⋯
Original: Pg Scrape Grc
Ἴσως μέν τινες περιττόν τι ποιεῖν καὶ παρέλκον νομιοῦσιν ἡμᾶς τῆς προφητικῆς ἑρμηνείας κατατολ μῶντας, ἅτε δὴ καὶ ἄλλων τινῶν τοῦτον διηνυκότων τὸν πόνον· ἀλλ' εἰσὶν οἱ τὰ θεῖα περὶ πολλοῦ ποιού μενοι, καὶ τὴν ἱερὰν ἀκριβῶς πεπαιδευμένοι Γραφὴν, οἳ οὐ μόνον ἡμῖν οὐ νεμεσήσουσιν, οὐδὲ τοῖς φιλαι τίοις ἐκείνοις παραπλησίως ἐπιμέμψονται, ἀλλὰ καὶ ἀποδέξονται, ὡς εἰκὸς, καὶ ἐπαινέσονται, κἂν μή τι γενναῖον ἐν τοῖς συγγράμμασιν εὕρωσιν. Ἀπόχρη γὰρ παρὰ τοῖς δικαίοις κριταῖς, καὶ μόνη ἡ προθυμία δρέψασθαι τὴν εὐφημίαν· οὕτω γὰρ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐν τοῖς μὲν ἱεροῖς Εὐαγγελίοις ἀντ' ὀβολῶν δύο τὴν χήραν ἐκείνην ἐπαινίωσεν ἐγκωμίοις, τῇ ποιότητι τῆς γνώμης, οὐ τῇ τοῦ δώρου ποσότητι τὸν ἔπαινον ψηφισάμενος. Ἐν δὲ τῷ νόμῳ, τοῖς εὐπό ροις παρεγγυήσας χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους εἰς τὴν κατασκευὴν προσενεγκεῖν τῆς σκη νῆς, οὐδὲ τοὺς πενίᾳ συζῶντας τῆς ἐντεῦθεν ἐστέ ρησεν εὐλογίας· ἀλλὰ προσέταξε τοὺς μὲν δέρματα, τοὺς δὲ τρίχας προσφέρειν· αἱ δὲ καὶ τούτων σπανί ζουσαι, τὴν ἰσχὺν καὶ τὴν τέχνην ἀντὶ τούτων προσ έφερον, νήθουσαι τὰς τρίχας, καὶ ἐξυφαίνουσαι. Πρὸς δὲ τούτοις ἴσμεν οὐ μόνον Μωσέα τὸν μέγανχρηματίσαντα προφήτην, ἀλλὰ καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ Σαμουὴλ, καὶ Δαβὶδ, καὶ Νάθαν, καὶ Γὰδ, καὶ Ἀχιὰ, καὶ Ἠλίαν, καὶ Ἐλισσαῖον, καιμυρίους πρὸς τούτοις ἑτέρους· καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα οὐ μόνον Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας, καὶ ἅπας ὁ τῶν ἀποστόλων χορὸς, οὐδὲ Παῦλος καὶ Βαρνάβας, οἱ μετὰ τούτους χειροτονηθέντες, εἰς ἅπαντας διεπόρθμευον ἀνθρώ πους, ἀλλὰ καὶ Σίλας, καὶ Τῖτος, καὶ Τιμόθεος, καὶ Ἀπολλὼς, οἱ τῶν μεγάλων ἐκείνων ἀνδρῶν μαθηταί. Ἀλλ' οὐδὲ μέχρι τούτων ἔστη τῆς διδασκαλίας ἡ χάρις, ἀλλὰ καὶ τοὺς τούτων ἐφώτισε διαδόχους, καὶ τοὺς μετ' ἐκείνους. Καὶ μέχρι δὲ νῦν ἐν ταῖς θείαις Ἐκκλησίαις ἡ τοῦ παναγίου Πνεύματος ἀναβλύζει πηγὴ, καὶ διανέμει τοῖς ἀνθρώποις τὰ θεόσδοτα δῶρα. Οὐδὲν οὖν ἀπεικὸς τοῖς ὀρθῇ ψήφῳ καὶ δικαίᾳ κεχρημένοις ποιήσειν δόξομεν, εἰ καθάπερ τινὰς τρίχας, τὰς τῆς ἡμετέρας διανοίας ὠδῖνας εἰς τὴν τῆς νέας σκηνῆς κατασκευὴν προσενέγκαιμεν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ καὶ τοῖς ἑτέρων ἐνθυμήμασί τις ἀκολουθεῖν ἡμᾶς φήσειε, καὶ οὕτως εὑρήσει τὸν δυνατὸν ἡμῖν ἔρανον συνεισφέρον τας. Ὁμοίως γὰρ ἐκείναις, αἳ τὰς ὑπ' ἄλλων προσ ενεχθείσας ἔνησαν καὶ ἐξύφαναν τρίχας, καὶ τὰς τῆς σκηνῆς κατεσκεύασαν δέῤῥεις, καὶ ἡμεῖς ἔνθεν κἀκεῖθεν τὰ καλῶς εἰρημένα συλλέξαντες, ἓν ἐκ πάν των ἐξυφανοῦμεν σὺν Θεῷ φάναι σύγγραμμα, τῶν δυοκαίδεκα προφητῶν δήλην ποιοῦντες τοῖς ἐντυγ χάνουσι τὴν διάνοιαν. Εἰκὸς δὲ, ὅτι καὶ ἡμεῖς οἷόν τινι λύχνῳ τῷ θείῳ κεχρημένοι λόγῳ, εὑρήσομεν ἑρμηνείαν τῆς ἀληθείας ἐχομένην. Οὐ γὰρ ἀπέσβη τῆς θείας φιλοτιμίας ἡ χάρις, ἀλλὰ πηγάζει καὶ χορηγεῖ τὰς μεγίστας δωρεὰς, οὐ τοῖς ἀξίοις μόνοις, ἀλλὰ καὶ τοῖς τῆς τελειότητος ἀποδέουσιν. Ὁρῶμεν δὲ καὶ τὸν αἰσθητὸν ἥλιον οὐ μόνον τοῖς παλαιοτάτοις ἀνθρώποις, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους καὶ ἡμῖν τοῖς, ὀψιγόνοις, τὰς οἰκείας ἀκτῖνας ἐκπέμποντα, καὶ ὁμοίως ἅπασαν γῆν καὶ θάλατταν καταυγάζοντα. Τοιγάρτοι πολλῷ μᾶλλον ὁ τούτου δημιουργὸς, ὁ καὶ τοῦτον διὰ μόνην ἀγαθότητα κτίσας, καὶ τῶν οὕτω πως πρὸς αὐτὸν ἀναβλέπειν προαιρουμένων κατα φωτίζει τὸν νοῦν. Ἐπὶ ταύτης τῆς ἐλπίδος ὀχούμενοι, καὶ τῶν φιλαιτίων οὐδένα λόγον ποιούμενοι, τῆς προ φητικῆς ἑρμηνείας καταθαῤῥήσομεν, ὑμῶν τῶν ἐπιτα ξάντων καὶ εἰς τοῦτον διεγειράντων τὸν πόνον, τὰς προσευχὰς εἰς ἐπικουρίαν καλέσαντες· μικρὰ δὲ πρότε ρον περὶ τῶν καιρῶν, ἐν οἷς ἕκαστος προεφήτευσε, διελθόντες, οὕτω τῆς κατὰ μέρος ἑρμηνείας ἁψώμεθα. Περὶ τῶν καιρῶν, ἐν οἷς ἕκαστος τῶν δυοκαί δεκα προφητῶν προεφήτευσεν. Οἱ δυοκαίδεκα προφῆται οὐχ ὡς ἀλλήλοις συν ηκμακότες, καὶ κατ' αὐτὸν γεγονότες, μίανἔχουσι βίβλον· ἐν διαφόροις γὰρ καιροῖς τὰς τῶν μελλόντων ἐποιήσαντο προφητείας. Καὶ ὁ μὲν Ὡσηὲ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶἘζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας· καὶ ὁ Ἀμὼςὡσαύτως ἐν ἡμέραις Ὀζίου· καὶ μέντοι καὶ ὁ Ἰωὴλ τούτων