Quaestiones et responsiones ad orthodoxos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐπερωτήσεις παρά τινος τῶν ἐξ Αἰγύπτου ἐπισκόπων.
17.2.1
Ἐρώτησις. Εἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι κατὰ πάντα κέκτηται τὸ ἕν, τὸ ἁπλοῦν ἢ τὸ σύνθετον, τὸ θνητὸν ἢ τὸ ἀθάνατον, τὸ γεννητὸν ἢ τὸ ἀγέννητον, τὸ γεννᾶν ἢ μὴ γεννᾶν· πῶς οὖν, τοῦ μὲν πατρὸς γεννήσαντος καὶ τοῦ υἱοῦ μὴ γεννηθέντος, καὶ τοῦ υἱοῦ μὲν γεννηθέντος, τοῦ δὲ πατρὸς μὴ γεννηθέντος, καὶ τοῦ πνεύματος μὴ γεννήσαντος μηδὲ γεννηθέντος, δύναται εἷς θεὸς καλεῖσθαι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοσαύτην τοῦ γεννᾶσθαι ἢ τοῦ μὴ γεννᾶσθαι καὶ τοῦ γεννᾶν ἣ μὴ γεννᾶν τὴν ἐναντίωσιν κεκτημένου; Ἀπόκρισις. Εἷς ἐστιν ὁ θεὸς τῇ συνυπάρξει τῶν θείων τριῶν ὑποστάσεων, τῶν διαφερουσῶν ἀλλήλων οὐ τῇ οὐσία, ἀλλὰ τοῖς τῆς ὑπάρξεως τρόποις· ἡ διαφορὰ δὲ τῶν τῆς ὑπάρξεως τρό πων οὐ διαιρεῖ τὸ ἓν τῆς οὐσίας. καὶ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τοῦ Σὴθ εἷς ἐστι μὲν ὁ τῆς οὐσίας λόγος (ψυχὴ 18 γὰρ λογικὴ καὶ σῶμα θνητόν), τρόποι δὲ τῆς ὑπάρξεως διάφοροι (ὁ μὲν γὰρ Ἀδὰμ γέγονεν ἀπὸ τῆς γῆς, ἡ δὲ Εὔα ἐκ τῆς πλευ ρᾶς, ὁ δὲ Σὴθ ἐκ τοῦ σπέρματος) καὶ ἐν τοῖς διαφόροις τῆς ὑπάρ ξεως τρόποις μένει ὁ τῆς οὐσίας λόγος εἷς, ἀδιαίρετός τε καὶ ἀπαράλλακτος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ τῇ ταὐτότητι τῆς τῶν προσώπων οὐσίας εἶς θεὸς πεπίστευται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· οὐδὲν γὰρ συντελεῖ πρὸς τὸν τῆς οὐσίας λόγον ὁ τρόπος τῆς ὑπάρξεως. τὰ μὲν οὖν ἐπὶ τῶν τριῶν θείων ὑπο στάσεων ὡσαύτως ἀπαραλλάκτως λεγόμενα, ἐν τούτοις νόει τὸ ἓν τῆς οὐσίας· τὰ δὲ μὴ ὡσαύτως, ταῦτα νόει τῷ τρόπῳ τῆς τῶν προσώπων ὑπάρξεως.
17.3.1
Ἐρώτησις. Εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν ἢ καὶ βουλὴν ἐνυπάρχουσαν καὶ υἱὸν ἐνυπάρχοντα, πῶς ἐκ τοσούτων συγκείμενος ἁπλοῦς ὀνομάζεται; Ἀπόκρισις. Ὁ θεὸς ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ἐφ' ἑαυτοῦ, καὶ τούτου πίστιν μὲν ἔχομεν, ζήτησιν δὲ οὐκ ἔχομεν, οὕτως καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον υἱός ἐστι καὶ ὅλον υἱὸν ἔχον ἐστὶ καὶ ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν· οὐ γὰρ ἔστι κατὰ τὴν κτιστὴν φύσιν ὁ θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἵνα νοηθῇ ἐν συνθέσει, ὥσπερ ἡ φύσις. ἀλλ' ὡς ὑπὲρ τὴν φύσιν ὤν, οὕτως καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἐστὶν ὑπὲρ τὴν σύνθεσιν.
