⋯
Original: Pg Scrape Grc
καὶ τὰς ἐπιγραφὰς οὕτω νενοηκότες, τοὺς μὲν τῷ Ἰδιθοὺμ, τοὺς δὲ τῷ Αἰθὰμ, ἄλλους δὲ τοῖς υἱοῖς Κορὲ, καὶ ἑτέρους τῷ Ἀσὰφ ἀνέθεσαν, προφήτας καὶ αὐτοὺς ἐκ τῆς τῶν Παραλειπομένων ἱστορίας εἶναι μεμαθηκότες. Ἐγὼ δὲ περὶ τούτων μὲν οὐδὲν ἰσχυρίζομαι. Ποίαν γάρ μοι προστίθησιν ὠφέλειαν, εἴτε τούτου πάντες, εἴτ' ἐκείνων εἶέν τινες, δήλου γε ὄντος, ὡς ἐκ τῆς τοῦ θείου Πνεύματος ἐνεργείας συνεγράφησαν ἅπαντες; καὶ τὸν θεσπέσιον γὰρ Δαβὶδ προφήτην ἴσμεν, κἀκείνους προφήτας τῶν Παραλειπομένων ἡ ἱστορία καλεῖ. Προφήτου δὲ ἴδιον, τὸ τὴν γλῶτταν ὑπουργὸν παρέχειν τῇ τοῦ Πνεύ ματος χάριτι, κατὰ τὴν ἐν τοῖς Ψαλμοῖς φερομένην φωνὴν," Ἡ γλῶσσά μου, φησὶ, κάλαμος γραμματέως ὀξυγράφου." Κρατείτω δὲ ὅμως τῶν πλειόνων ἡ ψῆφος· τοῦ Δαβὶδ δὲ οἱ πλείους τῶν συγγραφέων τού τους ἔφασαν εἶναι. Ἐπειδὴ δὲ καὶ τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν ψευ δεῖς τινες ἀπεκάλεσαν, ἀναγκαῖον ἡγοῦμαι καὶ περὶτούτου βραχέα διεξελθεῖν. Ἐμοὶ δοκεῖ τολμηρὸν εἶναι τὰς ἀνέκαθεν ἐμφερομένας ἐπὶ Πτολεμαίου, τοῦ τῆς Αἰγύπτου μετὰ τὸν Ἀλέξανδρον βασιλεύ σαντος, ἀνατρέπειν ἐπιγραφὰς, ἃς οἱ ἑβδομήκοντα πάντες πρεσβύτεροι μετέθεσαν εἰς τὴν Ἑλλάδα φωνὴν, ὡς καὶ τὴν ἄλλην ἅπασαν θείαν Γραφήν. Πρὸ πεντήκοντα δὲ καὶ ἑκατὸν τῆς ἑρμηνείας ἐνιαυ τῶν, θείας ἀναπλησθεὶς χάριτος ὁ θαυμάσιος Ἔσδρας τὰς ἱερὰς ἀνέγραψε βίβλους, ὑπὸ τῆς τῶν Ἰουδαίων ἀμελείας, καὶ τῆς τῶν Βαβυλωνίων δυσ σεβείας, πάλαι διαφθαρείσας. Εἰ δὲ κἀκεῖνος ὑπὸ τοῦ παναγίου Πνεύματος τὴν τούτων ἀνενεώσατο μνήμην, καὶ οὗτοι, μὴ δίχα τῆς θείας ἐπιπνοίας, μετὰ πολλῆς συμφωνίας μετήνεγκαν ταύτας εἰς τὴν Ἑλλάδα φωνὴν, πρὸς δὲ ταῖς ἄλλαις θείαις Γραφαῖς καὶ τὰς ἐπιγραφὰς ἡρμηνεύκασιν· τολμη ρὸν οἶμαι καὶ λίαν θρασὺ, ψευδεῖς ταύτας προσ αγορεύειν, καὶ τοὺς οἰκείους λογισμοὺς τῆς τοῦ Πνεύ ματος ἐνεργείας σοφωτέρους ὑπολαμβάνειν. Τοῦτο δὲ δείξει σαφέστερον καὶ ἡ κατὰ μέρος τῶν Ψαλμῶν ἑρμηνεία. Καὶ τὸ διάψαλμα δὲ διαφόρως ἡρμήνευσαν. Οἱ μὲν γὰρ τῆς τοῦ Πνεύματος ἐνεργείας παῦλαν ὑπ έλαβον εἶναι, οἱ δὲ προφητείας