Quaestiones et responsiones ad orthodoxos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
109.1.1
εἰ συνέβη αὐτῷ μηδαμῶς αὐτὸν εὔξασθαι τῷ θεῷ; καὶ ἐπειδὴ περὶ τῶν ἀποστόλων οὐδεμία γέγονεν ἀμφιβολία, εἰ ἄνθρωποι ἦσαν, περὶ δὲ τοῦ σωτῆρος ἔμελλε γίνεσθαι ἀμφιβολία, διὰ τοῦτο συχνότερον αὐτὸν τοῖς λοιποῖς ἀνθρώποις καὶ τὸ εὔξασθαι αὐτὸν ἡ θεία κατήγγειλε γραφή· εἰ γὰρ τῶν τῆς σαρκὸς ἀσθενειῶν ἀνώτερος διὰ τῆς ἀναστάσεως γενόμενος, ὡς" ἀρχιερεὺς τῆς ὁμο λογίας ἡμῶν", ἐντυγχάνει τῷ θεῷ ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἔτι ὑποκειμένου αὐτοῦ" τῇ ἀσθενείᾳ τῆς σαρκὸς" ἐδεῖτο μεγάλης κραυγῆς, καὶ" κραυγῆς ἰσχυρᾶς καὶ δακρύων", μεθ' ὧν τὴν δέησιν προσέφερε τῷ δυναμένῳ ῥύσασθαι αὐτὸν ἐκ θανάτου; ΡΙΖʹ. Ἐρώτησις. Εἰ πάντων τῶν ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ καὶ μίαν ἡ ψυχὴ τὴν οὐσίαν, πῶς ὃ μὲν ἀργὸς ὃ δὲ περὶ τὴν νόησίν ἐστιν ὀξύτερος; ἀλλ' εἰ μὲν ἡ ψυχὴ τῆς τοιαύτης διαφορᾶς ἐστιν ἡ αἰτία, ἀνάγκη τῶν ψυχῶν ὑπονοεῖν τὴν οὐσίαν διάφορον, κατὰ τὴν διαφορὰν τῆς νοήσεως. εἰ δὲ ἡ σάρξ, ὁ αὐτὸς καὶ περὶ αὐτῆς λόγος ἁρμόσειεν. εἰ δὲ ἔκ τινος χυμοῦ, οἷον ξηροῦ ἢ ὑγροῦ, ἢ θερμοῦ ἢ ψυχροῦ, πλεονασμοῦ ἢ ἐλλείψεως τοῦ θατέρου τὸ θάτερον ἐπικρατέστερον γίνεται, οἷον ἀφροσύνη καὶ φρόνησις, πόθεν ἢ ὅπως γίνεται τῆς τοιαύτης ποιότητος ἡ ἐπικράτεια, ἡ παρασκευάζουσα τὸ πολύνουν ἢ τὸ ἄνουν ἐν ἡμῖν πλεονάζειν; Ἀπόκρισις. Τῆς τοῦ νοεῖν ὀξύτητος ἢ νωθρότητος αἰτίαν ἀποδεδώκασί τινες τῶν τε στοιχείων, ἐξ ὧν σύγκειται τὰ ἡμέτερα σώματα, τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν καὶ τῶν ὀργανικῶν μορίων τὴν συμμετρίαν καὶ τὴν ἀσυμμετρίαν, καὶ δοκοῦσιν ὀρθῶς ἀποδεδωκέναι τὰς τούτων αἰτίας· εἰσὶ γάρ τινες ἐν μὲν τῇ νεότητι γεννητικοί τε καὶ ἐπινοητικοί, ὀξεῖς νοημάτων τυγχάνοντες, ἐν δὲ 110 τῷ γήρει εἰς τὸ ἐναντίον μεταβαλλόμενοι γίνονται περὶ τὸ νοεῖν ἀργοί. ἔστι δὲ τοῦτο σημεῖον τοῦ τὴν εὐκρασίαν τε καὶ δυσκρα σίαν εἶναι αἰτίαν τῆς τοιαύτης μεταβολῆς. ὡσαύτως δὲ καὶ οἱ λίαν μεγαλοκέφαλοι, οἱ λεγόμενοι βαρυκέφαλοι, καὶ οἱ ἄγαν μικροκέ φαλοι, διὰ τὸ μὴ σῴζειν σύμμετρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος, διὰ τὴν ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνασθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων. γίνονται δὲ καὶ ἄλλοι πρὸς τὴν κατάληψιν τῶν τῇ γνώσει συνεστώτων πραγμάτων ὀξεῖς τε καὶ ἕτοιμοι καὶ ἀπὸ τῆς θείας χάριτος, ὡς τὸ" ὁ κύριος ἔδωκε τῷ Σολομῶντι πλάτος καρδίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσ σης", καὶ ὡς τὸ" οἷς μὲν δέδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλοις δὲ λόγος γνώσεως".
