Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones et responsiones ad orthodoxos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
118.1.1
σθαι, καὶ τῆς ἐν ταῖς ἁμαρτίαις πτώσεως ἡμῶν καὶ τῆς χάριτος τοῦ Χριστοῦ, δι' ἧς ἐκ τῆς πτώσεως ἀνέστημεν, διὰ τοῦτο ἡ ἐν ταῖς ἓξ ἡμέραις γονυκλισία ἡμῶν σύμβολόν ἐστι τῆς ἐν ταῖς ἁμαρ τίαις ἡμῶν πτώσεως· τὸ δὲ ἐν τῇ κυριακῇ μὴ κλίνειν γόνυ σύμ βολόν ἐστι τῆς ἀναστάσεως, δι' ἧς τῇ τοῦ Χριστοῦ χάριτι τῶν τε ἁμαρτημάτων καὶ τοῦ ἐπ' αὐτῶν τεταγμένου θανάτου ἐλυτρώ θημεν. ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοιαύτη συνήθεια ἔλαβε τὴν ἀρχήν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος ὁ μάρτυς καὶ ἐπί σκοπος Λουγδούνων ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ, ἐν ᾧ μέμνη ται καὶ περὶ τῆς πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσο δυναμεῖ τῇ ἡμέρᾳ τῆς κυριακῆς, κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν.
118.2.1
Ἐρώτησις. Εἰ ἀνιστάμενος ὁ δεσπότης ἀπὸ τοῦ μνήματος τὰ ἐντάφια ἐν τῷ τάφῳ κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν ἢ γυμνὸν αὐτὸν ὀφθέντα ἢ ἑτέρωθεν ἐσθῆτα κομισάμενον ἡ γραφὴ οὐχ ἱστόρησεν; εἰ δὲ μήτε ἑτέρωθεν ἀμφιάσματα εἴληφε, μήτε γυμνὸς τοῖς τότε αὐτὸν ὁρῶσιν ἐφαίνετο, πῶς ἄληθες ὅτι τὰ ἱμά τια ἐν τῷ τάφῳ κατέλιπεν; Ἀπόκρισις. Τὰ μὲν ἱμάτια τοῦ σωτῆρος μετὰ τὸ σταυ ρωθῆναι αὐτὸν οἱ στρατιῶται διεμερίσαντο, τὰ δὲ μετ' αὐτοῦ εἰσε νεχθέντα εἰς τὸν τάφον ἱμάτια εἰς φόρεσιν τοῦ ζῶντος ἀνεπιτή δεια ἦν. τὰ οὖν ἱμάτια, ἃ ἐφόρει ὁ κύριος μετὰ τὴν ἀνάστασιν, ἢ ἐδημιούργησεν, ἢ ἔλαβεν ἀλλαχόθεν, ὡς ἔλαβε τὸν πῶλον εἰς κάθισμα· ἑκατέρως γὰρ ἐδύνατο, καὶ τὸ δημιουργῆσαι καὶ τὸ λα βεῖν ἀλλαχόθεν. πολλῶν δὲ ὄντων τῶν ὑπὸ τοῦ κυρίου λεχθέν των τε καὶ πραχθέντων, ὧν ἡ θεία γραφὴ τὰς ἱστορίας οὐ πε ριέχει, ἐξ ὧν ἐστι καὶ μετὰ τὴν ἀνάστασιν τὰ ἐνδύματα τοῦ κυ 119 ρίου, οὐκ ἔστιν εὔλογον τὸ ἐκ πάντων τῶν ἀνιστορήτων τοῦ ἑνὸς ἀνιστορήτου ζητεῖν τὴν αἰτίαν. οὐ χρὴ οὖν ἐκ τοῦ ἀνιστορήτου κατασκευάζειν τὴν ἀπορίαν τοῦ περὶ τοῦ ἐνδύματος τοῦ κυρίου, ἀλλ' ἐκ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πίστιν περὶ τοῦ ἐνδύμα τος αὐτοῦ.
118.3.1
Ἐρώτησις. Εἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων κε κωλυμένην ἔχει τὴν πάροδον, πῶς μετὰ τὴν ἀνάστασιν" τῶν θυ ρῶν κεκλεισμένων" πρὸς τοὺς μαθητὰς εἰσῆλθεν ὁ κύριος; ἀλλ' εἰ μὲν ἀληθὲς ὅτι κεκλεισμένων τῶν θυρῶν ἔνδον ὁρμώμενον σῶμα ἐτύγχανε, πῶς ὁ λίθος ὁ τῷ δεσποτικῷ ἐπικείμενος μνήματι ὑπὸ τοῦ ἀγγέλου ἀπεκυλίσθη διὰ τὴν αὐτοῦ τοῦ σώματος ἔγερσιν; εἰ δὲ ἀληθεύει ἡ γραφὴ περὶ τῆς τῶν θυρῶν λέγουσα κλείσεως, δῆ λον ὅτι οὐ σῶμα ἀλλὰ πνεῦμα εἰσῆλθεν· εἰ δὲ τὸ σῶμα ποτὲ μὲν σῶμα ποτὲ δὲ πνεῦμα ἐγίνετο, πῶς οὐχὶ τροπὴν τὰ τῆς τοῦ σώ ματος οὐσίας ἐδέχετο; Ἀπόκρισις. Ὥσπερ οὐ κατὰ τὴν ἐκ τοῦ σώματος εἰς τὸ πνεῦμα τροπὴν περιεπάτησεν ὁ κύριος ἐπὶ τὴν θάλασσαν, ἀλλὰ τῇ θείᾳ αὑτοῦ δυνάμει βατὴν ἐποίησεν εἰς περίπατον τὴν ἄβα τον θάλασσαν, οὐ μόνον τῷ ἑαυτοῦ σώματι ἀλλὰ καὶ τῷ τοῦ Πέ τρου, οὕτω τῇ ἑαυτοῦ θείᾳ δυνάμει καὶ τοῦ μνήματος ἐξῆλθε, τοῦ λίθου ἐπικειμένου τῷ μνήματι, καὶ πρὸς τοὺς μαθητὰς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων· οὐ γὰρ διὰ τὴν αὐτοῦ ἔγερσιν τοῦ λίθου ἐκ τοῦ μνήματος ἐγένετο ἡ ἀφαίρεσις, ἀλλὰ διὰ τὸ δηλωθῆναι τοῖς ὁρῶσι τὴν ἀνάστασιν· τὸ γὰρ ἐν τῷ μνήματι τὰ μὲν τοῦ ἐντα φιασμοῦ αὐτοῦ ὁρᾶν ἱμάτια, αὐτὸν δὲ μὴ ὁρᾶν, δεῖγμα ἐναργέστα τον τῆς αὐτοῦ γέγονεν ἀναστάσεως. χρὴ δὲ ἡμᾶς ἐννοῆσαι, ὅτι τὰ ἰσοδύναμα τὴν αὐτὴν ἔχει πίστιν συγχωρουμένων αὐτῶν, καὶ τὴν αὐτὴν ἔχει ἀπιστίαν ἀναιρουμένων αὐτῶν– ἰσοδυναμεῖ δὲ τὸ πε ριπατεῖν ἐπὶ τὴν θάλασσαν ἐν ἀτρέπτῳ σώματι τῷ εἰσελθεῖν πρὸς 120 τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων– καὶ ὅτι τὰ ὑπὲρ φύσιν μὲν τῇ φύσει γινόμενα κατὰ τὴν θείαν δύ ναμιν, τούτων ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν. διὸ πτοηθέντων τῶν μαθητῶν ἐν τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοὺς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ, ὅτι οὐ κατὰ τρόπον τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησε πρὸς αὐτοὺς τὴν εἴσοδον, ἀλλ' ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑτοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν.
118.4.1
Ἐρώτησις. Εἰ πάντα ὁ θεὸς ποιήσας τὸν κύκλον τῆς σώ ματος κτίσεως, τοῦ παντὸς δεσπότης καθέστηκε– διὸ καὶ Δαυὶδ ἐν παντὶ τόπῳ τῆς τοῦ κυρίου δεσποτείας εὐλογεῖν ἡμῖν τὸν κύ ριον ἐγκελεύεται, ὡσαύτως δὲ καὶ ὁ ἀπόστολος ἐν παντὶ τόπῳ ἐπαίρειν ἡμᾶς ὁσίους χεῖρας πρὸς τὸν θεὸν ἐντέλλεται–, διατί ὡς μόνον ἔργον τε καὶ οἰκητήριον θεῖον τὸ ἀνατολικὸν κλῖμα νομί ζοντες, ἐν αὐτῷ ἀφορῶντες τοὺς ὕμνους καὶ τὰς προσευχὰς θεῷ ἀναπέμπομεν; τίνες δὲ καὶ οἱ ταύτην τὴν συνήθειαν τοὺς χρι στιανοὺς ἐκδιδάξαντες; Ἀπόκρισις. Ἐπειδὴ τῶν παρ' ἡμῖν ἀεὶ τὰ τιμιώτερα εἰς τιμὴν τοῦ θεοῦ ἀφορίζομεν, κατὰ δὲ τὴν τῶν ἀνθρώπων ὑπόλη ψιν τιμιωτέρα ἐστὶν ἡ ἀνατολὴ τῶν ἄλλων μερῶν τῆς κτίσεως, διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς προσευχῆς νεύομεν πρὸς ἀνατολὴν πάντες. καὶ καθώσπερ τῇ δεξιᾷ χειρὶ ἐν ὀνόματι Χριστοῦ κατα σφραγίζομεν τοὺς τῆς σφραγῖδος ταύτης δεομένους, ἐπειδὴ τιμιω τέρα νενόμισται τῆς ἀριστερᾶς, καίτοι θέσει καὶ οὐ φύσει διαφέ ρουσα ταύτης ὑπάρχει, οὕτως καὶ ἡ ἀνατολὴ ὡς τιμιώτερον μέ ρος τῆς κτίσεως εἰς προσκύνησιν τοῦ θεοῦ ἀφώρισται. οὐκ ἐναν τιοῦται δὲ τῇ προφητικῇ τε καὶ ἀποστολικῇ φωνῇ τὸ πρὸς τὴν 121 ἀνατολὴν ποιεῖν ἡμᾶς τὰς εὐχάς· ἐν παντὶ γὰρ τόπῳ ὑπάρχει ἡ ἀνατολὴ τοῖς εὐχομένοις. καὶ ἐπειδὴ ἐφ' ὃ μέρος τὴν ὁρατικὴν αἴσθησιν κεκτήμεθα, κατὰ τοῦτο τὸ μέρος προσκυνοῦμεν, ἀδύνατον δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς εἰς τὰ τέσσαρα μέρη τοῦ σώμα τος ἀποβλέπειν, διὰ τοῦτο τῷ ἑνὶ μέρει τῆς κτίσεως ἀφορῶντες ποιοῦμεν τὴν προσευχήν, οὐχ ὡς μόνον ἔργον τοῦ θεοῦ, οὐδ' ὡς εἰς κατοικητήριον θεοῦ τοῦτο ἀφωρισμένον, ἀλλ' εἰς τόπον προσ κυνήσεως τῆς παρ' ἡμῶν προσαγομένης θεῷ. δοκεῖ δὲ παρ' ὧν εἴληφεν ἡ ἐκκλησία τὸ εὔξασθαι, παρὰ τούτων εἰληφέναι καὶ τὸ ποῦ εὔξασθαι, τουτέστι παρὰ τῶν ἁγίων ἀποστόλων. ΡΑʹ. Ἐρώτησις. Εἰ μήτε τοὺς ἐκ τῶν δένδρων καρπούς, μήτε τῆς τῶν κρεῶν ἐδωδῆς οἱ πρὸ τοῦ κατακλυσμοῦ μετελάμβανον, καθώς τινες τῶν πατέρων ἐδίδαξαν, πῶς ὁ Ἄβελ ἐκ τῶν στεά των τῶν προβάτων ὦν ἐποίμαινε καὶ ὁ Κάιν ἐξ ὧν ἐγεώργει καρπῶν τῆς γῆς ὁμοίως προσέφερε; καὶ δῆλον ὡς ἑκάτερος αὐτῶν τῆς οἰκείας βρώσεως προτιμῶν τὸ θεῖον τοιαύτῃ θυσίᾳ ἐκέχρητο. εἰ δὲ τὰ ἄχρηστα ἑαυτοῖς τῷ θεῷ προσεκόμιζον, πῶς τῇ τοι αύτῃ προσφορᾷ τὸ θεῖον οὐχ ὕβριζον; ἀζήμιον γὰρ αὐτῷ καὶ χλευαστικὴν χάριν ἕκαστος αὐτῶν κατετίθετο. πῶς οὖν ἡ μὲν τοῦ Κάιν θυσία ἀπόβλητος, τὰ δὲ τοῦ Ἄβελ δῶρα αἰδέσιμα γέγονε; Ἀπόκρισις. Ὁ μακάριος ἀπόστολος, ὁ τῶν πατέρων πατὴρ καὶ τῆς εὐσεβείας διδάσκαλος, φησί·" τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει";– ἀντὶ τοῦ οὐδείς. ἀλλ' εἰ μηδείς, δῆλον ὅτι οὔτε Ἄβελ ἐποίμαινε τὴν ποίμνην, ἵνα μὴ ἐσθίῃ τοῦ γάλακτος τῆς ποίμνης αὑτοῦ, οὔτε ὁ Κάιν ἐγεώργει τὴν γῆν, ἵνα μὴ ἐσθίῃ τῶν καρπῶν αὐτῆς, ἔτι δέ, εἰ ἄχρηστοι 122 ἦσαν τῷ Κάιν οἱ καρποὶ τῆς γῆς, τίνος ἕνεκεν τοῖς χείροσι μὲν ἐτίμα τὸν θεόν, τοῖς κρείττοσι δὲ ἑαυτὸν τοῦ θεοῦ προετίμησε (διὸ ἀπόβλητος αὐτοῦ γέγονεν ἡ θυσία), μὴ χρῄζων τῶν καρπῶν τῆς γῆς; εἰ δὲ προετίμησεν ὁ μὲν Ἄβελ τῆς οἰκείας χρείας τὸν θεόν, ὁ δὲ Κάιν τὴν ἰδίαν χρείαν τοῦ θεοῦ, δῆλον ἄρα ὅτι ἕκα στος αὐτῶν τῆς ἐκ τῶν οἰκείων καρπῶν ἔχρῃζε θεραπείας.