ὁμόχρονος· ὁ δὲ Μιχαίας εὐθὺς μετὰ τὴν Ὀζίου τελευτὴν τῆς προφητείας ἤρξατο ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου. Καὶ Ἰωνᾶς δεταύτης ἐστὶ τῆς συμμορίας εἰ γὰρ καὶ ἡ προφητεία τὸν χρόνον ἐσίγησεν, ἀλλ' ἡ τῶν Παραλειπομένων βίβλος τοῦτο διδάσκει σαφῶς. Ὁ δὲ Ναοὺμ μετὰ τὸν Ἰωνᾶν τὸ τῆς προφητείας ἐδέξατο χάρισμα· διδάσκει δὲ τοῦτο σαφῶς ἡ τῆς προφητείας ὑπόθεσις. Ὁ μὲν γὰρ Ἰωνᾶς τὴν πανωλεθρίαν κηρύξας τοῖς Νινευί ταις, τοῖς τῆς μετανοίας αὐτοὺς φαρμάκοις παρ εσκεύασε χρήσασθαι· διὸ καὶ πεῖραν οὐκ ἔλαβον τῶν ἀπηχῶν ἐκείνων προῤῥήσεων. Ἐπειδὴ δὲ εἰς τὴν προτέραν κακίαν παλινδρομήσαντες ἄξια τιμωρίας ἐσχάτης ἐτόλμησαν, ὁ Ναοὺμ αὐτῶν μετὰ ταῦτα προφητεύει τὸν ὄλεθρον. Ὁ δὲ Ἀβδιοῦ, δι' ὧν τῇ Ἰδουμαίᾳ προηγόρευσεν ἀλγεινῶν, δῆλός ἐστι μετὰ τούτους τῆς προφητείας ἀρξάμενος. Ὁ δὲ Σοφονίας διδάσκει σαφῶς, ὡς ἐπὶ Ἰωσίου τοῦ βασιλέως τῆς θείας ἀποκαλύψεως ἔτυχε· κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ θαυμάσιος Ἱερεμίας. Ὁ δὲ Ἀββακοὺμ οὐπολὺ μετὰ τούτους. Ἀγγαῖος δὲ, καὶ Ζαχαρίας, καὶ Μαλαχίας, μετὰ πολλῶν ἐτῶν ἀριθμόν· οὐ γὰρ μόνον μετὰ τὸν Ἰωσίαν, καὶ τὸν Ἰωακεὶμ, καὶ τὸν Ἰεχονίαν, καὶ τὸν Σεδεκίαν, ἀλλὰ καὶ μετὰ τὸν ἐν Βα βυλῶνι τῆς αἰχμαλωσίας χρόνον, καὶ μετὰ Κῦρον τὸν πρῶτον Περσῶν βασιλεύσαντα, ὃς τὸν Ἰσραηλίτην λαὸν ἐπανελθεῖν παρηγγύησε, καὶ μετὰ Καμβύ σην τὸν ἐκείνου παῖδα ἐπὶ Δαρείου τοῦ Ὑστάσπου, τοῦ Ζοροβάβελ ἤδη τὸν θεῖον οἰκοδομοῦντος νεὼν, τὴν προφητείαν ἐποιήσαντο· μεθ' οὓς οὐδεὶς ἕτερος παρ' Ἰουδαίοις προφήτης εὑρίσκεται. Οὐ τοίνυν ὡς κατ' αὐτὸν γεγονότες μίαν ἔχουσι βίβλον, ἀλλ' ἐπειδὴ δι' ὀλίγων ἐποιήσαντο τὰς προῤῥήσεις, καὶ οὐκ ἀπέχρη τούτων ἕκαστος εἰς μιᾶς βίβλου διὰ βραχύτητα κατασκευὴν, εἰκότως οἱ ἀνέκαθεν τῶν θείων πεφροντικότες, τῶν δυοκαίδεκα προφητῶν τὰς προῤῥήσεις συναγαγόντες, μίαν ἀπέφηναν βίβλον. Καιρὸς δὲ λοιπὸν, τῆς κατὰ μέρος ἡμᾶς ἅψασθαι ἑρμηνείας, τῆς Ὡσηὲ προφητείας ἐν κεφαλαίῳ τὴν ὑπόθεσιν προδιδάξαντες. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. ΥΠΟΘΕΣΙΣ. Τῆς τοῦ λαοῦ διαιρέσεως ἐπὶ Ῥοβοὰμ τοῦ Σολο μῶντος γεγενημένης, τῶν δέκα φυλῶν Ἱεροβοὰμ ὁ Ναβὰτ ἐβασίλευσεν. Οὗτος δείσας μὴ, τῶν κατὰ και ρὸν ἑορτῶν εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν τὸν λαὸν καλουσῶν, εἰς τὴν Δαβιτικὴν ἐπανέλθωσιν αἱ δέκα φυλαὶ βασιλείαν, ἦρξε κακῶς τῆς εἰς τὸν Θεὸν ἀσε βείας, καὶ δύο δαμάλεις κατασκευάσας χρυσᾶς, τῇ μὲν ἐν τῇ Δᾶν, τῇ δὲ ἐν τῇ Βαιθὴλ τέμενος κατ εσκεύασεν. Ἐντεῦθεν ἡ ἀσέβεια λαβοῦσα παρείσ δυσιν, καὶ τοῖς τῶν ὁμόρων ἐθνῶν εἰδώλοις αὐτοὺς λατρεύειν ἐδίδαξεν· εἰς ἔσχατον δὲ παρανομίας ἐλά σαντες τῆς θείας ἐγυμνώθησαν προμηθείας. Καὶ πρῶτος μὲν αὐτοὺς Ἀζαὴλ ὁ τῶν Σύρων κατεπολέ μησε βασιλεύς· εἶτα Φουὰ ὁ τῶν Ἀσσυρίων τηνι κάδε τὰ σκῆπτρα κατέχων, φόρον ὅτι πλεῖστον εἰσ έπραξε. Μετὰ τοῦτον Θεγλαθφαλασὰρ πολλὰς τῶν πόλεων ἀναστάτους πεποιηκὼς, τοὺς μὲν ἀνεῖλε τῶν ἐνοικούντων, τοὺς δὲ δορυαλώτους ἀπήγαγε. Μετὰ τοῦτον Σαλμανασὰρ τὴν βασιλείαν διαδεξάμενος, ταὐτὰ δέδρακε πάλιν τὰς ἀκηράτους διασωθείσας τῶν πόλεων, καὶ διελὼν εἰς πολιορκίαν τὴν στρα τιὰν, αὔτανδρον ἔλαβε τὴν Σαμάρειαν, καὶ τῶν δέκα φυλῶν τὸ λειπόμενον εἰς τὴν Ἀσσυρίαν ἀπ ῴκισεν. Ἔσχατος δὲ βασιλεὺς Ἀσσυρίων ὁ Σενναχηρεὶμ κατὰ τῆς Ἰουδαίας στρατεύσας, ἐνίας μὲν εἷλε τῶν πόλεων, πολιορκῆσαι δὲ τὴν Ἱερουσαλὴμ πειραθεὶς, θεηλάτῳ πληγῇ τὴν στρατιὰν ἀπολέσας, αὐτὸς ἀλώβητος τηνικαῦτα μεμένηκεν, ὡς ἂν γέ νοιτο κῆρυξ τῆς θείας δυνάμεως· ἐν δὲ τοῖς βασι λείοις γενόμενος, ὑπὸ τῶν ἐξ αὐτοῦ φύντων ἐδέξατο τὴν σφαγήν· ἐπειδὴ καὶ αὐτὸς ὑπὸ τοῦ Θεοῦ γεγο νὼς κατὰ τοῦ πεποιηκότος ἐλύττησεν. Ὁ τοίνυν θεσπέσιος Ὠσηὲ τὸ προφητικὸν δεξάμενος χάρισμα, καὶ πόῤῥωθεν ταῦτα τοῖς πνευματικοῖς θεασάμενος ὀφθαλμοῖς, προλέγειν προστάττεται τῷ λαῷ, ἵνα δείσαντες τὰς προῤῥήσεις, φύγωσι τὰς κολάσεις, καὶ πεῖραν μὴ λάβωσι τῶν κακῶν. Οὐδὲ γὰρ τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἀπειλεῖ τὰς τιμωρίας, ἵν' ἐπάγῃ ταύτας οἷς ἀπειλεῖ· ἀλλ' ἵνα τῷ φόβῳ κατα πλήξας εἰς μεταμέλειαν ἀγάγῃ, καὶ τῆς τολμωμένης πονηρίας ἐλευθερώσας, ὀρέξῃ τὴν σωτηρίαν. Κολά ζειν γὰρ βουλόμενος οὐκ ἂν ἠπείλησε κόλασιν· ἀπειλῶν δὲ παραδηλοῖ ὡς σώζειν ἀλλ' οὐ κολάζειν ἐφίεται. Πέμπει τοίνυν