Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Interpretatio in Jeremiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
0.1
Ἐγὼ μὲν ᾤμην τὴν Ἱερεμίου τοῦ θείου προφη τείαν ἑρμηνείας μὴ δεῖσθαι. Ἐπειδὴ δὲ πολλοί με τῶν σπουδαίων ἐπήγγειλαν καὶ ταύτην ἑρμηνεῦσαι τὴν βίβλον, φήσαντες ἀγνοεῖν τοὺς πλείστους τὴν τῆς προφητείας διάνοιαν· τὴν θείαν χάριν γενέσθαι συνεργὸν ἱκετεύσας, πειράσομαι πληρῶσαι τὸ κελευ σθέν. Συντομίας δὲ ὡς ἔνι μάλιστα φροντιῶ· καὶ τῶν μὲν σαφεστέρων παράφρασιν ἐν κεφαλαίῳ ποιήσο μαι· τὰ δέ γε ἐπεξεργασίας δεόμενα ἀναπτύξαι σπου δάσω. Πρῶτον μέντοι τῆς προφητείας τὴν ὑπόθεσιν φράσω. ΤΟΜΟΣ Αʹ. ΠΡΟΘΕΩΡΙΑ. Ἰωσίας ὁ βασιλεὺς πατέρα μὲν ἔσχε δυσσεβῆ τὸν Ἀμὼς, καὶ προπάτορα τὸν Μανασσῆ, τῆς τοῦ πα τρὸς δυσσεβείας γεγενημένον διδάσκαλον αὐτὸς δὲ τὴν ἐναντίαν ἐκείνοις ὁδεύσας, τῆς τῶν εὐσεβῶν μερίδος ἐγένετο· ἔσχε δὲ παῖδας, τὴν μὲν τοῦ πα τρὸς οὐ ζηλώσαντας ἀρετὴν, τὴν δὲ τῶν προγόνων μιμησαμένους ἀσέβειαν. Ταῦτα τοίνυν προειδὼς ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰω σίου βασιλείας προχειρίζεται τὸν προφήτην, καὶ προαγορεῦσαι κελεύει τὰς ἐσομένας τῇ τε πόλει καὶ τῷ λαῷ συμφοράς. Ταῦτα δὲ προθεσπίζων διετέλε σεν, οὐ μόνον τὸν ὑπόλοιπον τοῦ Ἰωσίου χρόνον, ἀλλὰ καὶ ἐπὶ Ἰωάχαζ, ὃς υἱὸς ὢν τοῦ Ἰωσίου τὴν βασιλείαν διεδέξατο, καὶ ἐπὶ Ἰωακεὶμ, ὃς τούτου μὲν ἦν ἀδελφὸς, τοῦ δὲ Ἰωσίου υἱός· καὶ μέντοι καὶ ἐπὶ Ἰεχονίου, ὃς τοῦ μὲν Ἰωακεὶμ υἱὸς ὑπῆρχεν, ἔγγονος δὲ τοῦ Ἰωσίου· ὡσαύτως δὲ καὶ ἐπὶ Σεδεκίου, ὃς καὶ αὐτὸς ἔσχε τὸν Ἰωσίαν πατέρα· ὡς εἶναι πάντα τῆς προφητείας τὸν χρόνον δύο καὶ τεσ σαράκοντα ἐτῶν, ὀλίγων μηνῶν δέοντα. Προαγορεύει δὲ καὶ τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην πολιορκίαν, καὶ τὸν ἐπισκήψαντα λιμὸν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἀνάστασιν, καὶ τὸν ἐμπρησμὸν τοῦ θείου νεὼ, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν. Προθεσπίζει δὲ καὶ τῶν αἰχμαλώτων ἐπάνοδον, καὶ τῶν Βαβυλωνίων τὸν ὄλεθρον, καὶ μέντοι καὶ ἄλλων ἐθνῶν παμπόλλων τὰς παντοδαπὰς τιμωρίας· προλέγει δὲ καὶ τῆς Καινῆς Διαθήκης τὴν δόσιν, καὶ τῆς Παλαιᾶς τὴν παῦλαν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν ἐσομένην τῆς οἰκουμένης σωτηρίαν. ΚΕΦΑΛ. Αʹ. αʹ. Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν, τὸν τοῦ Χελκίου, ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθώθ. Διπλῆς ὁ προφήτης μετέλαχε χάριτος, ἱερατικῆς καὶ προφητικῆς· καὶ τὴν μὲν ἐκ τοῦ γένους εἵλκυσε· τὴν δὲ ἐκ τῆς ἄνωθεν ἔλαβε δωρεᾶς. Λέγει δὲ καὶ τὸν χρόνον τῆς προφητείας. βʹ. Ἐν ταῖς ἡμέραις γὰρ, φησὶν, Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ. Μέμνηται δὲ καὶ τῶν ἑξῆς βεβασιλευκότων, μέχρι τῆς ἐσχάτης πολιορκίας. Εἶτα καὶ τὰ εἰρημένα παρὰ τοῦ Θεοῦ τῶν ὅλων δι δάσκει. δʹ, εʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Οὐκ ἄδικος ἡ ἐκλογή· προὔλαβε γὰρ ταύτην ἡ γνῶσις. Ἔγνω γὰρ, καὶ τότε ἡγίασεν. Ἐπειδὴ γινώσκει πάντα πρὶν γενέσεως αὐτῶν. Τὸ δὲ ἡγίασα, ἀντὶ τοῦ ἀφώρισα τέθεικεν Εἶτα λέγει καὶ τὴν χρείαν, δι' ἣν αὐτὸν ἐξελέξατο." Προφήτην εἰς ἔθνη τέθει κά σε." Οὐ γὰρ μόνον τὰ Ἰουδαίων, ἀλλὰ καὶ τὰ τῶν ἄλλων ἐθνῶν προθεσπίζει. ϛʹ. Καὶ εἶπον, ὁ ὢν Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. Ἐπέγνω τὸν προσδιαλεγόμενον ὁ προφήτης· οὗ δὴ χά ριν αὐτὸν ἀπὸ τῆς κυριωτέρας ὀνομάζει προσηγορίας. Ἐρομένου γάρ ποτε τοῦ μεγάλου Μωσέως, καὶ τὸ θεῖον ὄνομα μαθεῖν ἐθελήσαντος, εἶπεν ὁ Δεσπότης·" Ἐγώ εἰμι ὁ ὤν." Μιμεῖται καὶ τὴν Μωσέως εὐ λάβειαν, οὐκ ἀξιόχρεων εἰς προφητείαν εἶναι λέγων τὴν νεότητα. Ἀλλ' ὁ Δεσπότης αὐτὸν παρεγγυᾷ μὴ προβάλλεσθαι εἰς παραίτησιν τὴν νεότητα, ἀλλὰ δράσαι τὸ κελευσθέν. Ἐξελαύνει δὲ αὐτοῦ καὶ τὸ δέος. ηʹ. Μὴ φοβηθῇς γὰρ, φησὶν, ἀπὸ προσώπου αὐτῶν· μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν. Εἶτα καὶ τοῦ θάρσους τὴν αἰτίαν διδάσκει·" Ὅτι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος." Τοῦτο καὶ τῷ θεσπεσίῳ Μωσῇ εἶπεν ὁ Δεσπότης Θεός· ἐκείνου γὰρ τὴν διακονίαν δειμαίνοντος, καὶ λέγοντος," Τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φα ραώ;" εἶπεν ὁ Δεσπότης," Ὅτι ἔσομαι μετὰ σοῦ." Ταύτην καὶ τοῖς ἱεροῖς ἀποστόλοις τὴν ἐπαγγελίαν ἐχέγγυον ἔδωκε. Μαθητεῦσαι γὰρ αὐτοὺς πάντα τὰ ἔθνη κελεύσας, καὶ προειδὼς, ὡς Θεὸς, ὡς λογι σμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις αὐτῶν, πῶς οἷόν τε ἕνδεκα ἄνδρας πένητας καὶ εὐγλωττίας ἐστερη μένους πᾶσαν τὴν οἰκουμένην μεταβαλεῖν· ἔλυσε τὴν ἀμφιβολίαν, καὶ τὸ δέος ἐξέβαλεν, εἰρηκώς·" Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Τοῦτο καὶ ἐνταῦθα τῷ προ φήτῃ ἔφη, ὅτι" Μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος." Βεβαιοῖ δὲ τὸν λόγον τὸ ἔργον. θʹ, ιʹ. Ἐξέτεινε γὰρ τὴν χεῖρα αὐτοῦ, φησὶ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. Διδάσκει δὲ καὶ τίνες οἱ λόγοι· Ἰδοὺ καθ έστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν, καὶ κατασκάπτειν, καὶ ἀπολλύειν, καὶ καταλύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυ τεύειν. Προεθέσπισε γὰρ οὐ μόνον τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἀλλὰ καὶ τὴν ὑπὸ Κύρου παρασχεθεῖ σαν ἐλευθερίαν· προεθέσπισε δὲ καὶ ἄλλοις παμπόλ λοις ἔθνεσιν, οὐ μόνον παντοδαπὰς συμφορὰς, ἀλλὰ καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως τοῦ Δεσπότου Χρι στοῦ παρασχεθεῖσαν σωτηρίαν. Οὗ δὴ χάριν τὸ μὲν ἐκριζοῦν καὶ καταλύειν ἐπὶ τῶν λυπηρῶν τέθεικε· τὸ δὲ οἰκοδομεῖν καὶ καταφυτεύειν ἐπὶ τῶν ἐναντίων. Μετὰ ταῦτα δείκνυσιν αὐτῷ ῥάβδον καρυΐνην, ἢ, κατὰ τὸν Σύρον καὶ τὸν Ἑβραῖον, ἀμυγδαλίνην. Οὕτω γὰρ καὶ οὗτος κἀκεῖνος τὴν ῥάβδον ὠνόμασαν· καὶ ἐρωτηθέντος καὶ ἀποκρινομένου τοῦ προφήτου, τί τὸ ὀφθέν; εἶπε πρὸς αὐτὸν ὁ Δεσπότης· ιβʹ. Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. Ἐγρήγορ σιν δὲ τὴν ἐπὶ τιμωρίᾳ διανάστασιν, καὶ τὴν μακροθυμίαν ὕπνον καλεῖ. Φησὶ γὰρ ὁ μακάριος Δαβίδ·" Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε;" καὶ πάλιν·" Καὶ ἐξηγέρθη, ὡς ὁ ὑπνῶν, Κύριος." Ἡ δὲ ἀμυγδαλίνη ῥάβδος τὸ ταχὺ τῆς τιμωρίας αἰνίττεται· πρὸ γὰρ τῶν ἄλλων δένδρων τοῦτο τὸ δένδρον ἀνθεῖ. Κατὰ δὲ τοὺς Ἐβδομήκοντα, οὕτω νοητέον· Ὁ τῆςκαρύας καρπὸς πικρὸν μὲν ἔχει καὶ τραχὺ τὸ κά λυμμα· τὸ δὲ ἐδώδιμον ὑπὸ τοῦτο κεκρυμμένον. Οὕτω καὶ ἡ παιδεία ἀνιαρὰ μὲν ἔχει καὶ ἀλγεινὰ τὰ φαι νόμενα· ὀνησιφόρα δὲ τὰ μετὰ ταῦτα. Εἶτα δεί κνυσιν αὐτῷ καὶ" λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον, αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ·" καλεῖ δὲ λέβητα μὲν τὴν Ἱερουσαλήμ· πῦρ δὲ, τὸν Βα βυλώνιον, ἀπὸ βοῤῥᾶ γὰρ αὐτὸν ὀνομάζει· βόῤῥα θεν γὰρ τῆς Ἱερουσαλὴμ ἡ Βαβυλὼν διάκειται· λέ βητα δὲ τὴν Ἱερουσαλὴμ καὶ ὁ θεσπέσιος Ἰεζεκιὴλ ὀνομάζει· καὶ κρέα τοὺς ἐνοικοῦντας. Εἶτα τὰ παρα βολικῶς εἰρημένα διδάσκει σαφέστερον. ιεʹ. Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῶν βασιλέων τῆς γῆς ἀπὸ βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὑτοῦ ἐπὶ τὰ πρόθυρα τῶν θυρῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ δεικνὺς τῶν γινομένων τὸ δίκαιον, ἐπιφέρει· ιϛʹ. Καὶ λαλήσω μετὰ κρίσεώς μου πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνη σαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Τί δὲ τῆς ἀσε βείας ταύτης ἀνοητότερον; Τί δὲ τῆς τιμωρίας δι καιότερον; Οἱ μὲν γὰρ, τὸν οἰκεῖον ποιητὴν καταλι πόντες, τὰ οἰκεῖα ἐθεοποίουν ποιήματα. Ὁ δὲ, μα κροθυμήσας ἐπὶ πλεῖστον, τῆς οἰκείας αὐτοὺς ἐγύ μνωσε χάριτος. Ταύτης δὲ γυμνωθέντες, ἀνοσίοις ἀνδράσιν ἐδούλευσαν. Κελεύει δὲ τὴν ὀσφὺν περι ζώσασθαι, τουτέστιν, εὐζώνως καὶ ἀνδρείως διακο σμῆσαι· καὶ τῶν ἤδη γεγενημένων ὑποσχέσεων ἀνα μιμνήσκων, ἐκβάλλει τὸ δέος. Λέγει δὲ αὐτὸν ἀποφῆναι καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ, καὶ ὀχυρωτάτῃ παραπλήσιον πόλει, καὶ ἄμαχον κατα στῆσαι, οὐ μόνον τοῖς ἱερεῦσι τῶν Ἰουδαίων, καὶ τοῖς ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς βασιλεῦσι, καὶ παντὶ τῷ πλήθει τῶν ὑπηκόων. Ἐπαγγέλλεται δὲ αὐτῷ οὐκ εἰρήνην καὶ ἡσυχίαν, ἀλλ' ἀγῶνας καὶ νίκην. ιθʹ. Πολεμήσουσι γάρ σοι, φησὶ, καὶ οὐ μὴ δύ νωνται πρός σε· διότι ἐγὼ μετὰ σοῦ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. Ταύτην καὶ πρὸς τὴν Ἐκκλησίαν ἐποιήσατο τὴν ὑπόσχεσιν· πρὸς γὰρ δὴ τὸν θειότατον ἔφη Πέτρον·" Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Οὐκ εἶπεν, Οὐ πολεμήσου σιν· ἀλλὰ," Πολεμοῦντες οὐ κατισχύσουσι." Τὴν γὰρ δὴ νίκην οἱ ἀνταγωνισταὶ πραγματεύονται. ΚΕΦΑΛ. Βʹ. Μετὰ ταῦτα κελεύεται εἰπεῖν τοῖς οἰκοῦσι τὴν Ἱερουσαλήμ· αʹ, βʹ. Τάδε λέγει Κύριος· Ἐμνήσθην σοι ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου· ἐν τῷ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐν γῇ μὴ σπαρείσῃ, λέγει Κύριος. Νεό τητα τῆς Ἰουδαίας τῆς κλήσεως τὴν ἀρχὴν προσηγό ρευσε· τηνικαῦτα γὰρ αὐτοὶ μὲν ἐν Αἰγύπτῳ ταλαι πωρούμενοι κατεστέναξαν· αὐτὸς δὲ ᾤκτειρε, καὶ Μωσῇ διακόνῳ χρησάμενος, ἠλευθέρωσε· τὸ δὲ" ἀγάπης τελειώσεώς σου" κατ' εἰρωνείαν τέθεικεν· οὐδέποτε γὰρ Ἰουδαῖοι περὶ τὸν εὐεργέτην τελείαν ἔσχον ἀγάπην. Τοῦτο δὲ καὶ ὁ ὑμνοποιὸς ἡμᾶς διδάσκει Δαβίδ·" Ἠγάπησαν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ στόματι αὑτῶν, καὶ τῇ γλώσσῃ αὑτῶν ἐψεύσαντο αὐτῷ· ἡ δὲ καρδία αὐτῶν οὐκ ἦν εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ." γʹ. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Ἀντὶ τοῦ, Ἄνθέν σε τῶν ἄλλων ἐθνῶν προέκρινα, καὶ ἐμὸς λαὸς ἐχρημάτισας. Οὕτω καὶ ὁ μακάριος ἔφη Μωσῆς·" Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ."–" Ἀπαρχὴ γεννημάτων αὐτοῦ." Πρὸ γὰρ τῶν ἄλλων ἁπάντων αὐτὸν ἐξελέξατο. Οὗ δὴ χάριν καὶ τῷ Φαραὼ ἔφη·" Υἱὸς πρωτότοκός μου Ἰσραήλ·" καὶ δι' ἑτέρου δὲ προφήτου φησὶν οὕτως·" Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς καρπὸν σύκου πρώϊμον εὗρον πατέρας αὐτῶν."–" Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἐπάξω ἐπ' αὐτοὺς, λέ γει Κύριος." Οὐδὲ γὰρ ὡς τῷ Θεῷ διακονοῦντες ἐπο λέμουν οἱ πολεμοῦντες τῷ Ἰσραήλ· ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ περιγενήσεσθαι δυνάμενοι. Οὕτω καὶ Σε ναχηρεὶμ ἔλεγε·" Μή σε ἀπατάτω ὁ Θεός σου, ἐν ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, λέγων ὅτι Ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Τούτου δὴ χάριν καὶ αὐτοῖς ἀπειλεῖ τιμωρίαν. Εἶτα παντί φησι τῷ λαῷ· εʹ. Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλη μα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακρὰν, καὶ ἐπορεύ θησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν; Τίς ὑμνῆσαι πρὸς ἀξίαν ἱκανὸς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν; Οὐ γὰρ ὡς κριτὴς κρίνει, ἀλλ' ὡς ὑπεύθυνος ἀπολογίαν προσφέρει, καὶ ἐλεγχθῆναι βούλεται εἴ τι πράξαι δέον οὐκ ἔπραξε· καὶ Θεὸς ὢν πανάγιος, ἀνθρώποις παρανόμοις λέγει· Τί ἐξ ήμαρτον; Τί ἠδίκησα; Εἴπατε, ἐλέγξατε. Τί ἔχοντες ἐγκαλεῖν οἱ πατέρες ὑμῶν ἐμὲ μὲν τὸν εὐεργέτην ἐγκατέλιπον, τοῖς δὲ χειροποιήτοις εἰδώλοις ἐδού λευσαν; Καὶ μὴν ἐγὼ τῆς Αἰγυπτίων δουλείας ἀπήλ λαξα· καὶ δι' ἀβάτου μὲν ὡδήγησα γῆς, ἐν ἐρήμῳ δὲ ἀνύδρῳ ἀφθόνων ὑδάτων ῥεῖθρον ἐδωρησάμην, εἰς δὲ τὴν ἐπηγγελμένην εἰσήγαγον γῆν, παντοδαπῶν οὖσαν μητέρα καρπῶν. Διὰ γὰρ τοῦ Καρμήλου πᾶσαν τὴν τῆς ἐπαγγελίας παρεδήλωσε γῆν· ἀλλ' οὐδὲ τούτων ἀπολαύσαντες τὸν εὐεργέτην ἐπέγνωτε· ἀλλὰ τὴν τῶν πατέρων ἐμιμήσασθε βδελυρίαν. Εἶτα κατὰ διαίρεσιν ἑκάστου τάγματος τὴν κατηγορίαν εἰσφέρει. ηʹ. Οἱ ἱερεῖς οὐκ εἶπον· Ποῦ ἐστι Κύριος; Τοῦτο πάντων ἀνοσιώτατον· τὸ τοὺς ποδηγοὺς ἀρχηγοὺς γενέσθαι τῆς πλάνης." Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με." Τῶν γραμματέων καὶ διδασκάλων ἐνταῦθα κατηγορεῖ, ὡς ἑρμηνευόντων μὲν τὸν νόμον, πρώτων δὲ τοῦτον παραβαινόντων." Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ." Τοὺς βασιλέας οὕτως ὠνόμασε." Καὶ οἱ προφῆται προεφήτευον ἐν τῷ Βάαλ." Προφήτας τοὺς ψευδοπροφήτας καλεῖ, ὥσπερ αὖ καὶ θεοὺς τοὺς οὐκ ὄντας θεούς." Καὶ ὀπίσω τοῦ ἀνωφελοῦς ἐπορεύθησαν." Ἔδειξε τὴν τῆς παραπληξίας ὑπερβολήν· καταλιπόντες γὰρ τὸν τῶν παντοδαπῶν ἀγαθῶν χορηγὸν, τοῖς ἐπιζημίοις εἰδώλοις ἐλάτρευον. θʹ. Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς αὐτοὺς, λέγει Κύριος· καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν κριθήσομαι. Ἐπιμένει τῇ μετριότητι· οὐ γὰρ εἶπε· Κρινῶ ὑμᾶς καὶ τοὺς ὑμετέρους ἀπογόνους· ἀλλὰ, Κριθήσομαι καὶ πρὸς ὑμᾶς, καὶ πρὸς ἐκείνους· ἀντὶ τοῦ, Δικάσομαι, καὶ ἐλέγξω παρανομοῦντας. Δεικνὺς δὲ τὴν τῆς παρανομίας ὑπερβολὴν, τὴν τῶν ἐθνῶν ἐξετάσαι πολιτείαν παρακελεύεται, τῶν τε ἑσπερίων καὶ τῶν ἑῴων, καὶ γνῶναι εἴ τινες ἐκείνων ἤμειψαν τοὺς πατρῴους θεούς· καλεῖ δὲ Χεττιεὶμ μὲν τὴν Κύπρον, καὶ τὰς περὶ αὐτὴν νήσους, καὶ δι' αὐτῶν τὰ ἑσπέρια μέρη· Κηδὰρ δὲ, τοὺς τὴν πρὸς ἥλιον ἀνίσχοντα ἔρημον οἰκοῦντας· διὰ δὲ τούτων, τὰ ἑῷα μέρη αἰνίττεται· καὶ διδάσκει ὡς ἐκεῖ νοι μὲν τοῖς πατρῴοις ἠκολούθησαν ἔθεσι, καὶ οὒς ἐδιδάχθησαν σέβειν θεούς· οὗτοι δὲ τὸν ὄντως Θεὸν ἠρνήθησαν. Διὰ τοῦτο τὸν οὐρανὸν ἐκστῆναι ἔφη, καὶ φρίξαι τὴν γῆν· οὐκ ἐπειδὴ λογικὰ τὰ στοιχεῖα· ἀλλ' ὅτι ταῦτα, ὡς περιεκτικὰ τῆς κτίσεως, εἰς μαρτυρίαν μακάριος ἐκάλεσε Μωσῆς." Πρόσεχε γὰρ, ἔφη, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου." γʹ. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ μὲν ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν. Λάκκους συν τετριμμένους τὰ εἴδωλα προσηγόρευσεν. Ὁ γὰρ λάκ κος χειροποίητος μέν ἐστιν, ἀναβλύζον δὲ ὕδωρ οὐκ ἔχει· τὸ δὲ ἐκ νεφῶν τικτόμενον, καὶ ἔνθεν κἀκεῖθεν συναθροι ζόμενον δέχεται· εἰ δὲ καὶ διεῤῥωγὼς ᾖ καὶ συντετριμ μένος, παραυτίκα τὸ ἐξ οὐρανοῦ συνειλεγμένον ἀπόλ λυσι· Τοιαύτη τῶν εἰδώλων ἡ φύσις. Ἐρανίζεται μὲν γὰρ τὴν ὑπόστασιν ἐξ ὕλης καὶ τέχνης· ὃ δὲ παρὰ τού των κομίζεται κάλλος, ἀφαιρεῖται ὁ χρόνος· ὁ δὲ ἀλη θῶς Θεὸς, ζωῆς ἀεννάου πηγή. Εἶτα κατ' ἐρώτησιν· ιδʹ, ιεʹ. Μὴ δοῦλός ἐστιν Ἰακὼβ, ἢ οἰκογενής ἐστιν Ἰσραήλ; Διατί εἰς προνομὴν ἐγένετο; Ἐπ' αὐτὸν ὠρύοντο λέοντες. Ὅτι, φησὶ, τῆς Αἰγυπτίων ἠλευθερώθη δουλείας, ἅπαντες ἔγνωσαν· ὅτι δὲ καὶ καθ' ἑαυτὸν ἐπολιτεύετο τῆς ἐμῆς ἀπο λαύων προνοίας, δῆλον ἦν ἅπασι. Περιφανὴς γὰρ ἦν καὶ περίβλεπτος. Τί τοίνυν τῆς αἰχμαλωσίας τὸ αἴ τιον; Τί δή ποτε τοῖς ἐπιοῦσιν αὐτῷ βασιλεῦσιν ἐγένετο πρόχειρος; Λέοντας γὰρ τοὺς βασιλέας ὠνό μασε. Τούτους λέγει καὶ τὴν γῆν αὐτοῦ διχάσαι, καὶ τὰς πόλεις ἐμπρῆσαι. Ταῦτα δὲ οὐ μόνον ὑπὸ Ἀσσυρίων πεπόνθατε· ἀλλὰ καὶ ὑπὸ Αἰγυπτίων. Ἔτι γάρ φησιν· ιϛʹ. Υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιξάν σου. Οἱ τὰ πολυθρύλλητα ἐκεῖνα σοῦ χάριν ὑπομείναντες· οὓς τὸ τελευταῖον τῷ θαλατ τίῳ βυθῷ παραδέδωκα. Εἶτα τῆς ἀσθενείας τὴν αἰτίαν διδάσκει· ιζʹ. Οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου. Ἔπειτα καὶ σημαίνει τὴν ἀρχὴν τῆς ἀποστασίας." Ἐν τῷ καιρῷ ἄγοντός σε ἐν τῇ ἐρήμῳ." Εὐθὺς γὰρ Αἰγυπτίων ἀπαλλα γεὶς, ἐμὲ μὲν ἐγκατέλιπες, τὸν δὲ μόσχον ἐθεο ποίησας. ιηʹ. Καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηῶν; Καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσ συρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν; Ἡνίκα ὑπὸ Σύρων ἐπολεμοῦντο, τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν· ὅτε δὲ Ἀσσύριοι αὐτοῖς ἐπεστράτευσαν, πρὸς Αἰγυπτίους κατέφυγον· Γηῶν γὰρ τὸν Νεῖλον καλεῖ. ιθʹ. Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κα κία σου ἐλέγξει σε· καὶ γνῶθι, καὶ ἴδε, ὅτι πι κρὸν καὶ πονηρόν σοι τὸ καταλιπεῖν σὲ ἐμὲ, λέ γει Κύριος ὁ Θεός σου. Καὶ οὐκ εὐδόκησα ἐπὶ σοὶ, λέγει Κύριος ὁ Θεός σου. Ἐμὲ, φησὶν, εἰς συμμαχίαν οὐκ ἐκάλεσας, ἀλλ' ἐκείνους. Διὰ τοῦτο ἐκείνοις σε παρέδωκα. Τοιοῦτό τι πεπόνθασι καὶ οἱ τὸν Σω τῆρα σταυρώσαντες· ἀρνηθέντες γὰρ αὐτὸν, ἔλεγον μὴ ἔχειν βασιλέα εἰ μὴ Καίσαρα, οὗ δὴ χάριν αὐτοὺς Καίσαρι παραδέδωκεν. κʹ. Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέῤῥηξας τοὺς δεσμούς σου, καὶ εἶπας· Οὐ δουλεύσω σοι. Ἀρχαιότροπα δέ σου τὰ ἐπιτηδεύ ματα· ἄνωθεν γὰρ συνέτριψας τὸν τοῦ νόμου ζυγὸν, καὶ τοῖς τῶν παρανόμων ἐθνῶν ἠκολούθησας ἔθεσι. Καὶ τοὺς βωμοὺς καὶ τὰ ἄλση τῆς κατὰ νόμον πολι τείας προὐτίμησας. καʹ. Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρπο φόρον, πᾶσαν ἀληθινήν. Οὐχ ἁπλῶς δὲ τὸ" πᾶ σαν" προστέθεικεν· ἀλλ' ἐπειδὴ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς ἄνδρες, οἵ τε θεῖοι προφῆται, καὶ οἱ τούτοις ἑπόμενοι· ἀντὶ τοῦ, Πάντας ὑμᾶς ἐβουλόμην εἶναι τοιούτους, πάντων γὰρ ἴσως ἐπεμελήθην." Πῶς ἐστράφης μοι εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλο τρία;" Εἰ διέμεινεν ἀληθινὴ, οὐκ ἂν ἦν ἀλλο τρία· ἐπειδὴ δὲ εἰς πικρίαν μετεβλήθη, οὐκέτι ἀληθινὴ, ἀλλ' ἀλλοτρία καλεῖται. Οὕτω καὶ ὁ μέγας ἔφη Μωσῆς·" Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν." Ὅθεν καὶ χολὴν τῷ Δεσπότῃ προσήνεγκαν. Ἀλλ' ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστρά φησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας ἐβλάστησαν, ὁ ἐξαὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον αὐτὸν ἀληθι νὴν ὀνομάζει, λέγων·" Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀλη θινή·" τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας" κλήματα" προσηγόρευσεν. κβʹ. Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον μου, λέγει Κύριος. Πόαν τὰ ἀπὸ γῆς φυόμενα ῥύμματα ὀνομάζει· καὶ διδάσκει τρο πικῶς διὰ τούτων, ὡς τὰ κατὰ νόμον περιῤῥαντήρια ἀπαλλαγὴν ἁμαρτημάτων οὐ πραγματεύεται· ἀλλ' εἰλικρινὴς μεταμέλεια, καὶ πονηρίας ἀπαλλαγή. Μετὰ ταῦτα τὴν ἀναίδειαν αὐτῆς ἐξελέγχει. κγʹ. Πῶς ἐρεῖς· Οὐκ ἐμιάνθην, καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; Εἶτα τὸ προφανὲς τῆς ἀσε βείας δείκνυσιν·" Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυ ανδρίῳ, καὶ γνῶθι τί ἐποίησας." Πολυάνδριον καλεῖ τὸ τῶν μνημάτων χωρίον. Ἐν ἐκείνῳ δὲ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς εἰδώλοις κατέκαιον." Ὀψὲ φωνῇ αὐτῆς ὠλόλυζε." Τὸ ὀψὲ ἀντὶ τοῦ βρα δέως τέθεικε· μετὰ τὴν πεῖραν, φησὶ, τῶν ἀλγεινῶν, τῆς παρανομίας αἴσθησιν ἔλαβε. Τοῦτο καὶ μετὰ ταῦτα ὁ προφήτης φησὶ, τὰς δέκα φυλὰς ὀδυρομένας ὑποδεικνὺς, καὶ λεγούσας·" Ὕστερον αἰχμαλωσίας μετενόησα." κδʹ. Τὰς ὁδοὺς αὑτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου. Διὰ τοῦ ἐπλάτυνε, τὴν ἀπληστίαν τῆς ἀσε βείας ἐδίδαξεν. Ὕδατα δὲ ἐρήμου τὰ εἴδωλα προσ ηγόρευσεν, ὡς ἐρημοποιὰ, καὶ πανωλεθρίας πρόξενα." Ἐν ἐπιθυμίαις ψυχῆς αὑτῆς ἐπνευματοφορεῖτο." Ἃ γὰρ ἀκούειν ἠβούλοντο, ταῦτα οἱ ψευδοπροφῆται προλέγειν προσεποιοῦντο. Τὸ γὰρ" ἐπνευματοφο ρεῖτο" περὶ τῶν ψευδοπροφητῶν τέθεικε." Παρεδό θη τίς ἐπιστρέψει αὐτήν;" Θεοῦ γὰρ παραδεδω κότος, τίς ἐπαρκέσει; Οὕτω καὶ διὰ τοῦ μεγάλου Μωσέως φησί·" Πάντες οἱ ζητοῦντες αὐτὴν, οὐ κοπιάσουσιν· ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν." Εὐχείρωτοι γὰρ ἐγένοντο, τὴν ἀσέβειαν ἀσπασάμενοι. Μετὰ ταῦτα διδάσκει, ὅτι πολλάκιςσυμβουλευθεῖσα τῆς βλαβερᾶς ἀποστῆναι πορείας, ἐθρασύνετο ἄντικρυς, τὴν ἀποστασίαν ὁμολογοῦσα. Ἀλλὰ διὰ τοῦτο αἰσχύνῃ αὐτοὺς, φησὶ, περιβαλῶ πάν τας ὁμοῦ, καὶ βασιλέας, καὶ ἄρχοντας, καὶ ἱερέας, καὶ τοὺς τὰ ψευδῆ προφητεύοντας· καὶ ἀπεικασθή σονται κλέπτῃ ἐπ' αὐτοφώρῳ ἁλόντι, καὶ σφόδρα ἐρυθριῶντι. Τοὺς μὲν γὰρ ἐκ ξύλου καὶ λίθου κατα σκευαζομένους θεοὺς, πατέρας ὠνόμαζον καὶ γεν νήτορας· ἐμοὶ δὲ τὰ νῶτα ἔδωκαν, καὶ ὡς ἐχθρὸν ἀπεστράφησαν." Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὑτῶν ἐροῦσιν· Ἀνάστα, καὶ σῶσον ἡμᾶς." Τοῦτο μάλιστα ἀναιδείας ἐσχάτης, τὸ ἀπολαύοντας μὲν τῶν ἀγαθῶν ἀχαριστίαν νοσεῖν· σπανίζοντας δὲ, τούτων αἰτεῖν τὴν μετάληψιν. Εἶτα εἰρωνικῶς· κηʹ. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῇ; εἰ ἀναστήσονται, καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεώς σου; Διδάσκει δὲ καὶ τούτων τὸ πλῆθος. Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ. Οὕτω δείξας τὴν τῶν οὐκ ὄντων θεῶν τιμὴν, καὶ τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, πράως τοῖς ἀχαρίστοις ἐπιτιμᾷ· κθʹ. Ἱνατί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος. Ἀναμιμνήσκει καὶ τῶν ἐπενε χθεισῶν αὐτοῖς παιδειῶν. λʹ. Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν· παιδείαν οὐκ ἐδέξασθε. Οὔτε εὐεργετούμενοι τὸν εὐεργέ την ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπ έστητε. Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα. λα. Ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Κύ ριος. Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰακὼβ, ἢ γῆ κεχερσωμένη, διότι εἶπεν ὁ λαός μου· Οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρός σε; Εἰ ρωνικῶς ταῦτα λέγει. Ἆρα, φησὶ, μὴ τοῖς εἰδώλοις εἰμὶ παραπλήσιος; ἆρα μὴ ὁμοίως ἐκείνοις οὐδένα αὐτοῖς καρπὸν ἀγαθὸν προσενήνοχα, καὶ διὰ τοῦτο τὴν ἐμὴν δουλείαν ἀπέδρασαν; Μεταβαίνει δὲ καὶ ἐφ' ἑτέραν εἰκόνα, καὶ λέγει, πᾶσαν μὲν νύμ φην τοῦ κόσμου πεφροντικέναι, πᾶσαν δὲ παρθένον τῆς στηθοδεσμίδος ἐπιμελεῖσθαι· τὸν δὲ κληθένταλαὸν, κατολιγωρῆσαι τοῦ κηδεμόνος. Εἶτα πάλιν εἰ ρωνικῶς λγʹ. Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου, τοῦ ζητῆσαι ἀγάπησιν; Τί ἕτερον, φησὶ, τοῖς προειρημένοις προσθεῖναι βούλῃ, ὡς τὸ ἐμὸν περὶ σὲ πραγματεύσασθαι φίλτρον·" Οὐχ οὕτως." Οὐδὲν τούτων εἰς ἀγάπην κινεῖ, ἀλλὰ τοὐναντίον μῖσος ἐρ γάζεται· οὐ γὰρ μόνον εἰς ἀσέβειαν ἐξώκειλας, ἀλλὰ καὶ μιαιφονίαν ἐτόλμησας. λδʹ. Ἐν γὰρ ταῖς χερσί σου, φησὶν, εὑ ρέθη αἵματα ψυχῶν ἀθώων. Τοῦτο καὶ ὁ μακά ριος ἔφη Δαβίδ·" Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι. Διδάσκων δὲ, ὡς οὐδὲ κρύβδην ταῦτα εἰργάζοντο, ἀλλ' ἀναφανδὸν ἐτόλμων, ἐπήγαγεν·" Οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλ' ἐπὶ πάσῃ δρυΐ." Οὐ γὰρ ὥσπερ οἱ τοιχωρύχοι λάθρα τοῦτο δρῶσιν, οὕτω καὶ οὗτοι λαν θάνειν ἐπειρῶντο παρανομοῦντες, ἀλλὰ πᾶς βουνὸς, καὶ πᾶν ἄλσος ἐδέξατο τὴν τούτων ἀσέβειαν· ἀναιδεῖς δὲ ὄντες, καὶ βδελυροὶ, καὶ τὰ προφανῶς γινόμενα ἐξηρνοῦντο. λεʹ. Εἶπας γὰρ, φησί· Ἀθῶός εἰμι· ἀλλὰ ἀπο στραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ. Οὗ δὴ χάριν ἐπήγαγεν· Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ σε λέγειν· Οὐχ ἥμαρτον. Καὶ οὐ λέγει, Κρινῶ σε, ἀλλὰ," Κρίνομαι πρὸς σέ·" ἀντὶ τοῦ, Δικάζομαι, καὶ ἐλέγχω σε ψευδομένην καὶ ἀναιδῶς ἀρνουμένην. λϛʹ. Ὅτι κατεφρόνησαι σφόδρα τοῦ δευτε ρῶσαι τὰς ὁδούς σου. Κατάλληλος γὰρ ἡ ἀναί δεια τῇ παρανομίᾳ· αἰνίττεται δὲ διὰ τούτου καὶ ἕτερον, ὅτι Ὥσπερ Ἀσσυρίους εἰς συμμαχίαν καλέσαντες, οὐδὲν ἐκ τῆς ἐπικουρίας ἀπώνασθε, οὕτω καὶ νῦν Αἰ γυπτίοις προσπεφευγότες, οὐδεμιᾶς ἐκεῖθεν ὠφε λείας ἀπολαύσεσθε. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομέ νων δηλοῖ. Καὶ ἀπ' Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ἀσσούρ. (λζʹ) Ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· Ἴδιον τῶν θρηνουσῶν τὸ τὰς χεῖρας συμπεπλεγμένας ἐπιτιθέναι τῇ κεφαλῇ. Τὸ δὲ αἴτιον τῶν κακῶν," Ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐο δωθήσῃ ἐπ' αὐτῇ." Εἰ γὰρ εἰς τὸν Θεὸν ἤλπισας, ἐτρύγησας ἂν ὥριμον τὸν τῆς ἐλπίδος καρπόν· ἐπειδὴ δὲ ἀνθρώποις ἐθάῤῥησας, διήμαρτες τῆς ἐλπίδος. ΚΕΦΑΛ. Γʹ. Μετὰ ταῦτα δὲ γινώσκει, ὡς πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη, πρὸς τὸν ἄνδρα τὸν πρότερον ἐπανελθεῖν οὐ δυνήσεται, τοῦ νό μου τοῦτο κωλύοντος· ἐμὲ δὲ σὺ τὸν κατὰ νόμον σοι συν αφθέντα καταλιποῦσα, συνήφθης δαίμοσιν ἀνοσίοις· εἶτα, πάλιν αἴσθησιν δεξαμένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην. Εἰ δὲ νομίζεις ἁπλῶς με ταῦτα λέγειν, βʹ. Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρθης. Ἀντὶ τοῦ, Ἐμιάνθης. Τοῦτο γὰρ καὶ διὰ τοῦ Ἐζεκιήλ φησι πρὸς αὐτὴν," Καὶ εὗρόν σε πεφυρμένην ἐν τῷ αἵματί σου·" οὕτω δὲ καὶ ὁ Σύρος ἡρμήνευσε. Λέγει δὲ ἐν τοῖς ἑξῆς, ὅτι Οὐ μόνον παραγινομένους ἐδέχου, ἀλλὰ καὶ ἐξῄεις ἐπιζητοῦσα· καὶ ταῖς κορώναις πα ραπλησίως προσήδρευες ταῖς ὁδοῖς, τὴν ἐκείνων προσ μένουσα παρουσίαν, καὶ τὴν γῆν μιασμάτων ἐνέπλη σας, πολλοῖς ποιμέσιν ἀνθ' ἑνὸς χρησαμένη. Ποιμένας γὰρ πολλοὺς τὰ εἴδωλα προσηγόρευσεν ὥσπερ γὰρ θεοὶ ἐκαλοῦντο τὴν θείαν προσηγορίαν συλήσαντες οἱ τοῦ ψεύδους πατέρες οὕτω καὶ ποιμένες ὠνομά σθησαν τὸ τοῦ ἀληθινοῦ ποιμένος λῃστεύσαντες ὄνομα." Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας." Καθάπερ γὰρ αἱ τὴν ὥραν ἀπεμπολοῦσαι τῶν μετώπων ἀποξύουσι τὴν αἰδῶ, καὶ πᾶσιν ὁμοίως προσφέρονται· οὕτω σὺ πρὸς οὐδένα τὴν εὔνοιαν δι εφύλαξας, ἀλλὰ τρυγῶσα μὲν παρ' ἐμοῦ τῶν ἀγαθῶν τὴν φορὰν, τοῖς εἰδώλοις ἐδούλευες. Περιπίπτουσα δὲ συμφοραῖς, καὶ τῆς ἐκείνων ἀσθενείας αἰσθανομένη, τὴν ἐμὴν ἐξῄτεις βοήθειαν. δʹ. Οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου, Οὐ ταύτας μοι τῆς οἰκειώσεως προσηγορίας ἐτίθεις πάλαι, ποτὲ μὲν πατέρα καλοῦσα, ποτὲ δὲ ἄνδρα παρθενικὸν, ποτὲ δὲ οἶκον ἄσυλον; Οὕτω γὰρ καὶ ὁ μακάριοςλέγει Δαβίδ·" Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. εʹ. Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα; Ἀντὶ τοῦ, Τὸ ψεῦδός σου, καὶ τῶν ῥημάτων ἡ χλευασία." Ἦ δια φυλαχθήσεται εἰς νῖκος;" Ἦ νομίζεις διὰ τούτων περιγενέσθαι καὶ νικᾷν; Εἶτα εἰρωνικῶς·" Ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα, καὶ ἠδυνή θης." Ἀντὶ τοῦ, Νόμισον κεχλευακέναι, καὶ δια πεφευγέναι τοιαῦτα παρανομῆσαι τολμήσασα. Μετὰ δὲ ταῦτά φησι τὸν Θεὸν πρὸς αὐτὸν εἰρηκέναι ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως· ϛʹ. Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι (ἐδούλευον γὰρ ἐν Βαβυλῶνι), τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον." Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ." Ἔπειτα τὴν οἰκείαν ἀγαθότητα καὶ μακροθυμίαν δείκνυσιν. ζʹ. Καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν. Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα. Ἐντεῦθεν αὔξει τῆς Ἰούδα φυλῆς τὴν κατηγορίαν. ηʹ. Καὶ εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύν θετος Ἰούδα ἡ ἀδελφὴ αὐτῆς, καὶ εἶδε διότι περὶ πάντων ὧν κατελήφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραὴλ, καὶ ἐξαπέστειλα αὐτὴν, καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖ ρας αὐτῆς. Καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, ἡ ἀδελφὴ αὐτῆς, καὶ ἐπορεύθη, καὶ ἐπόρνευσε καὶ αὐτή. Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτης ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμη σιν· ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν. θʹ. Καὶ ἐγένετο ἡ πορνεία αὐτῆς εἰς οὐθέν. Οὐδὲν γὰρ, φησὶ, παράνομον ποιεῖν ὑπελάμβανε· πορνείαν δὲ τὴν εἰδωλολατρείαν καλεῖ· καταλιπόντες γὰρ τὸν Θεὸν, ὃς νυμφίος αὐτῶν ὠνομάζετο, τοῖς εἰδώλοις ἐλάτρευον." Καὶ ἐφονοκτόνει τὴν γῆν, θύουσα τὰ τέκνα τοῖς δαίμοσι· καὶ ἐμοίχευσε τὸν λίθον καὶ τὸ ξύλον." Σαφῆ τὴν τῆς πορνείας κατηγορίαν εἰργάσατο. Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη· καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ αἴτια τῶν συμφορῶν διετέλεσε δρῶσα· οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται. ιβʹ. Πορεύου γὰρ, φησὶ, καὶ ἀνάγνωθι τοὺς λό γους τούτους πρὸς βοῤῥᾶν, καὶ ἐρεῖς, Ἐπιστρά φηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος. Καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, ὅτι ἐλεήμων εἰμὶ, λέγει Κύριος, καὶ οὐ μη νιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Ἀμέτρητος ἡ τοῦ Δεσπό του φιλανθρωπία· μετὰ γὰρ τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν· διδάσκει δὲ καὶ ταύτης τὸν τρόπον.

Intertext edge

Open linked passage

Note