109.2.1
Ἐρώτησις. Εἰ ὑπὸ μὲν τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ εἰσηγήθη διὰ φρενῶν νηπιότητα, οἱ τῆς χάριτος τέλεια καὶ τῶν ῥηθέντων τρόπων ἀλλότρια πα ρειληφότες μαθήματα διατί ἐν ταῖς ἐκκλησίαις κατὰ τοὺς ἐν τῷ νόμῳ νηπίους τοῖς ᾄσμασι κέχρηνται; Ἀπόκρισις. Οὐ τὸ ᾆσαι ἁπλῶς ἐστι τοῖς νηπίοις ἁρμό διον, ἀλλὰ τὸ μετὰ τῶν ἀψύχων ὀργάνων ᾆσαι καὶ μετὰ ὀρχή σεως καὶ κροτάλων. διὸ ἐν ταῖς ἐκκλησίαις περιαίρεται ἡ χρῆσις τῶν τοιούτων ὀργάνων καὶ τῶν ἄλλων τῶν νηπίοις ὄντων ἁρμο δίων, καὶ ὑπολέλειπται τὸ ᾆσαι ἁπλῶς· ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν ᾀδομένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς 111 καρποφορίαν παντοίων ἀγαθῶν, γενναίους πρὸς τὴν ἐν τοῖς δεινοῖς καρτερίαν τοὺς ἀγωνιστὰς ἐργάζεται τῆς εὐσεβείας, πάντων τῶν ἐν τοῖς βιωτικοῖς λυπηρῶν ἰαματικὸν γίνεται τοῖς εὐσεβέσι,–" μά χαιραν" τοῦτο ὁ Παῦλος" τοῦ πνεύματος" ὀνομάζει, ἐν ᾧ κατὰ τῶν ἀοράτων πολεμίων ὁπλίζει τοὺς ὁπλίτας τῆς εὐσεβείας· ῥῆμα γάρ ἐστι τοῦ θεοῦ τὸ καὶ ἐνθυμούμενον καὶ ᾀδόμενον καὶ ἀνα γινωσκόμενον–, δαιμόνων γίνεται ἀπελατικόν. ἅπερ ἐστὶν ἅπαντα τελειωτικὰ τῆς ψυχῆς ἐν ταῖς κατ' εὐσέβειαν ἀρεταῖς, διὰ τῶν ἐκκλησιαστικῶν ᾀσμάτων τοῖς εὐσεβέσι προσγινόμενα.
