐπιστάμενοι, εὑρίσκομεν τοῦτον Μῆδον μὲν ὄντα
5.1.328
πατρόθεν, Χαλδαῖον δὲ ὄντα μητρόθεν, καὶ τοῦ Ναβουχοδονόσορ ἔκγονον. Ταῦτα
5.1.329
μὲν οὖν ἡμεῖς ἑκατέ ρας προφητείας τὸ ἀληθὲς ζητήσαντες ηὕρομεν· ὡς δὲ φίλον
5.1.330
ἑκάστῳ περὶ τούτου φρονείτω οὐδεμία γὰρ ἐκ τῆς περὶ τὸ γένος ἀμφιβολίας
5.1.331
γενήσεται βλάβη. Φέρε τοίνυν, τῆς κατὰ μέρος ἑρμηνείας ἁψώμεθα.
5.1.332
Βασιλεύσας, φησὶν, ὁ Δαρεῖος (αʹ, βʹ.)" Ἔστησεν ἐπὶ τῆς
5.1.333
βασιλείας αὑτοῦ σατράπας ἑκατὸν εἴκοσι, τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ
5.1.334
αὐτοῦ. Καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, καὶ ἦν Δανιὴλ εἷς ἐξ αὐ τῶν, τοῦ
5.1.335
ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται." Ἀληθῶς
5.1.336
οὐδὲν ἀμ βλύνειν δύναται τὴν εὐσέβειαν, ἀλλὰ τὰς οἰκείας πανταχοῦ ἀκτῖνας
5.1.337
ἀφίησι, κἂν ἐν δούλῳ γένηται, κἂν ἐν αἰχμαλώτῳ, καὶ οὐδὲν ταύτης συσκιάσαι τὴν
5.1.338
αἴγλην ἰσχύει, ἀλλὰ τὴν οἰκείαν ἀφίησιν ἀστραπήν. Καὶ τοῦτο πολλαχόθεν μὲν καὶ
5.1.339
ἀλλαχόθεν ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐκ τῶν κατὰ τὸν μακάριον Δανιὴλ, ὃς δοῦ λος καὶ
5.1.340
δορυάλωτος γεγονὼς, καὶ ξένην οἰκῶν, καὶ μεταξὺ βαρβάρων στρεφόμενος,
5.1.341
διέλαμψε· ἐπὶ μὲν γὰρ τοῦ Ναβουχοδονόσορ προσεκυνήθη ὑπὸ τοῦ φοβερωτάτου
5.1.342
βασιλέως. Διέπρεψε δὲ καὶ ἐπὶ τοῦ Βαλτάσαρ, περίβλεπτος δὲ ὡσαύτως ἦν καὶ ἐπὶ
5.1.343
τοῦ Δαρείου· καὶ αἱ τῶν βασιλέων διαδοχαὶ μεταβο λὴν αὐτῷ τῆς τιμῆς οὐκ
5.1.344
εἰργάσαντο· ἀλλ' οἱ μὲν ἐσβέννυντο τῷ θανάτῳ, ὁ δὲ τὴν ἴσην ἐπὶ πάντων ἐκέκτητο
5.1.345
λαμπηδόνα. Καὶ μὴν εἰώθασιν οἱ βασιλείαν ἤ τινα ἄλλην ἀρχὴν ἐγχειριζόμενοι,
5.1.346
ἥκιστα θαῤῥεῖν τοῖς τῶν προτέρων οἰκειοτάτοις· οὗτος δὲ παρὰ πᾶσι τὴν αὐτὴν
5.1.347
ἐκέκτητο παῤῥησίαν, καὶ τοῦ ἴσου γέρως ἐτύγχανε, τὴν αὐτήν τε ἡγεμονίαν
5.1.348
ἐπιστεύετο· ὥσ περ ἀμέλει καὶ ἐπὶ τοῦ Δαρείου εἷς τῶν τριῶν ἐγέ νετο τακτικῶν.
5.1.349
Τακτικοὺς δὲ ἡγοῦμαι προσαγορεύε σθαι τοὺς νῦν καλουμένους ὑπάρχους, σατράπας
5.1.350
δὲ τοὺς τῶν ἐθνῶν ἡγεμόνας· ἀλλὰ καὶ τῶν τακτικῶν εἷς ὢν ὁ μακάριος Δανιήλ·
5.1.351
81. 1400 γʹ." Ὑπερενίκα, φησὶ, καὶ τοὺς τακτικοὺς, καὶ τοὺς σατράπας," τοὺς τῶν
5.1.352
ἐθνῶν ἡγεμόνας, κατ έναντι, τουτέστιν ἐκ παραλλήλου, τιθέμενος, συγ κρινόμενος
5.1.353
καὶ παρεξεταζόμενος. Εἶτα λέγει τὴν αἰ τίαν τῆς νίκης." Ὅτι πνεῦμα, φησὶ, περισσὸν
5.1.354
ἐν αὐτῷ·" τουτέστι, πολλῷ μείζονα καὶ πλείονα παρὰ τοῦ Θεοῦ τὴν χάριν ἐδέχετο.
5.1.355
Μανθάνομεν δὲ ἐντεῦθεν, ὅτι καὶ τοῖς βιωτικὰς ἐγχειριζομένοις ἀρχὰς, κἂν
5.1.356
εὐσεβείας ὦσιν ἄμοιροι, δίδοταί τις θεό θεν χάρις σοφίας διὰ τὴν τῶν ἀρχομένων
5.1.357
οἰκονομίαν. Καὶ τοῦτο ᾐνίξατο ὁ μακάριος Δανιὴλ, εἰρηκώς·" Ὅτι πνεῦμα περισσὸν
5.1.358
ἦν ἐν αὐτῷ," τουτέστιν, ἀναλογοῦ σαν τῇ εὐσεβείᾳ τὴν χάριν ἐδέδεκτο. Καὶ τοῦτο
5.1.359
θεα σάμενος, φησὶν," Ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ."
5.1.360
Συνιεὶς γὰρ, ὅτι θεο φιλὴς ὁ ἀνὴρ καὶ τῆς ἄνωθεν ἀπολαύων ῥοπῆς, πᾶ σαν αὐτὸν
5.1.361
ἐπέτρεψε τὴν βασιλείαν οἰκονομεῖν· ἀλλὰ τὸ μέγεθος τῆς τιμῆς τὸν φθόνον
5.1.362
ἠρέθισεν·" Οἱ δὲ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν, φησὶ, πρόφασιν εὑρεῖν κατὰ τοῦ
5.1.363
Δανιὴλ ἐκ τῆς βασιλείας," ἢ, ὥς τινα τῶν ἀντιγράφων ἔχει," ἐκ πλαγίων τῆς βασι
5.1.364
λείας·" τουτέστι, πάντα ἐπραγματεύοντο, εἰς τοὺς τῆς βασιλείας νόμους
5.1.365
πλημμελοῦντα αὐτὸν εὑ ρεῖν ἐφιέμενοι· ἀντὶ τοῦ, τὴν νῦν καλουμένην καθ οσίωσιν
5.1.366
πλέξαι αὐτῷ βουλόμενοι. Ἀλλὰ διήμαρτον τοῦ σκοποῦ." Πᾶσαν γὰρ πρόφασιν, φησὶ,
5.1.367
καὶ πᾶν παράπτωμα, καὶ ἀμπλάκημα οὐχ ηὗρον ἐν αὐτῷ, ὅτι πιστὸς ἦν." Καὶ τὴν
5.1.368
μαρτυρίαν ταύτην ἔσχηκεν ὁ μακάριος Δανιὴλ, οὐ παρὰ τῶν ἀγαπώντων μόνον,
5.1.369
ἀλλὰ καὶ παρὰ τῶν ἐπιβουλευόντων." Τὴν γὰρ περὶ τὸν Θεὸν φυλάττων εὐσέβειαν,
5.1.370
εὐνοίᾳ πολλῇ καὶ περὶ τοὺς βασιλέας ἐκέχρητο. Ὡς δὲ μυρία τυρεύ σαντες οὐχ ηὗρον
5.1.371
αὐτὸν εἰς τοὺς τῆς βασιλείας πλημμελοῦντα νόμους, εʹ." Εἶπον, φησὶν, οἱ τακτικοί·
5.1.372
Οὐχ εὑρήσομεν κατὰ Δανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις Θεοῦ αὐ τοῦ." Εἰδότες γὰρ
5.1.373
αὐτοῦ τῆς εὐσεβείας τὸ ἀκριβὲς, ἐκεῖ τὰ θήρατρα τῆς πονηρίας ἱστᾶσι. ʹ– θʹ." Καὶ
5.1.374
προσίασι τῷ βασιλεῖ οἵ τε τακτικοὶ καὶ οἱ σατράπαι, καὶ λέγουσιν αὐτῷ· Δαρεῖε βασι
5.1.375
λεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. Συνεβουλεύσαντο πάντες οἱ ἐν τῇ βασιλείᾳ σου στρατηγοὶ,
5.1.376
καὶ τοπάρχαι, ὕπατοι, καὶ σατράπαι, τοῦ στῆσαι στάσει βασι λικῇ, καὶ ἐνισχῦσαι
5.1.377
ὁρισμὸν, ὅπως ὃς ἐὰν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ, ἢ ἀνθρώπου, ἕως ἡμε ρῶν
5.1.378
τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων. Νῦν οὖν,
5.1.379
βασιλεῦ, στῆ σον τὸν ὁρισμὸν, καὶ ἔκθες τὴν γραφὴν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα
