Interpretatio in Danielem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
αʹ." Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, τοῦ βασιλέως Χαλδαίων,
7.1.2
Δανιὴλ ἐνύπνιον εἶδε, καὶ ἡ ὅρασις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ
7.1.3
ἐν ύπνιον ἔγραψε." Μέχρι μὲν τούτων τῶν λόγων ὁ μακάριος Δανιὴλ ἱστορικώτερον
7.1.4
τὴν προφητείαν συνέγραψε. Πρῶτον μὲν γὰρ εὐθὺς ἀρξάμενος τὰ συμβεβηκότα
7.1.5
αὐτοῖς δορυαλώτοις γεγενημένοις ἐδί δαξε· προστέθεικε δὲ καὶ ὅσης παρὰ τοῦ Θεοῦ
7.1.6
τῶν ὅλων κηδεμονίας ἀπήλαυσαν. Ἔπειτα διηγήσατο, ἡλίκας ὁ Ναβουχοδονόσορ
7.1.7
τῆς ὠμότητός τε καὶ ἀλα ζονείας ἔδωκε δίκας· μετὰ ταῦτα οἵαν ὁ Βαλτάσαρ ἔτισε
7.1.8
τιμωρίαν τῶν ἱερῶν καταφρονήσας σκευῶν. Τούτου δὲ θείᾳ πληγῇ καταλυθέντος,
7.1.9
καὶ εἰς Μήδους τῆς βασιλείας μετατεθείσης, τὰ καθ' ἑαυτὸν καὶ τὸν Δαρεῖον
7.1.10
συνέγραψε, διδάξας, ὅπως μὲν ἐκεῖνος περὶ αὐτὸν διετέθη, οἵας δὲ αὐτὸς ὑπομείνας
7.1.11
ἐπιβουλὰς ὑπό τε τῶν στρατηγῶν καὶ τῶν σατραπῶν, τῆς θείας ἔτυχεν ἀντιλήψεως.
7.1.12
Ταῦτα οἱονεὶ συγγραφικῶς διηγησάμενος, ἄρχεται λοιπὸν διδάσκειν, ἃς διὰ τῶν
7.1.13
ἀποκαλύψεων ἐδιδάχθη προῤῥήσεις. Καὶ πρῶτον μὲν τίθησι τὴν τῶν τεττάρων
7.1.14
θηρίων ἀποκάλυψιν, σφόδρα ἐοικυῖαν τῷ τοῦ Ναβουχοδονόσορ ἐνυπνίῳ. Καὶ γὰρ
7.1.15
ἐκεῖνος ἐν εἰκόνι μιᾷ τέτταρας ἐθεάσατο ὕλας, καὶ οὗτος ἀπὸ θαλάττης μιᾶς τέτταρα
7.1.16
ἀνιόντα θηρία. Ἀλλ' ἵνα μὴ δὶς τὰ αὐτὰ λέγειν ἀναγκα σθῶμεν, τῆς κατὰ μέρος
7.1.17
ἑρμηνείας ἀρξώμεθα· σα φέστερον γὰρ ἐκεῖθεν τοῦτο δειχθήσεται." Ἐν τῷ πρώτῳ
7.1.18
ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, Δα νιὴλ ἐνύπνιον εἶδε, καὶ αἱ ὁράσεις τῆς
7.1.19
κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ." Τουτέστι, καθεύδων τήνδε τὴν ἀποκάλυψιν
7.1.20
ἐθεάσατο· ἐπειδὴ γὰρ μέλλει καὶ ἃ μεθ' ἡμέραν εἶδε συγγράφειν, εἰκότως ἡμᾶς
7.1.21
διδάσκει, τίνα μὲν ὄναρ εἶδε, τίνα δὲ ὕπαρ." Καὶ τὸ ἐνύπνιον, φησὶν, ἔγραψεν." Οὐ
7.1.22
γὰρ ἠνέσχετο κρύψαι τὰ θεόθεν αὐτῷ δειχθέντα, ἀλλ' εἰς ὠφέλειαν ἁπάν των
7.1.23
συνέγραψεν." Ἀρχὴ λόγων αὐτοῦ. Καὶ ἀπο κριθεὶς εἶπε." Τουτέστιν, ἤρξατο τῆς
7.1.24
διηγήσεως οὕτως· βʹ, γʹ." Καὶ ἐγὼ Δανιὴλ ἐθεώρουν ἐν ὁράσει μου τῆς νυκτὸς, καὶ
7.1.25
ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην.
7.1.26
Καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσ σης, διαφέροντα ἀλλήλων." Ὁ
7.1.27
μὲν οὖν Ναβουχοδονόσορ εἰκόνα βλέπει, διδασκόμενος τῶν παρόντων
7.1.28
πραγμάτων τὸ μάταιον, καὶ ὅτι σχήματα μᾶλλόν εἰσιν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος,
7.1.29
ἀλλ' οὐ πράγ ματα· οὐδὲν γὰρ αὐτῶν μόνιμον, οὐδὲ βέβαιον, ἀλλὰ πάντα διαῤῥεῖ καὶ
7.1.30
φθείρεται καὶ μαραίνεται· ὁ δὲ μακάριος Δανιὴλ θάλασσαν βλέπει, τοῦ παρόντος
7.1.31
βίου τὰ κύματα διδασκόμενος. Ἐπειδὴ γὰρ τὴν ξέ νην ἰδεῖν ἠναγκάζετο δορυάλωτος
7.1.32
γενόμενος, ἀναγκαίως τοῦ βίου τὸν κλύδωνα καὶ χειμῶνα διδά σκεται. Καὶ ὁ μὲν
7.1.33
βασιλεὺς, ὡς μέγα φρονῶν" ἐπὶ χρυσῷ καὶ ἀργύρῳ, καὶ χαλκῷ, καὶ σιδήρῳ," διὰ
7.1.34
τούτων λαμβάνει τὰ τῶν βασιλειῶν αἰνίγματα, καὶ τὰς τῶν βασιλέων μανθάνει
7.1.35
διαδοχὰς, καὶ διδά σκεται μὴ μεγάλα φρονεῖν ἐπὶ τῇ βασιλείᾳ ὀξύῤ ῥοπον ἐχούσῃ
7.1.36
μεταβολήν. Ὁ δὲ προφήτης, ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρονῶν," τέσσαρα
7.1.37
θηρία" βλέπει, διδασκόμενος, ὡς αἱ φοβεραὶ αὗται βασιλεῖαι, αἱ πάντας ἀνθρώπους
7.1.38
δεδιττόμεναι, τέλος λήψον ται καὶ αὗται, μία δὲ μόνη ἡ ἀτελεύτητος μένει βασιλεία,
7.1.39
ἣν τοῖς ἁγίοις ηὐτρέπισεν ὁ τῶν ἁγίων Θεός. Θάλατταν τοίνυν καλεῖ τὸν βίον, ἅτε
7.1.40
δὴ μυ ρίας ἔχοντα τρικυμίας, ἀνέμους δὲ ταύτῃ προσβάλ λοντας, τὰς τῶν πραγμάτων
7.1.41
μεταβολάς. Καθάπερ γὰρ νότου μὲν πνέοντος ἐπὶ τὸ ἀρκτῷον μέρος δια τρέχει τὰ
7.1.42
κύματα, βορέου δὲ κινοῦντος τὴν θάλασσαν, πάλιν τὸ ῥόθιον ἐπὶ τὸ νότιον μέρος
7.1.43
ὠθεῖται· οὕ τως, ἡνίκα μὲν Ἀσσύριοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας, πρὸς
7.1.44
ἑαυτοὺς ἅπαντας εἷλκον τοὺς ὑπ ηκόους· μεταβάσης δὲ τῆς βασιλείας εἰς Πέρσας, μετ
7.1.45
έβη παραυτίκα καὶ τῶν ὑπηκόων πρὸς ἐκείνους ὁ δρόμος. Μακεδόνων δὲ πάλιν τὰ
7.1.46
σκῆπτρα λαβόντων, ἀφέντες ἅπαντες ἐκείνους οἷς ὑπήκουον πρότερον, τούτοις
7.1.47
προσέφερον τὸν συνήθη δασμόν. Ἐπειδὴ δὲ Ῥωμαῖοι τὸ κατὰ πάντων ἀνεδήσαντο
7.1.48
κράτος, εἰς τὴν ἑσπέραν συντρέχουσιν ἅπαντες, Μακεδόνων οὐ δένα ποιούμενοι
7.1.49
λόγον· τοῖς γὰρ ὑπηκόοις καὶ αὐτοὶ συνηρίθμηνται. Εἰκότως τοίνυν τὰς τῶν
7.1.50
πραγμάτων μεταβολὰς ἀνέμοις ἀπείκασεν, οἳ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖσε τῆς
7.1.51
θαλάττης ὠθοῦσι τὰ κύματα. Τούτου δὲ χάριν καὶ τῶν τεσσάρων ἐμνημόνευσεν ἀνέ
7.1.52
μων, ἐπειδὴ καὶ τέσσαρες γεγόνασι βασιλειῶν δια δοχαί. Διδάσκει δὲ ἡμᾶς, καὶ
7.1.53
ὁποίαν πρὸς ἄλληλα εἶχε τὰ θηρία διαφοράν. δʹ." Τὸ πρῶτον γὰρ, φησὶν, ὡσεὶ
7.1.54
λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξ ετίλη τὰ πτερὰ αὐτῆς, καὶ
7.1.55
ἐξήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη
7.1.56
αὐτῇ." Τὴν Ἀσσυρίων βασιλείαν, εἴτ' οὖν Χαλδαίων, αὐτὴ γὰρ πρώτη τοῦ πλείστου
7.1.57
τῆς οἰ κουμένης ἐκράτησε, διὰ τῆς λεαίνης ᾐνίξατο· βασιλικὸν γὰρ τὸ ζῶον, καὶ" τὰ
7.1.58
πτερὰ ἀετῷ ἐοικέναι" φησί· καὶ γὰρ τοῦτο τὸ ζῶον τῶν πτηνῶν ἁπάν των κρατεῖ.