τὸν μακάριον Ὡσηὲ, καὶ ταῖς δέκα φυλαῖς τὰ συμβησόμενα προειπεῖν, καὶ ταῖς δύο ὡσαύτως· τήν τε ἐπὶ τοῦ Σενναχηρεὶμ γε νησομένην σωτηρίαν προαγορεῦσαι, καὶ τὸν ἐπὶ Βαβυλωνίων ἐπαχθησόμενον αὐτοῖς ὄλεθρον προσημῆ ναι. Καλεῖ δὲ τὰς μὲν δύο φυλὰς Ἰούδαν· οὐ γὰρ ἐκ τῆς Βενιαμίτιδος, ἀλλ' ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν ἐβεβλαστήκει γένος. Καὶ τὰ βασίλεια δὲ ἐν τοῖς Ἱεροσολύμοις ἦν· Ἰουδαϊκὴ δὲ καὶ αὕτη ἡ πόλις. Καὶ μέντοι καὶ πλήθει, καὶ δυνάμει οὐ τού τους μόνους, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ὑπερ εῖχον οὗτοι· τούτου χάριν ἀπὸ τῆς δυνατωτέρας φυλῆς τὰς δύο προσαγορεύει. Καὶ τὰς δέκα Ἐφ ραῒμ ὀνομάζει· ἐπειδὴ καὶ Ἱεροβοὰμ ὁ πρῶτος αὐτῶν βασιλεύσας ἐκ ταύτης ἦν τῆς φυλῆς, καὶ τὰ βασίλεια ἐν τῇ Σαμαρείᾳ κατεστήσατο πόλει, ταύτῃ πάλιν τῇ φυλῇ διαφερούσῃ· καὶ ἐν πλήθει δὲ καὶ ἀνδρείᾳ διέπρεπον καὶ οὗτοι. Τούτων τοίνυν ὧδε διηυκρινημένων, ἀρκτέον ἤδη τῆς κατὰ μέρος ἑρμηνείας. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ." Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ." Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς τούτων κἀκείνων ἐχειρο τονήθη προφήτης· οὗ χάριν οὐ μόνον τῶν τοῦ Ἰούδα βασιλέων ἐμνημόνευσεν, ἀλλὰ καὶ τοῦ Ἱεροβοὰμ, ὃς τοῦ μὲν Ἰωᾶς ἦν υἱὸς, ἔκγονος δὲ τοῦ Ἰωάχαζ, ἀπόγονος δὲ τοῦ Ἰηοῦ, ὃν ὁ θεσπέσιος Ἐλισσαῖος κατὰ θεῖον ἔχρισε νεῦμα, ὥστε καὶ τῷ Ναβουθὲ τιμωρῆσαι, καὶ τὴν μυσαρωτάτην Ἰεζάβελ κολάσαι. Οὕτω δηλώσας τὸν χρόνον καὶ τοὺς βασιλέας, ὧν κρατούντων ἐχειροτονήθη προφήτης, ἐπάγει· βʹ." Ἀρχὴ λόγου Κυρίου πρὸς Ὡσηέ." Ἀντὶτοῦ, Οὐδὲν πρὸ τούτου μοι προσέταξεν ὁ Δεσπότης, ἀλλὰ τῶν πρὸς ἐμὲ λόγων ἀρξάμενος, ἐκέλευσέ με γυναῖκα πορνείας λαβεῖν, καὶ τέκνα πορνείας παι δοποιῆσαι. Προστίθησι δὲ καὶ τὴν αἰτίαν·" Διότι πορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου." Τούτοις προστίθησιν, ὡς ἀναμφιβόλως τὸ προσταχθὲν ἔδρασε· λέγει δὲ καὶ τῆς πόρνης τοὔνομα, καὶ ἐκ τίνος ἔφυ, καὶ τὴν γενομένην ὁμι λίαν, καὶ τὸν τῆς ὁμιλίας καρπὸν, καὶ τοῦ τεχθέν τος τὴν προσηγορίαν ὑπ' αὐτοῦ τεθεῖσαν τοῦ καὶ τὸν γάμον προστεταχότος.