5.1.380
Μήδων καὶ Περσῶν, ὅπως ἂνμὴ παραλλαγῇ κατέναντι τούτου. Τότε ὁ
5.1.381
βασιλεὺς Δαρεῖος ἐπέταξε τὴν συγγραφὴν καὶ τὸ δόγμα." Οὐδὲν τοῦ φθόνου
5.1.382
μιαρώτερον· οὗτος καὶ ἀσεβῆσαι τούτους ἠνάγκασε, καὶ δυσσεβὲς προθεῖναι
5.1.383
πεποίηκε δόγμα, ἀπεῖργον τοὺς βουλομένους εὐχὰς προσφέ ρειν Θεῷ. Οὐ γὰρ μόνον
5.1.384
σφᾶς αὐτοὺς τοῦτο ποιεῖν κωλύουσιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ὑπὸ τῆς
5.1.385
βασιλείας ὄντας. Καὶ ἵνα μὴ δῆλον γένηται τὸ κακούργημα, προστιθέασι τὸ μηδὲ
5.1.386
παρὰ ἀνθρώπου αἰτῆσαί τι καὶ λαβεῖν ἐντὸς τῶν τριάκοντα ἡμερῶν· παρὰ μόνου δὲ
5.1.387
τοῦ βασιλέως ἐν ἁπάσαις ταύταις ταῖς ἡμέραις ἐπαγγέλλειν τὴν χρείαν. Καὶ οὐ
5.1.388
συνεῖδον οἱ τὸ ὀπτικὸν τῆς διανοίας τῷ φθόνῳ παραδεδωκότες, ὡς οὐ πάντα
5.1.389
δύναται παρασχεῖν τοῖς αἰτοῦσιν ὁ βασι λεύς· οὔτε γὰρ ὑγείαν, οὔτε ζωὴν, οὔτε τὸ
5.1.390
γενέσθαι παίδων πατέρας, οὔτε ὑετῶν ἀφθονίαν, οὔτ' ἄλλα πάντα, ἃ τὸν Θεὸν
5.1.391
αἰτοῦντες λαμβάνομεν. Ἀλλὰ τὸ φρονεῖν ἀπολέσαντες ἀνατιθέασι τῷ βασιλεῖ τὰ τῷ
5.1.392
Θεῷ προσήκοντα, πείθουσι δὲ καὶ τὸν ἀνόητον βασιλέα συμψηφίσασθαι καὶ κυρῶσαι
5.1.393
τὰ δυσσεβῶς αἰτηθέντα. Ἀλλ' ὁ μακάριος Δανιὴλ οὐδὲ βραχὺ τῶν δυσσεβῶν τούτων
5.1.394
νόμων φροντίσας," Εὐθὺς εἰς τὸν οἶκον αὑ τοῦ, φησὶν, εἰσελθὼν, τῶν θυρίδων
5.1.395
ἀνεῳγμένων, ἐν τοῖς ὑπερῴοις αὑτοῦ, κατέναντι Ἱερουσαλὴμ τρεῖς καιροὺς τῆς
5.1.396
ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὑ τοῦ, καὶ προσευχόμενος, καὶ ἐξομολογούμενος
5.1.397
ἐναν τίον τοῦ Θεοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν." Ὅρα δὲ πόσα κατὰ ταὐτὸν ὁ λόγος
5.1.398
ᾐνίξατο, τοῦ μακαρίου Δανιὴλ τὴν εὐσέβειαν καὶ τὴν ἀνδρείαν μηνύοντα. Πρῶτον
5.1.399
μὲν γὰρ Δανιὴλ, φησὶν, ἡνίκα ἔγνω, ὅτι ἐνετάγη τὸ δόγμα," Εἰσῆλθεν εἰς τὸν οἶκον
5.1.400
αὑτοῦ," τουτέστι, μαθὼν τὸν τεθέντα νόμον, καὶ σφόδρα καταφρονῶν, ἀντικρὺς
5.1.401
ἐναντία δρῶν διετέλει· εἶτα καὶ ἕτερον τέθεικεν, ὃ σαφῶς αὐτοῦ τὴν ἀνδρείαν
5.1.402
μηνύει·" Αἱ γὰρ θυρίδες, φησὶν, ἀνεῳγμέναι." Οὐ γὰρ κρύβδην, φησὶ, τὰς εὐχὰς
5.1.403
ἐποιεῖτο, ἀλλὰ προφανῶς, καὶ πάντων ὁρώντων, οὐ φιλοτιμούμενος, ἀλλὰ τῆς
5.1.404
δυσσεβείας τοῦ νόμου καταφρονῶν. Πρόσ κειται δὲ καὶ ἕτερον, ταύτην αὐτοῦ τὴν
5.1.405