109.3.1
Ἐρώτησις. Εἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς περὶ ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν αὐτῶν τῷ Χριστῷ ἀπειθοῦντες τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες εἰς πᾶσαν τὴν γῆν ἐλικμίσθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον, τὴν δὲ ἐν ἑκατέροις αὐτῶν συνίστη σιν ἄγνοιαν, ποτὲ μὲν λέγων ὁ κύριος" πάτερ ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι", ποτὲ δὲ ὁ ἀπόστολος φάσκων" εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν"; καὶ ταῦτα μὲν περὶ τῶν παλαιῶν Ἰουδαίων· περὶ δὲ τῶν νῦν" μαρτυρῶ" φησίν" αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν". Ἀπόκρισις. Ὅτε ἡ ἀκούσιος ἄγνοια τοῖς ἀγνοοῦσι νομισθῇ γνῶσις, τότε ἡ ἀπόβασις τοῦ κατὰ ἄγνοιαν πραττομένου πράγμα τος δείκνυσι τὴν γνῶσιν κατὰ ἀλήθειαν οὖσαν γνῶσιν, ἢ κατὰ πλάνην καὶ ἄγνοιαν. δειχθείσης δὲ τῆς νομιζομένης γνώσεως διὰ 112 τῆς ἀποβάσεως τοῦ πράγματος ἀγνοίας ὑπαρχούσης, ἐὰν ἐμμείνῃ τῇ αὐτῇ ἀγνοίᾳ ὁ ἀγνοήσας, οὐκέτι ἐφέλκεται συγγνώμην, ἀλλὰ τιμωρίαν ἀπαραίτητον. ἀλλ' ὅτι μὲν οὕτως ἐσταύρωσαν οἱ Ἰου δαῖοι τὸν Χριστόν, ὡς γινώσκοντες αὐτὸν ἀντίθεον καὶ σύμψηφον ἔχοντες τὸν θεὸν ἐν τῇ ἀναιρέσει αὐτοῦ, παντὶ δῆλον· οὐκ ἂν γὰρ αὐτὸν ἐσταύρωσαν, εἰ ἦσαν γινώσκοντες, ὅτι μετὰ τὸν θάνα τον αὐτοῦ ὁ θεὸς αὐτὸν ἐγερεῖ ἐκ τῶν νεκρῶν. ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ, ἔδειξε τὴν νομιζομένην κατὰ Χριστὸν γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν. ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ τῶν νεκρῶν καὶ δειχθῆναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ, μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ τάφῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι· τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην ὀνομάζειν καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγγνώμην ἐφελκομένης, ἀλλ' ἐγνωσμένης ἑκου σίου θεομαχίας τιμωρίαν ἐπισπωμένης· εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν Ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἡ ἀμφοτέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας; τὸ οὖν" πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι", κατὰ ταύτην εἴρηται τὴν ἔννοιαν· ὅτι" γνόντες ὅτι κατὰ ἄγνοιαν με ἐσταύρωσαν καὶ αἰτοῦσιν ἄφεσιν τῶν πλημμελειῶν αὐτῶν, παράσχου αὐτοῖς". οὐ γὰρ δίδοται ἄφεσις τῷ νομίζοντι τὴν ἑαυτοῦ ἁμαρτίαν μὴ εἶναι ἁμαρτίαν, ἀλλὰ δικαιοσύνην. καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ" μαρτυρῶ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν", πεφεισμένως εἴρηται τῇ τοῦ 113 λόγου συγκαταβάσει," ἀσθενὴς τοῖς ἀσθενοῦσι" γινόμενος," ἵνα" κατὰ τὸ εἰρημένον" σώσῃ τοὺς ἀσθενεῖς".
