Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Interpretatio in Danielem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
αʹ." Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ, ὅρασις ὤφθη
8.1.2
πρός με· ἐγὼ Δανιὴλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν." Ἔτι, φησὶ, τῆς τῶν
8.1.3
Χαλδαίων, εἴτ' οὖν Ἀσσυρίων κατεχούσης βασιλείας, ἑτέραν ἀποκάλυψιν εἶδον μετ'
8.1.4
ἐκείνην τὴν προτέραν· δηλοῖ δὲ καὶ ὁ χρόνος τὸ ταύτης νεώτε ρον· τὴν μὲν γὰρ
8.1.5
προτέραν εἶδεν ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, ταύτην δὲ ἐν τῷ
8.1.6
τρίτῳ. Σημαίνει δὲ τὸν χρόνον οὐ μάτην, ἀλλὰ διδάσκων, ὡς πρὸ πολλοῦ χρόνου τοῦ
8.1.7
γενέσθαι τὰ πράγματα τὴν τούτων πρόγνωσιν παρὰ Θεοῦ τῶν ὅλων ἐδέξατο. βʹ." Καὶ
8.1.8
εἶδον, φησὶν, ἐν τῇ ὁράσει, καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, καὶ ἤμην ἐν Σούσοις τῇ βάρει,
8.1.9
ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ." Τὰ Σοῦσα μη τρόπολις ἦν πάλαι Περσῶν. Ἐπειδὴ τοίνυν τὴν
8.1.10
τῆς Περσικῆς βασιλείας μανθάνει κατάλυσιν, ἀναγκαίως ἐν ἐκείνῃ τῇ πόλει δοκεῖ
8.1.11
βλέπειν τὴν ἀποκάλυψιν." Καὶ εἶδον, φησὶν, ἐν ὁράματι·" ἀντὶ τοῦ, Οὐκ ἐγρηγορὼς,
8.1.12
οὐδὲ μεθ' ἡμέραν ταῦτα ἐθεασάμην, ἀλλ' ὄναρ μοι ταῦτα ἔδειξεν ὁ τῶν ὅλων Θεός.
8.1.13
81. 1440" Καὶ ἤμην, φησὶν, ἐπὶ τοῦ Οὐβάλ." Παρὰ τὴν πύλην, φησὶν, ἐδόκουν ἑστάναι·
8.1.14
οὕτω γὰρ τοῦτό τινες τῶν ἑρμηνευτῶν τεθείκασι. γʹ." Καὶ ἦρα τοὺς ὀφθαλμούς μου
8.1.15
καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς ἐπὶ τοῦ Οὐβὰλ, καὶ αὐτῷ κέ ρατα ὑψηλὰ, καὶ τὸ ἓν
8.1.16
ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτου." Τὴν Περσικὴν
8.1.17
βασιλείαν κριῷ ἐοικυῖαν ὁρᾷ, ἅτε δὴ πλούτῳ κομῶσαν, καὶ πολλὴν περιουσίας
8.1.18
ἔχουσαν ἀφθονίαν. Δύο κέρατα ἐν τῷ κριῷ θεωρεῖ, ἐπειδὴ πρῶτος μὲν αὐτῶν
8.1.19
ἐβασίλευσε Κῦρος, μέχρι δὲ παί δων μόνον τὴν βασιλείαν παρέπεμψε· Καμβύσου γὰρ
8.1.20
τοῦ υἱέως αὐτοῦ τελευτήσαντος, ὀλίγους μὲν μῆνας οἱ μάγοι κατέσχον τὴν
8.1.21
βασιλείαν· παρέλαβε δὲ αὐτὴν μικρὸν ὕστερον Δαρεῖος ὁ Ὑστάσπου, ὃς μέχρις
8.1.22
ἐκγόνων καὶ ἀπογόνων τὴν βασιλείαν παρ έπεμψεν, ἕως Δαρείου τοῦ τελευταίου, ὃν
8.1.23
Ἀλέξαν δρος ὁ Μακεδὼν ἀνελὼν τὴν βασιλείαν παρέλαβε. Τὰ τοίνυν δύο γένη τῶν
8.1.24
βασιλέων διὰ τῶν δύο κεράτων σημαίνεται· καὶ ἄμφω μὲν ὑψηλὰ θεωρεῖ,
8.1.25
ὑψηλότερον δὲ τοῦ προτέρου τὸ δεύτερον. Ὡς γὰρ ἤδη προειρήκαμεν, πλείων ἐπὶ
8.1.26
Δαρείου καὶ Ξέρξου ἡ βασιλεία ἐγένετο. Ὁ μὲν γὰρ Κῦρος τόν τε Εὔ ξεινον Πόντον
8.1.27
καὶ τὴν Ἀσίαν ἐχειρώσατο· Δαρεῖος δὲ καὶ Σκύθας τοὺς Νομάδας τοῖς ὑπηκόοις
8.1.28
συνέτα ξεν· ὁ δὲ Ξέρξης καὶ τῇ Εὐρώπῃ τῆς βασιλείας ἐπειράθη τὸν ζυγὸν ἐπιθεῖναι.
8.1.29
Τούτου χάριν δύο κέρατα ἐν τῷ κριῷ θεωρεῖ, ἀλλὰ τὸ μὲν πρότερον, τὸ δὲ δεύτερον,
8.1.30
καὶ τὸ δεύτερον ὑψηλότερον τοῦ προ τέρου. δʹ." Καὶ εἶδον, φησὶ, τὸν κριὸν
8.1.31
κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ νότον." Τά τε γὰρ βόρεια, τά τε νότια,
8.1.32
ὑπήκοα εἶχεν ἅπαντα, ὡσαύτως δὲ καὶ τὰ ἑσπέρια μέχρις αὐτῆς τῆς θαλάσσης· καὶ
8.1.33
τῶν νήσων δὲ τὰς πλείστας δουλεύειν ἠνάγκασεν. Αὐτίκα τοίνυν τῷ Ξέρξῃ καὶ
8.1.34
Κύπριοι, καὶ Ῥόδιοι, Σάμιοί τε καὶ Λέσβιοι, καὶ Χῖοι, καὶ αἱ Κυκλάδες ἅπασαι
8.1.35
συνεμάχουν τὴν κατὰ τῆς Ἑλλάδος στρα τείαν ποιουμένῳ. Τούτου ἕνεκεν" Εἶδεν τὸν
8.1.36
κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ νότον. Καὶ πάντα, φησὶ, τὰ θηρία
8.1.37
οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ τῆς χειρὸς αὐτοῦ, καὶ
8.1.38
ἐποίησε κατὰ τὸ θέλημα αὑτοῦ, καὶ ἐμε γαλύνθη." Θηρία δὲ πάλιν τὰς ἄλλας
8.1.39
βασιλείας καλεῖ τὰς μερικὰς, τὴν Σύρων, τὴν Κιλίκων, τὴν Ἀράβων, τὴν Αἰγυπτίων·
8.1.40
θηρία δὲ αὐτὰς ὀνομά ζει, διὰ τὸ φοβερὰς εἶναι τοῖς ἀρχομένοις. Οὐδεμία τοίνυν,
8.1.41
φησὶ, βασιλεία ἀντιστῆναι ἠδύνατο ἐκείνῃ τῇ βασιλείᾳ κερατιζούσῃ κατὰ νότον, καὶ
8.1.42
βοῤῥᾶν, καὶ θάλασσαν, οὔτε οἷός τε ἦν τις ἀνθρώπων ἐκείνης τῆς δυναστείας
8.1.43
ἐλεύθερον ἀποφῆναί τινα, ἀλλ' ἅπαν τὸ δοκοῦν εἰς πέρας ἦγε. εʹ." Καὶ ἐγὼ, φησὶν,
8.1.44
ἤμην συνιών." Ταῦτα, φησὶ, θεωρῶν ἐλογιζόμην παρ' ἐμαυτῷ, τὰ διὰ τού
8.1.45
των σημαινόμενα εὑρεῖν ἐφιέμενος· ἐμοῦ δὲ πυνθα νομένου·" Ἰδοὺ τράγος αἰγῶν
8.1.46
ἤρχετο ἀπὸ Λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς." Τισὶ δὲ τῶν ἀντι γράφων
8.1.47
πρόσκειται καὶ τοῦτο·" Καὶ οὐκ ἦν ἁπτό μενος τῆς γῆς, καὶ τῷ τράγῳ ἐκείνῳ κέρας
8.1.48
ἓν θεωρητὸν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ." Τὴν Μακεδονικὴν ἐνταῦθα
8.1.49
βασιλείαν ἐσήμανεν τοῦ ἐν υπνίου τὸ αἴνιγμα· τράγον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ ταχὺ
8.1.50
καὶ εὐκίνητον· τοῦ κριοῦ γὰρ ὀξύτερος ὁ τράγος. Ἀπὸ Λιβὸς δὲ αὐτὸν ἐληλυθέναι
8.1.51
ἔφη· ἐπειδὴ πρότερον Αἴγυπτον χειρωσάμενος, οὕτως εἰς τὴν Περσῶν ἐλήλυθε
8.1.52
χώραν. Ἐνίκησε μὲν γὰρ τὸν Δαρεῖον ἐν τῇ Κιλικίᾳ, ἀλλ' ἐκεῖθεν τὴν Συρίαν, καὶ
8.1.53
Φοινίκην, καὶ Παλαιστίνην διαδραμὼν, καὶ τὰς μὲν τῶν πόλεων ὁμολογίᾳ λαβὼν,
8.1.54
τὰς δὲ βίᾳ ἑλὼν, εἰς τὴν Αἴγυπτον ὥρμησεν· εἶτα κἀκείνην τὴν βασι λείαν
8.1.55
παραλαβὼν, τὴν Περσίδα καταλαμβάνει, καὶ τὴν μεγίστην αὐτῶν καταλύει
8.1.56
βασιλείαν. Ἓν δὲ κέρας θεωρητὸν, τουτέστιν, ἐπίσημον καὶ περί βλεπτον, αὐτὸν
8.1.57
καλεῖ τὸν Ἀλέξανδρον· ἀναμέσον δὲ τῶν ὀφθαλμῶν τοῦ τράγου φῦναι λέγει τὸ
8.1.58
κέρας, διὰ τὸ ἀγχίνουν, καὶ συνετὸν, καὶ πυκνὸν τῶν τοῦ Ἀλεξάνδρου φρενῶν. ʹ, ζʹ.
8.1.59
" Καὶ ἦλθε, φησὶν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, ὃν εἶδον ἑστῶτα
8.1.60
ἐπὶ τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν
8.1.61
φθάσαντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ
8.1.62
συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι
8.1.63
ἐνώπιον αὐτοῦ· καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ
8.1.64
ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ." Πρώτοις μὲν γὰρ τοῖς ἐκείνου
8.1.65
συμβαλὼν στρατηγοῖς ἐν τοῖς κατὰ τὴν Ἀσίαν τόποις, πᾶσαν αὐτῶν ἐκείνην
8.1.66
ἀφείλατο τὴν ἀρχήν. Εἶτα τοῦ Δαρείου κατὰ τὴν Κιλικίαν μετὰ πολλῆς τῆς στρατείας
8.1.67
ἀπαν τήσαντος, ἑτέρα γίνεται συμπλοκὴ, καὶ τρέπεται μὲν ὁ Δαρεῖος εἰς φυγὴν,
8.1.68
πολλοὺς δὲ τῆς στρατείας καταναλώσας ὁ Ἀλέξανδρος ἔλαβεν αἰχμαλώτους τοῦ
8.1.69
Δαρείου τὰς θυγατέρας. Εἶτα αὖθις μετὰ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, περὶ τὴν
8.1.70
Βαβυλῶνα παραταξά μενος, αὐτόν τε τὸν Δαρεῖον ἀνεῖλε, καὶ τὴν Περ σικὴν
8.1.71
κατέλυσε βασιλείαν. Συντριβῆναι δὲ λέγει ἀμφότερα τὰ κέρατα αὐτοῦ, ἐπειδὴ καὶ
8.1.72
Μῆδοι καὶ Πέρσαι κατὰ ταὐτὸν ὠνομάζοντο, Κύρου τοῦ πρώτου βασιλεύσαντος,
8.1.73
Μήδου μὲν ὄντος μητρόθεν, Πέρσου δὲ πατρόθεν· καὶ ἐπειδὴ ὁ πρῶτος αὐτῶν
8.1.74
βασιλεὺς ἄμφω ταύτας εἶχε τὰς προσηγορίας, ἀναγκαίως καὶ οἱ ἀρχόμενοι, καὶ
8.1.75
Μήδους καὶ Πέρσας τοὺς αὐτοὺς ὠνόμαζον. Εἰς γὰρ μίαν ἀρχὴν ἄμφω συνῆλθον αἱ
8.1.76
βασιλεῖαι. Καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς αὐτοὺς καὶ Πέρσας καὶ Μήδους
8.1.77
ὀνομάζουσιν. Οὕτω δὲ, φησὶ, τῶν τοῦ κριοῦ συντριβέντων κεράτων, ηʹ." Ὁ τράγος
8.1.78
τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα." Τῆς γὰρ Περσικῆς, εἴτ' οὖν Μηδικῆς,
8.1.79
καταλυθείσης βασιλείας, τὸ κατὰ πάντων ὁ Ἀλέξανδρος ἀνεδέξατο κράτος·
8.1.80
ἀλλὰ καὶ οὗτος ὀλίγον ἐπιβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέξατο. Καὶ τοῦτο δὲ
8.1.81
εἶδεν ὁ μακάριος Δανιήλ. Διό φησι·" Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ
8.1.82
μέγα." Μετὰ τὴν νίκην ἐκείνην τὴν μεγίστην, φησὶ, τὸ κοινὸν τῶν ἀνθρώπων ὁ
8.1.83
Ἀλέξανδρος ἐδέξατο τέλος." Καὶ ἀνέβη, φησὶ, τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ εἰς
8.1.84
τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ." Τέσσαρα δὲ κέρατα, τοὺς τέσσαρας βασιλέας,
8.1.85
τοὺς κατὰ ταὐτὸν τὸν Ἀλέξανδρον διαδεξαμένους αἰνίτ τεται. Πτολεμαῖος γὰρ ὁ
8.1.86
Λάγου τῆς Αἰγύπτου τὴν ἡγεμονίαν παρέλαβε· Σέλευκος δὲ ὁ Νικάνωρ τὴν
8.1.87
Βαβυλῶνα κατεῖχε, καὶ τὰ ἄλλα μέρη τὰ μέχρι Συρίας διήκοντα· Ἀντίγονος δὲ τῆς
8.1.88
Ἀσίας ἐκράτει, τῆς δὲ Μακεδονίας Ἀντίπατρος· ὡς δέ τισι τῶν συγγραφέων δοκεῖ,
8.1.89
Φίλιππος, ὃς καὶ Ἀριδαῖος, ὁ καὶ Ἀλεξάνδρου ἀδελφός. Ἐπισημήνασθαι δὲ δεῖ, ὅτι
8.1.90
καὶ τὸ τρίτον θηρίον τέσσαρας κεφαλὰς ἔχον ἐθεάσατο, καὶ τὸν τράγον μετὰ τὴν τοῦ
8.1.91
ἑνὸς κέρα τος συντριβὴν τέσσαρα φύσαντα κέρατα· ὡς εἶναι δῆλον τὰ αὐτὰ καὶ διὰ
8.1.92
τοῦ τράγου, καὶ διὰ τοῦ τρίτου θηρίου σημαίνεσθαι. θʹ." Καὶ ἐκ τοῦ ἑνὸς, φησὶ, τῶν
8.1.93
κεράτων ἐξ ῆλθε κέρας ἓν ἰσχυρόν." Ἀντίοχον λέγει τὸν Ἐπιφανῆ, ὃς Ἀντιόχου τοῦ
8.1.94
ἐπικαλουμένου Μεγάλου υἱὸς ἐγεγόνει." Καὶ ἐμεγαλύνθη, φησὶ, περισσῶς πρὸς
8.1.95
νότον, καὶ πρὸς ἀνατολὴν, καὶ πρὸς Λίβα, καὶ πρὸς τὴν δύναμιν." Δυνατὸς, φησὶ,
8.1.96
γενόμενος περιεγένετο μὲν τοῦ τῆς Αἰγύπτου βασιλέως, ὑφ' ἑαυτὸν δὲ καὶ τὰ πρὸς
8.1.97
ἕω κείμενα ἐποιήσατο ἔθνη· ἐπεστράτευσε δὲ, φησὶ, καὶ τοῖς Ἰουδαίοις, καὶ τὴν ἁγίαν
8.1.98
μητρόπολιν κατεστρέψατο· δύναμιν γὰρ αὐτὴν προσηγόρευσε, διὰ τὴν ἐπανθοῦσαν
8.1.99
τῷ ναῷ τηνικαῦτα χάριν θείαν. Καὶ τοῦτο σαφέστερον ποιῶν ἐπήγαγε· ιʹ." Καὶ
8.1.100
ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐ ρανοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς
8.1.101
δυνάμεως, καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς." Ταῦτα σαφέστερον ἡμᾶς
8.1.102
ἡ τῶν Μακκαβαίων βίβλος ἥ τε πρώτη καὶ ἡ δευτέρα διδάσκει, καὶ Ἰώσηππος δὲ ὁ
8.1.103
ἱστοριογράφος ἀκριβῶς ταῦτα συνέγραψε, καὶ ἡμεῖς δὲ συντόμως τὰ κατ' αὐτὸν
8.1.104
διηγησόμεθα. Τῶν ἐκ γένους ἀρχιερατικοῦ πρὸς τὸν τηνικαῦτα ἀρχιε ρέα τῶν
8.1.105
Ἰουδαίων στασιασάντων, οἱ ταύτης τῆς ἀρχῆς ἐφιέμενοι, πρὸς τὸν Ἀντίοχον
8.1.106
παραγενόμενοι, πείθουσιν αὐτὸν τὴν Ἰουδαϊκὴν πολιτείαν εἰς Ἑλληνικὴν
8.1.107
μεταβάλλειν, καὶ γυμνάσιον ἐν τῇ πόλει οἰκοδομῆσαι. Τούτων γενομένων, οἱ μὲν
8.1.108
εὐσεβεῖς ἐν θρήνοις ἦσαν, τὴν προφανῆ τῶν νόμων ὁρῶντες παράβασιν, ὁ δὲ λοιπὸς
8.1.109
ὅμιλος ἀδεῶς τὸν θεῖον ἐπάτει νόμον, καὶ εἰς τὴν τῆς περιτομῆς ἐξύβριζον ἐντολήν.