ἀνδρείαν παραδηλοῦν·" Ἐν γὰρ τοῖς ὑπερῴοις αὑτοῦ." Οὐ γὰρ ἐν ἐπιπέδῳ, ἀλλ' ὡς
5.1.406
ἐν περιωπῇ τινι προσέφε ρεν τῷ Θεῷ τὰς εὐχὰς, κατάδηλος ὢν ἅπασι, τῷ τε ἐφ'
5.1.407
ὑψηλοῦ ἑστᾶναι, καὶ τῷ τὰς θυρίδας ἀναπε πταμένας ἔχειν." Ηὔχετο δὲ, φησὶ,
5.1.408
κατέναντι Ἱε ρουσαλήμ·" τοῦτο δὲ οὐ μόνον τοὺς κατηγόρους παροξύνων ἐποίει,
5.1.409
ἀλλὰ καὶ παλαιὸν νόμον πλη ρῶν. Ὁ γὰρ Σολομὼν τὸν νεὼν ἐκεῖνον δειμάμε νος,
5.1.410
καὶ τῶν ἐγκαινίων ἐπιτελῶν τὴν πανήγυριν, προσηύξατο μὲν τὴν θείαν χάριν
5.1.411
ἐπικαλούμε νος, καὶ ταύτης πλήρη γενέσθαι τὸν νεὼν ἱκετεύων. Πρὸς δὲ ἑτέροις
5.1.412
πλείστοις καὶ τοῦτο προστέθεικε·" Καὶ ἔσται, φησὶν, ἐὰν παραδῷς τὸν λαόν σου ἐν
5.1.413
ώπιον τῶν ἐχθρῶν αὐτῶν, καὶ αἰχμαλωτεύσουσιν αὐτὸν οἱ αἰχμαλωτίζοντες εἰς γῆν
5.1.414
μακρὰν, ἢἐγγὺς, καὶ ἐπιστρέψωσι καρδίας αὑτῶν ἐν τῇ γῇ οὗ μετηνέχθησαν
5.1.415
ἐκεῖ, καὶ δεηθῶσί σου ἐν γῇ μετοι κίας αὑτῶν, λέγοντες· Ἡμάρτομεν, ἠδικήσαμεν,
5.1.416
ἠνομήσαμεν, καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρ δίᾳ αὑτῶν, καὶ ἐν ὅλῃ τῇ ψυχῇ
5.1.417
αὑτῶν, ἐν τῇ γῇ τῶν ἐχθρῶν αὑτῶν οὗ μετήγαγες αὐτοὺς, καὶ προσεύ ξωνται πρὸς σὲ
5.1.418
ὁδὸν γῆς αὑτῶν, ἧς δέδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ
5.1.419
τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, καὶ εἰσ ακούσῃ ἐκ τοῦ οὐρανοῦ, ἐξ
5.1.420
ἑτοίμου κατοικητηρίου σου, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρ τόν σοι,
5.1.421
καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἂ ἠθέτησάν σε, καὶ δῴης αὐτοὺς εἰς οἰκτιρμοὺς
5.1.422
ἐνώπιον τῶν αἰχμαλωτευσάντων αὐτούς." Ταῦτα δὲ πεπαιδευμένος ὁ μακάριος
5.1.423
Δανιὴλ, κατέναντι Ἱερουσαλὴμ τετραμμένος τὴν προσευχὴν ἐποι εῖτο· οὐχ ἅπαξ δὲ
5.1.424
τῆς ἡμέρας, ἀλλὰ καὶ τρὶς τοῦτο ποιῶν διετέλει. Καὶ τὸ σχῆμα δὲ τὴν τῆς διανοίας
5.1.425
δείκνυσι συντριβήν. Κάμπτων γὰρ ἐπὶ τὰ γόνατα αὑτοῦ διετέλει τὴν ἐξομολόγησιν
5.1.426
προσφέρων τῷ Θεῷ. Τούτων οὕτως γινομένων, οἱ τοῦ φθόνου δοχεῖα γενόμενοι
5.1.427
γράφονται παρανομίας τὸν Δανιὴλ, καὶ τὸν τεθέντα νόμον ἀναγινώσκουσι, καὶ τόν
5.1.428
τε Δανιὴλ εἰσαγγέλλουσι, καὶ τὴν παράβασιν ἐξελέγχουσιν. Ὁ δὲ βασιλεὺς ἤλγησε
5.1.429
μὲν τῆς γραφῆς ἀκούων, συνήγορος δὲ ἀντὶ κριτοῦ γενόμενος, ἀθῶον δεικνύναι τὸν
5.1.430
Δανιὴλ ἐπειρᾶτο· τοῦτο γὰρ ᾐνίξατο ἡ συγγραφὴ λέγουσα· ιδʹ." Τότε ὁ βασιλεὺς, ὡς