17.4.1
Ἐρώτησις. Εἰ ἁπλοῦν μὲν τὸ καθ' ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ γράμματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ' ἑτέρου, οἷον πῖ, καὶ τῷ τῆς αὐτῆς εἶναι οὐσίας ἀμφότερα, τό τε ἰῶτα καὶ τὸ ἐκ τῶν τριῶν ἰῶτα συγκείμενον πῖ, οὐκ ἀφαιρεῖται τοῦ ἐξ 19 ἀμφοτέρων συγκειμένου τὸ σύνθετον, πῶς ὁ θεὸς ἀσύνθετος λέ γεται, τὴν ἐκ δύο προσώπων ὁμοουσίων νοουμένων (πατρὸς λέγω καὶ υἱοῦ) καὶ ἑνὸς προσώπου, ἰδιαζούσης οὐσίας ἐκ τοῦ προχείρου ὑπόνοιαν διδόντος (τοῦ πνεύματος φημὶ τοῦ ἁγίου), σύνθε σιν ἔχων, καὶ εἷς καλεῖται καὶ ἀπερίγραφος, τοσαύτης καὶ τοιαύτης οὔσης τῆς τῶν ὑποστάσεων αὐτοῦ, εἴτουν τῶν προσώπων, δια κρίσεώς τε καὶ διαιρέσεως; Ἀπόκρισις. Τὸ ἰῶτα καὶ τὸ πῖ κατ' οὐσίαν ἀλλήλων οὐδὲν διαφέρουσι· γραμμὴ γὰρ ὑπάρχει ἑκάτερον, γραμμὴ δὲ γραμμῆς οὐδὲν διαφέρει· διαφέρει δὲ τὸ ἰῶτα τοῦ πῖ τῇ τοιᾷδε θέσει. καθ' ἣν ἐκεῖνο μὲν ἰῶτα, τοῦτο δὲ πῖ ὑπάρχει. καὶ τὸ μὲν πῖ. εἰ γραμμή ἐστιν, ἕν ἐστιν· εἰ δὲ πῖ ἐστι, τριάς ἐστι καὶ σύνθετον καὶ γενητόν· κατὰ μέρος γὰρ καὶ χρονικῇ παρατάσει τὸ εἶναι πῖ ὑπέστη ὑπὸ τοῦ συντεθεικότος αὐτὸ καὶ πεποιηκότος. χρὴ οὖν τὸν κατά τινα φυσικὴν ἀναλογίαν θεωρεῖν βουλόμενον τὸν ὑπὲρ τὴν φύσιν ὄντα, ἐκεῖνα μόνα λαβεῖν ἐκ τῆς ἀναλογίας, τὰ ἁρμόττοντα τῷ διὰ τῆς ἀναλογίας θεωρουμένῳ. οἷον τὸ ἓν καὶ τὸ τρεῖς πρόσεστι τῷ πῖ γενητῶς τε καὶ συνθέτως, τῷ δὲ θεῷ ἀγενήτως τε καὶ ἀσυνθέτως· ὁ γὰρ μὴ ἔχων τὸν πεποιηκότα καὶ συντεθεικότα. οὔτε γενητός ἐστιν οὔτε σύνθετος· διὸ ἐπὶ μὲν θεοῦ τὴν ἀίδιον λέγομεν συνύπαρξιν, οὐκέτι δὲ καὶ σύνθεσιν, ἐπὶ δὲ τοῦ πῖ τὴν σύνθεσιν διὰ τὴν κατὰ μέρος αὐτοῦ γένεσιν. εἷς τοίνυν ἐστὶν ὁ θεός, ἡ τριὰς τῇ μονάδι τῆς οὐσίας, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως, ὥσπερ ἓν τὸ πῖ τῇ μονάδι τῆς γραμμῆς, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως. διαφορὰ δέ ἐστιν ἐν μὲν τῇ ἁγίᾳ τριάδι κατὰ τοὺς τρόπους τῆς 20 τῶν ὑποστάσεων ὑπάρξεως, ἐν δὲ τῷ πῖ κατὰ τὴν ποιὰν θέσιν τῆς γραμμῆς.