8.1.110
Σφοδροτέρας δὲ γενομένης τῆς στάσεως, ἀφικόμενος ὁ Ἀντίοχος πλείστους μὲν
8.1.111
ἀνεῖλε τῶνεὐσεβῶν, τετόλμηκε δὲ καὶ τῶν τοῦ ναοῦ ἀδύ των ἐπιβῆναι. Καὶ
8.1.112
ἐπιβὰς πάντα ἐσύλησε τὸν νεὼν, τούς τε θησαυροὺς σφετερισάμενος, καὶ τὰ
8.1.113
ἀναθήματα ἅπαντα, ἐκπώματά τε καὶ φιάλας, καὶ κρατῆρας, καὶ τὴν χρυσῆν
8.1.114
τράπεζαν, καὶ τὸ χρυ σοῦν θυμιατήριον, καὶ τὰς ἐκ χρυσίου κατεσκευα σμένας
8.1.115
λυχνίας, καὶ πάντα ἁπαξαπλῶς τῆς θείας ἱερουργίας τὰ ὄργανα. Πρὸς δὲ τούτοις καὶ
8.1.116
βωμὸν ἐν τῷ τοῦ Θεοῦ νεῷ ᾠκοδόμησε τῷ Διῒ, καὶ πᾶσαν δὲ τὴν πόλιν εἰδώλων
8.1.117
ἐνέπλησε, καὶ πάντας θύειν ἠνάγκαζεν· αὐτὸς δὲ καὶ χοῖρον ἔθυσεν ἐν τῷ θείῳ
8.1.118
βωμῷ, καὶ Διὸς Ὀλυμπίου τὸν νεὼν προσηγόρευσε. Ταῦτα ἅπαντα ὁ μακάριος
8.1.119
προδιδάσκει Δανιήλ· ὁρᾷ γὰρ διὰ τοῦ κέρατος αὐτὸν τὸν Ἀντίοχον, ὅτι" ἐμεγαλύνθη
8.1.120
ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ," ἀντὶ τοῦ, τῇ μανίᾳ κατ' αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων
8.1.121
ἐχρή σατο, ᾧ καὶ ὁ λεὼς καὶ ὁ νεὼς ἀνέκειτο." Καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς
8.1.122
δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς." Πλεῖστοι γὰρ ἐκ τοῦ
8.1.123
λαοῦ, τὸν τοῦ Θεοῦ παραβάντες νόμον, τῆς τῶν οὐρανίων ἐξέπεσον τάξεως, καὶ ὑπὸ
8.1.124
τῆς τού του κατεπατήθησαν τυραννίδος, σφᾶς αὐτοὺς κατα λύσαντες. Ἀστέρας δὲ
8.1.125
αὐτοὺς ὠνόμασε διὰ τὸ περι φανὲς καὶ λαμπρὸν τῆς εὐσεβείας. Αἰνίττεται δὲ καὶ τὴν
8.1.126
πρὸς τὸν Ἀβραὰμ ὑπόσχεσιν·" Ποιήσω γὰρ, φησὶ, τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ
8.1.127
οὐρανοῦ." Οὐκ ἠρκέσθη γὰρ, φησὶ, τῷ συμπατῆσαι πολλοὺς τῶν καλουμένων
8.1.128
ἀστέρων, ἀλλὰ καὶ ιαʹ." Ἕως ἄρχοντος τῆς δυνάμεως ἡδρύνθη." Τῇ γὰρ λύττῃ καὶ
8.1.129
μανίᾳ κατ' αὐτοῦ τοῦ Θεοῦ καὶ βασιλέως ταυτησὶ τῆς δυνάμεως, τουτέστι, τοῦ ἁγίου
8.1.130
λαοῦ, ἐχρήσατο· καὶ ταῦτα ποιῶν, φησὶ, διετέλει," Ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται
8.1.131
τὴν αἰχμαλω σίαν·" ἀντὶ τοῦ, μέχρις ἂν τῆς ἄνωθεν τύχωμεν ῥοπῆς, καὶ διὰ τοῦ
8.1.132
ἐπιτεταγμένου ἀρχαγγέλου τὴν ἡμετέραν προστασίαν, τύχωμεν σωτηρίας. Εἶτα
8.1.133
σαφέστερον τὰ ὑπὸ τοῦ Ἀντιόχου τολμηθησόμενα προδιδάσκεται." Καὶ δι' αὐτὸν,
8.1.134
φησὶ, θυσία ἐταρά χθη παραπτώματι." Οὐ συνεχώρει γὰρ τὰς κατὰ νόμον θυσίας
8.1.135
προσφέρεσθαι, ἀλλὰ τῷ Ἑλληνικῷ τρόπῳ ταύτας ἐπιτελεῖσθαι ἠνάγκαζεν. Εἶτα ἐπ
8.1.136
άγει·" Ὅτι καὶ ἐγενήθη, καὶ κατευοδώθη αὐτῷ." Τέως γὰρ οὐδὲν ἐμπόδισμα γέγονε
8.1.137
κωλύον αὐτοῦ τὴν λύτταν. ιβʹ." Καὶ τὸ ἅγιον, φησὶν, ἐρημωθήσεται, καὶ ἐδόθη,
8.1.138
φησὶν, ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε, καὶ
8.1.139
εὐοδώθη." Μανίᾳ γὰρ καὶ τυραννίδι χρώμενος, μιᾶναι μὲν τετόλ μηκε τὸ
8.1.140
θυσιαστήριον παρανόμῳ θυσίᾳ χρησάμενος, ἔρημον δὲ τοῦ κόσμου τὸν θεῖον
8.1.141
κατέστησε νεὼν, ἐπάτησε δὲ τῆς δικαιοσύνης τοὺς νόμους, τὸν ἄδικον
8.1.142
φόνον τοῖς εὐσεβέσιν ἐπαγαγὼν, καὶ τέως, φησὶν," εὐωδοῦτο" ταῦτα ποιῶν. Εἶτα, ιγʹ.
8.1.143
" Ἤκουσά τινος ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι·
8.1.144
Ἕως πότε ἡ ὅρασις στήσεται, καὶ ἡ θυσία ἡ ἀρθεῖσα, καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ
8.1.145
δοθεῖσα, καὶ τὸ ἅγιον, καὶ ἡ δύναμις συμπατηθήσεται;" Τὸ φελμουνὶ τὸν τινὰ
8.1.146
σημαίνει τῇ Ἑλλάδι φωνῇ· μαρτυρεῖ δὲ τούτοις καὶ ἡ Σύρων φωνὴ γειτνιάζουσα τῇ
8.1.147
Ἑβραίᾳ. Φησὶ τοίνυν ὁ μακάριος Δανιὴλ, ὅτι" Ἤκουσά τινος ἁγίου ἕτερον ἅγιον
8.1.148
ἐρωτῶντος." Δῆλον δὲ ὅτι ἀγγέ λους διαλεγομένους ὁρᾷ καὶ βουλομένους μαθεῖν,
8.1.149
πόσος ἐστὶν ὁ χρόνος τῆς τολμωμένης ἀσεβείας τε καὶ παρανομίας, τῆς τε τοῦ ναοῦ
8.1.150
ἐρημίας, καὶ τῆς ἀθέσμου καὶ βδελυρᾶς θυσίας, καὶ τῆς τοῦ λαοῦ κατα δυναστείας.
8.1.151
ιδʹ." Καὶ εἶπεν αὐτῷ, φησίν· Ἕως ἑσπέρας καὶ πρωῒ, ἡμέραι δισχίλιαι καὶ τριακόσιαι,
8.1.152
καὶ καθα ρισθήσεται τὸ ἅγιον." Ἑσπέραν δὲ ἐκάλεσε τὴν ἀρ χὴν τῶν συμφορῶν,
8.1.153
πρωῒ δὲ τὸ τέλος τῶν συμφορῶν· ἐπειδὴ νυκτὶ καὶ σκότῳ ἐῴκει τὰ λυπηρά. Ἀπὸ τοῦ
8.1.154
νῦν, φησὶ, τῆς ἀρχῆς τῶν κακῶν, ἕως τέλους τόσος τέ ἐστι χρόνος. Ψηφιζόμεναι δὲ
8.1.155
αἱ ἡμέραι αὗ ται ποιοῦσιν ἓξ ἐτῶν ἀριθμὸν, καὶ ἓξ μηνῶν, κατὰ τὴν Ἑβραίων ψῆφον·
8.1.156
τοσοῦτον γὰρ ἐκράτησε χρό νον τῶν Ἰουδαίων ἡ συμφορά. ιεʹ." Καὶ ἐγένετο, φησὶν,
8.1.157
ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιὴλ, τὴν ὅρασιν, ἐζήτουν σύνεσιν." Ταῦτα, φησὶ, θεασάμενος,
8.1.158
συνεῖναι καὶ μαθεῖν ἀκριβῶς ἐβουλόμην τὰ διὰ τούτων σημαινόμενα τῶν
8.1.159
αἰνιγμάτων." Καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός." Καὶ ἐδόκουν, φησὶν,
8.1.160
ἄνδρα θεωρεῖν. ι ʹ." Καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀναμέσον τοῦ Οὐβὰλ, καὶ ἐκάλεσε,
8.1.161
καὶ εἶπε· Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν." Ἤκουσα δὲ καὶ ἑτέρου τινὸς
8.1.162
ἀνθρωπείᾳ χρωμένου φωνῇ, καὶ κελεύσαντος τὸν παρεστῶτά μοι, ὃν καὶ Γαβριὴλ
8.1.163
ὠνόμασεν, ἑρμηνεῦ σαί μοι τῆς ἀποκαλύψεως τὰ αἰνίγματα. Ἔστι δὲ καὶ ἐκ τῶν
8.1.164
εἰρημένων τεκμήρασθαι, ὅτι ὁ κελεύσας ὁ Δεσπότης ἐστί. ιζʹ." Καὶ ἦλθε, φησὶ, καὶ
8.1.165
ἔστη ἐχόμενα τῆς στάσεώς μου." Παραυτίκα, φησὶ, προσταχθεὶς ἀφίκετο, καὶ πλησίον
8.1.166
μου ἔστη." Καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου." Ἱκανὰ
8.1.167
ταῦτα τὸν Εὐνομίου τῦφον ἐλέγξαι, ὃς αὐτὴν εἰδέναι τοῦ Θεοῦ τὴν οὐσίαν
8.1.168
ἀλαζονεύεται. Εἰ γὰρ ἀγγέλων τὴν θεωρίαν, καὶ ταύτην μετρουμένην τῇ τοῦ
8.1.169
θεωροῦντος δυνάμει, ὁ τοσοῦτος προφήτης οὐκ ἤνεγκε, τί δυσσεβέστερον ἢ
8.1.170
βδελυττότερον τῶν αὐτὴν εἰδέναι τοῦ Θεοῦ τὴν οὐσίαν σεμνυνομένων; ἀλλ' ἐπὶ τὸ
8.1.171
προκείμενον ἐπανέλθωμεν." Καὶ εἶπεπρός με· Σύνες, υἱὲ ἀνθρώπου· ἔτι γὰρ
8.1.172
εἰς καιροῦ πέρας καὶ ὅρασις." Μὴ νομίσῃς, φησὶν, ἐπὶ τοῦ παρόντος ταῦτα πέρας
8.1.173
λαμβάνειν· μετὰ πολὺν γὰρ ἐτῶν ἀριθμὸν ταῦτα γενήσεται. Πληρουμένου γὰρ τοῦ
8.1.174
ὡρισμένου καιροῦ, τότε πέρας τούτων ἕκαστον λήψεται. ιηʹ, ιθʹ." Καὶ ἐν τῷ λαλεῖν
8.1.175
αὐτὸν μετ' ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου, καὶ ἔστησέ με
8.1.176
ἐπὶ τοὺς πόδας μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῆς
8.1.177
ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς καιροῦ πέρας μένει." Θεασάμενός με,
8.1.178
φησὶν, ὑπὸ τοῦ δέους καταπεσόντα πρῶτον ἀνώρθωσέ με, ἔπειτα ψυχ αγωγεῖ
8.1.179
γνωρίζων, ὡς τούτου χάριν ἀφίκετο, ἵνα μοι τὰ ἐσόμενα προμηνύσῃ ποθοῦντι, καὶ
8.1.180
ὁποῖα διὰ τὴν τοῦ Θεοῦ πάλιν ὀργὴν καταλήψεταί μου τὸν λαόν. Ἔπειτα τὸ
8.1.181
ἐπικείμενόν μοι δέος ἀφελέσθαι βουλόμενος, ἐμήνυσεν ὅτι μετὰ χρόνον ταῦτα γενή
8.1.182
σεται· ἡρμήνευσε δέ μοι καὶ ὧν ἐθεασάμην ἕκα στον, εἰρηκώς· κʹ." Οὗτος ὁ κριὸς, ὃν
8.1.183
εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Μήδων καὶ Περσῶν." Ἐπειδὴ γὰρ εὐθὺς τὴν
8.1.184
Χαλδαϊκὴν, εἴτ' οὖν Ἀσσυρίων, βασιλείαν Δα ρεῖος ὁ Μῆδος παρέλαβε, καὶ τότε
8.1.185
Κῦρος ὁ Πέρσης μετατέθεικεν εἰς Πέρσας τὴν βασιλείαν, ὃς καὶ Μῆδος ἦν καὶ Πέρσης
8.1.186
διὰ τὴν τῶν γενῶν ἐπιμιξίαν· ἀναγκαίως Περσῶν τοὺς Μήδους προτέθεικεν, καί
8.1.187
φησιν, ὅτι" ὁ κριὸς βασιλεύς ἐστι Μήδων καὶ Περσῶν." Ἄμφω γὰρ καὶ ὁ τελευταῖος
8.1.188
Δαρεῖος ὁ Ἀρσάμου προσαγορευόμενος, ὃν ὁ Μακεδὼν Ἀλέξανδρος κατέλυσε, διεῖπε
8.1.189
τὰς βασιλείας. καʹ." Καὶ ὁ τράγος, φησὶ, τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων· καὶ τὸ κέρας
8.1.190
τὸ μέγα, ὃ ἦν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶ τος."
8.1.191
Λέγει δὲ τὸν Ἀλέξανδρον. κβʹ." Καὶ ὅτι συνετρίβη, καὶ ἔστη τέσσαρα κέ ρατα
8.1.192
ὑποκάτωθεν αὐτοῦ, τέσσαρες βασιλεῖς ἀνα στήσονται ἀπὸ τοῦ ἔθνους αὐτοῦ, καὶ οὐκ
8.1.193
ἐν τῇ ἰσχύϊ αὐτοῦ." Μετὰ γὰρ, φησὶ, τὴν ἐκείνου τε λευτὴν, ἡ ἐκείνου βασιλεία εἰς
8.1.194
τέσσαρας διαιρεθή σεται βασιλείας· ἀλλὰ καὶ τέτταρες ὄντες οἱ βασι λεύοντες οὐ
8.1.195
δυνήσονται κατορθοῦν; ἃ ἐκεῖνος κατώρθου, ἐλάττους δὲ πολλῷ τῆς ἐκείνου ῥώμης
8.1.196
ὀφθήσονται. κγʹ." Καὶ ἐπ' ἐσχάτου δὲ, φησὶ, τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν
8.1.197
ἁμαρτιῶν αὐτῶν." Ὅταν, φησὶν, εἰς ἄκρον ἀσεβείας ἐλάσωσι, καὶ πέρα τῶν μέτρων
8.1.198
τῆς ἐμῆς μακροθυμίας παρανομήσωσιν." Ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ,
8.1.199
καὶ συνιῶν προβλήματα. (κδʹ.) Καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ
8.1.200
αὑτοῦ." Τὴν πανουρ γίαν τοῦ Ἀντιόχου διὰ τούτων αἰνίττεται, καὶ πρὸς τῇ
8.1.201
πανουργίᾳ, ἣν ἐκέκτητο δύναμιν. Εἶτα διδάσκωνὡς ταῦτα ποιήσει, τοῦ Θεοῦ
8.1.202
δηλονότι συγχωροῦντος, ἀναγκαίως ἐπήγαγε·" Καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ." Καὶ τῷ
8.1.203
Ἀσσυρίῳ δέ φησιν ὁ Θεὸς διὰ Ἡσαΐου τοῦπροφήτου·" Μὴ δοξασθήσεται ἀξίνη ἄνευ
8.1.204
τοῦ κό πτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;" Οὕτω δὲ
8.1.205
καὶ ἐνταῦθα, φησὶν, ὅτι ταῦτα τολμήσει ὁ Ἀντίοχος, οὐχ ὡς δυνατὸς, ἀλλὰ τοῦ Θεοῦ
8.1.206
συγχωροῦντος." Καὶ θαυμαστὰ, φησὶ, διαφθερεῖ, καὶ κατευθυ νεῖ, καὶ ποιήσει, καὶ
8.1.207
διαφθερεῖ ἰσχυροὺς, καὶ λαὸν ἅγιον. (κεʹ.) Καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυ
8.1.208
νεῖ." Ἀντὶ τοῦ, οὐδὲν αὐτῷ ἐμποδὼν ἔσται, ἀλλ' ὅσα ἂν θελήσῃ ταῦτα ποιήσει. Περὶ
8.1.209
τῶν τοιούτων ὁ μακάριος παραινεῖ Δαβὶδ, λέγων·" Μὴ παραζή λου ἐν τῷ
8.1.210
κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὑτοῦ, ἐν ἀν θρώπῳ ποιοῦντι παρανομίαν." Συμβαίνει
8.1.211
γὰρ πολ λάκις καὶ τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας εὐοδοῦσθαι λίαν
8.1.212
παράνομα τολμῶντας." Ὁ ζυγὸς οὖν, φησὶ, τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ," ἀντὶ τοῦ,
8.1.213
πάντα ἃ ἂν προστάξῃ τοῖς ὑπηκόοις, ἀναγκάσει ταῦτα πληροῦν. Εἶτα τὸ πανοῦργον
8.1.214
αὐτοῦ καὶ ὕπουλον προ λέγων·" Δόλος, φησὶν, ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ
8.1.215
αὑτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλούς." Ἐξ ἀρχῆς γὰρ γυμνάσιον ἐν
8.1.216
Ἱεροσολύμοις οἰκοδομηθῆναι προσέταξεν, εἶτα χοιρείων μετα λαμβάνειν κρεῶν·
8.1.217
ὕστερον δὲ καὶ θύειν ἠνάγκαζεν· ἐκέχρητο δὲ καὶ κωτίλοις λόγοις, τοὺς εὐσεβεῖς ἐξ
8.1.218
απατῆσαι πειρώμενος, καὶ βασιλικὰς δωρεὰς ὑπ ισχνεῖτο, παρανομοῦντας ἅπαντας
8.1.219
ἰδεῖν ἐφιέμενος. Διὰ τοῦτό φησι·" Δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὑτοῦ
8.1.220
μεγαλυνθήσεται." Μέγιστον γὰρ ἑαυ τὸν πάντων ἀνθρώπων ἡγήσατο," καὶ δόλῳ
8.1.221
διαφθε ρεῖ πολλοὺς," οὓς ἂν ἐξαπατῆσαι ἰσχύσῃ." Καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν, φησὶ,
8.1.222
σταθήσεται." Ἀντὶ τοῦ, ἐνστάσει χρήσεται, ἕως ἂν ἴδῃ πολλοὺς τὴν οἰ κείαν
8.1.223
ἀπολλύντας σωτηρίαν. Μὴ ἀρκούμενος δὲ τῇ κατὰ τῶν ἀνθρώπων μανίᾳ," Καὶ ἐπὶ
8.1.224
ἄρχοντα, φη σὶν, ἀρχόντων στήσεται." Τουτέστι, κατ' αὐτοῦ τοῦ Βασιλέως τῶν
8.1.225
βασιλέων, καὶ κυριεύοντος τῶν κυριευόντων, τῇ λύττῃ χρήσεται, μιαίνειν ἐπιχειρῶν
8.1.226
τὸν ἀνακείμενον αὐτῷ νεών. Καὶ δεικνὺς τὴν δοθεῖσαν αὑτῷ κατὰ τῶν Ἰουδαίων
8.1.227
συγχώρησιν," Καὶ ὡς ὠὰ, φησὶν, ἐν χειρὶ συντρίψει αὐτούς." Οὕτω, φησὶ, μετὰ
8.1.228
πολλῆς εὐκολίας ταῦτα πάντα ἐργάσεται, ὡς εἴ τις ὠὰ τῇ χειρὶ συντρίψαι θελήσειεν.
8.1.229
Αἰνίττεται δὲ ἐνταῦθα καὶ τὴν αὐτῶν τῶν Ἰουδαίων ῥᾳθυμίαν, καὶ ὅτι αὐτοὶ τῶν
8.1.230
θείων ἀμελήσαντες κατελείφθησαν ὑπὸ τοῦ Θεοῦ, καὶ γυμνοὶ τῆς ἄνωθεν προνοίας
8.1.231
ἐγέ νοντο. Τούτοις ἐπιφέρει· κ ʹ." Καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωΐας τῆς
8.1.232
ῥηθείσης ἀληθής ἐστιν." Ἀντὶ τοῦ, καὶ ὁ ὡρι σμένος χρόνος ταῖς συμφοραῖς
8.1.233
ἀναμφιβόλως ἐστὶν ἀληθής. Ἐπειδὴ δὲ πολύς ἐστιν ἐν τῷ μέσῳ χρόνος," Καὶ
8.1.234
σὺ σφράγισον, φησὶ, τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται." Ἀντὶ τοῦ, Ἀσαφῆ
8.1.235
αὐτὴν τοῖς πολλοῖς κατάλιπε· σοὶ γὰρ ὡς ποθοῦντι ταῦτα δῆλα πρὸ τῶν πραγμάτων
8.1.236
πεποίηκα. κζʹ." Καὶ ἐγὼ, φησὶ, Δανιὴλ ἐκοιμήθην, καὶ ἐμα λακίσθην ἡμέρας, καὶ
8.1.237
ἀνέστην, καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ
8.1.238
συνιῶν." Μαθὼν γὰρ τὰ καταληψόμενά μου τὸν λαὸν πάλιν κακὰ, οὕτως ἀνιαρῶς
8.1.239
διετέθην, ὡς καὶ ἀῤῥωστίᾳ περιπεσεῖν· ἀλλ' ὅμως καὶ τοῦτον διακεί μενος τὸν
8.1.240
τρόπον, ᾠκονόμουν τὰ παρὰ τοῦ βασιλέως ἐγκεχειρισμένα μοι, μηδενὸς
8.1.241
γινώσκοντος τὴν τῆς ἀῤῥωστίας αἰτίαν. Οὗτος ᾔδει καὶ μετὰ τοῦ μακα ρίου Παύλου
8.1.242
λέγειν·" Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;" Καὶ
8.1.243
τό·" Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων." Καί·" Εἰ πάσχει ἓν μέλος,
8.1.244
συμπάσχει πάντα τὰ μέλη." Οὕτω διακείμενος, καὶ ταύτην ἔχων περὶ τοὺς
8.1.245
συνδούλους φιλοστοργίαν, μαθὼν τὰς πολλαῖς ὕστερον γενεαῖς καταληψομένας
8.1.246
τοὺς συνδούλους αὐτοῦ συμφορὰς, θρηνῶν καὶ ὀλοφυρόμε νος διετέλει· καὶ ταῦτα
8.1.247
εἰδὼς ἀκριβῶς ὡς αὐτὸς πεῖραν τούτων οὐδεμίαν λήψεται, ἀλλὰ τῆς παρούσης ζωῆς
8.1.248
οὐκ εἰς μακρὰν ἀπαλλαγήσεται. Ταύτην προσ ήκει καὶ ἡμᾶς περὶ τοὺς ὁμοφυεῖς τε
8.1.249
καὶ ὁμοδούλους τὴν ἀγάπην ἔχειν, καὶ τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ τὴν περὶ
8.1.250
ἄλληλα τῶν μελῶν μιμεῖσθαι συμπά θειαν· ἐπειδὴ μέλη μὲν ἀλλήλων κεκλήμεθα,
8.1.251
σῶμα δὲ ἠξιώθημεν προσαγορευθῆναι Χριστοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
8.1.252
αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Θʹ. ΚΕΦΑΛ. Θʹ. α, βʹ." Ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσσουήρου ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασί λευσεν ἐπὶ τῆς βασιλείας τῶν
8.1.253
Χαλδαίων· ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ, ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν
8.1.254
ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς
8.1.255
συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ, ἑβδομήκοντα ἔτη." Καὶ ἐντεῦθεν
8.1.256
δῆλον, ὡς ἑτέρα μὲν ἡ Δαρείου τοῦ Ἀσσουήρου βασιλεία, ἑτέρα δὲ ἡ Κύρου τοῦ
8.1.257
Πέρσου· συμφωνεῖ δὲ καὶ τοῖς πρώην εἰρημένοις τὰ νῦν ἀναγνωσθέντα. Οὐχ ἁπλῶς
8.1.258
γὰρ Μῆδον τὸν Δαρεῖον προσηγόρευσεν, ἀλλ'" ἀπὸ τοῦ σπέρματος τῶν Μή δων·" ὡς
8.1.259
εἶναι δῆλον, ὅτι οὐχ ἑκατέρωθεν, πατρό θεν φημὶ καὶ μητρόθεν, Μῆδος οὗτος ἦν·
8.1.260
ἐβασίλευσε δ' ὅμως ἐπὶ τὴν βασιλείαν τῶν Χαλδαίων, θείᾳ πληγῇ τοῦ Βαλτάσαρ
8.1.261
μετὰ τὴν ἀσέβειαν νύκτωρ ἀναιρε θέντος. Δοκεῖ δέ μοι λίαν βραχὺν βεβασιλευκέναι
8.1.262
χρόνον οὗτος ὁ Δαρεῖος. Ὁ γὰρ μακάριος Δανιὴλ, ὡς ἤδη λοιπὸν πληρωθέντα τὸν
8.1.263
τῆς αἰχμαλωσίας ὅρον ἰδὼν, καὶ τὸν τῶν ἑβδομήκοντα ἐτῶν συλλογισάμε νος
8.1.264
ἀριθμὸν, ὃν διὰ τοῦ προφήτου Ἱερεμίου προεῖ πεν ὁ τῶν ὅλων Θεὸς, τὴν ὑπὲρ τοῦ
8.1.265
λαοῦ ἱκετηρίαν προσφέρειν ἄρχεται τῷ Δεσπότῃ. Ἐπληρώθη δὲ ὁ χρόνος ἐπὶ Κύρου
8.1.266
τοῦ Περσῶν βασιλέως, ὡς ὁ μα κάριος Ἔσδρας φησίν· εὐθὺς γὰρ ἐν ἀρχῇ τοῦ
8.1.267
συγγράμματος, μετὰ τὰ προοίμια, ἐν συντόμῳ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων
8.1.268
μνημονεύσας, καὶ τοῦ τῆς πατρίδος ἀνδραποδισμοῦ, καὶ τῆς εἰς Βαβυλῶνα τῶν
8.1.269
αἰχμαλώτων μετοικίας, ἐπήγαγε·" Καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ, μέχρι
8.1.270
τοῦ βασι λεῦσαι Πέρσας, εἰς πλήρωσιν τοῦ ῥήματος τοῦ Κυ ρίου ἐν στόματι Ἱερεμίου,
8.1.271
ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ Σάββατα αὑτῆς, πάντα χρόνον τῆς ἐρημώ σεως αὑτῆς
8.1.272
σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδο μήκοντα βασιλεύοντος Κύρου Περσῶν ἔτους
8.1.273
πρώ του, εἰς συντέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου." Λέγει δὲ καὶ ὁ
8.1.274
θειότατος Ἱερεμίας οὕτως·" Ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι τὴν πα τριὰν τοῦ
8.1.275
βοῤῥᾶ, τὸν Ναβουχοδονόσορ βασιλέα Βα βυλῶνος τὸν δοῦλόν μου, καὶ ἄξω αὐτὸν
8.1.276
ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ
8.1.277
κύκλῳ αὐτῶν, καὶ ἐξερη μώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς
8.1.278
ὀνειδισμὸν αἰώνιον, καὶ ἀφελῶ ἀπ' αὐτῶν φωνὴν χαρᾶς, καὶ φωνὴν εὐφροσύνης,
8.1.279
καὶ φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου, καὶ φῶς λύχνου, καὶ ἔσται ἡ
8.1.280
γῆ αὐτῆς πᾶσα εἰς ἀφανισμὸν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη.