5.1.431
τὸ ῥῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ' αὐτῷ, καὶ περὶ τοῦ Δανιὴλ ἠγωνίσατο τοῦ
5.1.432
ἐξελέσθαι αὐτόν." Ἀλλ' οἱ κακοήθεις ἄνδρες ἐκεῖνοι, καὶ κακουργίᾳ συζῶντες,
5.1.433
ἔγνωσαν τὸν τοῦ βασιλέως σκοπόν. Τοῦτο γὰρ σημαίνει τὸ," Παρῃτή σαντο οἱ ἄνδρες
5.1.434
ἐπὶ τὸν βασιλέα·" ἀντὶ τοῦ, συνῆκαν ὡς τῷ Δανιὴλ συναγωνίζεται. Εἶτα λέγουσι τῷ
5.1.435
βασιλεῖ·" Γνῶθι, βασιλεῦ, ὅτι τὸ δόγμα Μήδοις καὶ Πέρσαις, τοῦ πάντα ὁρισμὸν καὶ
5.1.436
στάσιν, ἣν ἐὰν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι." Οὐκ εἶ, φασὶ, κύριος, ἃ
5.1.437
νενομοθέτηκας ἀνατρέψαι Μήδων γὰρ καὶ Περσῶν οἱ νόμοι παρακελεύονται, τοὺς
5.1.438
τιθεμένους νόμους παρὰ πρώτου πληροῦσθαι τοῦ βασιλέως. Βιασθεὶς δὲ ὁ βασιλεὺς
5.1.439
τῷ τε δῆθεν εὐλόγῳ τῶν λόγων καὶ τῷ πλήθει τῶν κατηγόρων, παραδίδωσι μὲν τοῖς
5.1.440
λέουσι τὸν μακάριον Δανιήλ· ἐπεύχεται δὲ αὐτῷ σωτηρίαν λέγων·" Ὁ Θεὸς ᾧ
5.1.441
λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε." Εὐ σεβὲς τὸ ῥῆμα, καὶ τοῖς πρώτοις
5.1.442
ἀσύμφωνον. Εἰ γὰρ τοσαύτην τῷ Θεῷ προσμαρτυρεῖς δύναμιν, πῶς ἐνο μοθέτησας
5.1.443
μηδένα τούτῳ εἰς τριάκοντα ἡμέρας προσεύξασθαι; Ἀλλ' ἔοικεν ὁ Δαρεῖος χρηστὸς
5.1.444
μὲν γεγενῆσθαι, καὶ τὸν τρόπον ἐπιεικὴς, καὶ μᾶλλον εὐσεβείᾳ προσέχων, ψοφοδεὴς
5.1.445
δὲ ὅμως καὶ λίαν εὐ εξαπάτητος. Οὐ γὰρ ἂν βασιλείαν διέπων, ἀντὶ τοῦ ἄγειν, ὑπὸ
5.1.446
τῶν ἀρχομένων ἤγετο· φαίνεται δὲ καὶ σφόδρα θαυμάζων τὸν Δανιήλ·" Ὁ Θεὸς γὰρ,
5.1.447
φησὶν, ᾧ λατρεύεις ἐνδελεχῶς," δι' ὃν, φησὶ, καὶ τῶν ἐμῶν κατεφρόνησας
5.1.448
νόμων, καὶ διηνεκῆ τὴν θεραπείαν αὐτῷ προσφέρεις, ἀμείψεταί σε τῆς εὐσεβείας,
5.1.449
καὶ τῶν κατεχόντων δεινῶν ἀπαλλάξειεν. Εἶτα καὶ θαῤ ῥῶν τῇ τοῦ Θεοῦ δυνάμει,
5.1.450
καὶ τὰς τῶν κατηγόρων ὑφορώμενος ἐπιβουλὰς, λίθῳ μὲν ἐμφράττει τοῦ λάκκου τὸ
5.1.451
στόμα, τοῖς δὲ τοῦ δακτυλίου ἐκτυπώ μασιν ἐπιτίθησι σήμαντρα, ἵνα μή τις ὑπ'
5.1.452
ἐκείνων περὶ τὸν Δανιὴλ γένηται κακουργία· ἐθάῤῥει γὰρ ὡς τοὺς λέοντας οὐκ ἐάσει
5.1.453
τοῦ Δανιὴλ ὁ Θεὸς τὸ ἱερὸν αὐτοῦ καὶ ἅγιον λυμήνασθαι σῶμα Ταῦτα τοίνυν
5.1.454
ποιήσας, ιηʹ." Ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὑτοῦ, καὶ ἐκοιμήθη ἄδειπνος, καὶ
5.1.455
ἐδέσματα οὐκ ἤνεγκαν αὐτῷ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ." Τούτων δὲ ἕκαστον καὶ