109.4.1
Ἐρώτησις. Εἰ τὸ τῆς ἀναστάσεως δῶρον πᾶσι τοῖς θνή σκουσιν ὁ θεὸς διδόναι ὑπέσχετο, καὶ πάντες ἐκ τῶν τάφων ἀνα στάντες ζῶντες τῷ κριτῇ παρίστασθαι μέλλουσι, πῶς πληρωθή σεται τὸ κρίνειν νεκροὺς καὶ ζῶντας τὸν κύριον; πῶς δὲ νεκροὶ κριθῆναι δυνήσονται, ὧν τὸ μὲν σῶμα ἐν μνήμασιν ἔρριπται, ἡ δὲ ψυχὴ τῶν σωμάτων κεχώρισται; Ἀπόκρισις." Οὐ πάντες" φησί" κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα". κρίνει οὖν ζῶντας μὲν τοὺς τότε ζῶντας, νεκροὺς δὲ τοὺς ἀνισταμένους ἐκ τῶν νεκρῶν." ἔρχεται" φησίν" ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσον ται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ ἐξέρχονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαν τες εἰς ἀνάστασιν κρίσεως". ἐχρῆν οὖν κατὰ τὸ πιστὸν τοῦ λόγου θεωρεῖν τὸ δυνατὸν τοῦ πράγματος καὶ μὴ ἀπορεῖν τὴν ἄλογον ἀπορίαν. ΡΚΑʹ. Ἐρώτησις. Εἰ τοῖς καταλιμπάνουσι πατέρα ἢ μητέρα, γυναῖκα ἢ τέκνα, ἀδελφοὺς ἢ ἀδελφάς, οἰκίας ἢ ἀγρούς, ἑκατον ταπλασίονα ἐπηγγείλατο διδόναι ἐν τῷ νῦν αἰῶνι ὁ κύριος, ἆρα καὶ γυναῖκας ἑκατὸν οἱ τοιοῦτοι ἀπολήψονται; πῶς δέ, πολλῶν τὰ εἰρημένα διὰ τὴν ἐντολὴν καταλιπόντων καὶ ἐν πτωχείᾳ καὶ μο νότητι καὶ ἐρημίᾳ τελευτησάντων, οὐ διέψευσται ἡ τοιαύτη ὑπό σχεσις; Ἀπόκρισις. Ὥσπερ πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς 114 καὶ ἀδελφὰς λέγει τοὺς κατ' οἰκειωτικὴν διάθεσιν* προσλαμβανό μενον τὸ διὰ Χριστὸν καταλείψαντα τοὺς φύσει πατέρας τε καὶ μητέρας, ἀδελφούς τε καὶ ἀδελφάς, οὕτω καὶ γυναῖκα λέγει τὴν ἐν καιρῷ τῆς διὰ Χριστὸν ἐγκαταλείψεως προνοουμένην τοῦ κα ταλείψαντος τὴν φύσει γυναῖκα. ἡ δὲ ἐκκλησία τοῦ δεσπότου Χριστοῦ, ἡ ἐξ ἀρχῆς τοῦ χριστιανικοῦ κηρύγματος ὑπὸ τῶν αὐτῇ ἀντικειμένων Ἑλλήνων τε καὶ Ἰουδαίων διωκομένη, ἁρπαζομένη πολυχρονίως, πόθεν ἔν τε τοῖς πνευματικοῖς καὶ ἐν τοῖς ἀνθρω πίνοις τοσαύτην, ἣν ὁρῶμεν, ἐπίδοσιν ἐδέξατο, μὴ τῆς θείας τε καὶ ζώσης τοῦ σωτῆρος φωνῆς τοῦ κατὰ πολυπλασιασμὸν* ὑπο σχομένης τὴν ἀνταπόδοσιν ἐνεργησάσης ἐν αὐτῇ; πόθεν δὲ πλού σιοι ἄνδρες καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφερόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε διὰ Χριστὸν ἀναχωρήσαντας ἐζήτησαν, καὶ τούτων τὰ ὑστερήματα ἀνεπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστο ρίας τῶν ἁγίων ἀρχομένων ἀνδρῶν, μὴ τοῦ δεσπότου Χριστοῦ δι' αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας; ΡΚΒʹ. Ἐρώτησις. Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστά σεως ὡς καιρίῳ τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐχρήσατο, πῶς οἱ τεμνόμενοι ἢ καιόμενοι ἀναστήσονται, τῶν σπερμάτων μετὰ τομὴν ἢ καῦσιν οὐ βλαστα νόντων, ἀλλ' εἰς τὸ παντελὲς φθειρομένων; Ἀπόκρισις. Τῆς φύσεως οὔσης τῆς ἐργαζομένης τὰ ἐκ τῶν σπερμάτων γινόμενα, ὡς ἔμμετρον λαβούσης παρὰ τοῦ δη μιουργοῦ τὴν δύναμιν, ἀνάγκη ἐπιτήδεια εἶναι τὰ σπέρματα πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων. διὸ ἐὰν καῇ ἢ τμηθῇ τὰ σπέρ 115 ματα, ἄχρηστα γίνεται τῇ φύσει πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γι γνομένων· ὁ δὲ θεὸς ἅτε οὐκ ἔμμετρον ἔχων τὴν δύναμιν, διὰ τοῦτο οὐδέν ἐστιν αὐτῷ ἀνεπιτήδειον πρὸς ποίησιν πάντων ὧν βούλεται, οὐδὲ κωλύεται ὑπὸ τῆς τομῆς καὶ καύσεως τῶν σω μάτων τοῦ ποιήσασθαι αὐτῶν τὴν ἀνάστασιν· οὐ γὰρ νόμῳ καὶ μέτρῳ φύσεως ἐργάζεται ὁ θεός, ἀλλ' αὐθεντίᾳ βουλῆς τῆς ἐν μηδενὶ ἀπορουμένης πρὸς ποίησιν ὧν βούλεται ποιεῖν. ἐχρήσατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι πρὸς πίστω σιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπιστοῦμεν τὴν βλά στησιν τοῦ σπέρματος ὁρῶντες ἐν τῇ γῇ ἀποθανόντος καὶ ἀποβε βληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕτως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν· ὁ γὰρ θεὸς ὁ δεδωκὼς τῇ φύσει τὸ διὰ τοῦ θανάτου τοῦ σπέρματος ἐργάσασθαι τὴν βλάστησιν, πολλῷ μᾶλλον αὐτὸς δύναται ἐκ τοῦ θανάτου ἐγεῖραι τοὺς νεκρούς.
109.5.1
Ἐρώτησις. Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπελάμβανον, καθά τινες ἔφασαν, διατί ὁ κύριος περὶ ταύτης παρ' αὐτῶν ἐρωτώμενος οὐ μόνον αὐτοὺς οὐ διωρθώσατο, ἀλλὰ καὶ ἐπέσφιγξεν αὐτῶν τὴν ἄγνοιαν, φήσας πρὸς αὐτούς·" οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἐν τῇ ἰδίᾳ ἔθετο ἐξουσίᾳ"; αὕτη δὲ ἡ ἀπό κρισις βεβαιοῖ τὴν ἐκείνων ἐρώτησιν. Ἀπόκρισις. Καὶ τοῦτο ἕν ἐστι τῶν πρὸ τῆς ἐπιφοιτή σεως τοῦ ἁγίου πνεύματος μὴ δυναμένων γνωσθῆναι ὑπὸ τῶν ἀποστόλων, κατὰ τὸ γεγραμμένον" πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνο ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλή 116 θειαν". μαθόντες δὲ ὑπὸ τοῦ πνεύματος τὸ" τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ θεὸς καταργεῖ", ἐκ τῆς ἰουδαϊκῆς ὑπολήψεως εἰς τὴν ἔννοιαν μετηνέχθησαν, τὴν πρέπουσαν τῇ καταστάσει τῶν ἀνιστα μένων ἐκ τῶν νεκρῶν, ἐν ᾗ οὔτε βρῶσις οὔτε πόσις οὔτε γάμος, ἀλλ' ἰσάγγελοι ἔσονται οἱ τῆς ἀναστάσεως υἱοί. τὸ οὖν" οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ", οὐκ ἔχει σχῆμα βεβαιωτικὸν τῶν ἐρωτησάντων ἐν τῇ κατὰ ἄγνοιαν ὑπολήψει, ἀλλ' ἀπωστικὸν ἀμφοτέρων, τῆς τε κατὰ τὸν χρόνον καὶ τῆς κατὰ τὸν τόπον ὑπολήψεως τῶν ἐρω τησάντων. δηλοῖ δὲ καὶ ὁ ἀπόστολος Παῦλος τὸν τρόπον ἐκείνης τῆς καταστάσεως ἐν οἷς λέγει·" ἡ βασιλεία τοῦ θεοῦ οὐκ ἔστι βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύ ματι ἁγίῳ".