118.5.1
Ἐρώτησις. Εἰ βασιλείαν θεοῦ τὴν ἀνάστασίν τινες ὑπει λήφασι, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιωθῆναι πιστεύονται, πῶς τοὺς τὰ ἀπηγορευμένα ποιήσαντας ἀποκληρονόμους ὁ Παῦλος ἀπέφῃνε, φήσας ὅτι" οὔτε πόρνοι οὔτε μοιχοὶ" καὶ οἱ ἐφεξῆς" βασιλείαν θεοῦ κληρονομήσουσιν"; Ἀπόκρισις. Βασιλείαν θεοῦ οἶδεν ἡ θεία γραφὴ ὀνομά ζειν οὐ τὴν ἀνάστασιν ἁπλῶς, ἀλλὰ τὴν μετὰ τὴν ἀνάστασιν κατάστασιν, ἐν ᾗ γίνεται κολαζομένων τε καὶ δοξαζομένων ἡ διαί ρεσις, τοῦ θεοῦ ὑπὸ πάντων ἀναμφιβόλως ὁμολογουμένου, τοῦ τὴν δόξαν ἐν τοῖς δοξαζομένοις ἐνεργοῦντος καὶ τὴν κόλασιν ἐν τοῖς κολαζομένοις." ἀκούσονται τῆς φωνῆς τοῦ θεοῦ οἱ ἐν τοῖς μνημείοις καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως". διαι ρεῖται οὖν ἡ ἀνάστασις εἰς ζωὴν καὶ κρίσιν, κατὰ τὰς διαφορὰς δικαίων τε καὶ ἀδίκων· ἐπὶ πλέον γὰρ ἡ ἀνάστασις τῆς βασιλείας τοῦ θεοῦ· ἡ μὲν γὰρ ἀνάστασις δικαίους καὶ ἀδίκους περιέχει, ἡ δὲ βασιλεία τοῦ θεοῦ μόνους τοὺς δικαίους.
118.6.1
Ἐρώτησις. Εἰ ἀναθεματισμὸν μόνον ἐπὶ τῶν ἀτόπων ἡ παλαιά τε καὶ νέα διαθήκη ἐπίσταται, πῶς ὁ μακάριος Πέτρος ἐν τῷ πάθει τὸν δεσπότην ἀρνούμενος καταθεματίζειν ἤρξατο; 123 τίς δὲ ἡ διαφορὰ ἀμφοτέρων, τουτέστι τοῦ ἀναθεματισμοῦ καὶ τοῦ καταθεματισμοῦ, καὶ τί τὸ ὑπὸ θατέρου σημαινόμενον; Ἀπόκρισις. Ἀνάθεμα λέγεται ἢ τὸ ἀνακείμενον καὶ ἀφωρισμένον θεῷ καὶ εἰς κοινὴν χρῆσιν μηκέτι λαμβανόμενον, ἢ τὸ ἀπηλλοτριωμένον θεῷ διὰ κακίαν. κατάθεμα δέ ἐστι τὸ συνθέσθαι τοῖς ἀναθεματίζουσιν.
118.7.1
Ἐρώτησις. Εἰ τὸ ἀγαθὸν ἁπάντων ἐστὶ τὸ κάλλιστον καὶ τὸ κακυνόμενον τῶν ὄντων ἐστὶ [τὸ] χείριστον, καὶ ἀγαθὸς μέν ἐστιν ὁ θεός, κακυνόμενος δὲ ὁ ἄνθρωπος, πῶς οὐκ ἔστιν ὁ ἄνθρωπος ἁπάντων τὸ κάκιστον; οὐδενὸς γὰρ τῶν ὄντων ἑτέρου– οὐρανοῦ λέγω καὶ γῆς, ἀέρος, φωστήρων καὶ τῶν τοιούτων– δυναμένου κα κύνεσθαι, μόνος ὁ ἄνθρωπος τὸ κακύνεσθαι κέκτηται. Ἀπόκρισις. Εἰ ἀνθρώπου ἕνεκεν ὅλα τὰ ὀνομασθέντα εἰσί, τὰ δὲ τίνος ἕνεκεν ὑπάρχοντα ἐλάττονα ἐκείνου ἐστί, κάλλιστος ἄρα ὁ ἄνθρωπός ἐστιν ὑπὲρ τὰ δι' αὐτὸν ὑπάρχοντα· εἰ δὲ καὶ αὐτὸ τὸ κακύνεσθαι συντελεῖ πρὸς τὴν βελτίωσιν ἀνθρώπου, κάλ λιστός ἐστιν ὁ ἄνθρωπος καὶ κατὰ τοῦτο, ὑπὸ τῆς θείας προνοίας τοῖς κακωτικοῖς ἰατρευόμενος ἀπὸ τῆς ἰδίας γνωμικῆς αὐτοῦ κα κίας. χρὴ δὲ τὸν βουλόμενον τὸν ἀγαθὸν ἄνθρωπον καταμαθεῖν πρὸς τὸ τέλος ἀποβλέπειν τὸ μετὰ τὴν ἀποβίωσιν ἀποκείμενον ἀνθρώπῳ· ἐκεῖνο γὰρ τῆς παρούσης ζωῆς ἐστιν ὁ καρπός, του τέστι μακαριότης ἀτελεύτητος ἀντὶ τῆς ὀλιγοχρονίως κακυνομένης ζωῆς.
118.8.1
Ἐρώτησις. Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ὁ δεσπότης καθέστηκε, διατί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν σώμασιν εὐσθε 124 νέσιν εἰσῴκισεν; εἰ δὲ θησαυρίζων αὐτοῖς τὰς ἀμοιβὰς ἐν τοῖς μέλλουσιν, ἐν τοῖς παροῦσιν αὐτοῖς συνεχώρησε θλίβεσθαι, διατί μὴ πάντες ἐν ταῖς θλίψεσιν ὁμοίως οἱ εὐσεβεῖς ἐξετάζονται; ὥστε δῆλον ἐκ τούτου τὸν καλὸν καὶ τὸν δεινὸν διαδείκνυσθαι. εἰ δ' ἀμφότερα παρ' ἀμφοτέροις εὑρίσκεται, πῶς οὐκ ἄδηλος ὁ τὸ κρεῖτ τον ἑλόμενος; πῶς δὲ ὡς ἔτυχε τὰ πάντα φερόμενα ἀπρονόητα ἐν τῷ κόσμῳ οὐ δείκνυσιν, εὐσεβοῦς καὶ ἀσεβοῦς οὐκ οὔσης τινὸς διακρίσεως; Ἀπόκρισις. Οὐκ ἐβούλετο ὁ θεὸς τοῖς παροῦσιν ὑπὲρ ἀρετῆς τιμῆσαι τοὺς αὐτῷ ἀνακειμένους· τὰ γὰρ τῷ θανάτῳ τῶν εὐσεβῶν γνωριζόμενα οὐκ ἔστι μισθὸς ἀρετῆς. καὶ καθώσπερ λέγονται οἱ εὐσεβεῖς μὴ εἶναι ἐκ τοῦ κόσμου, οὕτως καὶ ἡ δόξα αὐτῶν καὶ ὁ πλοῦτος οὐκ ἔστι γήινα. ὅταν οὖν ὁρῶμεν προσόντα τοῖς εὐσεβέσιν ἃ πρόσεστι καὶ τοῖς ἀσεβέσιν, ἀναλογισώμεθα ἐκ τούτου μὴ εἶναι ἄξια τὰ παρόντα τῶν τῆς ἀρετῆς πόνων. καὶ εἰ φαίνεται θεὸς τοῖς ἀνθρώποις ποτὲ ὑψώσας τινὰς τῶν αὐτῷ ἀνα κειμένων, ὡς τὸν Ἰωσὴφ καὶ τὸν Δαυίδ, ἀλλ' ὅμως οὐ τῆς ἀρε τῆς αὐτῶν τούτοις ἀμειβόμενος, ἀλλὰ διὰ μὲν τοῦ Ἰωσὴφ τῆς τοῦ Ἰσραηλιτικοῦ γένους αὐξήσεως προνοούμενος, διὰ δὲ τοῦ Δαυὶδ τὴν τοῦ Ἰσραὴλ βασιλείαν συνεστήσατο. διαφέρουσι δὲ οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐν τοῖς ὑλικοῖς τε καὶ σωματικοῖς οὐδαμῶς· πάντα γὰρ πρόσεστιν ἀμφοτέροις, τά τε ἡδέα καὶ τὰ λυπηρά· διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους τοὺς ἰδίους ἐποίησεν ὁ θεός, ποτὲ μὲν τὴν τῶν Αἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προσ 125 τάσσων τῷ ἡλίῳ. ἐν τούτοις μὲν ἡ πρόνοια διαδείκνυται τοῦ θεοῦ, ἐν ἐκείνοις δὲ παρασκευάζει τοὺς εὐσεβεῖς πρὸς ἄλλον βίον ἀφο ρᾶν, ἐν ᾧ γίνεται κατὰ δόξαν τε καὶ ἀδοξίαν δικαίων τε καὶ ἀδί κων ἡ διαίρεσις.