5.1.456
φιλανθρωπίαν αὐτῷ καὶ δειλίαν προσ μαρτυρεῖ. Φιλανθρωπίας μὲν γὰρ τὸ μήτε
5.1.457
σιτίων ἐθελῆσαι μετασχεῖν, μήτε ὕπνον τοῖς βλεφάροις πως δέξασθαι, ἀλλ'
5.1.458
ἄγρυπνον διατελέσαι, ἀλγοῦντα ἐπὶ τῇ ἀδίκῳ τοῦ Δανιὴλ τιμωρίᾳ· δειλίας δὲ, τὸ
5.1.459
οὕτω διακείμενον μὴ ἀντιστῆναι τοῖς κατηγόροις, καὶ τῇ βασιλικῇ ἐξουσίᾳ καὶ
5.1.460
δυνάμει χρησάμενον σῶσαι τὸν ἀδικούμενον. Οὕτω δὲ τὴν νύκτα δια τελέσας, ιθʹ." Ὁ
5.1.461
βασιλεὺς Δαρεῖος ἀνέστη τοπρωῒ ἐν τῷ φωτί." Τουτέστιν, ἔτι σκότους ὄντος, περὶ τὸ
5.1.462
λυκόφως, ὡς καὶ δεηθῆναι λαμπάδων· τὸ γὰρ ἐν τῷ φωτὶ τοῦτο παραδηλοῖ." Καὶ
5.1.463
σπουδῇ ἦλθεν ἐπὶ τὸν λάκκον τῶν λεόντων (κʹ.) Καὶ ἐν τῷ ἐγγίζειν αὐτὸν τῷ
5.1.464
λάκκῳ," τουτ έστι, μηδέπω παρ' αὐτὸν γενόμενος," τῷ Δανιὴλ ἐν φωνῇ ἰσχυρᾷ
5.1.465
ἐβόησε, καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε τῷ Δανιήλ." Μηδέπω γὰρ παρ' αὐτὸν τὸν
5.1.466
λάκκον γενόμενος, ὑπὸ θερμῆς διαθέσεως βοᾷν ἠναγ κάζετο, καὶ τὸν Δανιὴλ καλεῖν,
5.1.467
καὶ πυνθάνεσθαι, εἰ τῆς θείας ἀπολαύσας ῥοπῆς, κρείττων ἐφάνη τῆς τῶν λεόντων
5.1.468
ὠμότητος." Δανιὴλ γὰρ, φησὶν, ὁ δοῦ λος τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ Θεός σου, ᾧ
5.1.469
λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήθη ἐξελέσθαι σε ἀπὸ στόματος τῶν λεόντων;"
5.1.470
Ἕκαστον δὲ τῶν εἰρημένων εὐλαβῆ δείκνυσι τὸν βασιλέα, καὶ διὰ τὴν εὐσέβειαν
5.1.471
χαίροντα τῷ Δανιήλ. Πρῶτον μὲν γὰρ δοῦλον αὐτὸν οὐχ ἑαυ τοῦ, ἀλλὰ τοῦ Θεοῦ
5.1.472
προσαγορεύει· εἶτα ζῶντα τὸν τοῦ Δανιὴλ ὀνομάζει Θεόν· ἔπειτα τὴν εὐσέβειαν
5.1.473
ἐπαινῶν," Ὧ σὺ, φησὶν, λατρεύεις ἐνδελεχῶς," τουτέστιν, ὁ μηδὲ διὰ τὴν τοῦ νόμου
5.1.474
ἀνάγκην ταύ της κωλυθεὶς τῆς θεραπείας. Τὸ δὲ," Εἰ ἠδυνήθη ἐξελέσθαι σε ἀπὸ
5.1.475
στόματος τῶν λεόντων;" σημαί νει· Εἰ ἠβουλήθη κρείττονά σε τῶν λεόντων ἀπο
5.1.476
φῆναι; Οὐ γὰρ ἂν ἐκάλεσεν ἀδύνατον τὸν Θεὸν, ὃν ζῶντα προσηγόρευσε. Τούτων
5.1.477
ἀκούσας, ὁ Δανιὴλ ἀπεκρίνατο λέγων· καʹ. Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι," Τὴν
5.1.478
συνήθηπρόσρησιν τῶν οἰκείων λόγων προτάττει, ἀντὶ τοῦ Γένοιτό σοι ἐπὶ
5.1.479
πλεῖστον ζῇν. Καὶ γὰρ καὶ ἐπὶ τοῦ παρόντος, ὡς καὶ ἤδη προειρήκαμεν, αἰωνίους
5.1.480
τοὺς βασιλέας ἐν τοῖς τῶν συμβολαίων γραμματείοις τινὲς προσαγορεύειν εἰώθασιν.