7.1.59
Ὥσπερ τοίνυν καὶ τῆς εἰκόνος ἐκείνηςὁ Ναβουχοδονόσορ τὴν κεφαλὴν ἔφη
7.1.60
τεθεᾶσθαι χρυ σῆν· ἑρμηνεύων δὲ ὁ θειότατος Δανιὴλ ἔφη·" Ἡ κεφαλὴ ἡ χρυσῆ σὺ εἶ,
7.1.61
βασιλεῦ·" οὕτω κἀνταῦθα τῶν θηρίων τὸ κράτιστον ἐπὶ τῆς πρώτης τέθεικε
7.1.62
βασιλείας, οὐκ ἰσχὺν αὐτῇ πλείονα προσμαρτυρῶν, ἀλλ' ὡς πρώτην τιμιωτέραν
7.1.63
ἀποφαίνων. Ἀλλ' ὅμως εἶδεν, ὡς" ἐξετίλη αὐτῆς τὰ πτερά·" τουτέστι, γυμνὴ τῶν
7.1.64
ὑπηκόων ἁπάντων ἐγένετο, καὶ τῆς προ τέρας ἐστερήθη δυνάμεως." Καὶ ἐξήρθη,
7.1.65
φησὶ, ἀπὸ τῆς γῆς·" ἀντὶ τοῦ, βασιλεύειν ἐπαύσατο." Καὶ ἐπὶ ποδῶν, φησὶν,
7.1.66
ἀνθρώπου ἐστάθη." Ἴση, φησὶ, τοῖς ὑπηκόοις ἐγένετο." Καὶ καρδία ἀνθρώ που ἐδόθη
7.1.67
αὐτῇ." Μεμάθηκε, φησὶ, διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν, καὶ μὴ ὑπερβαίνειν τῇ
7.1.68
φαντασίᾳ τῆς διανοίας τὰ μέτρα τῆς φύσεως· ἐπειδὴ γὰρ, ἡνίκα τὰ τῆς βασιλείας
7.1.69
κατεῖχον πηδάλια, τύφον ἐνόσουν καὶ ἀλαζονείας ἀμετρίαν· διὸ καὶ ὁ μακά ριος
7.1.70
Ἡσαΐας φησίν·" Ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων·"
7.1.71
εἰ κότως καὶ τὴν τῶν πραγμάτων μεταβολὴν τῇ πείρᾳ μαθόντες καὶ τῆς εὐημερίας τὸ
7.1.72
σφαλερὸν, ἀνθρώ πινα φρονοῦσι, καὶ ἑαυτοὺς γινώσκουσι, καὶ καρδίαν ἀνθρωπίνην
7.1.73
ἐκτήσαντο. Οὕτω μὲν οὖν τὰ περὶ τοῦ πρώτου διηγήσατο θηρίου. Ἐπάγει δέ· εʹ." Καὶ
7.1.74
ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκτῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πτερὰ ἐν τῷ στό
7.1.75
ματι αὐτῆς ἀναμέσον τῶν ὀδόντων αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστα, φάγε
7.1.76
σάρκας πολλάς." Τὴν Περσικὴν ἐνταῦθα βασιλείαν αἰνίττεται· ἄρκῳ δὲ αὐτὴν
7.1.77
ἐοικέναι φησὶ, διὰ τὸ τῶν τιμωριῶν ὠμὸν καὶ ἀπηνές. Βαρβάρων γὰρ ἁπάντων
7.1.78
ὠμότεροι περὶ τὰς τιμωρίας οἱ Πέρσαι, ἐκδοραῖς χρώμενοι, καὶ τῇ κατὰ μέρος τῶν
7.1.79
μορίων ἐκτομῇ μακρὰς τὰς κολάσεις μη χανώμενοι, καὶ πικρὸν κατασκευάζοντες
7.1.80
τοῖς κολα ζομένοις τὸν θάνατον. Διὰ τοῦτο, φησὶ, καὶ ἔλεγον αὐτῇ·" Ἀνάστα, φάγε
7.1.81
σάρκας πολλάς·" οὐκ ἐπι τρέποντες τοῦτο ποιεῖν, ἀλλὰ προλέγοντες τὰ ἐσό μενα, καὶ
7.1.82
τὸ ὠμὸν καὶ ἀνήμερον προσμαρτυροῦντες." Τρία δὲ, φησὶ, πτερὰ ἐν τῷ στόματι
7.1.83
αὐτῆς." Τῶν τριῶν γὰρ τῆς οἰκουμένης τμημάτων ἐκράτησε, τοῦ ἑῴου, καὶ τοῦ
7.1.84
βορείου, καὶ τοῦ νοτίου. Κῦρος μὲν γὰρ, ὁ πρῶτος Περσῶν βασιλεύσας, τὸ Ἑῷον
7.1.85
ἅπαν μέχρι τοῦ Ἑλλησπόντου ὑφ' ἑαυτὸν ἐποιήσατο· Καμβύσης δὲ ὁ τούτου παῖς καὶ
7.1.86
τὴν Αἴγυπτον ἐχει ρώσατο, καὶ Αἰθίοπας ὑπηκόους ἀπέφηνε· Δαρεῖος δὲ ὁ τοῦ
7.1.87
Ὑστάσπου, Σκυθῶν τῶν Νομάδων ἐκρά τησεν, οἳ τὸ βόρειον ἔλαχον μέρος τῆς
7.1.88
οἰκουμένης οἰκεῖν. Ξέρξης δὲ ὁ Δαρείου ἐπεχείρησε μὲν καὶ τὴν Εὐρώπην τοῖς
7.1.89
ὑπηκόοις συνάψαι· ναυμαχίᾳ δὲ ἡτ τηθεὶς Ἀθηναίων, αἰσχρῶς ἀνέστρεψε, καὶ τὴν
7.1.90
ἀπὸ τῆς ἀπληστίας τικτομένην ἔμαθε βλάβην. Τούτου χάριν φησί·" Τρία πτερὰ ἐν τῷ
7.1.91
στόματι αὐτῆς·" ἔνια δὲ τῶν ἀντιγράφων πλευρὰ ἔχει· οὐδὲν δὲ δια φέρει.
7.1.92
Εἴτε γὰρ τοῦτο, εἴτε ἐκεῖνο τεθείη, διδάσκει ὡς τὰ τρία τμήματα τῆς οἰκουμένης
7.1.93
καρποῦται, καὶ τὸν πανταχόθεν ὑποδέχεται φόρον. Καλῶς δὲ καὶ τὸ," ἐν τῷ στόματι
7.1.94
αὐτῆς" προστέθεικεν, ἵνα δείξῃ τὴν παρὰ πάντων χορηγουμένην εἰσφοράν. Καὶ
7.1.95
ἐπειδὴ οὐ παντάπασιν ἡ βασιλεία αὕτη κατελύθη, ἀλλὰ μοῖράν τινα τῆς προτέρας
7.1.96
ἡγεμονίας διέμεινεν ἔχουσα, οὐκ ἔφη μὲν ὑπομεῖναι αὐτὴν ἅπερ ἡ πρὸ αὐτῆς
7.1.97
πέπονθε τῶν πτερῶν στερηθεῖσα," καὶ ἐπὶ ποδῶν ἀνθρώπου σταθεῖσα, καὶ καρδίαν
7.1.98
ἀνθρώπου λαβοῦσα·" εἶπε δὲ αὐτὴν εἰς ἓν στῆναι μέρος." Εἰς ἓν δὲ, φησὶ, μέρος
7.1.99
ἐστάθη," τουτέστι, κρατήσασα τῶν τριῶν τῆς οἰκουμένης τμημάτων, ἀπεστερήθη
7.1.100
μὲν τοῦ πλείστου, ἑνὸς δὲ μέρους τὴν ἡγεμονίαν κατέσχε. Κρατοῦσα γὰρ τῆς Ἀσίας
7.1.101
πάλαι ἁπάσης, καὶ τῆς Λιβύης, ἀπεστερήθη μὲν τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας·
7.1.102
οὐκέτι δὲ Παλαιστινῶν, καὶ Φοινί κων, καὶ Σύρων κρατεῖ· ἀφῄρηται δὲ καὶ τῆς Ἀσίας
7.1.103
τὴν ἡγεμονίαν, καὶ ὁ Εὔξεινος δὲ Πόντος ἔξω τῶν σκήπτρων γεγένηται· κρατεῖ δὲ
7.1.104
μόνης Περσίδος, καὶ Μηδίας, καὶ Ἀσσυρίας, καὶ τῶν πλησιοχώρων ὀλίγων ἐθνῶν.