17.5.1
Ἐρώτησις. Εἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα καὶ οὐχὶ μᾶλλον μία ὑπόστασις, τριώνυμος, τριπρόσωπος; Ἀπόκρισις. Τῶν θείων ὑποστάσεων τὸ μὲν τῆς οὐσίας ἕν ἐστιν ἀδιαίρετον, τὸ δὲ αὐτῶν τρεῖς ἐστι διαιρετόν. διὸ αἱ τρεῖς ὑποστάσεις ἰδιάζουσιν ὀνόμασίν εἰσι τρεῖς. καὶ τὴν ὑπόστασιν, ἣν καλοῦμεν πατέρα, οὐκέτι τὴν αὐτὴν ὑπόστασιν καλοῦμεν καὶ υἱόν, ἀλλ' ἄλλην· τὴν γὰρ τριάδα τῶν ὀνομάτων τῆς τριάδος λέγομεν εἶναι τῶν ὑποστάσεων, οὐχὶ τῆς μονάδος αὐτῶν. διὸ εἷς ἐστιν ὁ θεὸς τῷ ἑνὶ καὶ ἀδιαιρέτῳ τῆς οὐσίας, τρία δὲ τὰ πρόσωπα τῇ διαιρέσει τῶν ὑποστάσεων.
17.6.1
Ἐρώτησις. Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός; Ἀπόκρισις. Κἂν διεζευγμένως λέγωμεν τὸν υἱὸν ποτὲ μὲν υἱὸν τοῦ πατρός, ποτὲ δὲ υἱὸν τοῦ θεοῦ, ἀλλὰ διεζευγμένως αὐτόν· οὐδέποτε νοοῦμεν. υἱὸς οὖν ἐστι τοῦ πατρὸς ὁ υἱὸς τοῦ κατ' οὐ σίαν θεοῦ. ταὐτὸν δὲ τὸ λέγειν υἱὸν τοῦ πατρὸς τῷ λέγειν υἱὸν τοῦ θεοῦ, ἐπειδὴ εἴ τί ἐστι τοῦ προσώπου, τοῦτό ἐστι καὶ τῆς τοῦ προσώπου οὐσίας. ςʹ. Ἐρώτησις. Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατ' αὐτὴν εἴ τι γεγέν νηται, μεθυπάρχει τοῦ γεννήσαντος; εἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον ὁμοίως ἡμῖν ἐπὶ τῆς θείας γεννήσεως νοηθήσεται. 21 Ἀπόκρισις. Ἡμεῖς ὡς προηγουμένην τῆς γεννήσεως ἔχοντες τὴν ὕπαρξιν, μετὰ τὴν ὕπαρξιν γεννῶμεν. ὁ δὲ θεὸς ἅμα τῷ ὑπάρχειν ἐγέννησε. διὸ οὐκ ἔστι παρὰ τῷ θεῷ μεθύπαρξις γεννήματος, ἐπειδὴ οὐδὲ προΰπαρξις γεννήσεως.