8.1.281
Καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδι κήσω ἐπὶ τὸν βασιλέα Βαβυλῶνος,
8.1.282
καὶ ἐπὶ τὸ ἔθνος ἐκεῖνο, φησὶ Κύριος, τὰς ἀνομίας αὐτῶν, καὶ ἐπὶ γῆν Χαλδαίων, καὶ
8.1.283
θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον." Ὁ μὲν οὖν μακάριος Ἱερεμίας ᾐνίξατο
8.1.284
συμπληροῦσθαι τῆς αἰχμαλωσίας τὸν χρόνον ἐν τῇ καταλύσει τῆς Χαλδαϊκῆς
8.1.285
βασιλείας· ὁ δὲ Ἔσδρας καὶ σαφέστερον τοῦτο πεποίηκε, τοῦ Κύρου ποιησά μενος
8.1.286
μνήμην. Εὑρίσκομεν δὲ καὶ τὸν θειότατον Ζαχαρίαν ἑτέρως τοῦτον ἀριθμοῦντα τὸν
8.1.287
χρόνον. Μετὰ γὰρ τὴν τοῦ Κύρου τελευτὴν, καὶ Καμβύσου τοῦ υἱέως αὐτοῦ, τοῦ
8.1.288
Δαρείου τοῦ Ὑστάσπου τὸΠερσῶν ἀναδησαμένου κράτος, τοῦ χρόνου μνημο
8.1.289
νεύσας ὁ προφήτης·" Τῇ τετράδι γὰρ, φησὶ, καὶ εἰκάδι τοῦ ἑνδεκάτου μηνὸς, οὗτός
8.1.290
ἐστιν ὁ μὴν Σα βὰτ, ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς
8.1.291
Ζαχαρίαν τὸν Βαραχίου, υἱοῦ Ἀδδὼ, τὸν προφήτην." Καὶ ἐπήγαγε μετὰ βραχέα·" Καὶ
8.1.292
ἀπεκρίθη ὁ ἄγγελος Κυρίου, καὶ εἶπε· Κύριε παν τοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς
8.1.293
τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα ἃς περιεῖδες; Τοῦτο ἑβδομη κοστὸν ἔτος." Καί
8.1.294
τινες μὲν τῶν ἀπιστίαν νοσούν των διαφωνεῖν τοὺς ἁγίους νομίζουσι προφήτας· οἱ
8.1.295
δὲ τοῖς ἱεροῖς λόγοις ἐντεθραμμένοι, ὑπὸ τῆς θείας φωτιζόμενοι χάριτος, τὴν τῶν
8.1.296
ἁγίων προφητῶν εὑ ρίσκουσι συμφωνίαν. Φέρε τοίνυν, ἐκείνης τῆς αἴγλης τυχεῖν
8.1.297
ἱκετεύσαντες, δήλην αὐτὴν τοῖς ἀγνο οῦσι ποιήσωμεν. Τὸν μὲν οὖν χρόνον τῆς
8.1.298
αἰχμαλω σίας συμφώνως τεθείκασιν ἅπαντες, ὅ τε θεῖος Ἱε ρεμίας, ὅ τε θεσπέσιος
8.1.299
Ζαχαρίας, καὶ ὁ μακάριος Ἔσδρας· τὸν ἑβδομηκοντούτην γὰρ ἀριθμὸν τεθεί κασιν
8.1.300
ἅπαντες· οὐκ ἀπὸ τῶν αὐτῶν δὲ καιρῶν ἀριθμεῖν ἀρχόμενοι τοῦτον τὸν χρόνον, οἱ
8.1.301
μὲν εἰς Κῦρον, οἱ δὲ εἰς Δαρεῖον, τοῦτον καταλήγειν ἔφασαν τὸν ἀριθμόν. Οἱ μὲν γὰρ
8.1.302
περὶ τὸν μακάριον Ἱερεμίαν καὶ Ἔσδραν, ἀπὸ τῆς ἀρχῆς τῆς πρώτης αἰχμαλω σίας
8.1.303
ἀριθμοῦντες, εἰκότως μέχρι Κύρου, τοῦ Περσῶν βασιλέως, τὰ ἑβδομήκοντα
8.1.304
περιορίζουσιν ἔτη. Ὁ δὲ θειότατος Ζαχαρίας ἀπὸ τῆς τελευταίας πολιορκίας, ἐν ᾗ τὴν
8.1.305
πανωλεθρίαν ὑπέμειναν, ἀριθμῶν, ἐπὶ Δα ρείου τοῦ Περσῶν βασιλέως, τὸν τῶν
8.1.306
ἑβδομήκοντα ἐτῶν ἀριθμὸν συμπληροῦσθαί φησι· καὶ γὰρ ἐπὶ τούτου τῷ ὄντι ὁ θεῖος
8.1.307
ἀνῳκοδομήθη νεώς. Ἐπειδὴ γὰρ τρὶς ὁ λαὸς αἰχμάλωτος γέγονε, πρῶτον μὲν ἐπὶ
8.1.308
Ἰωακεὶμ, τοῦ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, τὸ δὲδεύτερον ἐπὶ Ἰεχονίου, τοῦ υἱοῦ
8.1.309
Ἰωακεὶμ, τὸ δὲ τρίτον ἐπὶ Σεδεκίου, τοῦ ἀδελφοῦ μὲν τοῦ Ἰωακεὶμ, θείου δὲ τοῦ
8.1.310
Ἰεχονίου, ἀναγκαίως τρὶς καὶ τῆς ἐπαν όδου τυγχάνουσι. Πρῶτον μὲν γὰρ ἀφίησιν
8.1.311
αὐτοὺς Κῦρος ὁ Πέρσης, εἶτα Δαρεῖος ὁ υἱὸς Ὑστάσπου, ἔπειτα Ἀρταξέρξης ὁ Ξέρξου,
8.1.312
ἡνίκα πρότερον μὲν τὸν Ἔσδραν, μετ' ἐκεῖνον δὲ τὸν Νεεμίαν ἀπέστειλεν, ὥστε τὰ
8.1.313
τῆς Ἱερουσαλὴμ ἀνοικοδομῆσαι τείχη. Τῶν μὲν οὖν πρώτων αἰχμαλώτων
8.1.314
γεγενημένων ὁ ἑβδομηκονταέτης πληροῦται χρόνος ἐπὶ Κύρου τοῦ Πέρσου· τῆς δὲ
8.1.315
τοῦ ναοῦ ἐρημίας ὁ αὐτὸς οὗτος χρόνος λαμβάνει τέλος ἐν τῷ δευτέρῳ ἔτει Δαρείου
8.1.316
τοῦ Ὑστάσπου, ὡς εἶναι προφητείαν ἑκατέραν, τὴν Ἱερεμίου τε καὶ Ζαχαρίου,
8.1.317
ὡσαύτως δὲ καὶ τὴν τοῦ Ἔσδρα συγγραφὴν, ἀψευδῆ τε καὶ ἀληθῆ. Τοῦτον, φησὶ, τὸν
8.1.318
χρόνον ὁ μακάριος Δανιὴλ συνιεὶς, καὶ ἀριθμήσας, καὶ εὑρὼν πλησιάζοντα· γʹ.
8.1.319
" Ἔδωκα τὸ πρόσωπόν μου, φησὶ, πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν
8.1.320
καὶ δέησιν ἐν νηστείαις, καὶ σάκκῳ καὶ σποδῷ." Οὐ γὰρ, φησὶν, ἁπλῶς ἀνέμενον τὴν
8.1.321
τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, ἀλλ' ἱκετείαν τῷ Δεσπότῃ προσέφερον, τὴν ἐλευθε
8.1.322
ρίαν τοῖς ὁμοφύλοις αἰτῶν. Κἂν γὰρ μυριάκις ὑπόσχηται ἀγαθὰ, ἀναξίους δὲ
8.1.323
ἡμᾶς αὐτοὺς τῆς δωρεᾶς καταστήσωμεν, ἐμπόδιον γινόμεθα τῇ θείᾳ φιλοτι μίᾳ.
8.1.324
Τοῦτο δὲ καὶ δι' Ἐζεκιὴλ τοῦ προφήτου φησὶν ὁ Θεός·" Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ
8.1.325
βασιλείαν, τοῦ ἀνοικοδομεῖν καὶ καταφυτεύειν, καὶ ἔσται, ἐὰν στραφὲν τὸ ἔθνος
8.1.326
ἐκεῖνο ποιήσῃ πονηρὰ, οὐ μὴ ἐπ αγάγω ἐπ' αὐτὸ πάντα τὰ ἀγαθὰ ἃ ἐλάλησα." Ταῦτα
8.1.327
πεπαιδευμένος ὁ μακάριος Δανιὴλ," νηστείᾳ, καὶ σάκκῳ, καὶ σποδῷ," τὴν προσευχὴν
8.1.328
πτερώσας προσέφερεν τῷ Θεῷ. δʹ." Καὶ προσηυξάμην, φησὶ, πρὸς Κύριον τὸν Θεόν
8.1.329
μου, καὶ ἐξωμολογησάμην, καὶ εἶπον· Κύριε ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστὸς, ὁ
8.1.330
φυλάσσων τὴν δια θήκην καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσί σε, καὶ φυλάτ τουσι τὰ
8.1.331
προστάγματά σου." Καλεῖ δὲ μέγαν καὶ θαυμαστὸν, ὡς μεγάλα καὶ θαυμαστὰ ποιεῖν
8.1.332
δυνά μενον. Ἀπὸ γὰρ τῶν ἐνεργειῶν οἱ θεῖοι ἄνδρες τὰς θείας προσηγορίας τιθέναι
8.1.333
φιλοῦσι." Φυλάττειν δὲ καὶ αὐτὸν ἔφη τὴν διαθήκην καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσιν
8.1.334
αὐτὸν," τῶν πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἀναμιμνήσκων ἐπαγγελιῶν. Μετὰ
8.1.335
πάσης δὲ ἀκριβείας εὐχόμενος, διδάσκει, ὅτι οὐχ ἁπλῶς φυλάττει, ἀλλὰ" τοῖς
8.1.336
ἀγαπῶσιν αὐτὸν, καὶ φυλάτ τουσι τὰς ἐντολὰς αὐτοῦ." Εἰ γάρ τις, φησὶ, παραβῇ σου
8.1.337
τὰ προστάγματα, ἀνάξιον ἑαυτὸν τῶν ὑποσχέ σεών σου καθίστησι. Τοῦτο δὲ καὶ ἡμῖν
8.1.338
συνέβη. εʹ." Ἡμάρτομεν γὰρ, φησὶν, ἠδικήσαμεν, ἠσεβή σαμεν καὶ ἐξεκλίναμεν ἀπὸ
8.1.339
τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου." Σφόδρα δὲ προσφόρως ἐπὶ τοῦ Θεοῦ
8.1.340
τὰς ἐντίμους ἐκείνας καὶ θαυμαστὰς τεθεικὼς προσηγορίας, τὰς ἐκ διαμέτρου
8.1.341
ἐναντίας σφίσιν αὐ τοῖς ἐπιτέθεικεν. Οὐκ ἠρκέσθη δὲ τῷ εἰπεῖν ἡμάρ τομεν, ἀλλὰ καὶ
8.1.342
τὸ" ἠδικήσαμεν καὶ ἠσεβήσαμεν" προσέθηκεν, ἀγνώμονες περὶ τὰς σὰς εὐεργεσίας
8.1.343
γενόμενοι. Ἠσεβήσαμεν δὲ, ἄλλους ἀντὶ σοῦ θεοὺς προελόμενοι, ἀψύχους,
8.1.344
ἀναισθήτους, οὐδεμίαν κεκτη μένους ἰσχύν. Εἶτα δεικνὺς τὴν διηνεκῶς εἰς αὐτοὺς
8.1.345
γινομένην τοῦ Θεοῦ κηδεμονίαν, καὶ τὴν πολλὴν τοῦ λαοῦ ἀναλγησίαν, ἐπήγαγε· ʹ.
8.1.346
" Καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί
8.1.347
σου πρὸς τοὺς βασιλεῖς ἡμῶν, καὶ πρὸς τοὺς ἄρχοντας ἡμῶν, καὶ πρὸς τοὺς πατέρας
8.1.348
ἡμῶν, καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς." Οὐ γὰρ ἐπαύσατό σου ἡ χάρις ἐποπτεύουσά
8.1.349
τε ἡμᾶς, καὶ διὰ τῶν προφητῶν διαλεγο μένη, ποτὲ μὲν βασιλεῦσι καὶ ἄρχουσι, ποτὲ
8.1.350
δὲ ἱε ρεῦσι καὶ διδασκάλοις (τούτους γὰρ πατέρας ἐκάλεσε), πολλάκις δὲ καὶ παντὶ
8.1.351
τῷ λαῷ· ἀλλὰ καὶ τούτων οὕτω γενομένων ἡμεῖς διετελέσαμεν ἀντιλέγοντες. Διὸ
8.1.352
εἰκότως προστέθεικεν· ζʹ." Σοὶ, Κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνητοῦ
8.1.353
προσώπου, ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, καὶ
8.1.354
παντὶ Ἰσραὴλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν, ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ
8.1.355
ἐν ἀθετήσει αὐτῶν, ᾗ ἠθέτη σάν σε, Κύριε." Τὰ μὲν γὰρ, φησὶν, ὑπὸ σοῦ γε γενημένα,
8.1.356
Δέσποτα, τὴν σὴν κηρύττει δικαιο σύνην· ἡμεῖς δὲ διὰ τὴν πολλὴν ἡμῶν παρανομίαν
8.1.357
ἐν αἰσχύνῃ γενόμενοι, τῆς ἰδίας ἀγνωμοσύνης κατ ηγοροῦμεν. Σοὶ μὲν γὰρ ἐκ τῆς
8.1.358
ἡμετέρας ἀσεβείας οὐδεμία προσεγένετο βλάβη· ἡμεῖς δὲ τῶν σπερμά των ἐδεξάμεθα
8.1.359
τοὺς καρποὺς, καὶ ἐλεεινῶς, ὅτι τῶν ὁμοφύλων κατηγορῶν, καὶ ἑαυτὸν τοῖς παρα
8.1.360
βάταις συνάπτει. ηʹ." Ἡμῖν, φησὶν, ἡ αἰσχύνη τοῦ προσώπου, καὶ τοῖς βασιλεῦσιν
8.1.361
ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πα τράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι."
8.1.362
Ἱκανὸν δὲ τού των ἕκαστον εἰς ἔλεον ἐπικάμψαι καὶ τὸν ὠμότατον, μήτιγε τὸν
8.1.363
ἡμερώτατον καὶ φιλανθρωπότατον. Δεί κνυσι γὰρ διὰ τῶν λόγων οὐ τοὺς εὐτελεῖς
8.1.364
τοῦ λαοῦ καὶ ἀφανεῖς μόνους αἰσχύνης ἀναπλησθέντας, ἀλλὰ καὶ αὐ τοὺς τοὺς
8.1.365
βασιλέας, καὶ τοὺς ἄρχοντας, καὶ τοὺς ἱερέας· τούτους γὰρ πατέρας ὠνόμασε. Καὶ
8.1.366
δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, προστέθεικεν·" Οἵτινες ἡμάρ τομέν σοι." Ἀλλ' ἡμεῖς
8.1.367
μὲν ἀξίους ἐκομισάμεθα τῆς παρανομίας τοὺς καρπούς· θʹ." Τοῦ Κυρίου δὲ Θεοῦ
8.1.368
ἡμῶν οἱ οἰκτιρμοὶ καὶ ἱλασμοί." Πρέπει γάρ σοι, ἡμέρῳ ὄντι καὶ φιλαν θρώπῳ, ἐλέῳ
8.1.369
καὶ οἴκτῳ περὶ ἡμᾶς χρήσασθαι. Καὶ ἐπιμένων τῇ τῆς παρανομίας κατηγορίᾳ (ἤκουσε
8.1.370
γὰρ τοῦ Θεοῦ δι' ἑτέρου προφήτου λέγοντος·" Λέγε σὺ τὰς ἀνομίας σου πρῶτον, ἵνα
8.1.371
δικαιωθῇς"), οἰκειοῦται τὴν τοῦ λαοῦ παρανομίαν, καὶ τὴν ταύ της ποιεῖται
8.1.372
κατηγορίαν, τὸν θεῖον ἔλεον ἐπαγ γέλλων. ιʹ." Ὅτι ἀπέστημεν, φησὶ, καὶ οὐκ
8.1.373
εἰσηκούσα μεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ,
8.1.374
οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν ἐν χειρὶ τῶν δούλων αὑτοῦ τῶν προφητῶν."