ἐναλλαγὴν, οἱ δὲ τοῦ μέλους μεταβολήν. Εἷς δὲ, τῇ τοῦ Ἀκύλα χρησά μενος ἑρμηνείᾳ, τὸ ἀεὶ τέθεικεν ἀντὶ τοῦ διαψάλμα τος, τῷ ἡγουμένῳ στίχῳ τοῦτο συνάπτεσθαι φήσας. Οἷον ἐν τῷ τρίτῳ ψαλμῷ μετὰ τὸ," Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ," προσκείμενον εὑρίσκομεν τὸ διάψαλμα. Ὁ δὲ Ἀκύλας οὕτως συνῆψε," Καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ ἀεὶ." Καὶ οὕτω δὲ ἐφεξῆς τῷ ἡγουμένῳ στίχῳ συνάπτει, μίαν διάνοιαν ἐργαζό μενος. Ἐγὼ δὲ καὶ τοὺς Ἑβδομήκοντα, καὶ τοὺς ἄλλους ἅπαντας τῆς θείας Γραφῆς ἑρμηνευτὰς τῷ διαψάλματι κεχρημένους εὑρίσκων, οὐ δίκαιον ἡγοῦμαι τοσούτων μὲν καὶ τοιούτων καταφρονῆσαι, ἑνὸς δὲ μόνου διανοίᾳ πιστεῦσαι. Οὗ δὴ χάριν μέλους ἐναλλαγὴν ὑπολαμβάνω σημαίνειν τοῦ διαψάλματος τὴν γραφήν. Ἐπειδὴ γὰρ χοροὺς συστησάμενος ὁ μέγας Δαβὶδ τῷ Θεῷ τὴν ὑμνῳ δίαν προσέφερεν, οὐκ αὐτῷ χρείαν τινὰ πληρῶν, ἀλλὰ τῷ λαῷ προξενῶν ὠφέλειαν, δηλονότι μετά τινος ἁρμοδίας καὶ τοὺς χοροὺς ᾄδειν, καὶ τοὺς τοῖς ὀργάνοις κεχρημένους σύμφωνον παρεσκεύασε παρέχεσθαι τὴν ἠχήν. Πολλὰς δὲ καὶ τὰ ᾄσματα τοῦ μέλους ἔχει μεταβολὰς, καὶ αἱ λύραι δὲ, καὶ μέντοι καὶ κιθάραι, τῶν κρουμάτων ἐναλλαγάς· ἔστι δὲ καὶ ἐπὶ τῶν αὐλῶν πολλὴν τοιαύτην ἰδεῖν διαφοράν. Τὸ τοίνυν διάψαλμα δοκεῖ μοι σημαίνειν, ὡς ἔφην, τὴν τοῦ μέλους μεταβολήν. Τὸ δὲ ἀκριβὲς τῆς ἑρμηνείας οἶδεν ὁ τοιαύτην τεθεικὼς τὴν ἐπι γραφὴν, καὶ εἴ τις κατ' ἐκεῖνον τοῦ θείου Πνεύματος τὴν αἴγλην ἐδέξατο. Εἰδέναι δὲ προσήκει τοὺς φιλοπόνως τοῖς
Read ancient texts, search the corpus, and study passages in context.
Start with a text, a word, or a study question. Jerome keeps originals, translations, word help, and intertexts close without putting every tool on screen at once.
Open a text
Begin with original text and translation, then unfold contents or study tools when useful.
Find words and passages
Search Greek, Latin, translations, authors, or works across the corpus.
Compare and annotate
Use translations, word analysis, notes, highlights, and related passages after a text is open.