17.7.1
Ἐρώτησις. Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐν ανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι, τὸ πρὸς τὸν πατέρα καὶ τὸ πνεῦμα τοῦ θεοῦ λόγου ἀδιαίρετον ἔχοντος; πῶς οὖν τὰ τῇ ὁμοουσίῳ τριάδι διὰ τὸ ἀδιαίρετον διαφέροντα τῷ ἑνὶ προσώπῳ, τουτέστι τῷ θεῷ λόγῳ, ἀκολούθως ἁρμόττειν δυνήσεται; Ἀπόκρισις. Ἡ μὲν θεία οὐσία μία καθέστηκε καὶ τὰ αὐτῆς πάντα κοινὰ τῶν ἐχόντων ταύτην, αἱ δὲ θεῖαι ὑποστάσεις εἰσὶ τρεῖς, ὧν τὰ ἰδικὰ διῃρημένως ὑπάρχει ἑκάστῃ. ἐπειδὴ οὖν ἡ ἔνσαρ κος οἰκονομία ἰδική ἐστι τοῦ θεοῦ λόγου, εἰς φανέρωσιν γὰρ αὐτοῦ τῆς σαρκὸς ἐγένετο ἡ λῆψις, διὰ τοῦτο ἀκολούθως προσάπτωμεν τῷ θεῷ λόγῳ κατὰ τὸν τρόπον τῆς ἀντιδείξεως τὰ τῆς οἰκονομίας. διὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ εἰς τὸν πατέρα καὶ εἰς τὴν οἰκονο μίαν διῃρημένως ποιεῖ τοὺς λόγους, ὡς ὅταν λέγῃ" ὁ πατήρ με ἀγαπᾷ" καὶ" ὁ πατήρ, ὃς δέδωκέ μοι". ὡσαύτως δὲ καὶ εἰς τὸ πνεῦμα καὶ εἰς τὴν οἰκονομίαν διαιρεῖ τοὺς λόγους, ὡς τὸ" ἐξέ βαλεν αὐτὸν εἰς τὴν ἔρημον τὸ πνεῦμα πειρασθῆναι ὑπὸ τοῦ δια βόλου" καὶ τὸ" εἰ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια". εἰς δὲ τὸν θεοῦ λόγον καὶ εἰς τὴν οἰκονομίαν οὐδαμῶς ποιεῖ τὴν τοιαύτην διαίρεσιν, ἀλλὰ κατὰ τὸν λόγον τῆς ἀντιδείξεως περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου ποιεῖ ἀδιαιρέτως τὴν διήγησιν τῶν ἑκάστῃ φύσει διῃρημένως ἁρμοττόντων.
17.8.1
Ἐρώτησις. Οἱ λέγοντες ἡνῶσθαι τῇ τοῦ δούλου μορφῇ τὸν ἀληθῶς καὶ κυρίως καὶ ὄντως ὄντα υἱὸν τῇ ἀντιδιαστολῇ τοῦ 22 μὴ ἀληθῶς μηδὲ κυρίως μηδὲ ὄντως ὄντος υἱοῦ, υἱοῦ δὲ ὅμως καὶ τούτου καλουμένου, πῶς δυάδι υἱῶν οὐ λατρεύουσι, κἂν ἑτε ροούσια τὰ δύο τυγχάνουσι πρόσωπα; Ἀπόκρισις. Ἡ τοιαύτη γεγένηται ἀντιδιαστολὴ πρὸς σαφήνειαν τοῦ τίς τί τίνι ἔδωκε, τουτέστιν ὅτι ἡ μορφὴ τοῦ θεοῦ λαβοῦσα τὴν τοῦ δούλου μορφὴν ἐν τάξει ἑαυτῆς, ἔδειξεν αὐτὴν τῇ κτίσει. διὸ καὶ ἡ θεία γραφὴ ἀπὸ ταύτης τῆς γνώσεως ὁρ μωμένη τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν καταγγέλλει ποτὲ μὲν κατὰ τὴν ἄθετον αὐτοῦ υἱότητα, ὅταν λέγῃ" δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε", ποτὲ δὲ κατὰ τὴν τιθεμένην, ὅταν λέγῃ" ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε". [ταῦτα] τῇ τοῦ δούλου μορφῇ οὐχ ἁρμόττει. διὰ τοῦτο τῇ τοιαύτῃ ἀντιδιαστολῇ ἑκάστῃ μορφῇ τὸ ἁρμόζον ἀποδέδοται· εἰ γὰρ μὴ κατ' ἄλλην φύσιν υἱὸς ἄθετος ὁ Χριστὸς καὶ κατ' ἄλλην θετός, καθὼς ὁ τῆς ἀντιδιαστολῆς βούλεται λόγος, ἀλλὰ κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ἄθετος ὁ υἱὸς καὶ θετὸς ὁ Χριστός– ἀδύνατον γὰρ τὰς γραφικὰς φωνάς, καταγγελλούσας τὸν Χριστὸν ἄθετον καὶ θετὸν [τὸν] υἱόν, ἀναιρεθῆναι–, ἀνάγκη τὸν θεὸν λόγον κατὰ τὴν ἀντιδιαστολὴν τοῦ ἀληθῶς καὶ κυρίως καὶ ὄντως καὶ τοῦ μήτε ἀληθῶς μήτε κυρίως μήτε ὄντως νοεῖν υἱόν· εἰ δὲ τοῦτο προδή λως ἄτοπον, ἀδιάβλητος ἄρα ἡ τῶν φύσεων ἀντιδιαστολὴ ἐπὶ τῇ δυάδι αὐτῶν, ὡς ταύτης οὖσα κατασκευαστική. τὸ δὲ ἐν τάξει τῆς μορφῆς τοῦ θεοῦ ὁρᾶσθαι τὴν τοῦ δούλου μορφὴν καὶ μὴ ἐν τῷ οἰκείῳ προσώπῳ πάσης τῆς κατὰ πρόσωπον αὐθεντίας τε καὶ τι μῆς, δυάδος υἱῶν ἐστιν ἀναιρετικόν· τὸ γὰρ ἐν τάξει ταὐτόν ἐστι τῷ τάξαντι προσώπῳ καὶ οὐ φύσει.
17.9.1
Ἐρώτησις. Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχο μένου κατ' οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέ 23 λων τε καὶ ἀνθρώπων, οἶκος οἰκούντων σῶμά τε ψυχῆς, περιέχει δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ τῆς ἀξίας; Ἀπόκρισις. Ὁ λόγος οὗτος οὐκ ἔστι καθόλου. διὸ οὔτε ὑγιῶς ἠρωτήθη· ὧν γὰρ τὸ ἐναντίον διὰ τῶν αὐτῶν ἐνδέχεται εὑ ρεθῆναι, ταῦτα ὡς μὴ ἔχοντα τὸ ἀναγκαῖον οὐδὲ τὸ πιστὸν ἔχει ἔστι γάρ τινα περιεχόμενα ἥσσονα ὄντα τῶν περιεχόντων καὶ τῇ οὐσίᾳ καὶ τῇ ἀξίᾳ, ὡς τὰ γίγαρτα τῶν ὀπωρῶν. ἔτι δὲ τὰ λε χθέντα περιεκτικὰ τῷ εἶναι περιέχει τὰ περιεχόμενα, ὁ δὲ θεὸς τῇ βουλήσει περιέχει τὸ πᾶν. καὶ τὰ μὲν ἄλλα περιε χόμενα χρῄζουσι καὶ αὐτὰ τοῦ περιέχοντος, ὁ δὲ θεὸς οὐ χρῄζει τοῦ περιέχοντος αὐτόν. καὶ τοῖς μὲν ἄλλοις περιεχομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόντων αὐτά, τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ. καὶ τὰ μὲν λεχθέντα περι εκτικὰ διὰ τὰ περιεχόμενα ὑπάρχουσιν, ὁ δὲ θεὸς οὐ διὰ τὸ πᾶν ὑπάρχει. διὸ μείζων ὁ θεὸς τοῦ παντός, ὥσπερ τῇ οὐσίᾳ, οὕτω καὶ τῇ ἀξίᾳ.
17.10.1
Ἐρώτησις. Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ τοῦ κακοῦ καὶ διαμονῇ περιέχει τὸ πᾶν; καὶ γὰρ ἐν τῷ μέρει τοῦ παντὸς τὸ κακὸν θεωρεῖται. Ἀπόκρισις. Τὸ πᾶν ἔργον ἐστὶ τοῦ θεοῦ, καὶ τηρῶν ὁ θεὸς τὸ πᾶν, τὸ ἔργον αὑτοῦ τηρεῖ. καὶ ὥσπερ οὐκ ἐποίησεν ὁ θεός τι φύσει κακόν, οὕτως οὐδὲ τηρεῖ τι φύσει κακόν.