7.1.105
Διὰ τοῦτό φησιν, ὅτι" Εἰς ἓν μέρος ἐστάθη." Ταῦτα καὶ περὶ τοῦ δευτέρου
7.1.106
διηγησάμενος θηρίου, ʹ." Ὀπίσω, φησὶ, τούτου ἐθεώρουν, καὶ ἰδοὺ θη ρίον ἕτερον
7.1.107
ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες
7.1.108
κεφαλαὶ τῷ θηρίῳ, καὶ ἡ ἐξουσία ἐδόθη αὐτῇ." Τὴν Μα κεδονικὴν βασιλείαν διὰ
7.1.109
τούτων αἰνίττεται· καὶ μάλα προσφόρως παρδάλει τὸν Ἀλέξανδρον ἀπείκασε, διὰ τὸ
7.1.110
ταχὺ καὶ ὀξὺ καὶ ποικίλον." Τέτταρα δὲ πτερὰ πετεινοῦ" ἔφη τὸ θηρίον ἐσχηκέναι,
7.1.111
ἐπειδὴ πτηνοῦ δίκην ὁ Ἀλέξανδρος τὰ τέσσαρα τῆς οἰκουμένης δια δραμὼν τμήματα,
7.1.112
πάντας ὑφ' ἑαυτὸν ἐποιήσατο· διὰ δὲ" τῶν τεσσάρων κεφαλῶν" τὴν μετὰ τὸν Ἀλέξ
7.1.113
ανδρον γενομένην ᾐνίξατο τῆς ἡγεμονίας διαίρεσιν. Τέσσαρες γὰρ ἀνθ' ἑνὸς
7.1.114
κατέστησαν βασιλεῖς· καὶ Πτολεμαῖος μὲν ὁ Λάγου τῶν κατ' Αἴγυπτον ἐνεχει ρίσθη
7.1.115
τοὺς οἴακας· Σέλευκος δὲ τῶν πρὸς ἕω τὴν ἡγεμονίαν ἰθύνειν ἐπιστεύθη· Ἀντίγονος
7.1.116
δὲ τῆς Ἀσίας ἐκράτησε· τῆς δὲ Μακεδονίας, ὡς μέν τινές φασιν, Ἀντίπατρος· ὡς δὲ
7.1.117
ἕτεροι, Φίλιππος ὁ καὶ Ἀριδαῖος, αὐτοῦ Ἀλεξάνδρου ἀδελφός. Αἱ μὲν οὖν τέσσαρες
7.1.118
κεφαλαὶ τὰς μετὰ τὸν Ἀλέξανδρον τέσσαρας ἡγεμονίας αἰνίττονται, τὰ δὲ τέσσαρα
7.1.119
πτερὰ αὐτὴν τοῦ Ἀλεξάνδρου τὴν δυναστείαν τῶν τεττάρων τῆς οἰκουμένης
7.1.120
περιγενομένην τμημάτων· ἐξουσίαν δὲ ἔφη δεδόσθαι τῷ θηρίῳ, ἐπειδὴ καὶ ὧν οἱ πρὸ
7.1.121
αὐτοῦ μὴ ἐκεκρατήκεισαν, οὗτος ἐδείχθη κρατῶν, ἀλλ' ὅμως καὶ ἡ πάντων
7.1.122
περιγενομένη βασιλεία τέλος ἐδέξατο. ζʹ." Ὀπίσω γὰρ τούτου, φησὶν, ἐθεώρουν ἐν
7.1.123
ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον
7.1.124
περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ μεγάλοι, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ
7.1.125
ἤσθιον καὶ ἐλέπτυνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὑτοῦ συνεπάτει, καὶ αὐτὸ διέφερε
7.1.126
περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ." Τὸ τέταρτον θηρίον τὴν
7.1.127
Ῥωμαϊκὴν καλεῖ βασιλείαν· ὄνομα δὲ αὐτῷ οὐ τίθησιν, ἐπειδὴ ἐκ πλειόνων ἐθνῶν ἡ
7.1.128
Ῥωμαίων συγκροτηθεῖσα πόλις τῆς οἰκουμένης ἐκράτησε· πρῶτον μὲν
7.1.129
βασιλευομένη, εἶτα ὁτὲ μὲν δημοκρατουμένη, ὁτὲ δὲ ἀριστοκρατουμένη· ὕστερον δὲ
7.1.130
εἰς τὴν προτέραν ἐπανελθοῦσα βασιλείαν. Φοβε ρὸν δὲ λέγει τὸ θηρίον καὶ ἔκθαμβον
7.1.131
περισσῶς, ἐπειδὴ τῶν ἄλλων ἁπασῶν βασιλειῶν δυνατωτέρα αὕτη ἡ βασιλεία
7.1.132
γεγένηται, καὶ ἐπὶ τῆς εἰκόνος δὲ, τετάρτην ὕλην τὸν σίδηρον τέθεικε, καὶ ἐπήγαγεν.
7.1.133
Ὥσπερ τοίνυν ὁ σίδηρος λεπτύνει καὶ ἐκδαμάζει πάντα, οὕτω πάντα λεπτυνεῖ καὶ
7.1.134
ἐκδαμάσει. Καὶ ἐνταῦθα δέ φησιν·" Οἱ ὀδόντες τοῦ θηρίου σιδηροῖ·" ὡς εἶναι δῆλον,
7.1.135
ὅτι τὴν αὐτὴν κἀνταῦθα βασιλείαν αἰνίττεται." Ἤσθιε, φησὶ, καὶ ἐλέπτυνε." Καὶ τῷ
7.1.136
ὄντι μείζους ἐπετέθησαν ὑπὸ Ῥωμαίων τοῖς ὑπηκόοις οἱ φόροι." Καὶ τὰ ἐπίλοιπα,
7.1.137
φησὶ, τοῖς ποσὶν αὑτοῦ συνεπάτει." Πόδας δὲ τῆς βασιλείας τὴν στρατείαν αἰνίττεται,
7.1.138
ὑφ' ὧν οὐ σμικραὶ ζημίαι τοῖς τε τὰς πόλεις οἰκοῦσι καὶ τὰς χώρας ἐπ άγονται." Καὶ
7.1.139
αὐτὸ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ." Δυνατωτέρα γὰρ
7.1.140
καὶ περιφανεστέρα ἡ Ῥωμαίων βασιλεία τῶν πρὸ αὐτῆς βασιλειῶν ἀπεφάνθη." Καὶ
7.1.141
κέρατα αὐτῷ, φησὶ, δέκα." Σημαίνει ἐνταῦθα, ὅτι περὶ τὸ τέλος τῆς βασιλείας δέκα
7.1.142
κατὰ ταὐτὸν ἀναστήσονται βα σιλεῖς, ὧν οἱ μὲν ἔσονται δυνατοὶ, οἱ δὲ λίαν ἀσθενεῖς.