118.9.1
Ἐρώτησις. Εἰ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας ὁ ἀπόστολος ἀπηγόρευσε, πῶς αὐτὸς ὧν εἶπεν ἐναντία ἔπραξε, ποτὲ μὲν τῷ ἀρχιερεῖ, ποτὲ δὲ Ἀλεξάνδρῳ τῷ χαλκεῖ ἀρασάμενος; Ἀπόκρισις. Εἰ μὲν ἀντέτυπτεν ὁ Παῦλος τὸν τυπτήσαντα αὐτὸν ἀρχιερέα, ἢ ἀντεκάκωσε τὸν κακώσαντα αὐτὸν Ἀλέξανδρον, ἐνῆν λέγειν ὅτι τὰ ἐναντία ὧν ἐδίδασκεν ἔπραττε· τὸ δὲ λέγειν τὰ ἑκάστῳ μέλλοντα συμβήσεσθαι παρὰ τοῦ θεοῦ, τῷ μὲν ἀρχιε ρεῖ τὸ" τύπτειν σε μέλλει ὁ θεὸς τοῖχε κεκονιαμένε", τῷ δὲ Ἀλεξάνδρῳ τὸ" ἀποδώσει αὐτῷ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ", οὐκ ἔστιν οὔτε κατάρα οὔτε λοιδορία, ἀλλὰ πρόρρησις πρέπουσα ἀνδρὶ ἀποστόλῳ ἑαυτὸν μὴ ἐκδικοῦντι, ἀλλὰ διδόντι τόπον τῇ ὀργῇ. ΡΛ ʹ. Ἐρώτησις. Εἰ τοὺς εὐσεβεῖς ἀμείβεται ὁ θεὸς τῇ κατὰ τόνδε τὸν βίον λαμπρότητι, ὡς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς ἐξ αὐτῶν, πλούτῳ καὶ εὐπαιδίᾳ καὶ καρπῶν εὐθηνίᾳ, πόθεν καὶ τὰ ὅμοια παρείποντο Ἕλλησιν, ἡνίκα τὰ εἴδωλα παν ταχοῦ ἐθεράπευον; πῶς δὲ ὁ ἑλληνισμὸς οὐ δείκνυται ὁσιώτερος; ὅτι ἕως μὲν ἐκεῖνος κατεῖχε τῶν πόλεων, πᾶσαι αἱ πόλεις καὶ οἱ ἀγροὶ εὐπραγίαν καὶ εὐθηνίαν ἐκέκτηντο, καὶ ταῦτα οὐ συχνό τερον πολεμούμεναι· ἀφ' οὗ δὲ αὐτὰς τὸ χριστιανικὸν κατέλαβε κή ρυγμα, καὶ οἴκων καὶ οἰκούντων καὶ τῆς λοιπῆς εὐθηνίας κατέστησαν ἔρημοι, καὶ μόλις τὰ λείψανα τῶν πάλαι ὑπὸ τῶν Ἑλλήνων γεγε 126 νημένων κτισμάτων κατέχουσαι τοῦ ποτὲ πόλεις γεγενῆσθαι δει κνύουσι, τῆς παλαιᾶς εὐθηνίας καὶ τῆς νέας ἐρημίας ἑκατέρας τὰς θρῃσκείας αἰτίας ἀμφοτέρων προσφέρουσαι. Ἀπόκρισις. Παρὰ τοῦ δεσπότου θεοῦ, τοῦ τὸν ἥλιον αὑτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχοντος ἐπὶ δι καίους καὶ ἀδίκους, ἀμφοτέροις χορηγεῖται ἡ κατὰ τὸν παρόντα βίον σωματικὴ λαμπρότης· οὗ γὰρ τῇ δυνάμει ὁ κόσμος γεγένηται, τούτου καὶ τῇ προνοίᾳ διοικεῖται. ἵνα οὖν ἑαυτοὺς ὁρῶντες οἱ δί καιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ εὐσεβείας πόνοις, ἰσαζομέ νους δὲ τοῖς ἀσεβέσιν ἐν τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκῶσιν, ἐν ᾧ γίνεται τῇ διαφορᾷ τιμῆς τε καὶ τιμωρίας δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις· οὐ γάρ ἐστιν ἄδικος ὁ θεός, ὥστε μὴ ποιεῖν δικαίων τε καὶ ἀδίκων τὴν διαστολήν, καθὰ προείρηται. ὅτι δὲ κρατοῦντος τοῦ ἑλληνισμοῦ ἐγένοντο οἱ ἀφανισμοὶ πόλεών τε καὶ ἀγρῶν, μαρτυρεῖ ἡ ἐρημία τῶν τε Βαβυλωνίων καὶ Ἀσσυρίων καὶ τῆς Νινευὴ καὶ ἑτέρων ἐθνῶν πολλῶν. ποία δὲ πόλις τῶν ἐμφανῶν πόλεων κρατοῦντος τοῦ χριστιανισμοῦ ἐρημώθη, οὐκ ἔστι δεῖξαι. ἀπὸ δὲ τῆς ἀφθονίας τε καὶ ἀφορίας οἰκήσεώς τε καὶ ἐρημίας πόλεών τε καὶ ἀργῶν οὐκ ἔστι τεκμήρασθαι τῶν κρειτ τόνων τὴν ὁσιότητα, τοῦ δεσπότου θεοῦ τῶν αὐτῶν πρὸς τὸ λυ σιτελὲς πᾶσι τοῖς ἀνθρώποις τὴν παροχὴν ποιοῦντος καὶ τὴν ἀφαί ρεσιν. κρίνεται δὲ τῶν κρειττόνων ἡ ὁσιότης ἐκ τῶν κατὰ προαί ρεσιν ὑπ' αὐτῶν πραττομένων καλῶν. τὸ δὲ ἀνθρώπους προσάγειν δαίμοσιν εἰς θυσίαν–" ἔθυσαν" φησί" τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις"– καὶ τὸ τοῖς ἀψύχοις τὴν θεῷ πρέπουσαν προσφέρειν τιμήν, τῶν Ἑλλήνων κρατούντων ἐγίνετο· 127 τὸ δὲ κωλύεσθαι τὰς τοιαύτας Ἑλληνικὰς ἀνοσιουργίας χριστιανῶν κρατούντων ἐγίνετο. χρὴ οὖν ἀπὸ τῶν τοιούτων γνωρίζειν τῶν χριστιανῶν τὴν ὁσιότητα καὶ μὴ ἀπὸ τῆς εὐθηνίας τε καὶ οἰκή σεως πόλεών τε καὶ ἀγρῶν. τοσοῦτον δὲ πλεονάζει ὁ χριστιανισμὸς καὶ ἐν τούτοις, ὅσον κρατοῦντος αὐτοῦ ἔλαττον πολεμεῖται ὁ κόσμος, ὧν ἐπολεμεῖτο κρατήσαντος τοῦ ἑλληνισμοῦ.
118.10.1
Ἐρώτησις. Εἰ [ὁ] λαλῶν τὸ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστι, καθὼς ὁ κύριος ἀπεφήνατο, πῶς ἔξω μέμψεως ὁ μακάριος Ἰακὼβ νομισθήσεται, τῷ μὲν πατρὶ χάριν τοῦ οἰκείου ὀνόματος τοσαυ τάκις ψευσάμενος, τὴν δὲ τοῦ ἀδελφοῦ εὐλογίαν μετὰ δόλου παρὰ τὴν πρόθεσιν τοῦ πατρὸς κομισάμενος; πῶς δὲ καὶ ὁ Παῦλος, ἡνίκα ὑπὲρ τοῦ ἀρχιερέως ἐκρίνετο, μὴ εἰδέναι φήσας ὅτι ἀρχιε ρεύς ἐστι, τῇ μέμψει τοῦ ψεύδους οὐχ ὑπαχθήσεται; ὅτι δὲ ἠπί στατο ἀρχιερέα τὸν κρίνοντα, αὐτὸ τὸ ὑπ' αὐτοῦ αὐτὸν κρίνεσθαι σαφέστατα δείκνυσιν. Ἀπόκρισις. Οὔτε ὁ δίκαιος Ἰακὼβ ἐψεύσατο εἰπὼν τῷ πατρὶ αὑτοῦ" ἐγὼ εἰμὶ ὁ υἱός σου ὁ πρωτότοκος", οὔτε ὁ ἀπό στολος Παῦλος εἰπών" οὐκ ἔγνων ὅτι ἀρχιερεύς ἐστιν ὁ κελεύσας τύπτεσθαι αὐτόν"· ὁ μὲν γὰρ Ἰακὼβ ἦν προωνησάμενος τὴν πρω τοτοκίαν παρὰ τοῦ ἀδελφοῦ αὑτοῦ Ἡσαῦ, καὶ ἵνα μὴ εὑρεθῇ ὁ μακάριος Ἰσαὰκ ἀνέκβατον εὐλογίαν εὐλογῶν τὸν Ἡσαῦ, τὸν βρώματι πεπρακότα τὴν πρωτοτοκίαν, διὰ τοῦτο ᾠκονόμησεν ἡ θείᾳ χάρις τούτῳ τῷ τρόπῳ χωρῆσαι εἰς τὸν Ἰακὼβ τὴν εὐλογίαν, τὸν ἐσχηκότα τὴν πρωτοτοκίαν. ὁ δὲ ἀπόστολος Παῦλος πρὸς τὸ παρά νομον τῆς τοῦ ἀρχιερέως κρίσεως ἀφορῶν ἔλεγεν, ὅτι" οὐκ ἔγνων ὅτι ἀρχιερεύς ἐστι". διὸ εὐλόγως τοῖχον κεκονιαμένον αὐτὸν ὠνό μασεν· ὥσπερ γὰρ τὸ κονίαμα τοῦ τοίχου τοῦ μνήματος καθαρὸν οὐ δείκνυσι τὸν τοῖχον διὰ τὴν ἔνδοθεν δυσωδίαν τε καὶ ἀκα 128 θαρσίαν, οὕτως οὐδὲ ἡ περιβολὴ τῆς ἀρχιερατικῆς ἀξίας ἀρχιερέα δείκνυσι τὸν ἔνδοθεν ἐπὶ τῆς ψυχῆς φέροντα τὸ παράνομον τῆς κρίσεως. φαίνεται δὲ ὁ κύριος τάφους κεκονιαμένους τοὺς γραμ ματεῖς τε καὶ φαρισαίους καλέσας τοὺς ἀξιώμασί τε ἐσθήμασιν ἑαυτοὺς ὡραΐζοντας, ἔνδον δὲ πεφωλευμένην ἔχοντας τήν τε ἁρπα γὴν καὶ τὴν ἀκρασίαν.
118.11.1
Ἐρώτησις. Εἰ τὸ μὴ πληροῦν τὸν νόμον τὸν ἐν νόμῳ παρανομία νενόμισται καὶ τὸ ἔξω Ἱερουσαλὴμ ποιεῖν τι τῶν νό μων ὑπὸ τοῦ νόμου ἀπηγόρευται, πῶς ποιοῦντες ἢ μὴ ποιοῦντές τι τῶν ἐν νόμῳ οἱ περὶ τὸν Δανιὴλ ἐν Βαβυλῶνι οὐ παρηνόμησαν; ὅτι δὲ προσηύχοντο κυρίῳ τῷ θεῷ, ὅπερ ἦν κατὰ νόμον, σαφῶς περὶ αὐτῶν ἡ γραφὴ διηγόρευσε," Δανιὴλ" λέγουσα" ἦν τρεῖς καιροὺς τῆς ἡμέρας κατὰ ἀνατολὰς προσευχόμενος". εἰ δὲ καὶ τὰ λοιπὰ ἡ αὐτὴ γραφὴ ἐσιώπησε, χρὴ νοεῖν ὅτι πάντα ἐπλήρωσαν. διὸ καὶ δίκαιοι ὑπ' αὐτῆς ὠνομάσθησαν. Ἀπόκρισις. Εὐχὰς μὲν καὶ δεήσεις ἐκτελεῖν τοὺς Ἰουδαίους, ἐν τῇ αἰχμαλωσίᾳ ὄντας, οὐ μόνον οὐκ ἀπηγόρευσεν ὁ νό μος, ἀλλὰ τὸ ἐναντίον καὶ προετρέψατο αὐτούς, καὶ τοῦτο ἔνεστι μαθεῖν ἡμᾶς ἐκ πολλῶν τῶν προφητῶν· τὴν δὲ προσαγωγὴν τῶν θυσιῶν καὶ τὸ ποιεῖν πάσχα ἐκώλυσε, καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τοῦ προφήτου Δανιήλ·" ἐγώ" φησὶ Δανιήλ" ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν· ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλει ψάμην ἕως τριῶν ἑβδομάδων ἡμερῶν. καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου" ἔρχεται πρὸς αὐτὸν ὁ ἄγγελος ὁ μηνύσας αὐτῷ ὅτι εἰσηκούσθη αὐτοῦ ἡ προσευχὴ καὶ ἡ δέησις, καί φησι πρὸς αὐτόν·" μὴ φοβοῦ, Δανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακω θῆναι ἔναντι κυρίου τοῦ θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου· καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξεναντίον μου εἴκοσι καὶ μίαν 129 ἡμέραν". εἰ τοίνυν ἐν ταῖς εἴκοσι καὶ μιᾷ ἡμέραις τῶν τριῶν ἑβδομάδων τοῦ πρώτου μηνός, ἐν αἷς νηστεύσας [ἦν] ὁ προφήτης νηστείαν πενθικήν τε καὶ ὀδυνηράν, ἡ ιδʹ ἡμέρα τοῦ πάσχα καὶ ἡ ἑβδομὰς τῶν ἀζύμων περιεχόμεναί εἰσι, δῆλον ὅτι παράνομον ἐλογίσατο ὁ προφήτης τὸ ποιεῖν πάσχα ἔξωθεν τῆς Ἱερουσαλήμ· εἰ δὲ μὴ τοῦτο, ἀλλ' ἠνόμησεν ὁ προφήτης ἔξωθεν τῆς Ἱερου σαλὴμ μὴ ποιήσας τὸ πάσχα κατὰ τὴν τοῦ νόμου διάταξιν, πῶς εἰσηκούσθη αὐτοῦ ἡ δέησις καὶ ἡ προσευχή; θεὸς γὰρ ἁμαρτω λῶν οὐκ ἀκούει· εἰ δὲ νόμον ἐφύλαξε μὴ ποιήσας τὸ πάσχα ἔξω θεν τῆς ἱερουσαλήμ, πῶς οὐ προδήλως παρανομοῦσιν οἱ Ἰουδαῖοι νῦν, ἔξωθεν τῆς Ἱερουσαλὴμ ποιοῦντες τὸ πάσχα; ΡΛΘʹ. Ἐρώτησις. Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων, ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, λιμοί τε καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους ἐγένοντο, καθὼς οὐ μόνον αἱ ἅγιαι γραφαὶ ἀλλὰ καὶ τὰ ἐκτὸς βιβλία σημαίνουσι, διατί ὁ κύριος ὡς ξένα τινὰ τὰ προλεχθέντα σημεῖα εἶναι τῆς συντελείας ὡρίσατο, τῶν αὐτῶν ἀεὶ– ὡς εἴρηται– τῷ κόσμῳ συμβαίνειν εἰωθότων; πῶς δὲ αὐτὸς τὴν κατάλληλον τῶν ἐθνῶν προεπὼν ἐπανάστασιν οὐ δοκεῖ ἀνα τρέπειν τὰ πάλαι περὶ τῆς τῶν ἐθνῶν εἰρήνης ὑπὸ τοῦ προφήτου Ἡσαΐου λεχθέντα; φησὶ γὰρ ὁ προφήτης, ὅτι" οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν". Ἀπόκρισις. Οἱ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος γινόμενοι πό λεμοί τε καὶ λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ διαφέρουσι τῶν ἤδη πολλάκις γεγονότων τῷ τε μεγέθει καὶ πλήθει καὶ τῷ συχνῷ τε καὶ ἅμα καὶ πανταχοῦ, ὥστε ταῖς οἰκείαις διαφοραῖς σημαίνειν τοῦ καιροῦ τῆς συντελείας τὴν ἐγγύτητα· παραγινομένου δὲ τοῦ σωτῆρος εἰς σωτηρίαν τῶν αὐτὸν ἐκδεχομένων, πάντων τῶν λυ πηρῶν γίνεται ἡ ἀναίρεσις, καὶ τότε ἡ προφητικὴ διὰ τοῦ Ἡσαΐου πρόρρησις δέχεται τελείαν τὴν ἔκβασιν· ἐκείνην γὰρ τὴν εἰρηνικὴν κατάστασιν προεμήνυσεν ὁ προφήτης Ἡσαΐας διὰ τῆς ἐν τῇ προ 130 κειμένῃ ἐρωτήσει μνημονευθείσης φωνῆς, τὴν διὰ τῆς δευτέρας παρουσίας τοῦ σωτῆρος πληρουμένην, καθ' ἣν παύεται μὲν πᾶσα ἡ τῶν ἀνθρώπων τε καὶ δαιμόνων ἀπείθειά τε καὶ ἀντιλογία, κρατεῖ δὲ ἐν τοῖς πᾶσι τὰ θεῷ ἀρεσκόμενα. ΡΜʹ. Ἐρώτησις. Εἰ τὰ καθόλου στοιχεῖα καὶ τὰ λοιπὰ μέρη τῆς κτίσεως κατὰ πλάνην ἐθεοποίησαν εἴτουν ἐθεολόγησαν ἄν θρωποι, ποτὲ μὲν αὐτὰ καθ' αὑτὰ θαυμάσαντες, οἷον οὐρανὸν γῆν ἥλιον σελήνην ἀστέρας πῦρ ὕδωρ ἀέρα, ποτὲ δὲ τὰ αὐτὰ ἑτέρως μυθολογήσαντες, οἷον τὸν μὲν ἥλιον Ἀπόλλωνα, τὴν δὲ γῆν Δή μητραν, τὸν δὲ αἰθέρα Δία καὶ τὰ λοιπὰ ὁμοίως, ἀπεφήνατο δὲ ὁ θεὸς κατ' αὐτῶν λέγων" θεοί, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀπολέσθωσαν", πῶς οὐ κατὰ πάντων τῶν στοιχείων ἐξήγαγε τὴν τῆς ἀπωλείας ἀπόφασιν; Ἀπόκρισις. Θεοί, ὧν τὴν ἀπώλειαν ἀπεφήνατο ἡ θεία γραφή, δαίμονές εἰσι πονηροὶ κατὰ τὴν πλάνην τῶν ἀνθρώπων ὑπὲρ τὴν φύσιν τὴν κλῆσιν ἐσχηκότες θεοῦ, κατὰ τὸ εἰρημένον·" ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ". καὶ πάλιν·" πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια". τούτων τῶν δαιμόνων ὁ προφήτης προλέγει τὴν ἀπώλειαν. ἀπώλεια δὲ τῶν δαιμόνων ἐστὶ τὸ πάσης μὲν τῆς ἐκ πλάνης ἀνθρώπων προγεγονυίας αὐτοῖς ἀποστερεῖσθαι θεολογίας τε καὶ τιμῆς, ἐν τοῖς διηνεκέσι δὲ βασάνοις ζῆν ὀδυνηρῶς. τῶν δαιμόνων τε τούτῳ τῷ τρόπῳ βασανιζομένων εἰς ἔλεγχον τοῦ μὴ ὑπάρχειν αὐτοὺς θεούς, γίνεται ἡ ἀπώλεια τῆς ὀνομασίας αὐτῶν τε καὶ τῶν μερῶν τῆς κτίσεως, καθ' ἣν ὑπὸ τῶν πεπλανημένων ἀνθρώπων ψευδῶς ὠνομάσθησαν. καὶ καθώς περ ὅταν λέγῃ ἡ θεία γραφὴ περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι" αὐτοὶ μὲν ἀπο λοῦνται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται", οὐ τὴν ἀνυπαρξίαν τῆς ὑποστάσεως αὐτῶν σημαίνει τῷ τῆς ἀπωλείας ὀνόματι, ἀλλὰ τῆς παλαιότητος αὐτῶν, οὕτω καὶ ἐνταῦθα τῶν 131 θεῶν λέγει τὴν ἀπώλειαν, οὐ πρὸς σημασίαν τῆς ἀνυπαρξίας τῆς ὑποστάσεως αὐτῶν, ἀλλὰ τῆς ὀνομασίας αὐτῶν, καθ' ἣν σὺν τοῖς μέρεσι τῆς κτίσεως θεοὶ ὑπὸ τῶν πεπλανημένων ἀνθρώπων ἐκλή θησαν.
118.12.1
Ἐρώτησις. Εἰ πᾶς ὁ ἀποστέλλων τινὰ ἐκεῖ ἀποστέλλει ἔνθα αὐτὸς μὴ πάρεστι, καὶ ὁ ἀποσταλεὶς ἀποστέλλεται ἐν οἷς ὁ ἀποστείλας ἄπεστι, τοῦ θεοῦ τὸ ἀπερίγραφον ἔχοντος καὶ διὰ τοῦτο τὸ παρεῖναι πανταχοῦ κεκτημένου, πῶς ὁ δεσπότης Χριστὸς λέγει ὑπὸ τοῦ θεοῦ εἰς τὸν κόσμον ἑαυτὸν ἀπεσταλμένον; Ἀπόκρισις. Ὁ θεὸς μὲν ἀπερίγραπτος ὑπάρχων, πανταχοῦ πάρεστιν·" ἐάν" φησίν" ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει". οὐκ εἶπεν" ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, καὶ σὺ ἐκεῖ ἀναβαίνεις", ἀλλὰ" σὺ ἐκεῖ εἶ". οὐδὲ" ἐὰν καταβῶ εἰς τὸν ᾅδην, καὶ σὺ καταβαίνεις", ἀλλὰ" πάρει". λέγεται δὲ περὶ αὐτοῦ ἐξ οἰκονομίας τὸ παρεῖναι, παρεῖναι μὲν τῇ προβολῇ ὀπτασίας τε καὶ ἐνεργείας*. τὰ μὲν οὖν πρέποντα τῇ οὐσίᾳ νόει κατ' οὐσίαν, καὶ τὰ πρέποντα τῇ οἰκονομίᾳ νόει κατ' οἰκονομίαν, καὶ οὐδὲν ἀνακύπτει ἄτοπον· ἄλλος γὰρ ὁ λόγος τῆς θείας οὐ σίας καὶ ἄλλος ὁ τρόπος τῆς θείας οἰκονομίας· ὑπὲρ ἡμᾶς γὰρ ὁ λόγος τῆς θείας οὐσίας, καθ' ἡμᾶς δὲ ὁ τῆς οἰκονομίας, καθ' ὃν ἡμῖν προσέρχεται ὁ θεός· ἄλλως γὰρ ἀδύνατον δέξασθαι ἡμᾶς γνῶσιν θεοῦ, μὴ τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ εἰς γνῶσιν ἡμᾶς χειραγωγοῦντος τὴν αὑτοῦ. διό, ὥσπερ κυριολογοῦμεν τὸν περί πατον, οὕτω καὶ τὸ ἀπέστειλε. θεοῦ γὰρ ἀμφότερα καὶ καθ' ἡμᾶς ἀμφότερα καὶ δι' ἡμᾶς ἀμφότερα καὶ ἐξ οἰκονομίας ἀμφό τερα." καὶ ἤκουσε" φησὶν ὁ Ἀδὰμ" φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ". ὡσαύτως καὶ τὸ" ἐξαπέστει λεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ".
118.13.1
Ἐρώτησις. Εἰ τὰ Σεραφὶμ καλύπτει τὰ πρόσωπα, ἀτενί σαι εἰς θεοῦ δόξαν μὴ δυνάμενα, πῶς πάλιν ἑτέρως οὐκ ἠτένιζεν 132 ὅλα ὀφθαλμῶν καταγέμοντα; εἰ δὲ μὴ ἠτένιζε, πῶς οὐ περιττῶς τὸ τοσοῦτον πλῆθος πανταχόθεν τῶν ὀμμάτων ἐκέκτητο; Ἀπόκρισις. Ἄλλη ἐστὶν ἡ κατὰ τὸν προφήτην Ἡσαίαντῶν Σεραφὶμ ὀπτασία, καὶ ἄλλη ἡ κατὰ τὸν προφήτην Ἰεζεκιήλ. ἐκεῖ μὲν παρὰ τῷ Ἡσαΐᾳ τὰ Σεραφὶμ ἑξαπτέρυγα, ἐνταῦθα δὲ παρὰ τῷ Ἰεζεκιὴλ τὰ Χερουβὶμ τετραπτέρυγα καὶ τετραπρόσωπα. καὶ ἐν μὲν τῇ κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίᾳ οὐκ ἦν χρεία τοῦ κατακαλύπτειν τὰ Σεραφὶμ τὰ πρόσωπα ἑαυτῶν, κά τωθεν τοῦ κρυσταλλοειδοῦς στερεώματος ἑστηκότα τήν τε στάσιν καὶ τὴν πτῆσιν, ἐφ' οὗ ἦν ὁ θρόνος τῆς δόξης. ἠτένιζε δὲ τὰ Σεραφὶμ οὐ μόνον τοῖς ὀφθαλμοῖς τοῖς ἐν τοῖς προσώποις τῶν ζῴων, ἀλλὰ καὶ τοῖς ἐν τοῖς ἄλλοις μέρεσι τοῦ σώματος αὐτῶν. καὶ ἐπειδὴ ἐν τῷ πορεύεσθαι τὰ Σεραφὶμ ἀνάκαμψις καὶ ἀνα στροφὴ οὐκ ἐγένετο τῆς τῶν ζῴων ὄψεως, διὰ τοῦτο χρεία ἦν τοῦ πανταχοῦ αὐτὰ ἀτενίζειν οἷς ἐκέκτηντο ὀφθαλμοῖς. ὥστε οὐ μάτην ἐκέκτηντο τὸ πλῆθος τῶν ὀμμάτων.
118.14.1
Ἐρώτησις. Εἰ διὰ τὴν εἰς Χριστὸν οἱ Ἰουδαῖοι ἀπείθειαν ὑποχείριοι τοῖς Χριστῷ πειθομένοις ἐδόθησαν, οἱ δὲ τὸν ἀληθῆ Χριστὸν μὴ γινώσκοντες χριστιανοὶ ἀληθῶς οὐ δύνανται εἶναι, κἂν χριστιανοὶ ὀνομάζονται, οἷά ἐστι τῶν αἱρετικῶν τὰ συστήματα, πῶς οἱ τοιοῦτοι οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ [τῶν] τὸν ἀληθῆ Χριστὸν δεσπότην τοῦ παντὸς γνωριζόντων ἐκράτησαν καὶ μυρίοις δεινοῖς περιέβαλον, τοῦ ἀληθοῦς χριστιανισμοῦ οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ τῶν ψευδοχριστιανῶν διὰ τὸ ἀληθὲς δεσπόζειν ὀφείλοντος; εἰ δὲ τὸ δεσπόζειν ὀφεῖλον ὑπὸ τῆς πλάνης δεσπόζεται, πῶς τὴν δουλείαν τῶν Ἰουδαίων τῇ εἰς Χριστὸν ἀπειθείᾳ ἐπιγράφομεν, καὶ αὐτῶν σὺν τοῖς ἀληθινοῖς χριστιανοῖς τοῖς ψευδωνύμοις Χρι στιανοῖς δεδουλευκότων πολλάκις; Ἀπόκρισις. Τὸ κράτος τῆς τοῦ δεσπότου Χριστοῦ δυνα στείας ἐν τῇ καθαιρέσει τῶν αὐτῷ ἀπειθησάντων Ἰουδαίων δεί 133 κνυται, τὸ ὅλως αὐτοὺς ἐκπεσεῖν μὲν ἁπάντων τῶν πάλαι παρ' αὐτοῖς σεμνῶν τε καὶ τιμίων, εἶναι δὲ ἐν τῇ δουλείᾳ τῶν ἐθνῶν. τὸ δὲ δεσποτικῶς ἐν τῷ παρόντι βίῳ ἄρχειν τῶν γηίνων πραγ μάτων οὐκ ἔστι κληρονομία τῶν ἀληθινῶν χριστιανῶν, εἴ γε κατὰ τὸν ἀπόστολον Παῦλον" εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν". ὁ οὖν τῶν ἀλη θινῶν χριστιανῶν βουλόμενος τὴν δεσποτείαν καταμαθεῖν, πρὸς τὴν μέλλουσαν κατάστασιν ὀφείλει ἀποβλέπειν. τὸ γὰρ ἐπὶ τοῦ παρόντος δεσποτικῶς ἄρχειν τῶν ὑλικῶν πραγμάτων οὐκ ἔστιν ἀμοιβὴ τῆς τῶν χριστιανῶν πίστεως, ἀλλὰ λειτουργία τις, κατὰ τὴν τοῦ θεοῦ διάταξιν πρὸς τὴν συγκρότησιν τῆς τῶν ἀνθρώπων εὐνόμου πολιτείας ἐγχειριζομένη ἀνθρώποις, ποτὲ μὲν χριστιανοῖς, ποτὲ δὲ αἱρετικοῖς, ποτὲ δὲ Ἕλλησιν· ἐφ' ὅσον γὰρ ἐν τοῖς ὑπὲρ ἀρετῆς ἀγῶσίν εἰσιν οἱ χριστιανοὶ καὶ τὴν στενὴν καὶ τεθλιμμέ νην βαδίζοντες ὁδόν, εἰς ὑπουργίαν προκείμενοι παντὶ ἀγγαρεύειν αὐτοὺς βουλομένῳ, ἔξω τοῦ δεσπόζειν εἰσί· λυθέντων δὲ τῶν ἀγώ νων καὶ τοῦ καιροῦ τῶν στεφάνων παραγινομένου, τότε οἱ ἄξιοι δεσπόζουσι δεσποτείαν ἀσάλευτον, ὅτε κατὰ τὸ εἰρημένον" οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι" καθεζόμενοι ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ΡΜΔʹ. Ἐρώτησις. Εἰ ὅριον ἔθετο τῇ θαλάττῃ τὴν ψάμμον ἐξ ἀρχῆς ὁ θεός, κατὰ τὸν λέγοντα" μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ", πῶς ὑπερβαίνουσα ἐν διαφόροις τόποις τὸ τοιοῦτον ὅριον ἡ θάλαττα δείκνυται; ἐν γὰρ τῇ διοικήσει ταύτῃ τινῶν μὲν τόπων ἀπέδρα, τινὰς δὲ τόπους τῆς ξηρᾶς ἀπέδειξε θάλατταν. Ἀπόκρισις." Ὅριον ἔθου", φησὶν ἡ γραφή," καὶ οὐ παρελεύσεται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν", ἵνα εἴπῃ, ὅτι τῷ θείῳ ὅρῳ κατεχομένη ἡ θάλασσα ἐν τοῖς κατὰ φύσιν οἰκείοις 134 τόποις μένει καὶ οὐχ ὑπερβαίνει κατακαλύψαι τὴν γῆν, ὡς τὸ πρῶτον κατεκάλυπτεν, ὅτε ἦν κατὰ πρόσωπον πάσης τῆς γῆς ἐκκεχυμένη καὶ τοὺς κατὰ φύσιν κατέχουσα οἰκείους τόπους. τοῦτο δὲ τὸ ὅριον οὐδέποτε ὤφθη ἡ θάλασσα ὑπερβεβηκυῖα. τὸ δὲ ἐν μερικοῖς τόποις διὰ τὴν εὐεργεσίαν ἢ παιδείαν τῶν ἀνθρώπων ποιεῖν τῶν θαλαττῶν ἢ ποταμιαίων ὑδάτων τὴν μετάστασιν, τοῦτο οὐ δυνατὸν λογισθῆναι εἰς παράβασιν τοῦ θείου ὅρου." ἔθετο" φησίν" ποταμοὺς εἰς ἔρημον". καὶ πάλιν" ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων". οὐ πρὸς τὴν μερικὴν οὖν μετάστασιν τῶν ὑδά των ὁ λόγος ἐκφέρεται ὁ λέγων" ὅριον ἔθου καὶ οὐ παρελεύσε ται", ἀλλὰ πρὸς τὴν καθόλου μετάστασιν τῶν ὑδάτων ἐκ τῶν κατὰ φύσιν ἀνοικείων τόπων εἰς τοὺς κατὰ φύσιν οἰκείους τόπους.