17.11.1
Ἐρώτησις. Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται 24 οἱ ἄπιστοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε τόκος– τὸ γὰρ" τοῦ ἀνθρώπου" φασὶν οὐ θηλείας ἐστὶν ἀλλ' ἄρ ρενος ὄνομα–, τίσι λόγοις χρησάμενοι τὴν τοιαύτην λοιδορίαν μα ταίαν ἐλέγξομεν; Ἀπόκρισις. Εἰ ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς τόκος ἐγένετο, οὐκ ἂν εἶπεν ἡ γραφὴ τὸ" ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰω σήφ"· τὸ γὰρ" ὡς ἐνομίζετο" ἐπὶ τῶν ἐκ γαμικῆς συναφείας τικτομένων χώραν οὐκ ἔχει, τὸ δὲ διὰ μιᾶς ἀσαφοῦς τε καὶ ἐλλι ποῦς φωνῆς πάσας τὰς φωνὰς ἐκείνας τὰς προδήλως καταγγελ λούσας τὸν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθέ νου γεγεννημένον ἀνατρέπειν τῶν ἀτοπωτάτων ἐστί. πρὸς ἀναίρε σιν δὲ τῆς ματαίας αὐτῶν ἐπιχειρήσεως κεχρήμεθα λόγοις τοιού τοις· εἰ διὰ τὸ μὴ εἰπεῖν τὸν Χριστὸν ἑαυτὸν υἱὸν τῆς ἀνθρώ που οὐκ ἔστι διὰ τοῦτο τῆς ἀνθρώπου, δῆλον ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου. εἰ δὲ τινὸς ἀνθρώπου οὐκ ἔστιν υἱὸς ὁ Χριστός, ἐξ ἀνάγκης οὐδὲ υἱὸς ἀνθρώπου ἐστίν. ἔτι δέ, εἰ καθώσπερ υἱὸς τοῦ Ἠλὶ ἐχρηματίσθη ὁ Ἰωσὴφ κατὰ τὸν νόμον χωρὶς γαμικῆς συναφείας, τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ βουληθέντος δοῦναι τὸν Ἰωσὴφ υἱὸν τῷ Ἠλί, τί ἄτοπον οὕτως καὶ τὸν Χριστὸν δοῦναι υἱὸν τῷ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας; τούτου γὰρ ἕνεκεν προῳκονόμησεν ἡ θεία χάρις τὴν παρθένον μνηστευθῆναι ἀνδρὶ δύο πατέρας ἐσχηκότι, ἕνα μὲν κατὰ φύσιν ἐκ γαμικῆς συναφείας, ἕνα δὲ κατὰ τὸν νόμον χωρὶς συναφείας, ἐν τῇ ἐκείνου γεννήσει προζωγραφοῦσα τοῦ Χριστοῦ τὴν γέν νησιν, τοῦ γεννηθέντος μὲν ἐκ πνεύματος ἁγίου υἱοῦ τῷ θεῷ, γεννηθέντος δὲ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ υἱοῦ τῷ Ἰωσήφ·" πνεῦμα", φησίν," ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψί 25 στου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον. κληθήσεται υἱὸς θεοῦ". ἀλλ' εἰ τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἠλὶ υἱός ἐστι τοῦ Ἠλὶ κατὰ τὸν νόμον τοῦ θεοῦ, πολλῷ μᾶλλον τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ κατὰ τὴν θείαν εὐδοκίαν υἱός ἐστι τοῦ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας.