7.1.143
Τοῦτο γὰρ καὶ ἐν τῷ τῆς εἰκόνος ἐνυπνίῳ ἐδίδαξε· καὶ γὰρ ἐκεῖ" οἱ δάκτυλοι τῶν
7.1.144
ποδῶν δέκα, καὶ οὗτοι μέρος μὲν εἶχον σιδήρου, μέρος δέ τι ὀστρά κου·" ἑρμηνεύων
7.1.145
δὲ ὁ μακάριος ἔφη Δανιὴλ, ὡς" Τῆς βασιλείας μέρος μέν τι ἔσται ἰσχυρὸν, μέρος δέ τι
7.1.146
ἀσθενές." Ὡς εἶναι δῆλον, ὅτι τὰ αὐτὰ σημαίνει ἀμφότερα τὰ ἐνύπνια." Καὶ κέρατα
7.1.147
αὐτῷ δέκα, φησί. (ηʹ.) Προσενόουν, φησὶ, τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον
7.1.148
μικρὸν θεωρητὸν ἀνέβαινεν ἐν μέσῳ αὐτῶν, καὶ τρία ἔμπροσθεν αὐτοῦ ἐξεῤῥιζώθη
7.1.149
ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι
7.1.150
τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους." Ἐνταῦθα
7.1.151
τὸν Ἀντίχριστον αἰνίττεται, μεταξὺ τῶν δέκα κεράτων ἀναφαινόμενον. Λέγει δὲ ὅτι
7.1.152
καὶ τρία κέρατα ἐξεῤῥί ζωσε τῶν ἔμπροσθεν αὐτοῦ· αἰνίττεται δὲ ὅτι τρεῖς βασιλεῖς
7.1.153
καταλύσει ἀπὸ τῶν δέκα κατὰ ταὐτὸν βασι λευόντων. Μικρὸν δὲ αὐτὸ κέρας καλεῖ,
7.1.154
ὡς ἀπὸ μι κρᾶς φυλῆς τῶν Ἰουδαίων φυόμενον· θεωρητὸν δὲ, ὡς ἐπίσημον μετὰ
7.1.155
ταῦτα γινόμενον. Διὰ δὲτῶν ὀφθαλμῶν τὴν φρόνησιν καὶ πανουργίαν
7.1.156
81. 1421 ᾐνίξατο, ᾗ χρώμενος ἐξαπατήσει πολλούς. Ἀλλὰ καὶ στόμα, φησὶ, λαλοῦν
7.1.157
μεγάλα, τουτέστιν, ἀλαζονικὰ καὶ ὑπέρογκα. Σαφῶς δὲ ἡμᾶς ὁ μακάριος Παῦλος
7.1.158
τοῦτο διδάσκει, λέγων·" Μή τις ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ
7.1.159
ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς
7.1.160
ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρό μενος ὑπὲρ πάντα λεγόμενον Θεὸν, ἢ
7.1.161
σέβασμα, ὥστε καὶ εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσελθόντα καθ ίσαι, ἀποδεικνύοντα
7.1.162
ἑαυτὸν, ὅτι ἐστὶ Θεός." Τοῦτο αἰνιττόμενος καὶ ὁ μακάριος ἔφη Δανιήλ·" Καὶ στόμα
7.1.163
λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων." Πάντα γὰρ, φησὶ,
7.1.164
πραγματεύεται, κοινωνοὺς τῆς πονηρίας καὶ τῆς τιμωρίας ἅπαντας ἀνθρώπους
7.1.165
λαβεῖν ἐφιέμενος. Ἀλλὰ ταῦτα ποιῶν, φησὶν, οὐκ ἐπὶ πολὺ διαρκέσει, ἀλλ' ὡς
7.1.166
τάχιστα καταλυθή σεται. θʹ, ιʹ." Ἐθεώρουν γὰρ, φησὶν, ἕως ὅτου θρόνοι ἐτέθησαν,
7.1.167
καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκὸν, καὶ ἡ θρὶξ τῆς
7.1.168
κε φαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ
7.1.169
πῦρ φλέγον. Ποταμὸς πύρινος εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐ τοῦ, χίλιαι
7.1.170
χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ κριτήριον
7.1.171
ἐκά θισε, καὶ βίβλοι ἠνεῴχθησαν." Ἐκεῖνα μὲν, φησὶν, ἅπαντα ἐτόλμα τὸ κέρας τὸ
7.1.172
λαλοῦν τὰ μεγάλα καὶ ἀλαζονικὰ καὶ ὑπέρογκα, καὶ τοῖς ἁγίοις πολεμοῦν, ἕως
7.1.173
ἐκάθισε τὸ κριτήριον. Προσήκει δὲ εἰδέναι, ὅτι ἀσώματος ὢν ὁ Θεὸς, ἁπλοῦς τε καὶ
7.1.174
ἀσχημάτιστος, περιγραφὴν οὐδεμίαν δεχόμενος, ἀλλ' ἀπερίγραφον ἔχων τὴν φύσιν,
7.1.175
σχηματίζει πολλάκις πρὸς τὸ χρή σιμον, ὡς ἐθέλει, τὰς ὀπτασίας. Καὶ ἔστιν ἰδεῖν ἑτέ
7.1.176
ρως μὲν αὐτὸν ἐπιφαινόμενον τῷ Ἀβραὰμ, ἑτέρως δὲ τῷ Μωσῇ, καὶ ἄλλως τῷ
7.1.177
Ἡσαΐᾳ, καὶ τῷ Ἰεζεκιὴλ δὲ ὡσαύτως ἑτέραν ὄψιν ἐπέδειξεν. Ὅταν τοίνυν τὴν τῶν
7.1.178
ἀποκαλύψεων ἴδῃς διαφορὰν, μὴ πο λύμορφον ὑπολάβῃς τὸ Θεῖον, ἄκουσον δὲ
7.1.179
αὐτοῦ λέ γοντος διὰ Ὠσηὲ τοῦ προφήτου·" Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ
7.1.180
προφητῶν ὡμοιώθην." Ὡμοιώθην εἶπεν, οὐκ ὤφθην· ὡς γὰρ βούλεται, σχηματίζει
7.1.181
τὰς ὄψεις. Ὥσπερ ἀμέλει καὶ ὁ μακάριος Ἰεζεκιὴλ θεασάμενος ἐξ ἠλέκτρου καὶ πυρὸς
7.1.182
συγκεί μενον τὸν ὀφθέντα, διηγησάμενος τὴν ἀποκάλυψιν ἐπήγαγε·" Τοῦτο
7.1.183
ὁμοίωμα δόξης Κυρίου." Καὶ οὔτε αὐτὸν ἔφη τεθεᾶσθαι τὸν Κύριον, οὔτε αὐτὴν τὴν
7.1.184
τοῦ Κυρίου δόξαν, ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης Κυρίου. Καὶ ἐνταῦθα τοίνυν ὁ
7.1.185
μακάριος Δανιὴλ, διὰ μὲν τοῦ Παλαιοῦ τῶν ἡμερῶν διδάσκεται τὸ αἰώνιον· οὕτω
7.1.186
γὰρ καί τινες τῶν ἑρμηνευτῶν νενοηκότες, ἀντὶ τοῦ Παλαιοῦ τῶν ἡμερῶν,
7.1.187
ὁ Παλαιῶν τὰς ἡμέρας τεθείκασιν. Ὁρᾷ τε καὶ τῆς τριχὸς τὴν καθαρότητα, καὶ τῶν
7.1.188
ἐνδυμάτων τὴν λαμπρό τητα, τὸ ἄμωμον πανταχόθεν καὶ ἅγιον, οὐ μόνον τῆς θείας
7.1.189
φύσεως, ἀλλὰ καὶ τῶν περὶ αὐτὴν νοουμέ νων διδασκόμενος, τουτέστι δικαιοσύνης,
7.1.190
προνοίας κηδεμονίας, κρίσεως. Ἐπειδὴ γὰρ εἶδεν" τὸ κέρας ἀλαζονικοῖς μὲν
7.1.191
χρώμενον λόγοις," τοῖς τε τοῦ Θεοῦ θεράπουσι μυρίας καττύον ἐπιβουλὰς, διδάσκε
7.1.192
ται διὰ τῆς πανταχόθεν ἀστραπτούσης καθαρότητος, ὡς οὐ παρορῶντος τοῦ Θεοῦ
7.1.193
ταῦτα τολμᾶται, ἀλλὰ διὰ τὴν ἄῤῥητον συγχωροῦντος οἰκονομίαν. Καὶ ἵνα μή τις
7.1.194
πάλιν ὑπολάβῃ βούλεσθαι μὲν τὸν Θεὸν, ἅτε δὴ ἀγαθὸν ὄντα, τοῖς ἁγίοις ἐπαμύνειν,
7.1.195
μὴ δύ νασθαι δὲ, ὁρᾷ καὶ" τὸν θρόνον ἐκ φλογὸς κατ εσκευασμένον, καὶ τοὺς
7.1.196
τροχοὺς ὡσαύτως πυρὸς ἔχοντας φύσιν, καὶ ποταμὸν πυρὸς τὸν θρόνον ἕλ κοντα,
7.1.197
καὶ χιλίας μὲν χιλιάδας λειτουργούσας, μυ ρίας δὲ μυριάδας παρεστώσας." Καὶ διὰ
7.1.198
τούτων μὲν τὸ δυνατὸν διδάσκεται τοῦ Θεοῦ, δι' ἐκείνων δὲ τὸ ἀκήρατόν τε καὶ
7.1.199
ἄμωμον· διὰ δὲ τῆς παλαιότητος τὸ αἰώνιόν τε καὶ σοφὸν, καὶ ἥμερον. Τούτοις
7.1.200
ἐπάγει·" Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν·" ἀντὶ τοῦ, Κρίσεως λοιπὸν
7.1.201
ἐδοκίμασεν εἶναι καιρὸν, καὶ ἀνέπτυξε τῶν ἑκάστῳ πεπραγμένων τὴν μνήμην.