8.1.375
Φωτιζό μενοι γὰρ, φησὶν, ὑπὸ τῶν προφητῶν, καὶ ποδηγού μενοι πρὸς τὸ δέον,
8.1.376
ἀντιλέγοντες πάντα τὸν χρόνον διετελέσαμεν. ιαʹ." Καὶ πᾶς Ἰσραὴλ παρέβησαν τὸν
8.1.377
νόμον σου, καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου." Εἰ γὰρ οἱ μὲν παρέβησαν,
8.1.378
οἱ δὲ φύλακες ἀκριβεῖς τῶν σῶν νόμων ἐγένοντο, οὐκ ἂν τὴν συμφορὰν ὑπέμει ναν
8.1.379
ταύτην· ἐπειδὴ δὲ κοινὴ παρὰ πάντων ἡ παρα νομία τετόλμηται, εἰκότως φησίν·
8.1.380
" Ἐπῆλθεν ἐφ' ἡμᾶς ἡ κατάρα, καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῷ νόμῳ Μωσῆ δούλου
8.1.381
τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ." Ὅρκον δὲ καλεῖ τὸν ἐν τῷ Δευτερονομίῳ ὑπὸ τοῦ
8.1.382
Θεοῦ γεγενημένον·" Ἀρῶ γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ
8.1.383
δεξιᾷ μου, καὶἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα, ὅτι παροξυνῶ ὡς ἀστρα πὴν τὴν
8.1.384
μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἐκδικήσω, καὶ ἀνταποδώσω
8.1.385
δίκην τοῖς ἐχθροῖς μου, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ'
8.1.386
αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀφ' αἵματος τραυματιῶν, καὶ αἰχμαλωσίας,
8.1.387
ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν." Καὶ μικρὸν πρὸ τούτων φησίν·" Εἶπον· Διασπερῶ
8.1.388
αὐτοὺς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐ τῶν." Τὴν δὲ κατάραν, τὴν ὑπὸ
8.1.389
τῶν ἓξ φυλῶν, τὴν ἐν τῷ ὄρει τῷ Γεβὰλ γεγενημένην λέγει. Ἐκεῖνος τοίνυν, φησὶν,
8.1.390
ὁ ὅρκος, καὶ ἡ κατάρα ἡ ἐν τῷ νόμῳ Μωσέως γεγενημένη, πέρας ἔλαβεν ἐφ' ἡμῶν.
8.1.391
ιβʹ." Καὶ ἔστησε τοὺς λόγους αὑτοῦ, οὓς ἐλάλησεν ἐφ' ἡμᾶς, καὶ ἐπὶ τοὺς κριτὰς
8.1.392
ἡμῶν, καὶ ὅσοι ἔκριναν ἡμᾶς, ἐπαγαγεῖν ἐφ' ἡμᾶς κακὰ μεγάλα." Καὶ δεικνὺς τὴν
8.1.393
τῶν κακῶν ὑπερβολὴν," Οἷα, φησὶν, οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ κατὰ
8.1.394
τὰ γενόμενα ἐν Ἱερουσαλήμ." Οὐ γὰρ εὑρίσκω, φησὶ, παράδειγμα τῶν ἡμετέρων
8.1.395
κακῶν. Εἶτα διδάσκων τῆς θείας προῤῥήσεως τὸ ἀψευδές· ιγʹ." Καθὼς, φησὶ,
8.1.396
γέγραπται ἐν τῷ νόμῳ Μω σέως." Καὶ τῆς τιμωρίας ἐμφαίνων τὸ δίκαιον," Πάντα,
8.1.397
φησὶ, τὰ κακὰ ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ
8.1.398
ἡμῶν, ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν, καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου,
8.1.399
Κύριε." Οὐδὲ γὰρ τῶν τοσού των ἡμῖν καὶ τηλικούτων ἐπενεχθεισῶν συμφορῶν,
8.1.400
μεταμελείᾳ χρήσασθαι ἠβουλήθημεν, καὶ παύσασθαι μὲν τῆς προτέρας παρανομίας,
8.1.401
θεραπεῦσαι δέ σε τῇ φυλακῇ τῶν νόμων. Διό φησιν· ιδʹ." Ἐγρηγόρησε Κύριος ὁ Θεὸς
8.1.402
ἡμῶν ἐπὶ τὴν κακίαν ἡμῶν, καὶ ἤγαγεν αὐτὴν ἐφ' ἡμᾶς." Ὥσπερ γάρ τινα ὕπνον τὴν
8.1.403
μακροθυμίαν ἀποσεισάμενος, τὴν ἀξίαν τῶν πεπολιτευμένων ἡμῖν ἐπήγαγε
8.1.404
τιμωρίαν· ὅτι Ἅγιος, φησὶ, Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὑτοῦ ἣν
8.1.405
ἐποίησε, διότι οὐκ εἰσηκού σαμεν τῆς φωνῆς αὐτοῦ." Αὐτὸς μὲν γὰρ, φησὶν, ἀθῶός
8.1.406
ἐστι, καὶ οὐδεμιᾶς μέμψεως ἐφ' οἷς ἐποίησεν ἄξιος· ἡμεῖς δὲ δυσσεβείᾳ καὶ πονηρίᾳ
8.1.407
συζήσαντες τὴν τιμωρίαν ἐπεσπασάμεθα. Οὕτω τῆς παρανομίας τὴν κατηγορίαν
8.1.408
ποιησάμενος, ἱκετεύει λοιπὸν καὶ τὴν φιλανθρωπίαν αἰτεῖ. ιεʹ, ι ʹ." Καὶ νῦν, Κύριε ὁ
8.1.409
Θεὸς ἡμῶν, ὃς ἐξήγα γες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κρα ταιᾷ, καὶ
8.1.410
ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡ ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν· Κύριε, ἐν πάσῃ
8.1.411
ἐλεημο σύνῃ σου ἀποστραφήτω δὴ ὁ θυμός σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλὴμ,
8.1.412
ὄρους ἁγίου σου." Ἀναμιμνήσκει τῶν προτέρων εὐεργεσιῶν, τῇ εὐγνωμοσύνῃ
8.1.413
81. 1465 τῆς μνήμης τὸν ἔλεον ἐπισπώμενος, καί φησι· Ῥᾴδιόν σοι, Δέσποτα, τὴν
8.1.414
ἐλευθερίαν ἡμῖν χαρί σασθαι· καὶ γὰρ ἤδη θαυματουργίαις μυρίαις, καὶ τιμωρίαις
8.1.415
κατὰ τῶν Αἰγυπτίων χρησάμενος, τῆς πικρᾶς δουλείας ἐκείνης τὸν σὸν λαὸν
8.1.416
ἠλευθέρωσας, ὡς εἰς ἅπαντας ἀνθρώπους τῶν γεγενημένων θαυμά των τὴν φήμην
8.1.417
δραμεῖν, καὶ τὴν σὴν δύναμιν ἅπασι γενέσθαι δήλην. Καὶ ἐπειδὴ ἡμεῖς ἡμάρτομεν,
8.1.418
καὶ τῆς σῆς φιλανθρωπίας ἀναξίους ἡμᾶς αὐτοὺς ἀπεφήναμεν, τὴν σὴν πόλιν
8.1.419
ἱκετεύομεν τῆς σῆς ἀξιωθῆναι φειδοῦς, καὶ τὸ ὄρος ἐκεῖνο, ὃ διὰ τῆς σῆς ἐπιφανείας
8.1.420
ἅγιον ἀπέφηνας. Καὶ ἐπιμένων τῇ ὑπὲρ τῆς πόλεως ἱκετείᾳ," Ὅτι ἐν ταῖς ἁμαρτίαις
8.1.421
ἡμῶν, φησὶ, καὶ ταῖς ἀδικίαις ἡμῶν, καὶ τῶν πα τέρων ἡμῶν, Ἱερουσαλὴμ καὶ ὁ λαός
8.1.422
σου εἰς ὀνει δισμὸν ἐγένοντο ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν." Διὰ γὰρ τὰς ἡμετέρας
8.1.423
παρανομίας, καὶ ἁμαρτίας τῶν πατέρων ἡμῶν, ἡμεῖς τε τοῖς ὁμόροις ἐπίχαρτοι
8.1.424
γεγενήμεθα, καὶ ἡ πολυθρύλλητος καὶ ἀοίδιμος πόλις τὴν ἐρημίαν ὑπέμεινεν. ιζʹ.
8.1.425
" Καὶ νῦν εἰσάκουσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῆς προσευχῆς τοῦ δούλου σου, καὶ τῶν
8.1.426
δεήσεων αὐτοῦ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον."
8.1.427
Δέξαι, φησὶ, τοῦ δούλου σου τὴν δέησιν, Δέσποτα, καὶ βλέπε τὴν ἐρήμωσιν τοῦ
8.1.428
ἁγιασθέντος ὑπὸ σοῦ τόπου, καὶ τῆς σῆς αὐτὸν αὖθις πλήρωσον χάριτος. Καὶ ἐπειδὴ
8.1.429
ἀνάξιος ἦν ὁ λαὸς τούτων τυχεῖν, σφόδρα ἁρμοδίως ἐπήγαγεν·" Ἕνεκέν σου, Κύριε."
8.1.430
Τὰ σαυτῷ, φησὶ, πρέποντα ποίησον, Δέσποτα, καὶ μὴ τὰς ἡμετέρας λογίσῃ
8.1.431
παρανομίας, ἀλλὰ τὰς ἀεν νάους τῆς σῆς φιλανθρωπίας πηγάς. Καὶ ἐπιμένων τῇ
8.1.432
προσευχῇ· ιηʹ." Κλῖνον, φησὶν, ὁ Θεός μου, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς
8.1.433
ὀφθαλμούς σου, καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν, καὶ τῆς πόλεώς σου." Καὶ ἔτι πλεῖον
8.1.434
προσοικειῶν αὐτῷ τὴν πόλιν ἔφη·" Ἐφ' ἧ ἐπικέκληταί σου τὸ ὄνομα ἐν αὐτῇ." Τὸ δὲ,
8.1.435
" Κλῖνον τὸ οὖς σου, καὶ ἄνοιξον τοὺς ὀφθαλμούς σου," ἀντὶ τοῦ, Μὴ ἀποστραφῇς
8.1.436
μου τὴν δέησιν, ἀλλὰ μετ' εὐμενείας ἄκουσόν μου τῆς προσευχῆς. Οἶδε γὰρ καὶ
8.1.437
αὐτὸς, ὡς τὸ Θεῖον ἀσώματον, ἑτέρως δὲ ἄνθρω πος ὢν οὐκ οἶδε διαλεχθῆναι Θεῷ.
8.1.438
Ἀλλ' ἐπειδὴ τῶν ἀνθρώπων ἕκαστος διὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾷ, διὰ δὲ τῶν ὤτων
8.1.439
ἀκούει, τέθεικε ταῦτα καὶ ἐπὶ τοῦ ἀσωμάτου Θεοῦ, τὰς ἐνεργείας οὕτω καλῶν.
8.1.440
Τούτοις ἐπάγει·" Ὅτι οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς ῥίπτομεν τὸν οἰκτιρμὸν
8.1.441
ἡμῶν ἐνώπιόν σου, ἀλλ' ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλοὺς, Κύριε." Οὐ γὰρ ταῖς
8.1.442
δικαιοσύναις ἡμῶν, φησὶν, θαῤῥοῦντες τὴν σὴν αἰτοῦμεν φιλανθρωπίαν, ἀλλὰ τῷ
8.1.443
σῷ πε ποιθότες ἐλέῳ τολμῶμεν τὴν δέησιν. ιθʹ." Εἰσάκουσον οὖν, Κύριε, ἱλάσθητι,
8.1.444
Κύριε, πρόσχες, Κύριε· μὴ χρονίσῃς ἕνεκέν σου, ὁ Θεόςμου." Ἄξιον δὲ
8.1.445
θαυμάσαι τῶν εἰρημένων τὴν τάξιν. Ἱκετεύει γὰρ τὸν Θεὸν, πρῶτον μὲν ἀκοῦσαι τῆς
8.1.446
προσευχῆς, καὶ μὴ ἀπώσασθαι τὴν ἱκετηρίαν· εἶτα ἀκούσαντα ἵλεων γενέσθαι, ἵλεων
8.1.447
δὲ γενόμενον προσέχειν εὐμενῶς, δείξαντα δὲ τὴν οἰκείαν εὐμέ νειαν ποιῆσαι καὶ
8.1.448
πληρῶσαι τὴν ἱκετείαν. Τούτοις ἐπήγαγε· Μὴ χρονίσῃς, ἀντὶ τοῦ, Μὴ ἀναβάλῃ τὴν
8.1.449
δέησιν εἰς ἕτερον χρόνον, ἀλλ' αὐτίκα τῆς ἐπι φανείας ἡμᾶς ἀξίωσον. Καὶ τῆς εὐχῆς
8.1.450
δὲ τὸ τέλος τῆς τοῦ Δανιὴλ ταπεινοφροσύνης ἄξιον." Ἕνεκέν σου, φησὶν, ὁ Θεός
8.1.451
μου." Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἄξιος τοῦ ταύτην λαβεῖν τὴν χάριν· ἀλλ'" Ὅτι τὸ ὄνομά
8.1.452
σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου, καὶ ἐπὶ τὸν λαόν σου." Οὕτως αἰτήσας, καὶ μετὰ
8.1.453
τοσαύτης προθυμίας τὴν ὑπὲρ τῶν ὁμοφύλων ἱκετηρίαν προσ ενεγκὼν, καὶ
8.1.454
ἀντιβολήσας μὴ χρονίσαι τὸν Θεὸν, παραυτίκα τῆς θείας ἀποκρίσεως ἀπολαύει. κʹ.
8.1.455
" Ἔτι γάρ μου, φησὶ, λαλοῦντος, καὶ προσ ευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἀνομίας
8.1.456
μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ Ἰσραὴλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον
8.1.457
Κυρίου τοῦ Θεοῦ μου. Καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ,
8.1.458
ὃν εἶδον ἐν τῇ ὁράσει μου ἐν ἀρχῇ, πετόμενος." Ταύτην, φησὶ, τὴν ἱκετείαν
8.1.459
προσφέρων, καὶ τῆς κοι νῆς ἡμῶν παρανομίας κατηγορῶν, μηδέπω πέρας ἐπιθεὶς τῇ
8.1.460
προσευχῇ, ὁρῶ τὸν Γαβριὴλ πετόμενον, καὶ πρὸς ἐμὲ θέοντα· ἔγνων δὲ τίς ἐστιν, ἤδη
8.1.461
πρό τερον ὄναρ αὐτὸν θεασάμενος· καὶ τὴν προσηγορίαν δὲ αὐτοῦ ἔμαθον, ἀκούσας
8.1.462
τηνικαῦτα τοῦ Δεσπότου καλέσαντος, καὶ προστάξαντος· Γαβριὴλ, συνέτισον
8.1.463
ἐκεῖνον τὴν ὅρασιν. Ἄνδρα δὲ αὐτὸν κέκληκεν ἀπὸ τῆς θέας τὴν προσηγορίαν
8.1.464
τεθεικώς. Καὶ γὰρ ἐν ἐκείνῳ τῷ ἐνυπνίῳ φησίν·" Ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις
8.1.465
ἀνδρός." Οὗ χάριν καὶ ἐν ταῦθά φησιν·" Ἰδοὺ ὁ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει
8.1.466
μου ἐν ἀρχῇ, πετόμενος." Πετᾶσθαι δὲ καὶ αὐτὸν ἔφη ὀξέως διατέμνοντα τὸν ἀέρα,
8.1.467
καὶ παρ' αὐτὸν θέοντα θεασάμενος." Καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς."