109.6.1
Ἐρώτησις. Εἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον, ὅτε πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθοτιοῦν προσθήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτί σεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουρ γὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε καὶ ἐκ τοῦ θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται; Ἀπόκρισις. Ἄλλο τὸ αὐτὸ εἶναι καὶ ἄλλο τὸ ἄλλου εἶναι, ἄσχετον μὲν τὸ αὐτὸ εἶναι, σχετικὸν δὲ τὸ ἄλλου εἶναι. ἐπειδὴ οὖν τὸ τέλειον τοῦ θεοῦ ἐν τῷ αὐτὸ εἶναι, διὰ τοῦτο οὐκ αὔξει αὐτὸν τὸ ἄλλου εἶναι. καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συν τελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα,– καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γενομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη– οὕτω καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη. οὐδὲν οὖν τῶν διὰ τῆς κτίσεως αὔξει θεόν–" σὺ γάρ φησιν ὁ αὐτὸς εἶ"–, ἀλλὰ τὴν 117 σχέσιν ἣν ἔχει πρὸς τὴν κτίσιν πολυτρόπως (" σφόδρα", φησίν," ὑπε 117 ρυψώθης ὑπὲρ πάντας τοὺς θεούς"), καὶ γὰρ ὡς πατὴρ καὶ δεσπό της καὶ κριτὴς καὶ ποιμὴν καὶ τὰ τούτοις ὅμοια. καὶ καθάπερ μὴ ποιήσας ὁ θεὸς πλείονας κόσμους, οὓς ἠδύνατο καὶ δύναται ποιεῖν, οὐκ ἀτελὴς ἐδείχθη ἡ αὐτοῦ τελειότης, οὕτω καὶ ἕνα ποιήσας κόσμον οὐκ ηὐξήθη ἐκ τούτου ἡ αὐτοῦ τελειότης εἰς τὸ ὑπερτέλειον. εἰ δὲ μὴ ποιήσας πλείονας κόσμους οὐκ ἐμειώθη, οὐδ' ἂν ποιήσας ἕνα κόσμον ηὐξήθη.
109.7.1
Ἐρώτησις. Εἰ τὸ εἶναί τι δυνάμει τοῦ εἶναι τοῦτο ἐνερ γείᾳ καθέστηκεν ἔλαττον, πῶς ὁ τοῦ κόσμου ποιητής, πρὸ τῆς τοῦ κόσμου ποιήσεως ποιητὴς ὢν τοῦ κόσμου δυνάμει καὶ οὐκ ἐνερ γείᾳ, τῷ τῆς ἐλαττώσεως οὐχ ὑποπίπτει ὀνόματι; Ἀπόκρισις. Ὧν ἡ δύναμις τῆς ἐνεργείας φυσικῇ τινι ἀνάγκῃ ἀφέστηκε, τούτων ἡ δύναμις ἔλαττον τῆς ἐνεργείας κα θέστηκεν· οὗ δὲ ἡ δύναμις τῆς ἐνεργείας οὐ φυσικῇ ἀνάγκῃ ἀλλ' ἰδίᾳ βουλῇ ἀφέστηκεν, οὗτος ἀνυπόβλητος τῷ τῆς ἐλαττώσεως ὀνόματι." διενοήθης", φησί," καὶ πάντα σοι πάρεστι".
109.8.1
Ἐρώτησις. Εἰ τὸ κλίνειν γόνυ ἐν ταῖς εὐχαῖς τὸ ἑστῶ τας εὔχεσθαι μᾶλλον θεῷ τοὺς εὐχομένους παρίστησι, καὶ πλέον ἐφέλκεται τὴν θείαν συμπάθειαν, διατί ἐν ταῖς κυριακαῖς ἡμέ ραις καὶ ἀπὸ τοῦ πάσχα ἕως τῆς πεντηκοστῆς γόνυ οὐ κλίνουσιν οἱ εὐχόμενοι; πόθεν δὲ καὶ ἡ τοιαύτη ἐν ταῖς ἐκκλησίαις εἰσῆλθε συνήθεια; Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν ἀμφοτέρων ἡμᾶς ἀεὶ μεμνῆ