118.15.1
Ἐρώτησις. Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν καὶ πρό γνωσιν τοῦ θέλοντος δείκνυσι, δῆλον ὅτι τὸ μὴ γινόμενον θέλημα ἀσθένειαν καὶ ἄγνοιαν τοῦ θέλοντος τὰ μὴ γινόμενα συνίστησι. πῶς οὖν ὁ θεὸς παντοδύναμος ὢν θέλει πάντας σωθῆναι καὶ οὐ σῴζονται, καὶ τὸν τοῦ ἁμαρτωλοῦ οὐ βούλεται θάνατον, καὶ ἐπά γει" καὶ τῆς Ἱερουσαλὴμ τὰ τέκνα πολλάκις ἐπισυνάξαι ἠθέλησε, καὶ μὴ θελήσαντα οὐκ ἐπεσυνήχθησαν"; Ἀπόκρισις. Ἐπειδὴ δύναμιν εἴσπραξιν καὶ ἐξουσίαν εἰς αἵρεσιν καὶ νόμον εἰς διδασκαλίαν τῶν ἐναντίων δέδωκεν ἡμῖν ὁ θεὸς καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν ἐναντίων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους, καὶ τῇ μὲν ἐπαγγελίᾳ τῆς ζωῆς προ τρέπει ἡμᾶς εἰς ἀρετήν, τῇ δὲ ἀπειλῇ τοῦ θανάτου ἀποτρέπει ἡμᾶς τῆς κακίας, διὰ τοῦτο τῷ θελήματι τοῦ θεοῦ τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, ὅταν ᾖ τὸ θέλημα τῶν σῳζομένων συνεζευγμένον, γίνεται πάντως ἡ σωτηρία. ἐὰν δὲ τὸ θέλημα τῶν ἀνθρώπων μὴ ᾖ ἑπόμενον τῷ θελήματι τοῦ θεοῦ, οὐκ ἐξ ἀσθε νείας τοῦ θεοῦ οὐ γίνεται τὸ θέλημα τοῦ θεοῦ, ἀλλ' ἐκ τῆς τῶν 135 ἀνθρώπων τῶν μὴ θελησάντων ἃ ἠθέλησεν ὁ θεός. ἐν οἷς δὲ τὸ θέλημα τοῦ θεοῦ τῆς τῶν λογικῶν θελήσεως κεχώρισται, ἐν πᾶσι τούτοις ἐξ ἀνάγκης γίνεται τὸ θέλημα τοῦ θεοῦ ἀνεμπόδιστον.
118.16.1
Ἐρώτησις. Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ συναφείᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν καὶ ἐπὶ ἀφθαρσίαν τοὺς ἀνθρώπους προτρέπων γα μικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο, τοῦ ὑποδείγματος τῇ οὐσίᾳ καὶ τοῦ σκοποῦ τοῦ θεοῦ ἐναντίου τυγχάνοντος; Ἀπόκρισις. Οὐ πάντα ὅσα πρόσεστι τῇ φύσει τοῦ ὑπο δείγματος, ταῦτα ἀνάγκη προσεῖναι καὶ τῇ φύσει τοῦ ὑποδεικνυ μένου,* ἀλλ' ὄν τι ἁπλοῦν, καθὸ σῴζεται τοῦ ὑποδείγματος πρὸς τὸ ὑποδεικνύμενον ἡ ἀναλογία τῆς ὁμοιώσεως· ὥσπερ γὰρ ἡ βα σιλεία τῶν οὐρανῶν ὁμοία λέγεται τῷ κόκκῳ τῆς σινάπεως, καθὸ ἐκ τοῦ βραχυτάτου μεγέθους εἰς ἄμετρον μέγεθος τὴν αὔξησιν ἐδέξατο, οὐκέτι καὶ καθότι φθαρτός ἐστιν ὁ κόκκος τῆς σινάπεως σῴζει πρὸς αὐτὸν ἡ βασιλεία τῶν οὐρανῶν τῆς ὁμοιώσεως τὴν ἀναλογίαν, οὕτως πρὸς δήλωσιν μόνης τῆς ὄντως ἀγάπης, ἣν ἔχει ὁ μὲν θεὸς πρὸς τὴν ἐκκλησίαν, ἡ δὲ ἐκκλησία πρὸς τὸν θεόν, τὸ κατὰ τὴν γαμικὴν συνάφειαν ὑπόδειγμα παρείληπται τῇ θείᾳ γραφῇ." ὡς εὐφραίνεται", φησὶν Ἡσαΐας," νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί".
118.17.1
Ἐρώτησις. Εἰ ἄνωθεν καὶ πρὸ αἰώνων τὰ περὶ ἡμᾶς καὶ καθ' ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, ἐν καιρῷ ἀβροχίας ἢ πολυομβρίας ἢ ἑτέρου οἱοσδηποτοῦν συναντήματος πῶς οὐ μά την βουλευόμεθα ἢ εὐχόμεθα, ἅπαξ τοῦ θείου ὅρου περὶ πάντων* κατέχοντος; πῶς δὲ διὰ τῆς τοιαύτης εὐχῆς πλέον ἁμαρτάνοντες οὐ δεικνύμεθα, τοῦ οἰκείου ὅρου τὸν θεὸν κατόπιν ἐλθεῖν βιαζό 136 μενοι, ὅπερ γενέσθαι οὐκ ἐνδέχεται; εἰ γὰρ ταῦτα ἔχει, ὡς εἴρη ται, πῶς ὑπὸ πάντων μὲν τῶν εὐσεβῶν εὐχὴ τῷ θεῷ προσκε κόμισται, ὑπὸ δέ τινων πολλὰ δι' εὐχῆς ἐπὶ συμφέροντι γεγόνασι θαύματα; Ἀπόκρισις. Ἀναλόγως τῇ ἡμετέρᾳ καταστάσει ὥρισται παρὰ θεῷ τιμὴ μὲν ἐπὶ τῇ ὑπακοῇ, τιμωρία δὲ ἐπὶ τῇ παρα κοῇ. καὶ ἐπειδή ἐσμεν αὐθαίρετοί τε καὶ τρεπτοί, διὰ τοῦτο ἔδω κεν ἡμῖν ὁ δεσπότης θεὸς τὴν ἐκ τῆς μετανοίας βοήθειαν, δι' ἧς ἔνεστιν αὐθαιρέτως ἐκκλίνειν ἡμᾶς τῆς τε παρακοῆς καὶ τῆς ἐν αὐτῇ ὡρισμένης τιμωρίας· ὥρισται γὰρ καὶ τοῦτο. μετανοεῖν δὲ καὶ τῶν ἐπταισμένων λαβεῖν τὴν συγχώρησιν εὐχῆς καὶ βουλή σεως ἐκτὸς ἀδύνατον. πρὸς ἔνδειξιν δὲ τοῦ μὴ ἀλόγῳ φορᾷ αὐτο μάτως γίνεσθαι τὰ γινόμενα, ἀλλὰ θείᾳ προνοίᾳ διοικεῖσθαι τὰ καθ' ἡμᾶς, ἐνεργοῦσιν αἱ εὐχαὶ τῶν ἁγίων, οὐχ ἵνα τὸν θεῖον ἀνατρέψωσιν ὅρον– ἀδύνατον γάρ–, ἀλλ' ἵνα τοῦ κρείττονος ὁρι σμοῦ τύχωσιν, ὅπερ ἐστὶ τιμὴ τῶν ἁγίων, τῶν ἐπὶ τῇ ὑπακοῇ τοῦ θεοῦ ἠκουσμένων ὑπὸ τοῦ θεοῦ· ἐπίπονος γὰρ ἡ κτῆσις τῶν καλῶν, τῶν ἀναγκαίων μὲν διὰ τὴν φύσιν, ἐκδεχομένων δὲ διὰ τὴν κτῆσιν· καὶ χρῄζουσιν οἱ κτώμενοι τῆς θείας διὰ προσευχῆς βοη θείας πρὸς τὸ δύνασθαι πονεῖν.