5.1.481
κβʹ." Ὁ Θεός μου, φησὶν, ἀπέστειλε τὸν ἄγγελον αὑτοῦ, καὶ ἐνέφραξε τὸ στόμα τῶν
5.1.482
λεόντων, καὶ οὐκ ἐλυμήναντό με, ὅτι καὶ ἔναντι αὐτοῦ εὐθύτης καὶ δικαιοσύνη
5.1.483
εὑρέθη μοι, καὶ ἐνώπιον δέ σου, βασιλεῦ, παράπτωμα οὐχ εὑρέθη ἐν ἐμοί." Δί καιος
5.1.484
γὰρ ὢν, φησὶν, ὁ Θεὸς, καὶ δικαίως ἅπαντα πρυτανεύων, θεασάμενος ὅτι τῶν
5.1.485
δυσσεβῶν νόμων τὴν αὐτοῦ προτετίμηκα θεραπείαν, καὶ εἰς τὴν σὴν δὲ βασιλείαν
5.1.486
οὐδὲν πώποτε πεπλημμέληκα, κρείττονά με τῆς τῶν λεόντων ἀπέφηνε λύμης, καὶ
5.1.487
μᾶλλον εἰκόνας λεόντων ἢ λέοντας ἔδειξεν. κγʹ." Τότε ὁ βασιλεὺς, φησὶ, πολὺ
5.1.488
ἠγαθύνθη ἐπ' αὐτῷ, καὶ τὸν Δανιὴλ εἶπεν ἀνενέγκαι ἐκ τοῦ λάκ κου." Περιχαρὴς γὰρ
5.1.489
γενόμενος, καὶ θυμηδίας ἀνάπλεως, ἅτε δὴ καὶ τοῦ Θεοῦ τὴν δύναμιν γνοὺς, καὶ τοῦ
5.1.490
ἀγαπωμένου τὴν σωτηρίαν μαθὼν, παραυ τίκα αὐτὸν ἐκ τοῦ λάκκου ἀνενεχθῆναι
5.1.491
προσέταξε. Εἶτα θεασάμενος αὐτὸν σῶον καὶ ἐῤῥωμένον, καὶ οὐδεμίαν ἐσχηκότα
5.1.492
διαφθορὰν ἐκ τῆς τῶν λεόντων προσβολῆς, τοὺς τοῦ Δανιὴλ κατηγόρους προσέταξε
5.1.493
τοῖς λέουσι σὺν τοῖς υἱέσι καὶ γυναιξὶ ῥιφῆναι." Καὶ οὐκ ἔφθασαν, φησὶν, εἰς τὸ
5.1.494
ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες, καὶ πάντα τὰ ὀστᾶ αὐτῶν
5.1.495
ἐλέπτυναν." Καὶ τοῦτο γὰρ τῆς θείας ἔργον δικαιοσύνης τε καὶ σοφίας. Ἵνα γὰρ μὴ
5.1.496
λέγωσιν, ὡς διὰ πλησμονὴν καὶ κόρον οἱ λέοντες ἀπείχοντο. τοῦ Δανιὴλ, καὶ
5.1.497
σμικρύνωσι τῷ φθόνῳ τὸ γενόμενον θαῦμα, ἐμβληθέντες ἐμαρ τύρησαν τῇ τῶν
5.1.498
λεόντων ὠμότητι· ἐξήρπαζον γὰρ αὐτοὺς καταφερομένους οἱ λέοντες, καὶ μηδέπω
5.1.499
τοὺς χαλωμένους εἰς γῆν ἐφικνουμένους ἐξ αὐτοῦ τοῦ ἀέρος λαμβάνοντες
5.1.500
ἐποιοῦντο τροφήν. Δίκας μὲν οὖν ἀξίας δεδωκότες τὸ δίκαιον κηρύττουσι τοῦ Θεοῦ·
5.1.501
οὕτω δὲ ῥᾷστα καταναλωθέντες ὑπὸ τῶν θηρίων τὴν τοῦ Θεοῦ σοφίαν
5.1.502
ὑποδεικνύουσι, καὶ διδάσκουσιν ἅπαντας, ὡς οὐχ ὁ τῶν λεόντων κόρος, ἀλλ' ὁ περὶ
5.1.503
τὸν Θεὸν τοῦ Δανιὴλ πόθος, τῆς τῶν λεόντων αὐ τὸν λύμης ἀπέφηνε κρείττονα.
5.1.504
Ταῦτα θεασάμενος, κεʹ." Δαρεῖος ὁ βασιλεὺς ἔγραψε πᾶσι τοῖς λαοῖς, φυλαῖς,
5.1.505
γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ." Ἀνόσιον ἡγησάμενος τοσαύτην κρύψαι
5.1.506
θαυματουρ γίαν, καὶ μὴ πάντας ἀνθρώπους κοινωνοὺς τῆς εὐ σεβείας λαβεῖν. Γράφει
5.1.507
τοίνυν οὕτως·" Εἰρήνη ὑμῖν πληθυνθείη·" τουτέστι, Γένοιτο ὑμᾶς διαπαν τὸς εἰρήνης
5.1.508
ἀπολαύειν. Ἔοικε δὲ τοῦτο τῇ παρ' ἡμῶν γινομένῃ προσηγορίᾳ· καὶ γὰρ ἡμεῖς ἐπι
5.1.509
στέλλοντες προγράφειν εἰώθαμεν τό· Ἐν Κυρίῳχαίρειν. Εἶτα διηγεῖται τὸ
5.1.510
ἐπωφελὲς καὶ ἐπικερδὲς διήγημα. κ ʹ." Ἐκ προσώπου μου ἐτέθη δόγμα ἐν πάσῃ ἀρχῇ
5.1.511
τῆς βασιλείας μου, εἶναι πάντας τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ
5.1.512
Θεοῦ Δανιήλ." Βούλομαι, φησὶ, πάντας ἀνθρώπους τοὺς ὑπὸ τὴν ἐμὴν τελοῦντας
5.1.513
ἐξουσίαν, τὸν τοῦ Δανιὴλ προσ κυνεῖν Θεὸν, καὶ μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλὰ μετὰ
5.1.514
δέους καὶ φρίκης προσφέρειν αὐτῷ τὴν προσκύνησιν. Καὶ τὴν αἰτίαν ἐπάγει, καί
5.1.515
φησιν·" Ὅτι αὐτός ἐστι Θεὸς ζῶν, καὶ μένων εἰς τοὺς αἰῶνας." Διαρκὴς γάρ ἐστι, καὶ
5.1.516
τροπὴν οὐδεμίαν δεχόμενος, καὶ ἀεὶ ὡσαύτως ἔχει, καὶ εἰς τοὺς αἰῶνας διαμένει.