8.1.468
Ἀντὶ τοῦ, κατὰ τὸν και ρὸν τῆς ἑσπερινῆς λατρείας, ἢ τοσοῦτον καιρὸν, ὅσον ἡ
8.1.469
ἑσπερινὴ κατέχει λατρεία. κβʹ, κγʹ." Καὶ ἐλάλησε μετ' ἐμοῦ, καὶ εἶπε· Δανιὴλ, νῦν
8.1.470
ἐξῆλθον συμβιβάσαι σε σύνεσιν. Ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ
8.1.471
ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐν νοήθητι ἐν τῷ ῥήματι,
8.1.472
καὶ σύνες ἐν τῇ ὀπτασίᾳ." Εὐθὺς, φησὶν, ἡνίκα ἤρξω προσεύχεσθαι, δεξάμενος ὁ
8.1.473
κοινὸς Δεσπότης τὴν ἱκετείαν, καὶ θεασάμενός σου τὴν ἀγαθὴν ἐπιθυμίαν, ἀπέστειλέ
8.1.474
με διδάξαι σε τὰ ἐσόμενα. Σὺ δὲ ἀκριβῶς πρόσεχε τοῖς λεγομένοις· βαθύτερα γὰρ ἢ
8.1.475
κατὰ ἄνθρωπον τὰ λεχθησόμενα. Τοῦτο γὰρ λέγει· Σύνες ἐν τῇ ὀπτασίᾳ· τουτέστιν,
8.1.476
81. 1469 αἰνιγματωδῶς ταῦτα λεχθήσεται, καὶ δεῖ σοι κατα νοήσεως ἀκριβοῦς εἰς τὸ
8.1.477
νοῆσαι ταῦτα. Αἰνιγμα τωδῶς δέ ἐστιν ὅτε τὰ θεῖα λέγεται καὶ γράφεται, ἵνα μὴ
8.1.478
πᾶσιν ᾖ δῆλα τὰ τοῖς ἁγίοις ἀποκαλυπτό μενα· οὕτω γὰρ ἂν εὐκαταφρόνητα
8.1.479
ἐγεγόνει ὁμοίως ὑπὸ πάντων γνωριζόμενα. Ἄνδρα δὲ αὐτὸν ἐπι θυμιῶν καλεῖ, ἢ ὡς
8.1.480
νηστείᾳ καὶ κακουχίᾳ ἑαυτὸν ἐκδεδωκότα, καὶ ἀνδρείως κατὰ τῶν τοῦ σώματος
8.1.481
ἐπιθυμιῶν ἀγωνιζόμενον, ἢ ὡς ἐπιθυμοῦντα γνῶναι, καὶ μαθεῖν ἐφιέμενον τὰ τῷ
8.1.482
λαῷ συμβησόμενα, ἢ ὅτι ἐράσμιός ἐστι καὶ λίαν ἐπέραστος, τὰς τῆς ἀρε τῆς
8.1.483
μαρμαρυγὰς ἀφιείς. Οὕτω διεγείρας τὸν προφή την ὁ θεῖος ἀρχάγγελος εἰς τὴν τῶν
8.1.484
ῥηθησομένων κατανόησιν, τὴν διδασκαλίαν προσφέρει. κδʹ." Ἑβδομήκοντα
8.1.485
ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ἕως
8.1.486
τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι
8.1.487
ἁμαρ τίαν, καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλά σασθαι ἀδικίαν, καὶ τοῦ ἀγαγεῖν
8.1.488
δικαιοσύνην αἰώ νιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι
8.1.489
Ἅγιον ἁγίων." Πρὸ τῶν ἄλλων ἁπάντων ἐπισημήνασθαι δεῖ, ὅτι τοῦ προφήτου ἐν τῇ
8.1.490
προσ ευχῇ τῷ Θεῷ λέγοντος περί τε τοῦ λαοῦ καὶ τῆς Ἱερουσαλήμ·" Ὁ λαός σου, καὶ
8.1.491
ἡ πόλις σου, καὶ τὸ ἅγιόν σου." Ἀντιστρέφων ὁ Θεὸς λέγει τῷ Δανιήλ·
8.1.492
" Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν
8.1.493
ἁγίαν σου·" ὥσπερ οὐκ ἀξιῶν τὸν λαὸν ἑαυτοῦ καλεῖν τὸν πάλαι αὐτοῦ
8.1.494
ὠνομασμένον λαὸν, οὔτε μὴν τὴν πόλιν τὴν ὡσαύτως αὐτοῦ πάλαι
8.1.495
προσαγορευομένην. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε Μωσέως. Ἡνίκα γὰρ τὸν
8.1.496
μό σχον τεκτηνάμενοι τὸ θεῖον αὐτῷ προσήνεγκαν σέβας, ἔφη πρὸς τὸν προφήτην ὁ
8.1.497
Θεὸς·" Σπεῦσον, κατά βηθι τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες
8.1.498
ἐξ Αἰγύπτου." Φησὶ τοίνυν ὁ Θεὸς αὐ τὸν διὰ τοῦ ἀρχαγγέλου, ὅτι τὴν δέησίν σου
8.1.499
δεξάμε νος, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ συγχωρήσω, καὶ τὸν λαόν σου τῆς
8.1.500
ἐπανόδου τυχεῖν κελεύσω. Μετὰ δὲ τὴν τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, διαρκέσουσιν
8.1.501
ἐπὶ τετρακόσια καὶ ἐννενήκοντα ἔτη κατὰ νόμον πολιτευόμενοι· τοσοῦτον γὰρ αἱ
8.1.502
ἑβδομήκοντα ἑβδομάδες ποιοῦσι χρόνον, ἡμέρας ἑκάστης εἰς ἐνιαυ τὸν
8.1.503
λαμβανομένης. Ἐπειδὴ γὰρ ἑβδομηκονταέτει χρόνῳ τὴν αἰχμαλωσίαν αὐτῶν
8.1.504
περιώρισεν, ἑπτάκις εἰς ἑαυτὸν τοῦτον ἀνελίξας τὸν χρόνον τὴν κατὰ νόμον
8.1.505
πολιτείαν περιορίζει." Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν," ἀντὶ τοῦ,
8.1.506
ἐδοκιμάσθησαν, καὶ ἐκρίθησαν· οὕτω γάρ τινες τῶν ἑρμηνευτῶν ἐκ δεδώκασιν·" ἐπὶ
8.1.507
τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλινσου τὴν ἁγίαν, ἕως τοῦ παλαιωθῆναι τὸ
8.1.508
παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν·" ἀντὶ τοῦ, ἕως ἂν αὐ ξηθῇ αὐτῶν τὸ
8.1.509
δυσσεβὲς τόλμημα, καὶ τέλος λάβῃ ἡ ἁμαρτία. Λέγει δὲ ἁμαρτίαν τελειουμένην, καὶ
8.1.510
παράπτωμα παλαιούμενον, εἴτ' οὖν αὐξανόμενον, καὶ εἰς ἔσχατον ἀφικνούμενον,
8.1.511
τὸν κατὰ τοῦ Κυρίου τολμηθέντα σταυρόν. Πρὸ μὲν γὰρ τούτου μυρία τε τολμηκότες
8.1.512
κακὰ ἔδοσαν μὲν δίκας, καὶ ἔτισαν τιμω ρίας ὑπὲρ ὧν ἐπλημμέλησαν, ἀλλὰ πάλιν
8.1.513
συγγνώμης ἀπολαύσαντες φιλανθρωπίας ἠξιώθησαν· μετὰ δὲ τὴν κατὰ τοῦ
8.1.514
Δεσπότου μανίαν, καὶ τὸν τολμηθέντα σταυρὸν, οὐδεμιᾶς ἔτυχον ἀνακλήσεως, ὡς
8.1.515
αὐτὰ βοᾷ τὰ πράγματα· ἀλλὰ πλειόνων ἢ τεσσαράκοντα καὶ τετρακοσίων
8.1.516
διαδραμόντων ἐτῶν σποράδες μεμενήκασι, καὶ τῆς οἰκουμένης μέτοικοι. Διὰ τοῦτό
8.1.517
φησι τῷ μακαρίῳ Δανιὴλ ὁ ἅγιος ἀρχάγγελος·" Ἑβδομήκοντα ἑβδομάδες
8.1.518
συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ἕως τοῦ
8.1.519
παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν." Καὶ ἐπειδὴ ἔμελλεν ὁ
8.1.520
Δεσπότης Χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τῶν ἁμαρτημάτων δωρεῖ σθαι τὴν
8.1.521
ἄφεσιν, ὡς καὶ ὁ μακάριος Ἰωάννης ἐβόα, λέγων·" Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων
8.1.522
τὴν ἁμαρτίαν τοῦ κόσμου," εἰκότως ἐπήγαγε·" Καὶ τοῦ σφραγί σαι ἁμαρτίας, καὶ τοῦ
8.1.523
ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας." Ἀπήλειψε μὲν γὰρ τὰς ἀνο μίας
8.1.524
τῶν εἰς αὐτὸν πεπιστευκότων, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ᾗ φησιν ὁ
8.1.525
μακάριος Παῦλος. Ἐσφράγισε δὲ τὰς ἁμαρτίας, παύσας μὲν τὴν κατὰ νόμον
8.1.526
πολιτείαν, τὴν δὲ τοῦ Πνεύματος δωρησάμενος χάριν, ὑφ' ἧς βοηθούμενοι
8.1.527
περιγίνονται τῶν παθῶν οἱ πνευματικῶς πολιτευόμενοι. Οἷς προστέθεικε·" Καὶ τοῦ
8.1.528
ἀγαγεῖν δικαιοσύνην αἰώνιον." Δικαιο σύνη δὲ αἰώνιος κυρίως ἐστὶν αὐτὸς ὁ
8.1.529
Δεσπότης Χριστός. Περὶ γὰρ αὐτοῦ φησιν ὁ μακάριος Παῦλος·" Ἐδόθη ἡμῖν σοφία
8.1.530
ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις." Καὶ περὶ τοῦ Εὐαγγε λίου
8.1.531
δὲ Ῥωμαίοις ἐπιστέλλων ἔφη, ὅτι" Δικαιοσύνη Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται."
8.1.532
Ἐπειδὴ δὲ φιλοτιμίᾳ χρησάμενος, καὶ τὴν πρόξενον τῆς αἰωνίου ζωῆς δικαιοσύνην
8.1.533
τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐχαρί σατο, ἣν καὶ αἰτεῖν προσευχομένοις
8.1.534
παρεκελεύσατο·" Αἰτεῖτε, λέγων, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην
8.1.535
αὐτοῦ·" ἀναγκαίως εἶπεν ὁ ἅγιος Γα βριήλ·" Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον."
8.1.536
Προσ τέθεικε δέ·" Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφή την·" τουτέστι, τοῦ δοῦναι
8.1.537
μὲν τέλος ἁπάσαις ταῖς προφητείαις·" Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιο σύνην
8.1.538
παντὶ τῷ πιστεύοντι·" παῦσαι δὲ λοιπὸν τὴν προφητικὴν χάριν ἀπὸ τοῦ Ἰουδαίων
8.1.539
ἔθνους. Εἰ γὰρ μὴ ἐπιφανεὶς ὁ Δεσπότης Χριστὸς πεποίηκέ τε καὶ πέπονθεν, ἅπερ οἱ
8.1.540
προφῆται προεῖπον, οὐκ ἂν ἐδείχθη τῶν προφητῶν ἡ ἀλήθεια. Πληροῖ
8.1.541
τοίνυν, καὶ οἱονεὶ σφραγίζει καὶ βεβαῖοι τὰ ὑπὸ τῶν προφητῶν προῤῥηθέντα, ποιῶν
8.1.542
ἅπαντα καὶ πάσχων τὰ ὑπ' ἐκείνων χρησμῳδηθέντα. Τούτοις πάλιν προστέθεικε·
8.1.543
" Καὶ τοῦ χρίσαι Ἅγιον ἁγίων." Τίς δὲ οὗτός ἐστιν ὁ τῶν ἁγίων Ἅγιος; εἰπάτωσαν
8.1.544
Ἰουδαῖοι· εἰ δὲ ἀγνοοῦσι, παρ' ἡμῶν μαθέτωσαν, ὡς αὐτός ἐστιν ὁ Δεσπότης Χριστὸς,
8.1.545
διὰ μὲν Ἡσαΐου προλέγων·" Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με Κύριος."
8.1.546
Ὑπὸ δὲ τοῦ Δαβὶδ μαρτυρούμενος, ὅτι" Ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν
8.1.547
ἀνομίαν, καὶ διὰ τοῦτο ἐχρίσθη ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὑτοῦ."