118.18.1
Ἐρώτησις. Εἰ ἡ τοῦ σαββάτου ἀργία κατά τινα τύπον τοῖς Ἰουδαίοις παραδέδοται τῆς τοῦ θεοῦ καταπαύσεως, ἤτοι ἐν τῇ κοσμοποιίᾳ, ἤτοι καὶ ἐν τῇ συντελείᾳ, κατέπαυσε δὲ ἢ καταπαύ σει κατὰ τὸν τύπον ὁ δεσπότης τοῦ βουλήσει ἢ προνοίᾳ ἐργάζε σθαι, πῶς οὐ χρονικὴν αὐτοῦ τὴν τοῦ ἐργάζεσθαι ἐνέργειαν ὁ λόγος ὁ τοιοῦτος παρίστησι; παυσαμένης γὰρ αὐτοῦ τῆς ἐνεργείας, δῆλον ὅτι καὶ ἡ ἐνέργεια πέπαυται. οἷον, τὸ πῦρ τοῦ καίειν καὶ φλογίζειν παυσάμενον, καὶ τοῦ εἶναι παύεται. Ἀπόκρισις. Ὁ μὲν δεσπότης θεὸς ἐν ταῖς ἓξ ἡμέραις πᾶσαν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε καὶ τῇ 137 ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε τοῦ κατὰ τὰς οἰκείας ἀρχὰς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν ἔτι τινά." καὶ κατέπαυσε" φησί" κύριος ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν". ἐνετείλατο δὲ τοῖς Ἰουδαίοις ἓξ ἡμέρας ἐργά ζεσθαι καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ σαββατίζειν, ἵνα, ἐργαζομένων τε αὐτῶν καὶ παυομένων τῆς ἐργασίας, τυπικῶς φυλαχθῇ ἐν αὐτοῖς ἡ μνήμη τῆς τε ἐργασίας καὶ τῆς καταπαύσεως τοῦ θεοῦ. καὶ τὴν μὲν δύναμιν, καθ' ἣν τὴν κτίσιν πεποίηκεν ὁ θεός, ἀιδίως εἶχε καὶ ἔχει· ἐνεργεῖ δὲ κατὰ ταύτην τὴν ἀίδιον δύναμιν, ὅτε βούλεται, τῆς δυνάμεως ἐν τῇ ἰδίᾳ ἰσχύι μενούσης ἀιδίως καὶ πρὸ τῆς ἐνεργείας καὶ μετὰ τὴν ἐνέργειαν, πάσης τῆς ἐν χρόνῳ ἀπο βολῆς τε καὶ προσλήψεως ἀπηλλαγμένης. διὸ δύναται ποιεῖν ἀεὶ πάντα ὅσα βούλεται ποιεῖν. οὐκ ἔτι δὲ βούλεται ποιεῖν πάντα ὅσα δύναται ποιεῖν· καὶ γὰρ πλείονας ἡλίους ἠδύνατο καὶ δύναται ποι εῖν, ἀλλ' ὅμως ἕνα μόνον ἥλιον ἐποίησεν, ὅτι ἕνα μόνον ἐβούλετο ποιεῖν. ἐπειδὴ οὖν βουλήσει καὶ οὐ τῷ εἶναι ποιεῖ ὁ θεός, διὰ τοῦτο οὐ παύεται τοῦ εἶναι [θεός], παυσαμένης τῆς ἐνεργείας αὐτοῦ· ὧν γὰρ τῇ καταπαύσει τῆς ἐνεργείας συμπαύεται καὶ τὸ εἶναι, τούτοις ἐνεργεῖν τὸ εἶναι καὶ οὐ τὸ βούλεσθαι πρόσεστιν· οἷον, τὸ πῦρ ἅμα ὑπάρχειν καὶ τὸ εἶναι καὶ τὸ ἐνεργεῖν καὶ τὸ μὴ ὑπάρχειν καὶ τὸ ἐνεργεῖν οὐχ ὑπάρχει. διὸ καὶ ἡ κατάφασις οὐσίας τε καὶ ἐνεργείας αὐτοῦ ἀντιστρέφει· ὡσαύτως δὲ καὶ ἡ ἀπό φασις αὐτῷ· οἷόν ἐστι τὸ πῦρ· ἐνεργεῖ τὸ πῦρ; ἔστι τὸ πῦρ. οὐκ ἐνεργεῖ τὸ πῦρ; οὐκ ἔστι τὸ πῦρ. ΡΜΘʹ. Ἐρώτησις. Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλ λυται καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται (πλεῖ στα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται καὶ ἐν αὐτοῖς ἐστι θεάσασθαι οὐ μόνον κατ' ἀλλήλων ἀλλὰ καὶ κατὰ τῶν ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα), πῶς ἀλη 138 θεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ λίαν ἐποίησεν; εἰ δὲ ἀλη θεύει, ἀγαθὰ δὲ καὶ φαῦλα ἐν τῇ κτίσει ὑπάρχουσι, πῶς τὰ μὲν ἀγαθὰ ἀγαθοῦ, τὰ δὲ φαῦλα φαύλου δημιουργοῦ οὐ γνωρίζονται καὶ δύο ἐναντίαι ἀρχαὶ κατὰ Μανιχαίους οὐ δείκνυνται; εἰ δὲ ἡ ἀναίρεσις τῶν ἀναιρουμένων ἐπ' ἀγαθῷ γίνεται, καθὼς τοῦτο παρ' ἐνίοις ὑπείληπται, πῶς οὐκ ἦν ἀγαθώτερον τὸ ἐν ἀρχῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ μὴ εἶναι αὐτῶν κωλυθῆναι τὴν πάροδον; Ἀπόκρισις. Ὁ ἐκ τῆς δημιουργίας τῶν ἐμψύχων λογικῶν τε καὶ ἀλόγων περὶ τοῦ δημιουργοῦ ἀκόλουθον ποιούμενος τὴν ζή τησιν, πρὸς τὴν φύσιν αὐτῶν ὀφείλει ἀποβλέπειν, τὴν κατὰ τὸν τοῦ δημιουργοῦ ὅρον ἄγουσαν τὰ θνητὰ πάντα, ὥσπερ εἰς γένε σιν, οὕτως καὶ εἰς φθοράν τε καὶ ἀπώλειαν. εἰ δὲ κατὰ ταῦτα μὲν ζῴου πρὸς ζῷον οὐκ ἔστι διαφορά, τῶν δὲ διαφορῶν εἷς καὶ αὐτός ἐστι δημιουργός, δῆλον ἄρα ὅτι πάντων τῶν ζῴων λογικῶν τε καὶ ἀλόγων εἷς καὶ ὁ αὐτός ἐστι δημιουργός· ἣν δὲ ἐκ τῆς ὑπ' ἀλλήλων ἐπιβουλῆς ὑπομένουσιν ἀπώλειαν, κατὰ τὴν θείαν πρό νοιαν συγκεχώρηται συμβαίνειν αὐτοῖς· εἰ γάρ, ὑποκειμένων αὐτῶν τῇ τε κατὰ φύσιν καὶ τῇ κατὰ ἐπιβουλὴν φθορᾷ τε καὶ ἀπωλείᾳ, οὐ παρῃτήσαντό τινες θεοποιῆσαι αὐτά, πόσῳ μᾶλλον ἂν ἐθεο ποιοῦντο, εἰ βλάβης τε καὶ ἀπωλείας διὰ παντὸς ἐκτὸς μεμενή κασιν; ἵν' οὖν ἀφ' ὧν ὑπομένουσι γνωρισθῶσιν ὅπερ εἰσί, τουτέ στιν ἀνάξια τῆς τοῦ θεοῦ τιμῆς τε καὶ προσηγορίας, διὰ τοῦτο καὶ φύσει καὶ ἐπιβουλῇ ὑπομένουσιν ἃ ὑπομένουσιν. γέγονε δὲ τὰ ἄλογα ζῷα εἰς ὑπουργίαν ἀνθρώπου, τὰ μὲν εἰς τροφήν, τὰ δὲ εἰς παιδείαν, ὡς τὸ" ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς". ἀλλ' εἰ ἀγαθόν ἐστι τὸ τρέφε σθαι τὸν ἄνθρωπον ἐκ τῶν ἀλόγων ζῴων καὶ ὑπουργεῖσθαι ὑπ' αὐτῶν καὶ παιδεύεσθαι δι' αὐτῶν, ἀγαθὴ ἄρα ἡ εἰς τὸ εἶναι αὐτῶν 139 πάροδος καὶ ἀδιάβλητος ἐπὶ φαυλότητι φύσεως καὶ τῆς ἐξ αὐτῶν χρείας. εἰ δὲ τοῦτο, δῆλον ὅτι ἑνὸς δημιουργοῦ ἐστιν ἀγαθοῦ πάντα τὰ ἄλογα ζῷα δημιουργήματα.
118.19.1
Ἐρώτησις. Εἰ τὴν προλεχθεῖσαν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐν τοῖς ἀνθρώποις ὁ ἐχθρὸς κατεργά ζεται, μηχανώμενος διὰ τούτων ταῖς μελλούσαις αὐτοὺς ὑποβάλ λειν κολάσεσι, τὰ ἄλογα μήτε σωτηρίαν μήτε τιμωρίαν ἐν τοῖς μέλλουσι κομίζεσθαι μέλλοντα καὶ διὰ τοῦτο τὸ ἀπολέμητον ἔχοντα, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ φαῦλα μετέρχονται; Ἀπόκρισις. Τὸ ἐπὶ φαυλότητι φύσεως διαβάλλειν τῶν ἀλό γων τὰς φύσεις οὐκ ἔστιν εὔλογον· τῶν γὰρ λόγου μετεχόντων ἐστὶ τὸ ἀγαθῶς ἢ φαύλως τι διαπράξασθαι, οὐχὶ τῶν λόγου ἀμε τόχων. καὶ ἐπειδὴ διὰ τὴν προλεχθεῖσαν χρείαν γέγονε τῶν ἀλό γων ἡ φύσις, διὰ τοῦτο δῆλον ὅτι, ἀγαθῆς οὔσης τῆς χρείας, ἀγαθή ἐστι καὶ ἡ φύσις.
118.20.1
Ἐρώτησις. Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως κατέπεμψε, πῶς ἐν πλείοσι τόποις τῆς θείας γραφῆς νόμος καὶ τοῦ νόμου νομοθέτης ὁ Μωσῆς ὀνομάζεται; Ἀπόκρισις. Ἔθος ἐστὶν οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τῇ θείᾳ γραφῇ, τῷ τοῦ εἰρηκότος τὸν λόγον ὀνόματι ὀνομά ζειν τὸν λόγον, εἰς δήλωσιν τοῦ τίνος εἶναι τὸν λόγον, ὡς τὸ" ἐκάθητο ὁ εὐνοῦχος ἐπὶ τοῦ ἅρματος καὶ ἀνεγίνωσκε τὸν προ φήτην Ἡσαΐαν". καὶ πάλιν·" τὸ βδέλυγμα" φησί" τῆς ἐρημώ σεως τὸ εἰρημένον ἐν τῷ προφήτῃ Δανιήλ"· ὣς δὲ καὶ ἡμῖν ἔθος λέγειν" ἐκτησάμην τὸ προφήτην Ἱερεμίαν" ἢ" τὸν ἀπό στολον". 140
118.21.1
Ἐρώτησις. Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆσιν κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖσθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ Χριστὸς νομισθήσεται, ὁ μετὰ τὸ τεχθῆναι μηδαμοῦ τοῦ Ἐμμανουὴλ τὴν προσηγορίαν δεξάμενος; οὐδεὶς γὰρ τὸν ἐλ θόντα Χριστὸν τῇ κλήσει τοῦ Ἐμμανουὴλ ἐπὶ λέξεως προση γόρευσεν. Ἀπόκρισις. Εἰ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασι περιέχεται τῶν θείων περὶ Χριστοῦ προρρήσεων ἡ ἔκβασις, παραδέδωκε δὲ ἡμῖν αὐτὸν εἶναι τὸν κατὰ θείαν πρόρρησιν προορισθέντα τῷ τοῦ Ἐμμανουὴλ καλεῖσθαι ὀνόματι ὁ μακάριος Ματθαῖος, πῶς οὐ καλεῖται τῷ τοῦ Ἐμμανουὴλ ὀνόματι; οὐ διέλιπεν ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, μαθοῦσα ἐκ τῆς διδασκαλίας τοῦ ἁγίου εὐαγγε λίου, Ἐμμανουὴλ ὀνομάζειν τὸν Χριστόν. ἔχομεν δὲ καὶ ἐν τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ πάσας τὰς λοιπὰς ὀνομασίας αὐτοῦ περι εχομένας, εἰ καὶ μὴ πάσαις ἀεὶ κεχρήμεθα· οὐδὲ γὰρ ἐπειδὴ καλεῖται Ἐμμανουήλ ἐστιν Ἐμμανουήλ, ἀλλ' ἐπειδή ἐστι καλεῖται. ΡΝΓʹ. Ἐρώτησις. Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ὑπὸ τῆς θείας γραφῆς ἀπηγόρευται καὶ ὁ μετιὼν τὰ ἀπηγορευμένα ἁμαρτωλὸς ὀνομάζεται, πῶς ἐν διαφόροις τόποις τοὺς οἰκείους γονέας ὁ δε σπότης Χριστὸς ἀθετήσας ἀναμάρτητος δείκνυται; ἐν μὲν γὰρ τῷ γάμῳ" τί ἐμοὶ καὶ σοὶ γύναι" τῇ μητρὶ λέγων ἐπέπληξεν, καὶ ἡνίκα αὐτὸν θεάσασθαι ἡ μήτηρ ἠθέλησε, μητέρα καὶ ἀδελφοὺς τοὺς τὸ θέλημα τοῦ θεοῦ ποιοῦντας ὠνόμασε. καὶ πάλιν, ὅτε ἐμα καρίζετο ἡ βαστάσασα αὐτὸν κοιλία καὶ μαστοὶ οὓς ἐθήλασε, τοὺς 141 ποιοῦντας τὸ θέλημα τοῦ θεοῦ αὐτὸς ἐμακάριζεν· ἅπερ ἅπαντα ἐφ' ὕβρει τῆς μητρὸς παρ' αὐτοῦ νομίζονται λέγεσθαι, διότι τῆς μητρὸς ὀνομασθείσης καὶ μακαρισθείσης κατὰ ἀντιδιαστολὴν αὐτῆς ὑπ' αὐτοῦ ἐμακαρίσθησαν ἕτεροι. ἡ δὲ ἀντιδιαστολὴ δῆλον ὅτι ἐπὶ ἐναντίων πραγμάτων λαμβάνεται. ἄλλως τε, εἰ τὴν ἁγίαν παρθέ νον ὁ θεὸς εἰς τοσαύτην οἰκονομίας ὑπουργίαν ἐκλέλεκται, πῶς ἀναξία μακαρισμοῦ κατὰ τὰ προλεχθέντα ἡ παρθένος νενόμισται; εἰ δὲ τὰ ῥηθέντα ἐναντίως ἔχει πρὸς ἄλληλα, πῶς τὰ ἀλλήλοις ἐναντία τὴν παρ' ἀλλήλων οὐ λαμβάνει κατάλυσιν; Ἀπόκρισις. Τὸ" τί ἐμοὶ καὶ σὺ γύναι" οὐ πρὸς ἐπίπλη ξιν εἴρηται τῇ Μαρίᾳ παρὰ τοῦ σωτῆρος, ἀλλὰ πρὸς ἔνδειξιν τοῦ μὴ ἡμᾶς, φησίν, εἶναι τοὺς ἀναδεδεγμένους τοῦ ἐν τῷ γάμῳ ἀνα λισκομένου οἴνου τὴν φροντίδα. ὅμως ἐκ πολλῆς ἀγάπης, εἰ θέλεις, ἵνα μὴ λείψῃ αὐτοῖς οἶνος, εἰπὲ τοῖς ὑπηρέταις ἵνα ποιήσωσιν ὃ λέγω αὐτοῖς, καὶ βλέπεις ὅτι οὐ λείψει αὐτοῖς οἶνος· ὅπερ καὶ γέγονεν. οὐκ ἂν οὖν λέξει τὴν μητέρα ἐπέπληξεν, ἣν τοῖς ἔργοις ἐτίμα· ἐν δὲ ταῖς ἄλλαις φωναῖς οὐ χωρίζει τὴν μητέρα τῆς πρεπούσης. τιμῆς, ἀλλὰ δείκνυσι κατὰ ποίαν μητρότητα μακαρι στή ἐστιν ἡ παρθένος· εἰ γὰρ ὁ ἀκούων τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττων οὗτος ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί, προσῆν δὲ τῇ μητρὶ αὐτοῦ ἀμφότερα, δῆλον ὅτι κατὰ ταύτην τὴν μη τρότητα βούλεται μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ. τὸ γὰρ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττειν ἀρετῆς ἐστι τῆς καθαρᾶς ψυ χῆς, ὅλης πρὸς τὸν θεὸν ἀποβλεπούσης. καὶ ἐπειδὴ οὐ τὴν τυ χοῦσαν γυναῖκα ἐπελέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πᾶσαν τῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ, δι' ἧς ἠξιώθη ἡ παρθένος μήτηρ αὐτοῦ γε νέσθαι. ὅτι δὲ πρὸς τὴν ἀτιμίαν ἢ ἀπείθειαν τῶν γονέων οὐδαμῶς 142 φαίνεται ὁ Χριστός τι διαπραξάμενος, μαρτυρεῖ Λουκᾶς ὁ εὐαγ γελιστὴς λέγων περὶ αὐτοῦ, ὅτι" κατέβη μετὰ Ἰωσὴφ καὶ Μαρίας ἀπὸ Ἱερουσαλήμ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς".