5.1.517
Τούτοις ἐπάγει·" Καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ ἡ κυρεία αὐτοῦ ἕως
5.1.518
τέλους. (κζʹ.) Ἀντιλαμβά νεται, καὶ ῥύεται." Εἰσαεὶ δὲ, φησὶ, διαμένει, καὶ βασιλείαν
5.1.519
ἔχων ἀνώλεθρον, καὶ δεσποτείαν τέλος οὐ δεχομένην, ῥυομένην δὲ καὶ
5.1.520
λυτρουμένην τοὺς εἰς αὐτὸν πεπιστευκότας." Καὶ σημεῖα δὲ ποιεῖ ἐν τῷ οὐρανῷ καὶ
5.1.521
ἐπὶ τῆς γῆς." Ἔστι δὲ ἰδεῖν αὐτοῦ τὰς θαυματουργίας, τάς τε ἐν τῷ οὐρανῷ
5.1.522
γινομένας, καὶ τὰς ἐπὶ τῆς γῆς, δι' ὧν τὴν ἑαυτοῦ δείκνυσι δύ ναμιν. Ταύτην ἡμῖν
5.1.523
καὶ ἐπὶ τοῦ παρόντος ὑπέδει ξεν·" Ἐξείλατο γὰρ, φησὶ, τὸν Δανιὴλ ἐκ στόματος τῶν
5.1.524
λεόντων," καὶ τῶν λιμῷ καὶ θυμῷ τεθηγμένων θηρίων ἀπέφηνε κρείττονα. Ἡ μὲν
5.1.525
οὖν ἐπιστολὴ ταῦτα τὴν οἰκουμένην δεδίδαχε. Τὸ δὲ τοῦ διηγήμα τος τέλος περιέχει,
5.1.526
ὅτι κατηύθυνε Δανιὴλ ἐν τῇ βα σιλείᾳ Δαρείου καὶ ἐν τῇ βασιλείᾳ Κύρου τοῦ Πέρσου·
5.1.527
τουτέστιν, ἐν ἑκατέρᾳ βασιλείᾳ διαλάμπων διετέλεσε, καὶ ἐν πᾶσι διαπρέπων. Ἡμᾶς
5.1.528
δὲ προσήκει τῆς εὐ σεβείας μεμαθηκότας τὴν δύναμιν, ταύτην προαι ρεῖσθαι, καὶ
5.1.529
πάντων αὐτὴν προτιθέναι, καὶ μηδεμιᾷ περιστάσει παραχωρεῖν· ἀλλὰ κἂν ἅπαντες
5.1.530
ἄνθρωποι κατὰ ταὐτὸν καθ' ἡμῶν διὰ ταύτην στρατεύωσι, δέ χεσθαι προθύμως τὴν
5.1.531
προσβολὴν τῇ ταύτης δυνάμει θαῤῥοῦντας. Οὕτω γὰρ καὶ τῶν μακαρίων ἀποστόλων
5.1.532
ὁ χορὸς, ἀπὸ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς οἰκουμένης πολιορκούμενος, ἄμαχος
5.1.533
μεμένηκε, καὶ τοὺς πολε μίους ὑπηκόους ἐποιήσατο. Οὕτως ὁ μακάριος Δα νιὴλ, ὑπὸ
5.1.534
τοσούτων σατραπῶν καὶ τακτικῶν ἐπιβου λευόμενος, ἀμείνων ἀπεφάνθη τῶν
5.1.535
πολεμούντων· καὶ ἡνίκα δὲ οἱ δυσμενεῖς νενικηκέναι ᾠήθησαν, τηνικαῦτα
5.1.536
πανωλεθρίαν ὑπέμειναν. Τοιαῦτα τοίνυν ἔχοντες παραδείγματα, εἰλικρινῆ τὴν περὶ
5.1.537
τὸν Θεὸν φυλάξωμεν εὔνοιαν, ἵνα τῆς παρ' αὐτοῦ ῥοπῆς δι ηνεκῶς ἀπολαύσωμεν· ἧς
5.1.538
γένοιτο πάντας ἡμᾶς ἐπιτυ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ
5.1.539
Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν
5.1.540
αἰώνων. Ἀμήν.