8.1.548
Μαρτυρεῖ δὲ καὶ ὁ μακάριος Πέ τρος, τῶν ἀποστόλων ὁ κορυφαῖος, λέγων·" Ἰη σοῦν
8.1.549
τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν
8.1.550
εὐεργετῶν, καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ
8.1.551
Θεὸς ἦν μετ' αὐτοῦ." Διδάσκεται τοίνυν ὁ μακάριος Δανιὴλ ὁ προφήτης, ὅτι τετρακο
8.1.552
σίων καὶ ἐννενήκοντα ἐτῶν χρόνον ἔδοξε παρασχεθῆ ναι τῇ Ἱερουσαλὴμ εἰς τὸ τῶν
8.1.553
θείων συνήθως δω ρεῶν ἀπολαύειν, ἕως ἂν ἐκεῖνο τὸ ἀνόσιον καὶ φρι κῶδες
8.1.554
τολμήσῃ τόλμημα, τὸν κατὰ τοῦ Σωτῆρός φημι σταυρὸν, ὃς Ἅγιος ἁγίων
8.1.555
ὀνομαζόμενος, ἅτε δὴ ἁγιωσύνης ὑπάρχων πηγὴ, χρίεται μὲν κατὰ τὸ ἀνθρώπειον
8.1.556
τῷ ἁγίῳ Πνεύματι, σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς προφητείας, πληρῶν
8.1.557
ἅπαντα τὰ ὑπ' ἐκείνων προηγορευμένα, ἄφεσιν δὲ ἁμαρ τημάτων τοῖς εἰς αὐτὸν
8.1.558
πεπιστευκόσι χαρίζεται. Εἶτα διδάσκει ὁ θεῖος ἀρχάγγελος, πόθεν ἄρξασθαι δεῖ τοῦ
8.1.559
τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμοῦ. κεʹ." Καὶ γνώσῃ, φησὶ, καὶ συνήσεις, ἀπὸ
8.1.560
ἐξόδου λόγων τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ, ἕως Χριστοῦ
8.1.561
ἡγουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο." Τινὲς μὲν οὖν ὑπολαμ
8.1.562
βάνουσι τὴν ἐπὶ Κύρου γενομένην τῆς οἰκοδομίας ἀρχὴν, ἀρχὴν εἶναι τοῦ τῶν
8.1.563
ἑβδομάδων ἀριθμοῦ, τι νὲς δὲ ἀπὸ ἕκτου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Ὑστάσπου
8.1.564
τοῦ ἀριθμοῦ ἄρχονται· τηνικαῦτα γὰρ τοῦ ναοῦ ἡ οἰκοδομὴ τέλος ἔλαβε τὸ
8.1.565
προσῆκον, τῶν περιοίκων διὰ τὴν πρὸς Ἰουδαίους δυσμένειαν ἐμ ποδὼν τῇ
8.1.566
οἰκοδομίᾳ ἐν τῷ μέσῳ χρόνῳ γεγενημένων, καὶ Καμβύσου δὲ τοῦ Κύρου υἱέως ὑπὸ
8.1.567
τούτων ἐξ απατηθέντος καὶ τὴν οἰκοδομίαν κωλύσαντος. Ἀλλ' οὐδὲν τούτων ἔχει τὸ
8.1.568
ἀληθές. Πρῶτον μὲν γὰρ πλειό νων ἐτῶν ἀριθμὸς, εἴ τις ἐντεῦθεν ἀριθμῆσαι θε
8.1.569
λήσειεν, εὑρεθήσεται· ἔπειτα οὐκ ἔστιν εὑρεῖν ἐπ' ἄλλου ἐξάλειψιν ἁμαρτημάτων
8.1.570
γεγενημένην, καὶ ἄφεσιν ἀδικημάτων, καὶ δικαιοσύνης αἰωνίου δόσιν, καὶ πλήρωσιν
8.1.571
τῶν προφητικῶν θεσπισμάτων, καὶ Ἁγίου ἁγίων χρίσιν, ἢ ἐπὶ μόνου τοῦ Δεσπότου
8.1.572
Χριστοῦ. Εἰ δ' οὕτως ταῦτα ἔχει, καὶ συνομολογοῦσιν οἱ τὸν ἀριθμὸν τῶν
8.1.573
ἑβδομάδων οὕτω ποιεῖσθαι κε λεύοντες, κάτωθεν ἄνω τὰ τετρακόσια καὶ ἐννενή
8.1.574
κοντα ἀριθμήτωσαν ἔτη. Εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν Ἰορδάνην
8.1.575
γεγενημένης, ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ Σω τὴρ
8.1.576
καὶ Κύριος ἡμῶν ἤρξατο, ἀρξάμενοι τοῦ ἀρι θμεῖν ἐπὶ τὰ ἄνω χωρήσαιμεν, οὐ μόνον
8.1.577
οὐ μέχρι Κύρου, ἀλλ' οὐδὲ ἕως Δαρείου τοῦτον εὑρήσομεν φθά νοντα τὸν ἀριθμὸν,
8.1.578
ἀλλὰ τῷ εἰκοστῷ ἔτει τῆς Ἀρ ταξέρξου τοῦ Ξέρξου βασιλείας συμπληρούμενον, καθ'
8.1.579
ὃν καιρὸν ὁ Νεεμίας, οἰνοχόος ὢν τοῦδε τοῦ βα σιλέως, ζῆλον λαβὼν, καὶ τὸν Θεὸν
8.1.580
ἀντιβολήσας, καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι
8.1.581
αὐτῷ τὴν τῶν περιβόλων τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, τυχὼν δὲ εὐμενοῦς τοῦ βα
8.1.582
σιλέως, καταλαμβάνει μὲν τὴν πατρίδα, σὺν πάσῃ δὲ προθυμίᾳ καὶ τὰ λείποντα τῷ
8.1.583
θείῳ προστίθησι νεῷ· ἀνίστησι δὲ καὶ τὰ τῆς πόλεως τείχη, καὶ πύρ γοις πάντοθεν
8.1.584
ὀχυρώσας ἐπιτίθησι τὰς πύλας, καὶ προτρέψας τοὺς ἱερέας, ἔρημον οὖσαν τῶν
8.1.585
οἰκητόρων τὴν πόλιν, πλήρη τῶν ἐνοικούντων ποιεῖ. Τοῦτο καὶ ὁ θεῖος ἀρχάγγελος
8.1.586
αἰνιττόμενος ἔφη·" Καὶ γνώσῃ, καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι, καὶ
8.1.587
ἀνοικοδομηθῆναι Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ, καὶ
8.1.588
ἑβδομάδες ἑξήκοντα δύο. Καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα, καὶ
8.1.589
περίτειχος, καὶ ἐκκαινωθήσονται οἱ καιροί." Ἀρξάμενος γὰρ, φησὶν, ἀριθμεῖν ἀπὸ
8.1.590
τῆς οἰκοδο μίας τῆς πόλεως, ἀπολαβούσης μὲν τὰ οἰκεῖα τείχη, δεξαμένης δὲ πλῆθος
8.1.591
τῶν οἰκητόρων, ὡς πλατεῖαν αὐτὴν γενέσθαι διὰ τὸ πλῆθος τῶν ἐνοικούντων, εὑ
8.1.592
ρήσεις ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδας ἑπτὰ καὶ ἑβδομάδας ἑξήκοντα δύο.
8.1.593
Χριστὸν δὲ ἡγούμενον αὐτὸν πάλιν ὠνόμασεν, ὃν Ἅγιον ἁγίων ἐκάλεσεν, ὡς ὁ
8.1.594
μακάριος Πέτρος ἐν Ἰουδαίοις ἔφη δημηγορῶν·" Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς
8.1.595
ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, λύσας τοῦ θανάτου τὰς ὠδῖ νας."
8.1.596
Ἡγούμενος δὲ ἡμῶν ἐστι κατὰ τὸ ἀνθρώ πειον, ὡς πρωτότοκος πάσης κτίσεως, τῆς
8.1.597
νέας δηλονότι·" Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ, καινὴ κτίσις." Καὶ ὡς πρωτότοκος ἐκ
8.1.598
τῶν νεκρῶν, ἵνα γένηται, ᾗ φησιν ὁ Παῦλος," ἐν πᾶσιν αὐτὸς πρω τεύων." Τούτου
8.1.599
χάριν αὐτὸν καὶ ὁ ἅγιος Γαβριὴλ Χριστὸν ἡγούμενον προσηγόρευσεν. Ἕως τοίνυν
8.1.600
αὐτοῦ ἀπὸ τῆς οἰκοδομίας τῆς Ἱερουσαλὴμ," ἑβδο μάδες ἑπτὰ καὶ ἑβδομάδες
8.1.601
ἑξήκοντα δύο." Ἵνα δὲ μὴ μάτην ταῦτα ληρεῖν τινες ἡμᾶς ὑπολάβωσιν, φέρε καὶ
8.1.602
αὐτῶν τῶν ἐτῶν παραθήσωμεν τὸν ἀριθμόν. Οὐκοῦν ἀπὸ μὲν τοῦ εἰκοστοῦ ἔτους
8.1.603
τῆς βασιλείας Ἀρταξέρξου τοῦ Ξέρξου, ἐφ' οὗ Νεεμίας εἰς τὴν Ἱερουσαλὴμ
8.1.604
ἀφικόμενος ἀνεγεῖραι ἤρξατο τὰ τείχητῆς πόλεως, ἕως Δαρείου τοῦ
8.1.605
Ἀρσάμου, ὃν Ἀλέξανδρος ὁ Μακεδὼν ἀνελὼν τὴν τῶν Περσῶν κατέλυσε βασιλείαν,
8.1.606
ἔτη ἐστὶ τέτταρα καὶ δέκα πρὸς τοῖς ἑκα τόν· ἀπὸ δὲ ἕκτου ἔτους Ἀλεξάνδρου, ἐν ᾧ
8.1.607
Δαρεῖος ἀνῃρέθη, ἕως Γαΐου Ἰουλίου Καίσαρος, αὐτοκράτορος πρώτου Ῥωμαίων,
8.1.608
ἔτη τὰ πάντα τῆς Μακεδόνων βασιλείας διακόσια ὀγδοήκοντα δύο· ἀπὸ δὲ τῆς ἀρ χῆς
8.1.609
Ἰουλίου Καίσαρος ἕως πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, ἡνίκα Ἰωάννης ὁ
8.1.610
Βαπτιστὴς ἦλθε παρὰ τὸν Ἰορδάνην κηρύσσων βάπτισμα μετα νοίας, καὶ βοῶν·" Ἴδε
8.1.611
ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου," ἔτη ἐστὶ ἑβδομήκοντα τρία.
8.1.612
Ταῦτα ὁμοῦ συναγόμενα ποιεῖ ἐτῶν ἀρι θμὸν τετρακοσίων ἑξήκοντα καὶ ἐννέα·
8.1.613
ταῦτα δὲ Ἑβραϊκὰ ἔτη ποιεῖ τετρακόσια ὀγδοήκοντα τρία· το σαῦτα δὲ ποιοῦσιν αἱ
8.1.614
ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδο μάδες. Εἰδέναι γὰρ χρὴ, ὡς Ἑβραῖοι, κατὰ τὸν τῆς
8.1.615
σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν, ἕνδεκα ἡμέρας περιττὰς ἀποφαίνουσιν,
8.1.616
ἃς καὶ ἡμεῖς ἐμβο λίμους καλοῦμεν· ὁ γὰρ τῆς σελήνης δρόμος ἐν εἴ κοσιν ἐννέα
8.1.617
ἡμέραις καὶ ὥραις ἓξ συμπληροῦται. Οὕτω δὲ ἀριθμοῦντες τριακοσίων καὶ
8.1.618
πεντήκοντα καὶ τεσσάρων ἡμερῶν ποιοῦσι τὸν ἐνιαυτόν. Ἐπειδὴ τοίνυν ὁ ἅγιος
8.1.619
ἀρχάγγελος τῷ μακαρίῳ Δανιὴλ δια λεγόμενος ἀνδρὶ Ἑβραίῳ, καὶ διδάσκων αὐτὸν
8.1.620
ἀρι θμὸν τῶν ἐτῶν, τὸν συνήθη πάντως ἔλεγεν ἀριθμὸν, ἀναγκαίως προσθεῖναι δεῖ
8.1.621
τὰ ἀπὸ τῶν ἐμβολίμων συναγόμενα ἔτη· τούτων γὰρ προστιθεμένων, τὰ τρία καὶ
8.1.622
ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις εὑρεθή σεται ἔτη· τοσαῦτα δὲ συνάγουσιν αἱ
8.1.623
ἑπτὰ καὶ ἑξή κοντα δύο ἑβδομάδες. Διεῖλε δὲ αὐτὰς οὐχ ἁπλῶς, ἀλλὰ πραγμάτων
8.1.624
ἐνίων προσημαίνων μεταβολάς. Ἀπὸ γὰρ τῆς οἰκοδομίας τῆς Ἱερουσαλὴμ, ᾓ ἐγένετο
8.1.625
ἐπὶ Νεεμίου καὶ Ἔσδρου, μέχρις Ὑρκανοῦ τοῦ τελευταίου ἐκ τῶν Ἀσαμοναίων
8.1.626
ἀρχιερέως, ὃν ἀνεῖλεν Ἡρώδης, ὁ τῶν δύο καὶ ἑξήκοντα ἑβδομάδων ἀριθμὸς
8.1.627
συμπληροῦται· ἀπὸ δὲ τῆς ἐκείνου σφαγῆς, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας,
8.1.628
καὶ τῆς εἰς τὸν Ἰορδάνην ἀφίξεως, αἱ λοιπαὶ ἑπτὰ ἑβδομάδες τὸ τέλος λαμβάνουσιν.