118.22.1
Ἐρώτησις. Εἰ πρὸ τοῦ τάφου τῷ μύρῳ ἡ Μαρία τὸν κύριον ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτίσματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριόμενοι, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέ σαντες σύμβολα, τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ' ἐναν τίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθεν; πῶς δὲ καὶ οὐ περιττὴ ἡ τοῦ ἐλαίου χρῖσις προσφέρεται τοῖς βαπτίζεσθαι μέλλουσιν, εἴ γε μόνῳ τῷ μύρῳ πρὸς τῷ πάθει ἐχρίσθη ὁ κύριος; Ἀπόκρισις. Ἐπειδὴ ἃ ποιεῖ τις πρὸς τὸν ἐνταφιασμὸν τοῦ ἐνταφιαζομένου μετὰ τὸν θάνατον αὐτοῦ ποιεῖ, ἡ δὲ μακαρία Μαρία πρὸ τοῦ θανάτου ἐμύρισε τοῦ κυρίου τὸ σῶμα– κατὰ τὸ εἰρημένον·" ὃ ἐποίησε" φησίν" αὕτη, πρὸς ἐνταφιασμὸν ἐποίησε· προλαβοῦσα ἐμύρισέ μου τὸ σῶμα". τὸ δὲ" προλαβοῦσα", ἀντὶ τοῦ" πρὸ τοῦ δέοντος καιροῦ ἐμύρισέ μου τὸ σῶμα"–, διὰ τοῦτο οὐδὲν γίνεται κατὰ ἐναντίωσιν, ἀλλὰ τὸ ἐπὶ τοῦ κυρίου γεγονὸς πρὸ τοῦ καιροῦ τοῦτο ἐπὶ τῶν βαπτιζομένων γίνεται ἐν τῷ δέοντι καιρῷ. χριόμεθα δὲ τῷ μὲν ἐλαίῳ, ἵνα γινώμεθα χριστιανοί, τῷ δὲ μύρῳ πρὸς ἀνάμνησιν τοῦ τὴν χρῖσιν τοῦ μύρου ἐνταφιασμὸν αὐτοῦ λογισαμένου, καὶ τύπῳ μὲν ἐπὶ τοῦ παρόντος, ἀληθείᾳ δὲ ἐπὶ τοῦ μέλλοντος εἰς τὴν κοινωνίαν τῶν τε ἑαυτοῦ παθημάτων καὶ τῆς δόξης τοῦ ἡμᾶς καλεσαμένου σωτῆρος Χριστοῦ. 143
118.23.1
Ἐρώτησις. Εἰ δίκαιός ἐστιν ὁ τὸν ἡμαρτηκότα ὑπὲρ ὧν ἥμαρτε τιμωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ τοσοῦτον λαὸν διὰ πταίσματα θανατώσας ἑτέρων; λέγω δὲ πταίσαντας τὸν Ἰωνάθαν καὶ τὸν Δαυίδ, τὸν μὲν ἐξ ἀγνοίας λύσαντα τὴν νηστείαν τῇ γεύσει τοῦ μέλιτος, τὸν δὲ προπετῶς τὸν λαὸν ἀριθμήσαντα. εἰ δέ τις λέγοι, ὡς τῶν ὑπηκόων ὁ θάνατος ἐπὶ τιμωρίᾳ τῶν ἀρχόντων ἐγίνετο, πῶς οὐκ ἀδικεῖ τοὺς ἀναιτίους ὑποβάλλων κολάσεσιν; ἐναντιοῦται δὲ καὶ τῇ λεγούσῃ γραφῇ, ὅτι" ψυχὴ ἡ ἁμαρτήσασα, αὐτὴ ἀποθανεῖται. Ἀπόκρισις. Ὅτι δὲ πικροτάτη ἐστὶ τιμωρία τῶν ἡμαρτηκότων βασιλέων ἡ πτῶσις τοῦ λαοῦ, δηλοῖ αὐτὸς ὁ μακάριος Δαυίδ, δεόμενος τοῦ θεοῦ εἰς αὑτόν τε καὶ εἰς τὸν οἶκον αὐτοῦ ἀπὸ τοῦ λαοῦ μεταγαγεῖν τὴν πληγήν· σάλος γάρ ἐστι τῆς βα σιλείας ἡ μείωσις τῶν βασιλευομένων. ὡσαύτως δὲ καὶ ὁ Σαοὺλ ἔμελλεν ἀναιρεῖν τὸν υἱὸν αὑτοῦ Ἰωνάθαν, ἵνα τῇ ἀναιρέσει αὐτοῦ τὴν πληγὴν ἰάσηται τοῦ λαοῦ, εἰ μὴ φθάσας ὁ λαὸς ὤμοσε μὴ ἀποθανεῖν τὸν Ἰωνάθαν. καὶ ὡς σύγκειται ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, οὕτως καὶ ἡ βασιλεία σύγκειται ἐκ τοῦ βασιλέως καὶ τῶν βασιλευομένων. καὶ ὥσπερ ἁμαρτήσας ὁ ἄνθρωπος ἁμαρ τήματα διὰ χειρὸς καὶ τυπτηθεὶς εἰς τὸν νῶτον οὐκ ἀδικεῖ ὁ τυπτήσας αὐτόν, οὕτως οὐκ ἀδικεῖ ὁ θεὸς ἐπὶ τοῖς τῶν βασι λέων πταίσμασι τὸν λαὸν τιμωρούμενος· μεγάλως γὰρ οἶδεν ἀνιᾶν τοὺς βασιλεῖς ἡ πληγὴ τοῦ λαοῦ· τῆς γὰρ βασιλείας ἐστὶ τιμωρία ἡ πληγὴ τοῦ λαοῦ. ΡΝ ςʹ. Ἐρώτησις. Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι ἐπέγνωσαν, καὶ τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες ὡς 144 κληρονόμον τὸν Χριστὸν ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὃ μὲν λέγων αὐτοῖς" ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν", ὃ δὲ φάσκων" εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν"; Ἀπόκρισις. Διχῶς ἡ ἄγνοια νοεῖται· ἢ γὰρ μὴ βουλόμε νός τις ἀγνοεῖ, ὅταν πράγματα ὁδηγοῦντα εἰς γνῶσιν οὐκ ἔχει, ἢ βουλόμενος ἀγνοεῖ, ὅταν πράγματα μὲν ἔχῃ ὁδηγοῦντα εἰς γνῶ σιν, μὴ βουλόμενος δὲ γνῶναι. ταύτην δὲ τὴν βουλητὴν ἄγνοιαν οἶδεν ἡ θεία γραφὴ ποτὲ μὲν ἄγνοιαν ποτὲ δὲ γνῶσιν ὀνομάζειν· ἄγνοιαν μέν, ὡς ὅταν λέγῃ" οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου"· γνῶσιν δέ, ὡς ὅταν λέγῃ" καὶ ἐμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε", ἀντὶ τοῦ" δύνασθε ἀφ' ὧν ἐργάζομαι γνῶναι τῆς τε ὀνομασίας τῆς ἐμῆς καὶ τῶν λόγων μου τὴν ἀλήθειαν"· ψευδό μενος γὰρ οὐ δύναται τοιαῦτα ἔργα ποιεῖν. τὸ δὲ ὑπὸ τῶν γεωρ γῶν γνωρισθῆναι τὸν κληρονόμον, καθὸ ἐθεάσαντο αὐτὸν ὑπὲρ πάντα εἶναι ἄνθρωπον ἐν τῇ παρούσῃ ζωῇ, τοῖς ἔργοις οἷς ἐποίει καὶ τῇ κλήσει τοῦ υἱοῦ κατὰ τὴν ὑποτύπωσιν τῆς παραβολῆς. ὅτι δὲ μετὰ τὸ ἀποθανεῖν αὐτὸν ἀνίστησιν αὐτὸν ὁ θεὸς ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωήν, καὶ τίθησιν αὐτὸν κληρονόμον, οὐκ ἔγνωσαν· οὔτε γὰρ ἡ ὑποτύπωσις τῆς παραβολῆς εἶχε τούτου τὴν ἔμφασιν. κατὰ ταύτην οὖν τὴν ἄγνοιαν εἶπεν ὁ σωτήρ·" πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν". ὡσαύτως δὲ καὶ ὁ ἀπόστολος·" εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν".
118.24.1
Ἐρώτησις. Εἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας 145 καὶ ἡ Ἐλισάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦλος δὲ" κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος"; Ἀπόκρισις. Ἄλλο τὸ ἄμεμπτον καὶ ἄλλο τὸ ἀναμάρτητον· ὁ μὲν γὰρ ἀναμάρτητος ἐκ παντὸς καὶ ἄμεμπτος, οὐκ ἔτι δὲ ὁ ἄμεμπτος ἐξ ἀνάγκης καὶ ἀναμάρτητός ἐστιν· ὁ γὰρ ἁμαρτάνων παρὰ τὸν νόμον συγγνωστὴν ἁμαρτίαν τῇ προσαγωγῇ τῶν θυσιῶν καὶ τῇ ἐξαγορεύσει τοῦ πταίσματος λαβὼν τὴν ἄφεσιν γίνεται καθαρὸς καὶ ἄμεμπτος" κατὰ τὴν ἐκ νόμου δικαιοσύνην"· ὁ δὲ Χρι στός, ἅτε ἀναμάρτητος ὢν καὶ οὐδαμῶς παραβὰς τὸν νόμον, οὔτε διεπράξατό τι διορθώσεως δεόμενον· ἐδέξατο δὲ καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ ἐβαπτίσθη ὑπ' αὐτοῦ, ἵνα πληρώσῃ πᾶσαν δικαιο σύνην, ἣν ὁ Παῦλος πρὸ τοῦ πιστεῦσαι τῷ Χριστῷ οὔπω ἦν δεξάμενος, ἐπεὶ οὐκ ἂν ἐδίωξε τὴν ἐκκλησίαν. διὰ τοῦτο οὖν ὁ Χριστὸς μόνος λέγεται ἀναμάρτητος εἶναι.
118.25.1
Ἐρώτησις. Εἰ ὁ ἄγγελος τοῦ ἀνθρώπου ἀνώτερος καὶ θεοὺς τοὺς ἀνθρώπους ἡ γραφὴ ὀνομάζει, πῶς οὐχ ἁρμόττει καὶ τοὺς ἀγγέλους θεοὺς παρ' ἡμῶν ὀνομάζεσθαι; Ἀπόκρισις. Τῶν ἀγγέλων ὅσοι ἐν τάξει θεοῦ ὤφθησαν ἢ ἐλάλησαν τοῖς ἀνθρώποις, ἐσχήκασι καὶ αὐτοὶ τοῦ θεοῦ τὴν κλῆ σιν, ὡς ὁ λαλήσας τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ· ἐκλήθησαν δὲ καὶ οἱ ἄνθρωποι θεοί· ἑκατέροις δὲ διὰ τὴν ἐγχειρισθεῖσαν αὐτοῖς χρείαν ἐδόθη τοῦ θεοῦ ἡ τάξις καὶ ἡ προσηγορία. πληρωθείσης δὲ τῆς χρείας παύονται τοῦ καλεῖσθαι θεοὶ οἱ χρείας τινὸς ἕνε κεν εἰληφότες τοῦ θεοῦ τὴν κλῆσιν· ὅτε μὲν γὰρ ἐνεχείρισε τῷ ἀγ γέλῳ τὴν ἐπιστασίαν τοῦ λαοῦ, ἔφασκε τῷ Μωσεῖ περὶ αὑτοῦ·" μὴ ἀπειθήσῃς αὐτῷ, ὅτι ὄνομά μου κεῖται ἐπ' αὐτόν". ὅτε δὲ ἐνεχείρισε τοῖς ἄρχουσι τὴν κρίσιν τοῦ λαοῦ, φησὶ πρὸς αὐτούς·" δικαίαν κρίσιν κρίνατε, ὅτι κρίσις τοῦ θεοῦ ἐστιν". καὶ πάλιν 146" ἐγὼ εἶπον θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες" πρὸς τοὺς αὐτοὺς ἔλεγεν, ἀντὶ τοῦ" δέδωκα ὑμῖν τὴν τιμὴν τὴν ἐμὴν καὶ τὴν τάξιν καὶ τὴν κλῆσιν. ὡς οὖν ἐμοῦ κρίνοντος, οὕτως κρίνατε τὸν λαόν".