7.1.202
Βίβλους γὰρ τὰς μνήμας καλεῖ. Εἰ δέ τις καὶ τὴν τοῦ Κυρίου ὑπόσχεσιν ἡγεῖται ταῦτα
7.1.203
αἰνίττεσθαι, ἣν τοῖς ἀποστόλοις ἔδωκε·" Τεθήσονται, λέγων, δέκα καὶ δύο θρόνοι,
7.1.204
καὶ καθεσθέντες κρινεῖτε τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ," οὐδὲν ἀπεικός· ἀψευδὴς
7.1.205
γὰρ ἡ τῆς ἀληθείας ἐπαγγελία. ιαʹ." Ἐθεώρουν, φησὶ, τότε ἀπὸ φωνῆς τῶν λό γων
7.1.206
τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, θεω ρῶν ἤμην ἕως ἀνῃρέθη τὸ θηρίον, καὶ
7.1.207
ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς κατάκαυσιν πυρός." Διὰ γὰρ τὴν τοῦ κέρατος
7.1.208
ἐκείνου μανίαν, τοῦ κριτη ρίου, φησὶ, γενομένου, κατελύθη καὶ ἡ τετάρτη βασιλεία,
7.1.209
" καὶ τὸ σῶμα τοῦ θηρίου ἐδόθη εἰς κατά καυσιν πυρός." Προσήκει δὲ ἐπισημήνασθαι,
7.1.210
ὅτι οὐχ ἁπλῶς, ἐδόθη τὸ θηρίον εἰς καῦσιν πυρὸς, ἀλλὰ," τὸ σῶμα αὐτοῦ," εἶπεν.
7.1.211
Ἐπειδὴ γὰρ διὰ τοῦ θη ρίου πᾶσαν τὴν βασιλείαν αἰνίττεται, ἐν δὲ τῇ βασιλείᾳ οἱ μὲν
7.1.212
εἰσὶν εὐσεβείας τρόφιμοι, οἱ δὲ κακίας ἐργά ται, καὶ τοὺς μὲν πνευματικοὺς, τοὺς δὲ
7.1.213
σαρκικοὺς προσαγορεύειν εἰώθαμεν, τῇ θείᾳ Γραφῇ πειθόμενοι, εἰκότως οὐκ εἶπε τὸ
7.1.214
θηρίον δοθῆναι εἰς καῦσιν πυρὸς, ἀλλὰ τοῦ θηρίου τὸ σῶμα, τουτέστι, τοὺς παχυτέ
7.1.215
ρους, καὶ σαρκικοὺς, καὶ πνευματικὸν πεφρονηκό τας οὐδέν. ιβʹ." Καὶ τῶν λοιπῶν δὲ
7.1.216
θηρίων μετεστάθη ἡ ἀρχὴ, καὶ μακαριότης ζωῆς ἐδόθη αὐτοῖς ἕωςκαιροῦ
7.1.217
καὶ καιροῦ." Τῶν γὰρ, φησὶν, ἄλλων θη ρίων ἤδη ἐπέπαυτο ἡ ἀρχὴ, εἰ καὶ πολλῶν
7.1.218
ἐτῶν περί οδον ἐν τῷ κρατεῖν καταναλωσάντων· φανερὸς γὰρ ἑκάστῳ εἰς τὸ
7.1.219
βασιλεύειν ὡρίσθη καιρός. Τούτων δὲ, φησὶν, οὕτω γινομένων, καὶ τῶν μὲν ἄλλων
7.1.220
βασι λειῶν ἤδη πρότερον παυσαμένων, τῶν δὲ τῆς τετάρ της βασιλείας τιμωρίας
7.1.221
ἀξίων τῷ πυρὶ παραδοθέν των. ιγʹ, ιδʹ." Ἐθεώρουν, φησὶν, ἐν ὁράματι τῆς νυκτὸς,
7.1.222
καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως
7.1.223
τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη. Καὶ αὐτῷ ἐδόθη ἡ
7.1.224
τιμὴ, καὶ ἡ ἀρχὴ καὶ ἡ βασι λεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι, αὐτῷ
7.1.225
δουλεύσουσιν· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώ νιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ
7.1.226
βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται." Ἀληθῶς εἰς καιρὸν εἴποι τις ἂν πρὸς Ἰουδαίους,
7.1.227
ἃ πάλαι πρὸς αὐτοὺς ὁ προφήτης ἔλεγεν·" Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντη
7.1.228
σας πρὸς πάντας." Τί γὰρ τούτων σαφέστερον τῶν λόγων; εὐαγγελικῶς γὰρ τῷ ὄντι
7.1.229
μᾶλλον καὶ ἀπο στολικῶς, ἢ προφητικῶς καὶ αἰνιγματωδῶς, ταῦτα ὁ Προφήτης
7.1.230
ἐκήρυξεν. Ὅπερ γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις λέγει." Ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ τῶν ἀγγέλων αὑτοῦ·" καὶ ὁ
7.1.231
μακάριος Παῦ λος·" Ὅτι ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχ αγγέλου, καὶ ἐν
7.1.232
σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ
7.1.233
ἡμεῖς οἱ ζῶντες οἱ παραλειπόμενοι ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ
7.1.234
Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·" τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν
7.1.235
ὁ μακάριος Δανιὴλ, τὴν δευτέραν Σωτῆρος ἐπιφάνειαν προθεσπίζων, Υἱὸν μὲν ἀν
7.1.236
θρώπου σαφῶς ἀποκαλῶν, δι' ἣν ἀνέλαβε φύσιν· ἐρχόμενον δὲ ἐπὶ τῶν νεφελῶν,
7.1.237
κατὰ τὴν οἰκείαν ὑπόσχεσιν, ἵνα δείξῃ τὴν ἐξουσίαν· λαμβάνοντα δὲ τὴν τιμὴν, καὶ
7.1.238
τὴν ἀρχὴν, καὶ τὴν βασιλείαν παρὰ τοῦ Παλαιοῦ τῶν ἡμερῶν, ὡς ἄνθρωπον. Τοῦτο
7.1.239
γὰρ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ ἐκ προσώπου αὐτοῦ τοῦ Κυρίου ὁ μακάριος λέγει
7.1.240
Δαβίδ·" Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ'
7.1.241
ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα
7.1.242
τῆς γῆς." Τοῦτο δὲ καὶ ὁ μακάριος λέγει Δανιήλ·" Πάντες γὰρ, φησὶ, λαοὶ, φυλαὶ,
7.1.243
γλῶσσαι αὐτῷ δουλεύσουσι." Καὶ δεικνὺς τὸ ἀτελεύτητον τῆς βασιλείας," Ἡ ἐξουσία
7.1.244
αὐτοῦ, φησὶν, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ
7.1.245
διαφθαρήσεται." Οὕτως οὖν γράψας τὴν ἀποκάλυψιν, ἐπήγαγεν· ιεʹ." Ἔφριξε τὸ
7.1.246
πνεῦμά μου· ἐγὼ Δανιὴλ ἐν τῇἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου
7.1.247
συνετά ρασσόν με." Ἥ τε γὰρ ὄψις, φησὶ, φρικώδης ἦν, καὶ ἡ ἄγνοια τῶν αἰνιγμάτων
7.1.248
ἐκύκα μου τὴν διά νοιαν, καὶ θορύβων ἐπλήρου. ι ʹ." Προσῆλθον τοίνυν τινὶ τῶν
7.1.249
ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ περὶ πάντων τούτων." Ἑστηκότας
7.1.250
δὲ λέγει τὰς χιλίας χιλιά δας, καὶ μυρίας μυριάδας, δι' ὧν οὐκ ἀριθμὸν εἶπε ῥητὸν,
7.1.251
ἀλλὰ τοῦ ἀριθμοῦ κρεῖττον ἐδήλωσε πλῆθος τῶν τε λειτουργούντων, καὶ τῶν
7.1.252
παρεστηκό των. Οἱ μὲν γὰρ τιμιώτεροι οὐχ εἱστήκεισαν μόνον, ἀλλὰ καὶ λειτουργεῖν
7.1.253
ἐκελεύοντο· οἱ δὲ λοιποὶ τῇ μετὰ δέους στάσει τὴν δουλείαν ἐμήνυον. Καὶ καθάπερ
7.1.254
ἐπὶ τῶν ἀνθρωπίνων δικαστηρίων, οἱ μὲν τῶν ὑπ ηκόων ἱστᾶσιν φοβερώτερον
