Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theodoretus of Cyrrhus PG 80-84
Quaestiones et responsiones ad orthodoxos
Orth 109.3.1
Choose a text More by Theodoretus of Cyrrhus
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
109.3.1
Ἐρώτησις. Εἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς περὶ ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν αὐτῶν τῷ Χριστῷ ἀπειθοῦντες τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες εἰς πᾶσαν τὴν γῆν ἐλικμίσθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον, τὴν δὲ ἐν ἑκατέροις αὐτῶν συνίστη σιν ἄγνοιαν, ποτὲ μὲν λέγων ὁ κύριος" πάτερ ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι", ποτὲ δὲ ὁ ἀπόστολος φάσκων" εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν"; καὶ ταῦτα μὲν περὶ τῶν παλαιῶν Ἰουδαίων· περὶ δὲ τῶν νῦν" μαρτυρῶ" φησίν" αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν". Ἀπόκρισις. Ὅτε ἡ ἀκούσιος ἄγνοια τοῖς ἀγνοοῦσι νομισθῇ γνῶσις, τότε ἡ ἀπόβασις τοῦ κατὰ ἄγνοιαν πραττομένου πράγμα τος δείκνυσι τὴν γνῶσιν κατὰ ἀλήθειαν οὖσαν γνῶσιν, ἢ κατὰ πλάνην καὶ ἄγνοιαν. δειχθείσης δὲ τῆς νομιζομένης γνώσεως διὰ 112 τῆς ἀποβάσεως τοῦ πράγματος ἀγνοίας ὑπαρχούσης, ἐὰν ἐμμείνῃ τῇ αὐτῇ ἀγνοίᾳ ὁ ἀγνοήσας, οὐκέτι ἐφέλκεται συγγνώμην, ἀλλὰ τιμωρίαν ἀπαραίτητον. ἀλλ' ὅτι μὲν οὕτως ἐσταύρωσαν οἱ Ἰου δαῖοι τὸν Χριστόν, ὡς γινώσκοντες αὐτὸν ἀντίθεον καὶ σύμψηφον ἔχοντες τὸν θεὸν ἐν τῇ ἀναιρέσει αὐτοῦ, παντὶ δῆλον· οὐκ ἂν γὰρ αὐτὸν ἐσταύρωσαν, εἰ ἦσαν γινώσκοντες, ὅτι μετὰ τὸν θάνα τον αὐτοῦ ὁ θεὸς αὐτὸν ἐγερεῖ ἐκ τῶν νεκρῶν. ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ, ἔδειξε τὴν νομιζομένην κατὰ Χριστὸν γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν. ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ τῶν νεκρῶν καὶ δειχθῆναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ, μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ τάφῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι· τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην ὀνομάζειν καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγγνώμην ἐφελκομένης, ἀλλ' ἐγνωσμένης ἑκου σίου θεομαχίας τιμωρίαν ἐπισπωμένης· εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν Ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἡ ἀμφοτέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας; τὸ οὖν" πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι", κατὰ ταύτην εἴρηται τὴν ἔννοιαν· ὅτι" γνόντες ὅτι κατὰ ἄγνοιαν με ἐσταύρωσαν καὶ αἰτοῦσιν ἄφεσιν τῶν πλημμελειῶν αὐτῶν, παράσχου αὐτοῖς". οὐ γὰρ δίδοται ἄφεσις τῷ νομίζοντι τὴν ἑαυτοῦ ἁμαρτίαν μὴ εἶναι ἁμαρτίαν, ἀλλὰ δικαιοσύνην. καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ" μαρτυρῶ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν", πεφεισμένως εἴρηται τῇ τοῦ 113 λόγου συγκαταβάσει," ἀσθενὴς τοῖς ἀσθενοῦσι" γινόμενος," ἵνα" κατὰ τὸ εἰρημένον" σώσῃ τοὺς ἀσθενεῖς".

Intertext edge

Open linked passage

Note