118.26.1
Ἐρώτησις. Εἰ ὑπεραναβέβηκε μὲν τὸ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρωπος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; Ἀπόκρισις. Αὕτη ἡ ἐρώτησις οὔτε χριστιανῷ ἁρμόζει, οὔτε Ἕλληνι· καθ' ἑκάτερον δὲ εἰς τοὺς ὑποβεβηκότας μετενή νεκται τοῦ ὑπεραναβεβηκότος ἡ κλῆσις κατὰ τὴν ἑκάστου δόξαν. οὐ χρὴ δὲ ἐκ τῶν ὁμολογουμένων κατασκευάζειν τὴν ἀπορίαν, ἀλλ' ἐκ τῶν ἀμφιβόλων.
118.27.1
Ἐρώτησις. Εἰ δι' ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διατί τὴν μὲν βρῶσιν τῆς τῶν ζῴων σαρκὸς ὁ θεὸς ἐπιτρέπει, τὴν δὲ σὺν τῷ αἵματι ἀπαγορεύει μετάληψιν," πλὴν κρέας" λέγων" ἐν αἵματι μὴ φάγεσθε"; Ἀπόκρισις. Ἵνα καὶ ἐν τούτῳ χωρίσῃ ἡμᾶς ὁ θεὸς τῆς τῶν θηρίων ὁμοιότητος, τῶν σὺν τῇ βρώσει τῆς σαρκὸς λαπτόντων καὶ τὸ αἷμα ὧν τὰς σάρκας ἐσθίουσι.
118.28.1
Ἐρώτησις." Καιρὸς τοῦ λαλῆσαι καὶ καιρὸς τοῦ σιγῆσαι" φησὶν ὁ Σολομών· ἐγὼ δέ, ὁρῶν ἐμαυτὸν ἔξω καὶ τοῦ καιροῦ καὶ τῶν λόγων φερόμενον, ὅμως ἓν ἔτι τοῖς ζητήμασι προσενείρας τοῦ ἐπερωτᾶν καταπαύσω. τὸ δέ ἐστιν, εἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσεν, ἡνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις κατὰ χρησμὸν πράξαντές τι ὧν ἡ θεία γραφὴ τὴν 147 πρᾶξιν ἀπηγόρευσε, τῶν ἐν τῇ ιζʹ πεύσει κειμένων δεινῶν ἀπηλλά γησαν; οἷον ἐπὶ μὲν πολέμου, ὡς ὅταν οἱ ἑπτὰ ἐπὶ Θήβας ἄρδην μὲν καταστρέφειν τὴν προρρηθεῖσαν ἤμελλον πόλιν, μαντευσαμένου δὲ Τειρεσίου ὁ Μενοικεὺς κατὰ τὸ δοκοῦν τῇ μαντεία ἑαυτὸν ἑτοίμως κατέσφαξεν, καὶ οὕτως κατὰ τὴν πρόρρησιν τῆς μαντείας ἡ μὲν πόλις ἐσώθη, οἱ δὲ πολέμιοι ὑπὸ τῶν ἐν τῇ πόλει ἀνῃρέθησαν. καὶ τοῦτο μὲν περὶ τῶν ἐν πολέμοις τροπαίων ἓν ἐκ πολλῶν ἡμῖν εἴρηται. Ἀπόκρισις. Ὁ πρὸς τὴν λύσιν τῶν ζητουμένων ὁρμώμενος πρῶτον ὀφείλει θεῖναι τὰ ὁμολογούμενα, εἶθ' οὕτως ἐξ αὐτῶν ποιήσασθαι τῶν ὁμολογουμένων τὴν λύσιν. ἔστι δὲ τῶν ὁμολο γουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν χριστιανῶν γρα φαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις, παρ' οὗ ἐστι τῶν μελλόντων ἥ τε πρόγνωσις καὶ ἡ πρόρρησις καὶ ἡ ἔκβασις. ἐκβάλ λουσι δὲ αἱ γραφαὶ αἱ τοῦτον καταγγέλλουσαι τοὺς τῶν Ἑλλήνων θεοὺς τοῦ εἶναι θεούς." εἰ ἀλλάξουσι" φασί" τὰ ἔθνη τοὺς θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί"· ὧν δὲ οὐκ εἰσὶν οἱ θεοὶ θεοί, τούτων οὐδὲ οἱ μάντεις εἰσὶν ἀληθείας προφῆται, οὐδὲ ἡ δι' αὐτῶν πρόρρησις ἀναπόδραστόν τε καὶ ἀψευδῆ ἔχει τὴν ἔκβασιν· εἰσὶ γὰρ ὥσπερ μακρὰν τῆς ἀληθινῆς θεότητος, οὕτως καὶ τῆς τῶν μελλόντων προγνώσεως· ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πολυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησαμένων, ὁ τῆς ἀληθείας τῶν χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ ἡ μάχη Ἀλεξάνδρου καὶ Δαρείου, τοῦ μὲν κρατύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας. μαρτυρεῖ δὲ καὶ τοῦ Ἀσσυρίου ἡ μάχη, ἣν ἔσχε πρὸς τὰ ἄλλα πολλὰ ἑλληνικὰ ἔθνη· ὃν ὁ θεὸς 148 ῥάβδον τῆς ὀργῆς καὶ πρίονα ὠνόμασε, ποτὲ μὲν λέγων" ἰδοὺ ὁ Ἀσ σύριος ῥάβδος ἐστὶ τῆς ὀργῆς μου· ἐπὶ ἔθνος ἁμαρτωλὸν ἀποστελῶ αὐτόν"· ποτὲ δὲ λέγων περὶ αὐτοῦ·" μὴ ὑψοῦται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν"; καίτοι νομίσας ὁ Ἀσσύριος, ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμῶν, οὓς εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν μάντεων, πρίζει καὶ πατάσσει τὰ ἑλληνικὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πόλε μον καὶ ἀποτετυχηκότα τῆς διὰ τῶν χρησμῶν ἐλπίδος, τοῦ θεοῦ συγχωρήσαντος ἐπιτυχεῖν μὲν τὸν Ἀσσύριον τῶν χρησμῶν, ἀπο τυχεῖν δὲ τὰ ἔθνη· περὶ ὧν ὁ μὲν θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου φησίν" ἀνῆκα τὴν χεῖρά μου καὶ ἐξηράνθησαν", ὁ δὲ Ἀσσύριος φησίν" μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τὴν γῆν αὐτῶν ἐκ τῆς χειρός μου, ὅτι ῥύσεται κύριος τὴν Ἱερουσαλὴμ ἐκ τῆς χειρός μου"; κατὰ δὲ τοὺς χρησμούς, οὓς ἐδέξατο ὁ Ἀσσύριος παρὰ τῶν μάντεων, τοιαύτας ἐφθέγξατο φωνὰς καὶ κατὰ τῶν ἐθνῶν καὶ κατὰ τῆς Ἱερουσαλήμ, καὶ τοῦ θεοῦ συγχωρήσαντος ἐπέ τυχεν ὁ Ἀσσύριος τῶν χρησμῶν κατὰ τῶν ἐθνῶν· κατὰ δὲ τῆς Ἱερουσαλὴμ ἀπέτυχε τῶν χρησμῶν, τοῦ θεοῦ μὴ συγχω ρήσαντος. πῶς οὖν ἀπέτυχον τῆς μαντείας οἱ ἑπτὰ ἐπὶ Θή βας τοῦ ἄρδην ἀπολέσαι τὴν πόλιν; ἡ γὰρ ἀποτυχία τῆς μαν τείας ἔλεγχος γίνεται τῆς ἀσθενείας τοῦ θεοῦ, τοῦ διὰ τῆς μαν τείας προμηνύσαντος τὰ ἀνέκβατα. καὶ εἰ κατὰ τὴν ἀψευδῆ τοῦ σω τῆρος φωνὴν χωρὶς θεοῦ στρουθίον" οὐ πεσεῖται ἐπὶ τῆς γῆς", πολλῷ μᾶλλον ἔθνος ὅλον, πόλις ὅλη, οὐκ ἂν ἀπόλλυτο, μὴ τοῦ θεοῦ συγχωρήσαντος. ὅτι δὲ πᾶν ἔθνος ἑλληνικὸν ὑπὸ ἔθνους ἑλληνικοῦ ἀπολλύμενον ὑπὸ τῆς ῥάβδου καὶ πρίονος, τῆς ὀργῆς 149 τοῦ θεοῦ, ἀπόλλυται, φανερὸν καθέστηκεν ἐκ τῶν περὶ Ἀσσυρίων εἰρημένων. ἔτι δέ, εἰ τὰ παρὰ τῶν Ἑλλήνων παρὰ τοῦ μάντεως Τειρεσίου εἰρημένα παντάπασίν ἐστι καταγέλαστα, πῶς ἐνδέ χεται τὰ δι' αὐτοῦ λεχθέντα εἶναι ἀληθῆ; φασὶ γὰρ περὶ αὐτοῦ ἄνδρα καὶ γυναῖκα αὐτὸν γεγονέναι καὶ ἀμφοτέρων ἔχειν τὰς πλά σεις, καὶ πολλὰς μάχας τῶν ἐθνῶν διαλύσαντα*. καὶ διὰ ταύτην τὴν αἰτίαν ἡ μὲν Ἥρα χολωθεῖσα αὐτῷ ἐπήρωσεν αὐτόν, ὁ δὲ Ζεὺς εἰς παραμυθίαν τῆς πηρώσεως αὐτοῦ ἐχαρίσατο αὐτῷ τὴν μαντικήν. ἀλλ' εἰ ἀλλότρια πίστεως ὑπάρχει τὰ περὶ αὐτοῦ μυ θευόμενα, πῶς ἐνδέχεται ἀληθῆ εἶναι τὰ ὑπ' αὐτοῦ μαντευό μενα; ἔτι δὲ εἰ, καθώς φασιν Ἕλληνες, τὰ ὑπὸ τῶν Μοιρῶν ἐπικλωθόμενα ἀδύνατόν ἐστιν ἀνακλωθῆναι, πῶς οὐκ εἰσὶν ἀνω φελεῖς αἱ μαντεῖαι τοῖς χρωμένοις αὐταῖς, τῶν Μοιρῶν ἐπὶ τὸ ἀναπόδραστον τέλος ἀναγκαίως ἀγουσῶν τὰ ὑπ' αὐτῶν ἐπικλωθό μενα; ἀλλ' ἐπεὶ ταῦτα οὕτως ἔχει, πῶς οὐκ εἰσὶ ψευδεῖς αἵ τε Μοῖραι καὶ αἱ μαντεῖαι ὑπ' ἀλλήλων ἀναιρούμεναι; πῶς δὲ οὐκ ἔστιν ὁ Μενοικεὺς μάτην κατασφάξας ἑαυτὸν κατὰ τὸ δοκοῦν τῇ μαντείᾳ, τῆς αἰτίας τοῦ ἀναιρεῖσθαι μὲν τοὺς πολεμίους, σῴζεσθαι δὲ τὴν πόλιν, μὴ ἐκ τοῦ δαίμονος τοῦ διὰ μάντεως χρηματίσαντος ὑπαρχούσης, ἀλλ' ἐκ τῆς τοῦ δεσπότου τοῦ κόσμου συγχωρήσεως; οὐκοῦν ἔχεις τῶν ζητημάτων τὰς λύσεις, κατὰ μὲν τὸ τῆς διανοίας ἡμῶν ἐφικτὸν ἀνελλιπεῖς, σκιὰν δὲ ὥσπερ καὶ εἰκόνα τυγχανούσας τῆς ἀληθείας· εἰ γὰρ ὁ μηδὲν ἑαυτῷ συνειδώς, ὁ τῶν ἀρρήτων μυστηρίων θεατής, Παῦλος ὁ ἀπόστολος, ἐκ μέρους γινώσκει καὶ ἐκ μέρους προφητεύει, τί θαυμαστὸν εἰ ἡμᾶς τοὺς πολὺ τῆς ἐκείνου ἀρετῆς τε καὶ πολιτείας ἀποδέοντας 150 κατόπιν δεήσοι τῆς ἀληθείας ὀφθῆναι; διόπερ ἐνταῦθα τὸν λόγον σφραγίσαντες, μόνῃ τῇ ἀκαταλήπτῳ τριάδι πάντων ἀκριβῆ τὴν γνῶσιν κεκτῆσθαι συγχωρήσωμεν, αἰτούμενοι τῶν παρ' αὐτῆς ἡμῖν ἐπηγγελμένων αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note