8.1.629
Ἐν δὲ τούτῳ τῷ χρόνῳ, μετὰ τὴν Ὑρκανοῦ, φημὶ, ἀναίρεσιν, μέχρι τῆς τοῦ Σω τῆρος
8.1.630
ἡμῶν ἐπιφανείας, παρανόμως λοιπὸν οἱ ἀρ χιερεῖς ἐγίνοντο. Τοῦ γὰρ νόμου
8.1.631
κελεύοντος διὰ βίου τοὺς ἀρχιερέας ἱερατεύειν, καὶ μετὰ τὴν τελευτὴν τοὺς
8.1.632
διαδόχους λαμβάνειν, Ἡρώδης, καὶ οἱ μετ' ἐκεῖ νον Ῥωμαῖοι, ὠνητὰς τὰς
8.1.633
ἀρχιερωσύνας ποιησά μενοι, συχνὰς αὐτῶν ἐποιοῦντο διαδοχάς· ἐνίους δὲ οὐδὲ ἐκ
8.1.634
τοῦ ἱερατικοῦ γένους καταγομένους ἀρχιε ρέας προεχειρίζοντο. Καὶ τοῦτο διδάσκων
8.1.635
Ἰώσηππος ὁ Ἑβραῖος συγγραφεὺς οὕτω φησί·" Τὴν βασιλείαν Ἡρώδης παρὰ
8.1.636
Ῥωμαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους (οὗτοι δὲ ἦσαν οἱ
8.1.637
καλού μενοι Μακκαβαῖοι) καθίστησιν ἀρχιερέας, ἀλλά τι σιν ἀσήμοις καὶ μόνον ἐξ
8.1.638
Ἑβραίων οὖσι." Καὶμετ' ὀλίγα πάλιν οὕτω φησίν·" Ἔπραξε δ' ὅμοια τῷ
8.1.639
Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν Ἰουδαίων ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ,
8.1.640
καὶ μετὰ τοῦ τον οἱ Ῥωμαῖοι τὴν ἀρχὴν παρειληφότες." Καὶ ἑτέρωθί φησι·" Βαλέριος
8.1.641
δὲ Γράτος, Ῥωμαίων στρατηγὸς, παύσας ἱερατεύειν Ἄνανον, Ἰσμαὴλ ἀρχιερέα
8.1.642
ἀποφαίνει τὸν τοῦ Φαβί· καὶ τοῦτον μετ' οὐ πολὺ μεταστήσας, Ἐλεάζαρον τὸν τοῦ
8.1.643
Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα· ἐνιαυ τοῦ δὲ διαγενομένου καὶ
8.1.644
τόνδε παύσας, Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. Οὐ πλέον δὲ καὶ
8.1.645
τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηππος, ὁ καὶ Καϊάφας,
8.1.646
διάδοχος ἦν αὐτῷ." Ταῦτα διδάσκων καὶ ὁ μακάριος Λουκᾶς φησιν·" Ἔτους
8.1.647
πεντεκαιδεκάτου Τιβερίου Καίσα ρος, ἐπὶ ἀρχιερέων Ἄννα καὶ Καϊάφα." Δύο δὲ κατὰ
8.1.648
ταὐτὸν ἀρχιερέας κατὰ νόμον γεγενημένους οὐ μεμαθήκαμεν πώποτε. Ταῦτα
8.1.649
προλέγων ὁ ἅγιος Γαβριήλ· κ ʹ." Καὶ μετὰ τὰς ἑβδομάδας, φησὶ, τὰς ἑξήκοντα δύο,
8.1.650
ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ." Ὡς εἶναι δῆλον, ὅτι τὰς
8.1.651
ἑξήκοντα δύο ἑβδομάδας προτέρας τέταχε, καὶ μετὰ ταύτας τὰς ἑπτὰ, ἐν αἷς, φησὶν,
8.1.652
ἐξολοθρευθήσεται χρί σμα, τουτέστιν, ἡ τοῖς ἀρχιερεῦσιν ἐπανθοῦσα χά ρις. Καὶ
8.1.653
ἐπειδὴ καὶ οἱ παρανόμως προχειριζόμενοι ἀρχιερεῖς ὠνομάζοντο, εἰκότως ἐπήγαγε·
8.1.654
" Καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ." Εἰ γὰρ καὶ χρίονται, φησὶν, ἀλλ' οὐ κατὰ λόγον
8.1.655
χρίονται, παρανόμως δὲ τοῦτο ποιεῖν τολμῶσι. Καὶ ἀνωτέρω δὲ δῆλον πεποίη κεν,
8.1.656
ὡς τὰς ἑπτὰ ἑβδομάδας τελευταίας τέταχεν·" Ἕως γὰρ Χριστοῦ ἡγουμένου
8.1.657
ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο." Ἕως γὰρ τοῦ ἡγου μένου Χριστοῦ
8.1.658
τὰς ἑπτὰ πολλαπλασιαζούσας ἑβδο μάδας παρ' αὐτὴν αὑτοῦ τὴν μνήμην τέθεικεν,
8.1.659
ἵνα γνῶμεν ὡς ἀπὸ τοῦ Χριστοῦ καὶ ἐπὶ τὰ ἄνω ἀρι θμεῖν βουλόμενοι, τὰς ἑπτὰ
8.1.660
πρότερον ἑβδομάδας εὑ ρήσομεν, καὶ τότε τὰς ἑξήκοντα δύο. Καὶ τοῦτο σαφέ στερον
8.1.661
ποιῶν·" Ἐπιστρέψει, φησὶ, καὶ οἰκοδο μηθήσεται πλατεῖα καὶ περίτειχος, καὶ
8.1.662
ἐκκαινωθή σονται οἱ καιροί." Τουτέστιν, ὁ πρὸ τῆς οἰκοδομίας χρόνος." Καὶ μετὰ τὰς
8.1.663
ἑβδομάδας, φησὶ, τὰς ἑξή κοντα δύο, ἐξολοθρευθήσεται χρίσμα." Καὶ οὐκ εἶπε, μετὰ
8.1.664
τὰς ἑπτὰ, ἀλλὰ μετὰ τὰς ἑξήκοντα δύο, μεθ' ἅς εἰσιν αἱ ἑπτὰ," ἐν αἷς
8.1.665
ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ·" Ἡρώδου μὲν ἀλλοφύλου
8.1.666
βασιλεύοντος· πατρόθεν γὰρ Ἀσκα λωνίτης ἦν, μητρόθεν δὲ Ἰδουμαῖος· τῶν δὲ
8.1.667
καλου μένων ἀρχιερέων οὐ κατὰ νόμον χριομένων, ἀλλ' ὑπὸ τῶν ἀλλοφύλων
8.1.668
ἀρχόντων προχειριζομένων, Ἡρώδου τε καὶ Ἀρχελάου, καὶ τῶν Ῥωμαίων
8.1.669
στρατηγῶν. Εἶτα λέγει καὶ τὴν καταληψομένην παν ωλεθρίαν τήν τε πόλιν, καὶ
8.1.670
αὐτὴν ταύτην τὴν ἀλλό φυλον βασιλείαν, καὶ τὴν παράνομον ἀρχιερωσύνην, καί
8.1.671
φησι·" Καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ." Καὶ
8.1.672
γὰρ ἡ πόλις, φησὶν, ἀνάστατος γενήσεται, καὶ ὁ νεὼς ὁ ἅγιος παντελῆ κατάλυσιν
8.1.673
δέξεται. Ταῦτα δὲ πείσεται ἡ πόλις σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, τουτέστι, τοῖς
8.1.674
ἐρχομένοις παρανόμοις ἄρχουσιν. Ἡγούμενον γὰρ ἐρχόμενον τὴν ἀλλόφυλον
8.1.675
βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην ὠνόμασεν. Εἶτα διδάσκων, ὅτι πολλῷ
8.1.676
χείρονα τῶν προτέρων ὑπομενοῦσι κακὰ, ἐπήγαγε·" Καὶ ἐκκοπήσονται ὡς ἐν
8.1.677
κατακλυ σμῷ·" τουτέστι, πανωλεθρίαν ὑπομενοῦσιν, οἵαν ὑπέμειναν οἱ πάλαι
8.1.678
ἄνθρωποι τοῦ κατακλυσμοῦ τὴν γῆν πᾶσαν συγκαλύψαντος. Καὶ διδάσκων ὡς οὐδε
8.1.679
μιᾶς ἀνακλήσεως ἢ ἀνέσεως τεύξονται," Καὶ ἕως τέλους, φησὶ, πολέμου
8.1.680
συντετμημένου ἀφανισμοῖς." Ἀφανισμὸν γὰρ, φησὶ, παντελῆ ὑπομενοῦσιν, οἷόν τινι
8.1.681
κατακλυσμῷ τῷ πολέμῳ παραδοθέντες, καὶ εἰς τέλος τούτοις ὑποκλιθήσονται τοῖς
8.1.682
κακοῖς, καὶ οὐδεμιᾶς πώποτε ἀνακλήσεως τεύξονται. Οὕτω τὰ περὶ τῆς Ἰουδαίων
8.1.683
προθεσπίσας πανωλεθρίας, ἐπαν έρχεται πάλιν εἰς τὸν τῶν ἑβδομήκοντα ἑβδομάδων
8.1.684
ἀριθμὸν, καὶ τὴν λείπουσαν ταῖς ἑξήκοντα ἐννέα προστίθησι, καί φησιν· κζʹ." Καὶ
8.1.685
δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος
8.1.686
ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως
8.1.687
συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." Τίνα μὲν οὖν ἔσται μετὰ
8.1.688
τὰς ἑξήκοντα δύο ἑβδομάδας ἐν ταῖς ἑπτὰ ἑβ δομάσι, προείρηκα, φησί· προσήκει δὲ
8.1.689
μαθεῖν καὶ τὰ ἐν τῇ ἄλλῃ ἑβδομάδι γενησόμενα. Ἐν γὰρ ταύτῃ ἡ Καινὴ Διαθήκη
8.1.690
δοθήσεται τοῖς πιστεύουσι, καὶ δυ νάμεως ἁπάσης αὐτοὺς πληρώσει·" Μεσούσης δὲ
8.1.691
ταύτης τῆς ἑβδομάδος, ἀρθήσεται θυσία καὶ σπονδή." Παυθήσεται, φησὶν, ἡ κατὰ
8.1.692
νόμον θυσία, τῆς ἀληθοῦς προσφερομένης θυσίας τοῦ ἀμώμου ἀμνοῦ, τοῦ αἴρον τος
8.1.693
τὴν ἁμαρτίαν τοῦ κόσμου. Ταύτης γὰρ λοιπὸν προσ ενεχθείσης, τέλος ἐκείνη
8.1.694
λήψεται. Οὗ χάριν, εὐθὺς τῆς θυσίας πληρωθείσης, καὶ τοῦ Σωτῆρος ἡμῶν ἀφέν τος
8.1.695
τὸ πνεῦμα, τὸ καταπέτασμα τοῦ ναοῦ ἐῤῥάγη ἀπὸ ἄνωθεν ἕως κάτω, τὰ πάλαι
8.1.696
ἀθεώρητα τοῖς πᾶσι ποιοῦν θεωρητὰ, καὶ τὰ ἄψαυστα καὶ ἄβατα ἀπο φαίνων βατά.
8.1.697
Ἐπειδὴ γὰρ τὸ καταπέτασμα διεῖργεν ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων ἔχοντα τὸ
8.1.698
ἱλαστή ριον, καὶ τὰ Χερουβὶμ, καὶ τὴν κιβωτὸν, ῥαγὲν διόλου τὸ καταπέτασμα διὰ
8.1.699
τῶν πραγμάτων ἔδειξεν, ὡς ἀπ έστη τῶν ἔνδον ἡ παρεδρεύουσα χάρις, καὶ κοινὰ γέ
8.1.700
γονε τὰ πάλαι τῷ ἀρχιερεῖ μόνῳ βατά. Τοῦτο δὲ γέγονεν ὑπὲρ τοῦ κόσμου
8.1.701
παντὸς τῆς θυσίας προσενε χθείσης. Εἰ δέ τις καὶ τὸν χρόνον καταμαθεῖν ἐθέ λει, ἐκ
8.1.702
τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου μαθήσεται. Ὡς περὶ τὰ τρία ἔτη καὶ ἥμισυ κηρύξας ὁ
8.1.703
Κύριος, καὶ τοὺς ἁγίους αὑτοῦ μαθητὰς τῇ διδασκαλίᾳ καὶ τοῖς θαύμασι βεβαιώσας,
8.1.704
τότε τὸ πάθος ὑπέμεινε· μετὰ δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνά στασιν,
8.1.705
καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν, τὸν
8.1.706
λοιπὸν τῆς ἑβδο μάδος χρόνον οἱ ἅγιοι ἀπόστολοι ἐν Ἱεροσολύμοις κηρύττοντές τε
8.1.707
καὶ θαυματουργοῦντες, πολλάς τε ἀνθρώπων χιλιάδας εἰς τὴν εὐαγγελικὴν
8.1.708
ποδηγήσαν τες διδασκαλίαν, τῆς Νέας Διαθήκης ἠξίωσαν καὶ τῆς τοῦ παναγίου
8.1.709
βαπτίσματος χάριτος τυχεῖν παρεσκεύα σαν. Εἶτα τῶν κατὰ τὸν ἅγιον Στέφανον ὑπὸ
8.1.710
τῶν Ἰουδαίων τολμηθέντων, διεσπάρησαν μὲν οἱ ἄλλοι κατὰ τὰς πόλεις τῆς
8.1.711
Ἰουδαίας, οἱ δὲ θεῖοι ἀπόστολοι σμικρὸν ἐν Ἱεροσολύμοις διατρίψαντες χρόνον, εἰς
8.1.712
τὴν Σαμάρειαν καὶ Καισάρειαν, Λύδδαν τε καὶ Ἰώππην περιιόντες, ἅπασιν ἀνθρώποις
8.1.713
τὰ σωτήρια δόγματα προσφέρειν ἠπείγοντο. Τούτου χάριν ὁ θεῖος ἀρχάγγελος τῷ
8.1.714
μακαρίῳ φησὶ Δανιὴλ, ὅτι" Δυνα μώσει διαθήκην πολλοῖς ἑβδομὰς μία," τόν τε πρὸ
8.1.715
τοῦ σταυροῦ τοῦ Κυρίου χρόνον, καὶ τὸν μετὰ τὴν ἀνάστασιν τοῦ Σωτῆρος τῶν
8.1.716
ἁγίων ἀποστόλων ἐν Ἱεροσολύμοις διδασκαλίαν κατὰ ταὐτὸν συναγαγών. Εἶτα
8.1.717
διαιρεῖ διχὰ τὴν ἑβδομάδα, καί φησι·" Καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται
8.1.718
θυσία καὶ σπονδή." Τῆς γὰρ ἀληθινῆς προσφερομένης θυσίας, τέλος λήψεται ἡ τοῦ
8.1.719
νόμου σκιά. Καὶ ἐπὶ τούτοις φησίν·" Ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως" Διὰ
8.1.720
ταύτην γὰρ, φησὶ, τὴν θυσίαν οὐ μόνον ἐκείνη ἡ θυσία παυθήσεται, ἀλλὰ καὶ
8.1.721
βδέλυγμα τῆς ἐρη μώσεως ἐπὶ τὸ ἱερὸν δοθήσεται, τουτέστι, τὸ πάλαι σεπτὸν καὶ
8.1.722
φρικῶδες ἔρημον ἀναφανήσεται. Ση μεῖον δὲ τῆς ἐρημίας γενήσεται εἰκόνες τινὲς ἀπ
8.1.723
ηγορευμέναι τῷ νόμῳ εἰς τοῦτον εἰσκομιζόμεναι. Τοῦτο δὲ πεποίηκε Πιλάτος
8.1.724
νύκτωρ εἰς τὸν θεῖον νεὼν τὰς βασιλικὰς εἰσκομίσας εἰκόνας παρὰ τὸν θεῖον νόμον.
8.1.725
Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς ἁγίοις αὑτοῦ προέλεγε
8.1.726
μαθηταῖς·" Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ εἰρη μένον διὰ Δανιὴλ τοῦ
8.1.727
προφήτου, γινώσκετε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ
8.1.728
φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραί τι ἀπὸ τῆς οἰκίας
8.1.729
αὑτοῦ." Ταῦτα δὲ ἔλεγε σημαίνων τὸ τάχος τῆς καταληψο μένης αὐτοὺς
8.1.730
πανωλεθρίας. Καὶ μικρὸν δὲ πρὸ τού των φησίν·" Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ
8.1.731
ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπ εσταλμένους πρὸς αὐτὴν,
8.1.732
ποσάκις ἠθέλησα ἐπισυν αγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία
8.1.733
ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι
8.1.734
ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." Ταῦτα προλέγων ὁ ἅγιος Γαβριὴλ, μετὰ τὸ
8.1.735
προθεσπίσαι τῆς κατὰ τὸν νόμον λατρείας τὴν παῦλαν, ἐπήγαγε καὶ ἐπὶ τούτοις·
8.1.736
" Ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως." Καὶ ἵνα μὴ νο μίσωσιν οἱ Ἰουδαῖοι πάλιν
8.1.737
ἀπολήψεσθαι τὸν θεῖον νεὼν τὴν προτέραν εὐπρέπειάν τε καὶ δόξαν, ἀναγκαίως
8.1.738
ἐπήγαγε·" Καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." Ἕως
8.1.739
γὰρ, φησὶ, τῆς τοῦ αἰῶνος συντελείας ἡ τῆς ἐρημώσεως συντέλεια μενεῖ, μεταβολὴν
8.1.740
οὐ δεχομένη. Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ·" Ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ
8.1.741
ὑπάρξουσι, καὶ γνώσονται ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς
8.1.742
γῆς." Γνώσονται δὲ ὅταν ἴδωσι τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ.
8.1.743
Τότε γὰρ" κόψονται κατὰ φυλὰς, τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν." Εἰ δ' οὐχ οὕτως
8.1.744
ταῦτα ἔχει, ἐπειδὴ ὁ τῶν τετρακοσίων καὶ ἐννενή κοντα ἐτῶν διελήλυθεν ἀριθμὸς,
8.1.745
καὶ ἕτερα δὲ πρὸς τούτοις πλέον ἢ τεσσαράκοντα καὶ τετρακόσια, δει ξάτωσαν ἐπὶ
8.1.746
τίνων ἔλαβε πέρας ἡ τοῦ ἀρχαγγέλου χρησμολογία. Ἐπὶ τῶν Μακκαβαίων; Ἀλλ' οὐκ
8.1.747
ἔστι τετρακόσια καὶ ἐννενήκοντα ἔτη ἀπὸ Δαρείου μέχρις αὐτῶν, οὔτε μὴν ἀπὸ
8.1.748
Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος· ἀπὸ γὰρ Κύρου μέχρις Ἀντιόχου τοῦ
8.1.749
Ἐπιφανοῦς, ἐφ' οὗ οἱ Μακκαβαΐοι ζηλώσαντες ἀντελάβοντο τῶν πραγμάτων, περὶ
8.1.750
τὰ τριακόσια καὶ ἑβδομήκοντα καὶ δύο ἐστὶν ἔτη. Ἄλλως τε δὲ, τίς τούτων Ἅγιος
8.1.751
ἁγίων κέκληται; Ἰούδας, ἢ Ἰωνάθαν, Σιμὼν, ἢ ὁ μετὰ τούτους; Καὶ μὴν οὐδὲ Ἀβραὰμ
8.1.752
ὁ πατριάρχης, οὐδὲ Μωσῆς ὁ νομοθέτης, οὐδὲ Ἠλίας ὁ μέγιστος τῶν προφητῶν,
8.1.753
Ἅγιος τῶν ἁγίων προσηγορεύθη πώποτε. Οὐκοῦν καὶ ὁ χρόνος, καὶ αἱ προσηγορίαι
8.1.754
τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς ἡμῖν προεσήμαναν παρουσίαν, εἰς ὃν
8.1.755
πεπιστευκότες, καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν προσμένοντες, τῆς παρ' αὐτοῦ
8.1.756
φιλανθρωπίας ἐν ἡμέρᾳ διαγνώσεως τυχεῖν ἱκετεύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς
8.1.757
ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πα
8.1.758
τρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note