7.1.255
δεικνύντες τὸ δικαστή ριον, οἱ δὲ ἐξίασί τε καὶ εἰσίασι τῷ δικαστῇ τὰς ἀποκρίσεις
7.1.256
κομίζοντες· οὕτως ἐν τῷ φοβερωτάτῳ δικαστηρίῳ εἶδεν ὁ Δανιὴλ τὰς μὲν μυριάδας
7.1.257
παρ εστώσας, τὰς δὲ χιλίας χιλιάδας λειτουργεῖν ἐμπε πιστευμένας. Προσελθὼν
7.1.258
τοίνυν, φησὶ, καὶ ἐρόμε νος τίς τῆς ἀποκαλύψεως ἡ ἑρμηνεία, ἔμαθεν παρά τινος
7.1.259
τῶν ἑστώτων τὴν ἀλήθειαν. ιζʹ, ιηʹ." Ἔφη γάρ μοι· Ταῦτα τὰ θηρία τὰ μεγάλα τὰ
7.1.260
τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται. Καὶ
7.1.261
παραλήψονται τὴν βα σιλείαν ἅγιοι Ὑψίστου, καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος, καὶ
7.1.262
ἕως αἰῶνος τῶν αἰώνων." Προσέχειν ἀκριβῶς δεῖ, ὅτι κἀνταῦθα τέσσαρας εἶπε βασι
7.1.263
λείας, καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας· καὶ μὴ νο μίζειν τὸ ὄστρακον ἑτέραν εἶναι παρὰ
7.1.264
τὸν σίδηρον βασιλείαν. Καὶ γὰρ ἐκεῖ" τὸ τέλος τῆς σιδηρᾶς βασιλείας ἀσθενέστερον"
7.1.265
ἔφη, καὶ ἐνταῦθα ὡσαύ τως" τρία κέρατα ἔφη ἐκριζωθῆναι ἀπὸ τῶν δέκα," ὡς
7.1.266
ἀσθενέστερον δηλονότι διακείμενα. Αὗ ται τοίνυν, φησὶν, αἱ βασιλεῖαι
7.1.267
διαλυθήσονται, καὶ ἡ ἀληθὴς καὶ ἀτελεύτητος βασιλεία τοῖς τοῦ Ὑψί στου ἁγίοις
7.1.268
δοθήσεται. Ἐκείνην τοίνυν, φησὶ, ποθῶν. μηδὲν ἡγοῦ τοῦ παρόντος αἰῶνος τὰς βασι
7.1.269
λείας οὐκ εἰς μακρὸν δεξομένας τὸ τέλος. Εἶτά φησιν· ιθʹ." Ἐζήτουν ἀκριβῶς περὶ
7.1.270
τοῦ θηρίου τοῦ τε τάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, καὶ φοβερὸν περισσῶς·
7.1.271
οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ· ἤσθιεν, καὶ ἐλέπτυνεν, καὶ τὰ
7.1.272
λοιπὰ τοῖς ποσὶν αὑτοῦ κατεπάτει." Ἐπι σημήνασθαι δεῖ, ὅτι τοὺς μὲν ὀδόντας
7.1.273
σιδηροῦς λέ γει, τοὺς δὲ ὄνυχας χαλκοῦς. Ἡ μὲν γὰρ Ῥωμαίων βασιλεία τὸν παρὰ
7.1.274
πάντων δέχεται φόρον, διὸ τοὺς ὀδόντας ἔφη σιδηροῦς. Ἐπειδὴ δὲ καὶ ἐκ τῆς
7.1.275
Μακεδονικῆς βασιλείας πολλοὶ εἰς τὴν ὁπλιτικὴν τελοῦσι στρατείαν, ὅπερ δέ εἰσι
7.1.276
θηρίῳ ὄνυχες, τοῦτο βασιλεῖ στρατιῶται, εἰκότως ἔφη τοὺς ὄνυχας χαλ κοῦς, ἐπειδὴ
7.1.277
καὶ τὴν τρίτην βασιλείαν χαλκῆν προσ ηγόρευσεν. Ἐπυνθανόμην γὰρ, φησὶ,
7.1.278
κʹ." Καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ, καὶ τοῦ
7.1.279
τετάρτου· τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία, καὶ τὸ κέρας ἐκεῖνο
7.1.280
ᾧ οἱ ὀφθαλμοὶ αὐτοῦ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν
7.1.281
λοιπῶν." Οὐ δεῖ δὲ θαυμάζειν, εἰ ἄνω μὲν σμικρὸν ἔφη τὸ κέρας, ἐνταῦθα δὲ τὴν
7.1.282
ὅρασιν αὐτοῦ μείζονα τῶν λοιπῶν· προσήκει τοῖς λεγομένοις ἀκριβῶς. Ὅτε μὲν γὰρ
7.1.283
φυόμενον εἶδε τὸ κέρας, μικρὸν αὐτὸ προσηγόρευσεν, ὡς καὶ ἀπὸ σμικροῦ ἔθνους
7.1.284
ὁρώμενον τοῦ Ἰουδαίων, καὶ ἀφανῆ τέως τὴν βασιλείαν ἔχον· μετὰ δὲ τὸ ἐκριζῶ σαι
7.1.285
τρία κέρατα τῶν πρὸ αὐτοῦ, εἰκότως τὴν ὅρασιν αὐτοῦ μείζω τῶν λοιπῶν ἀποκαλεῖ.
7.1.286
Ἐπιφέρει τοίνυν ἔτι πυνθανόμενος, καʹ." Τί δήποτε τὸ κέρας ἐκεῖνο ἐποίει πόλε μον
7.1.287
μετὰ τῶν ἁγίων, καὶ ἴσχυσε πρὸς αὐτούς;" Ἀντὶ τοῦ, ἐταπείνωσεν αὐτούς. κβʹ." Ἕως
7.1.288
οὗ ἦλθεν ὁ Παλαιὸς τῶν ἡμερῶν, καὶ τὸ κρῖμα ἔδωκεν ἁγίοις Ὑψίστου, καὶ ὁ καιρὸς
7.1.289
ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι." Ἱκέτευσα φησὶ, μαθεῖν, τίνα τὸ κέρας
7.1.290
ἐκεῖνο αἰνίττεται, τύφῳ μὲν χρώμενον, ἀλαζονικοὺς δὲ λόγους προσφέρον,
7.1.291
ταπεινοῦν δὲ τὴν τῶν ἁγίων συμμορίαν, ἕως ἂν ὁ Πα λαιὸς τῶν ἡμερῶν τῇ μὲν
7.1.292
δικαίᾳ χρήσηται ψήφῳ, ἀποδῷ δὲ καὶ τοῖς ἁγίοις τὴν βασιλείαν, καὶ τὸ ἐκείνου
7.1.293
καταλύσῃ κράτος. κγʹ." Καὶ εἶπέ μοι, φησὶν, οὕτως· Τὸ θηρίον τὸ τέταρτον βασιλεία
7.1.294
τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν
7.1.295
τὴν γῆν, καὶ συμπατήσει αὐτὴν, καὶ κατα κόψει αὐτήν." Ταῦτα δὲ οἱ μὲν πάλαι δι'
7.1.296
αἰνιγμά των ἐμάνθανον· ἡμεῖς δὲ τῇ πείρᾳ μεμαθήκαμεν· ὁρῶμεν γὰρ τῆς
7.1.297
προῤῥήσεως τὴν ἔκβασιν, τῶν εἰσφορῶν τὴν εἴσπραξιν, τὴν κρατοῦσαν τῶν πλειό
7.1.298
νων πενίαν, καὶ τὰ ἄλλα καθ' ἑκάστην ἡμέραν γινόμενα ὁρῶμεν. κδʹ." Καὶ τὰ δέκα
7.1.299
κέρατα αὐτοῦ, φησὶ, δέκα βα σιλεῖς ἀναστήσονται." Ἐπισημήνασθαι δὲ χρὴ, ὅτι οὐκ
7.1.300
εἶπεν αὐτοὺς ἀναστήσεσθαι ἕνα καθ' ἕνα ἀλλή λους διαδεχομένους, ἀλλὰ κατὰ
7.1.301
ταὐτὸν ἀναστήσεσθαι· καὶ ὅτι ταῦθ' οὕτως ἔχει, τὰ ἐπαγόμενα μαρτυρεῖ." Καὶ ὀπίσω
7.1.302
γὰρ αὐτῶν, φησὶν, ἀναστήσεται βασι λεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς
7.1.303
ἔμπρο σθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει." Εἰ δὲ μὴ κατὰ ταὐτὸν ἐβασίλευον, ἀλλὰ
7.1.304
καθ' ἕνα ἕκαστος τὸν πρὸ αὐτοῦ διαδεχόμενος, πῶς οὗτος τρεῖς κατὰ ταὐτὸν τῶν
7.1.305
πρὸ αὐτοῦ ταπεινώσει; Οὐκοῦν εὔδηλον, ὡς τοὺς δέκα πρὸς τῷ τέλει κατὰ ταὐτὸν
7.1.306
ἀνα στήσεσθαι προλέγει· ἔσχατον δὲ τὸν Ἀντίχριστον ἀνιστάμενον, καὶ τῆς
7.1.307
βασιλείας ἀντιλαμβανόμενον, πολεμήσειν μὲν αὐτοῖς φησι, τρεῖς δὲ ἐξ αὐτῶν κα
7.1.308
81. 1432 ταλύσειν· μὴ ἀρκούμενος δὲ τῇ κατὰ τῶν ἀνθρώπων νίκῃ· κεʹ." Καὶ λόγους,
7.1.309
φησὶ, πρὸς τὸν Ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώσει, καὶ," ὡς ἔνια
7.1.310
τῶν ἀντιγράφων ἔχει," ταπεινώσει· καὶ ὑπο νοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ
7.1.311
νόμον." Τοσαύτῃ γὰρ, φησὶ, λύσσῃ χρήσεται καὶ μανίᾳ, ὡς ἀλαζονι κοὺς μὲν καὶ
7.1.312
βλασφήμους λόγους ἀκοντίσαι κατὰ τοῦ ὑψίστου Θεοῦ, πᾶν δὲ εἶδος τιμωρίας τοῖς
7.1.313
εὐνοϊκῶς αὐτῷ δουλεύουσι καὶ ἁγιωσύνης μετέχουσιν ἐπαγα γεῖν· ὑποτοπήσει δὲ,
7.1.314
ὡς καὶ παντάπασι καταλύσει τὴν κρατοῦσαν εὐσέβειαν, καὶ τὴν ἀρίστην αὐτῆς
7.1.315
πολιτείαν ἀμείψει. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς·" Ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς
7.1.316
καὶ νόμον·" τουτέστι, τὴν κατ' ἐκεῖνον τὸν καιρὸν κατέχουσαν πο λιτείαν. Εἶτα
7.1.317
ἐπάγει·" Καὶ δοθήσεται ἐν χειρὶ αὐ τοῦ." Τουτέστι, συγχωρήσει ἡ τοῦ Θεοῦ
7.1.318
προμήθεια· καὶ δεικνὺς τῆς τῶν κακῶν ἐκείνων ἀωρίας τὸν χρό νον·" Οὐ γὰρ εἰς
7.1.319
τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, καὶ ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν
7.1.320
αἰῶνα·" εἰρηκώς·" Δοθήσεται ἐν χειρὶ αὐτοῦ," ἐπήγαγεν·" Ἕως καιροῦ, καὶ καιρῶν,
7.1.321
καὶ ἥμισυ καιροῦ." Τοῦτο δὲ σαφέστερον ἐν τῷ τέλει τῆς προ φητείας ἡμᾶς ἐδίδαξεν.
7.1.322
" Ἀπὸ καιροῦ γὰρ, φησὶ, παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυ γμα
7.1.323
ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενή κοντα." Καιρὸν οὖν, καὶ καιροὺς, καὶ
7.1.324
ἥμισυ καιροῦ, τρία ἥμισυ ἔτη λέγει, ἃ τὸ κέρας ἐκεῖνο τὸ λαλοῦν μεγάλα κρατήσει.
7.1.325
κ ʹ." Ἀλλὰ τὸ κριτήριον, φησὶν, ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ
7.1.326
ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους." Τοῦτο δὲ καὶ ὁ μακά ριος ἡμᾶς σαφῶς
7.1.327
ἐδίδαξε Παῦλος. Εἰρηκὼς γὰρ ἐκεῖνα ἃ προειρήκαμεν, προσέθηκε καὶ ταῦτα·" Μόνον
7.1.328
ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ
7.1.329
Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ κατ αργήσει τῇ
7.1.330
ἐπιφανείᾳ τῆς παρουσίας κατ' ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις,
7.1.331
καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις." Ὃ δὲ
7.1.332
λέγει τοιοῦτόν ἐστι· Δεῖ τὸ κατέχον ἄρτι ἐκ μέσου γενέσθαι. Σβεσθήσεται γὰρ ἡ
7.1.333
κατέχουσα πλάνη, καὶ λήξει ἡ τῶν εἰδώλων ἐξαπάτη, καὶ τότε ἀποκαλυφθήσεται ὁ
7.1.334
ἄνομος. Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη." Κηρυχθήσεται γὰρ τὸ
7.1.335
Εὐαγγέλιον εἰς πάντα τὰ πέρατα τῆς γῆς εἰς μαρτύριον αὐτοῖς, καὶ τότε ἥξει τὸ
7.1.336
τέλος." Ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος Παῦλος διδάσκει Θεσσαλονικέας, καὶ δι'
7.1.337
ἐκείνων ἅπαντας τοὺς τῆς εὐσεβείας ἐραστὰς, ὅτι Μὴ νομίσητε νῦν
7.1.338
φανήσεσθαι τὸν τῆς ἀληθείας ἐχθρόν· δεῖ γὰρ πρό τερον σβεσθῆναι τὴν κατέχουσαν
7.1.339
τῶν εἰδώλων πλάνην, καὶ κρατυνθῆναι τῶν Εὐαγγελίων τὸ κήρυγμα, εἶθ' οὕτως
7.1.340
ἀποκαλυφθῆναι τὸν ἄνομον. Εἶτα ὑποδείκνυσιν αὐτοῦ καὶ τὸν ὄλεθρον·" Ὃν ὁ
7.1.341
Κύριος, φησὶν, Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει
7.1.342
τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ." Ἔπειτα δείκνυσι καὶ τίνα τρόπον ἐπιφαίνεται·
7.1.343
" Οὗ ἐστι, φησὶν, ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ." Μιμήσεται γὰρ ὁ διάβολος
7.1.344
τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν· καὶ καθάπερ ὁ Κύριος δι'
7.1.345
ἀνθρωπείας φύσεως ἐπιφανεὶς, τὴν ἡμε τέραν ἐπραγματεύσατο σωτηρίαν· οὕτω καὶ
7.1.346
ὁ διάβο λος, ἄξιον ὄργανον τῆς ἑαυτοῦ πονηρίας λαβὼν, δι' αὐτοῦ τὴν οἰκείαν
7.1.347
ἐνέργειαν ἐπιδείξεται, ψευδέσι ση μείοις καὶ τέρασι, καὶ φαντασίᾳ θαυμάτων, τοὺς
7.1.348
ῥᾳθύμους τῶν ἀνθρώπων ἐξαπατῶν. Καὶ διδάσκων τί δήποτε ταῦτα συγχωρεῖ
7.1.349
γενέσθαι ὁ τῶν ὅλων Θεὸς, ἐπήγαγεν·" Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ
7.1.350
ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν
7.1.351
πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς, τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες
7.1.352
τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκή σαντες τῇ ἀδικίᾳ." Ταὐτὸ δὲ τοῦτο καὶ ὁ Κύριος πρὸς
7.1.353
Ἰουδαίους ἔφη·" Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με·
7.1.354
ἔρχεται ἄλλος ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, κἀκεῖνον λήψεσθε." Ταῦτα δὲ διδάσκων ὁ
7.1.355
ἄγγελος τῷ Δανιὴλ ἔφη, ὅτι" Λόγους πρὸς τὸν Ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους
7.1.356
Ὑψίστου παλαιώσει, καὶ ὑπονοήσει τοῦ ἀλ λοιῶσαι καιροὺς καὶ νόμον· καὶ
7.1.357
δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ, καὶ καιρῶν, καὶ ἥμισυ καιροῦ· καὶ τὸ κριτήριον
7.1.358
ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ με ταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως
7.1.359
τέλους." Ὁρᾶτε πῶς τὰ αἰνιγματωδῶς ὑπὸ τοῦ ἀγγέλου ἡρμηνευμένα σαφῶς ὁ
7.1.360
μακάριος ἐδίδαξε Παῦλος. Καὶ ὁ Κύριος δὲ τὰς κατὰ τῶν ἁγίων ἐπ αναστάσεις
7.1.361
προσημαίνων, ἔλεγεν·" Ἔσται θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως
7.1.362
τοῦ νῦν, οὐδ' οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν
7.1.363
ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." Εἶτα
7.1.364
συμβουλεύσας τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς, καὶ δι' ἐκείνων πᾶσιν ἀνθρώποις, μὴ
7.1.365
ἐξαπατᾶσθαι τοῖς λέγουσιν ὧδε εἶναι ἢ ἐκεῖ τὸν Χριστὸν, οὐκέτι γὰρ κρύβδην καὶ
7.1.366
λάθρα, ἀλλὰ ἀναφανδὸν μετὰ δόξης φανήσεται, ἐπήγαγε·" Τότε ὄψονται τὸν Υἱὸν
7.1.367
τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης
7.1.368
πολλῆς, καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ
7.1.369
ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσά ρων ἀνέμων, ἀπ' ἄκρων τῶν
7.1.370
οὐρανῶν ἕως ἄκρου αὐτῶν." Ταῦτα καὶ τῷ Δανιὴλ προλέγων ὁ ἄγγελος ἐπήγαγεν
7.1.371
οἷς ἤδη εἶπε· κζʹ." Καὶ ἡ βασιλεία, καὶ ἡ ἐξουσία, καὶ ἡ με γαλωσύνη τῶν
7.1.372
βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις Ὑψίστου· καὶ ἡ βασιλεία
7.1.373
αὐ τοῦ βασιλεία αἰώνιος; καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δου λεύσουσι καὶ ὑπακούσονται·
7.1.374
ἕως ὧδε τὸ πέρας τοῦ λόγου." Τουτέστι, πάντων τῶν τοῦ βίου πρα γμάτων τοῦτο τὸ
7.1.375
τέλος· τὸ παύσασθαι μὲν ἁπάσας τῆς γῆς τὰς βασιλείας, δοθῆναι δὲ τοῖς τοῦ Ὑψίστου
7.1.376
ἁγίοις τὴν αἰώνιον βασιλείαν· βασιλεύοντας δὲ ὑπακούειν αὐτῷ καὶ δουλεύειν
7.1.377
εὐνοϊκῶς· αἰώνιος γὰρ αὐτοῦ ἡ βασιλεία, καὶ τὸ τέλος οὐ δεχομένη. Τούτων
7.1.378
ἀκούσας, φησὶν, ἐγὼ Δανιὴλ δέους ἐνεπλή σθην πολλοῦ, ὡς μήτε τοὺς λογισμοὺς
7.1.379
ἡσυχάζειν ἐν ἐμοὶ, ἀλλὰ κυκᾶσθαι, καὶ διηνεκῶς ταράττεσθαι, καὶ τὴν μορφήν μου
7.1.380
πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέ ξασθαι. Ἀλλ' ὅμως οὐκ ἔκπυστα πεποίηκα τὰ
7.1.381
ὑποδειχθέντα μοι μυστήρια, ἀλλ' ἐν τῇ καρδίᾳ τηρῶν αὐτὰ διετέλουν. Ὁ μὲν οὖν
7.1.382
μακάριος Δανιὴλ ταῦτα ἡμᾶς ἐδίδαξεν. Ἐγὼ δὲ τῶν Ἰουδαίων κατηγορίαν ἐπὶ τοῦ
7.1.383
παρόντος ἀφεὶς, θαυμάζω κομιδῇ τῶν τῆς εὐσεβείας διδασκάλων τινὰς
7.1.384
Μακεδονικὴν βασιλείαν τὸ τέταρτον θηρίον ἀποκαλέσαντας· ἔδει γὰρ αὐτοὺς
7.1.385
συνιδεῖν, πρῶτον μὲν, ὅτι τὸ τρίτον θη ρίον τέσσαρας εἶχε κεφαλὰς, ὃ σαφῶς ἐδήλου
7.1.386
τὴν γεγενημένην μετὰ τὴν τοῦ Ἀλεξάνδρου τελευτὴν τῆς βασιλείας εἰς τέσσαρα
7.1.387
μέρη διαίρεσιν· ἔπειτα δὲ προσέχειν ἔδει, ὅτι καὶ τὸ τέταρτον θηρίον δέκα κατὰ
7.1.388
ταὐτὸν κέρατα ἔσχεν, καὶ τὸ μικρὸν κέρας τρεῖς ἐκριζῶσαι τῶν πρὸ αὐτοῦ· τέσσαρες
7.1.389
δὲ, ἀλλ' οὐ δέκα βασιλεῖς τὴν Ἀλεξάνδρου βασιλείαν διεδέ ξαντο. Καὶ ἵνα τὰ ἄλλα
7.1.390
καταλιπὼν ἐπὶ τὸ τέλος ἔλθω, ἔδει καὶ τοῦτο συνιδεῖν, ὅτι μετὰ τοῦ τετάρτου θη
7.1.391
ρίου τὴν ἀναίρεσιν τοῖς ἁγίοις τοῦ Ὑψίστου τὴν βασιλείαν ἔφη δοθήσεσθαι. Διὸ καὶ
7.1.392
τὸ κριτήριον ἐκάθισεν· οἱ δὲ ἅγιοι τοῦ Ὑψίστου οὐ μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ τὴν
7.1.393
βασιλείαν ἐδέξαντο. Εἰ δὲ καὶ ἰσχύν τινα ἔλαβον οἱ μακάριοι Μακκαβαῖοι, ἀλλ' οὐκ
7.1.394
ἐπὶ πλεῖστον. Ὁ μὲν γὰρ Ἰούδας τρία ἐστρατήγησεν ἔτη· ὁ δὲ Ἰωνάθαν ἐννέα καὶ
7.1.395
δέκα· ὁ δὲ Σίμων ὀκτώ· καὶ οἱ ἄλλοι δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξιὼν, μῆκος
7.1.396
ἐργάσωμαι τῷ λόγῳ, ὀλίγον τινὰ κρατοῦντες χρόνον, ἢ τῷ θανάτῳ ἐσβέννυντο, ἢ
7.1.397
περιστάσεσί τισι ζῶντες τῆς ἡγεμονίας ἐστέρηντο. Ἄλλως τε δὲ οὔτε πάντες ἅγιοι
7.1.398
οὗτοι· ἔνιοι γὰρ καὶ πονηροὶ ἐν αὐτοῖς γεγένηνται· ἵνα δὲ καὶ θῶμεν πάντας αὐτοὺς
7.1.399
ἁγίους εἶναι, τούτους Ἡρώδης κατα λύσας ἁπάσης βασιλεὺς ἀνεδείχθη τῆς Ἰουδαίας.
7.1.400
Πῶς τοίνυν ἀληθὲς τὸ ὑπὸ τοῦ ἀγγέλου εἰρημένον, ὅτι μετὰ τὴν τοῦ κέρατος ἐκείνου
7.1.401
κατάλυσιν ἡ βασι λεία, καὶ ἡ ἐξουσία, καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν
7.1.402
ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, ἐδόθη ἁγίοις Ὑψίστου, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία
7.1.403
αἰώνιος; Τούτων γὰρ οὐδὲν ἁρμόττει τοῖς Μακκαβαίοις. Οὔτεγὰρ βασιλείαν
7.1.404
ἐπιστεύθησαν, ἀλλὰ στρατηγοῦντες ἐνίκων, καὶ ταχὺ τέλος ἐδέξαντο. Λείπεται
7.1.405
τοίνυν τὴν Ῥωμαϊκὴν βασιλείαν νοεῖν τὸ τέταρτον θηρίον. Ἐν γὰρ τῷ ταύτης τέλει,
7.1.406
οἱ μὲν δέκα βασιλεῖς κατὰ ταὐτὸν ἀναστήσονται, ὁ δὲ πάσης πονηρίας δημιουρ γὸς
7.1.407
καὶ διδάσκαλος ἔσχατος ἀναφανήσεται, ἐκεῖνα ποιῶν τε καὶ πάσχων, ἃ ἐδιδάχθημεν.
7.1.408
Μετὰ δὲ τὴν ἐκείνου κατάλυσιν, ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀναφανήσεται
7.1.409
παρουσία, καὶ τὸ πάντων ἀνθρώπων γενήσεται κριτήριον, καὶ ἀνοιγήσονται μὲν αἱ
7.1.410
βί βλοι, τῶν ἑκάστῳ βεβιωμένων αἱ μνῆμαι." Παρα δοθήσεται δὲ πυρὶ τὸ τοῦ θηρίου
7.1.411
σῶμα," τουτέστιν, οἱ μὲν τῆς ψυχῆς ἀφελόμενοι τὸ κράτος, τῷ δὲ σώ ματι τὴν
7.1.412
ἐξουσίαν προσνείμαντες, καὶ σαρκικῷ φρο νήματι διὰ βίου χρησάμενοι. Ἀποδώσει δὲ
7.1.413
ὁ δίκαιος κριτὴς τοῖς ἁγίοις τὴν βασιλείαν, βοῶν·" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός
7.1.414
μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κό σμου·" ἧς
7.1.415
γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
7.1.416
Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν
7.1.417
αἰώνων. Ἀμήν.