17.12.1
Ἐρώτησις. Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖος καὶ Λουκᾶς τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὃ μὲν τὴν κατὰ φύσιν ὃ δὲ τὴν κατὰ νόμον αὐτοῦ γενεαλογίαν συνέγραψε διὰ τὸ οὕτως τὰ γένη τῶν Ἰουδαίων συνίστασθαι, πῶς ὁ μακάριος Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν τοῦ Χριστοῦ γεννήτορας διὰ τοῦ εὐαγγελίου τοῦ οἰ κείου ἐκθέμενος, τοὐναντίον παρ' αὐτοῦ γραφῆναι ὀφείλοντος, ἐπειδὴ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν πατέρων ἀνάγκη λογίζεσθαι; ἐνδέχεται γὰρ κατὰ νόμον γενέσθαι πατέρα, ἅπαξ τοῦ κατὰ φύσιν πατρὸς τὸν παῖδα γεννήσαντος. πῶς οὖν, καθάπερ ἔφην, παρὰ τοῖς εὐαγγελισταῖς ἡ τάξις ἀντέστραπται καὶ ὁ Λου κᾶς, ὁ ἴσους μᾶλλον δὲ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν ὀφείλων τοῦ Χριστοῦ ὀνομάζειν γεννήτορας, πλείονας ὀνομάζων εὑρίσκεται; εἰ δὲ ἐν τῇ γενεαλογίᾳ ἑαυτοῖς καὶ ἀλλήλοις μαχό μενα λέγουσι, πῶς ἐν τοῖς λοιποῖς περὶ τοῦ σωτῆρος διδάγμασι τὸ ἀξιόπιστον κεκτῆσθαι δύνανται. ἐκ προοιμίων πρὸς ἀντίρρησιν κινοῦντες τὸν μετὰ λόγου τῇ ἡμετέρᾳ θρῃσκείᾳ προστεθῆναι βουλόμενον; Ἀπόκρισις. Ἐν τῇ κατὰ Λουκᾶν γενεαλογίᾳ ὁ Ἠλὶ μόνος 26 ἐστὶ πατὴρ τοῦ Ἰωσὴφ κατὰ τὸν νόμον· ἀπὸ δὲ τοῦ Ἠλὶ ἕως τοῦ Νάθαν πάντες οἱ ὑποτεταγμένοι κατὰ φύσιν εἰσὶν υἱοὶ τῶν προτεταγμένων, τῶν διὰ τὴν σχέσιν, ἣν ἔχει ὁ Ἠλὶ πρὸς τὸν Ἰωσήφ, πάππων καὶ προπάππων λογιζομένων, τοῦ Ἰωσὴφ μὲν μόνου κατὰ τὸν νόμον, τῶν λοιπῶν δὲ πάντων κατὰ φύσιν. τούτου δὲ οὕτως νοουμένου, ἀναιρεῖται πᾶσα ἡ τῶν εὐαγγελιστῶν ἐπὶ τῇ ἀντιλογίᾳ διαβολή, ἡ ἐκ τῆς παρανοίας τῶν ἐκείνων φωνῶν νο μισθεῖσα τοῖς παρανοήσασιν.
17.13.1
Ἐρώτησις. Εἰ κατὰ τὸν μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα τοῦ μετηλλαχότος λαμβάνων ἐπαιδοποίει ἐξ αὐτῆς, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ ἀδελφῷ, ἆρα, εἰ συνέβη τὸν περιόντα ἀδελφὸν ἔχειν γαμετήν, σὺν ταύτῃ καὶ τὴν τοῦ τελευτήσαντος ἀδελφοῦ γαμετὴν εἰς γυ ναῖκα ἐλάμβανε; καὶ πῶς οὐκ ἄτοπον; εἰ δὲ ἡ τοιαύτη καὶ στεῖρα ἐτύγχανε, πῶς πρὸς τῷ ἀτόπῳ καὶ τὸ ἀνωφελὲς ὁ γάμος οὐκ ἐπήγετο καὶ τοῦ νόμου τὸ πρόσταγμα πανταχόθεν ἐδείκνυτο ἄπο ρον, τοῦ τελευτήσαντος οὐ λαμβάνοντος τὸ διὰ παιδοποιίας μνη μόσυνον; τί δὲ καὶ τῷ ἀποθανόντι προσεγένετο ὄφελος; τὸ διὰ παιδοποιίας ἑτέρου ἐκεῖνον μετὰ τέλος πατέρα ἀλλοτρίας γονῆς ὀνομάζεσθαι; Ἀπόκρισις. Τοῦ νόμου μὴ κωλύοντος τοὺς Ἰσραηλίτας γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα, ἀλλὰ καὶ αἰχμαλώτιδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον ἀνακύ πτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν τὸν ἀδελφὸν τοῦ τελευτή σαντος, τοῦ νόμου μὴ παρακουομένου· πᾶσα γὰρ ἀτοπία ἐπὶ τῇ παρακοῇ τοῦ νόμου ὑφίσταται. κἂν συμβαίη δὲ στεῖραν τὴν γυ 27 ναῖκα ὑπάρχειν, ἀλλ' ἄδηλον τοῦτο τῷ ἀνδρὶ καὶ τῇ γυναικί, τῷ δὲ ἀδήλῳ οὐκ ἔστι δίκαιον παριδεῖν τὸν νόμον. ἐτέθη δὲ ὁ νό μος οὗτος, ἵνα ὧν ἀφείλετο ὁ θάνατος τὸν τετελευτηκότα, τουτέστι τῆς τε πατρότητος καὶ τοῦ κληρονόμου, ταῦτα παράσχῃ αὐτῷ τῇ τοῦ νόμου προνοίᾳ· εἰ γὰρ μνημοσύνης ἕνεκεν κληρονόμου ἐπὶ τὸν γάμον οἱ ἄνθρωποι ἔρχονται, δῆλον ὅτι ᾧ τρόπῳ βουληθείη θεὸς ταῦτα παρασχεῖν ἀνθρώπῳ, ἀνωφελὲς οὐ γίνεται τὸ πρᾶγμα. πρόσεστι δὲ τούτῳ τῷ νόμῳ καὶ ἕτερόν τι ὠφέλιμον, ἵνα ταύτῃ τῇ ἐπιγα μίᾳ ὁ κλῆρος μείνῃ ἐν τῇ αὐτῇ φυλῇ καὶ μὴ μεταβῇ εἰς ἑτέραν φυλήν. καὶ ἐπειδὴ ἅπαξ συναφθεῖσα ἡ γυνὴ τῷ πρώτῳ ἀνδρὶ ἓν σῶμα γέγονε, διὰ τοῦτο οὐ γίνεται πατὴρ ἀλλοτρίας γονῆς ὁ τε λευτήσας, ἀλλὰ τοῦ ἐκ τοῦ ἰδίου σώματος τικτομένου· ὥσπερ γὰρ ὁ τικτόμενος ἐκ τῆς τοιαύτης συναφείας υἱὸς ὀνομάζεται τοῦ τε λευτήσαντος, οὕτω καὶ ἡ γυνὴ ἐκείνου ὀνομάζεται γυνή.
17.14.1
Ἐρώτησις. Εἰ ὁ προλεχθεὶς νόμος πρὸ τῶν χρόνων τοῦ Δαυὶδ τοῖς Ἰσραηλίταις ἐντέταλται, πῶς ὁ εὐαγγελιστὴς Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ Δαυὶδ καὶ μετὰ τὸν Δαυὶδ ἐπίσης ἐμνημόνευσεν, ὁ δὲ Λουκᾶς πρὸ μὲν τοῦ Δαυὶδ τῶν κατὰ φύσιν, μετὰ δὲ τὸν Δαυὶδ τῶν κατὰ νόμον πατέρων τοῦ Χριστοῦ τὴν μνήμην πεποίηται; καὶ εἰ τὰ ὀνόματα τῶν κατὰ φύσιν καὶ κατὰ νόμον πατέρων ἀπαραλείπτως μετὰ τὴν μετοικεσίαν Βαβυ λῶνος ἐν θείαις γραφαῖς οὐχ εὑρίσκεται, ἀλλὰ κατὰ ἀπόφασιν γέγραπται, πῶς τὰ κατὰ ἀπόφασιν γραφέντα ὑπὸ τῶν ἀκριβεστέ ρων πιστευθῆναι δυνήσονται; Ἀπόκρισις. Καὶ ὁ Λουκᾶς τῶν κατὰ φύσιν πατέρων τοῦ 28 Ἠλὶ ἐμνήσθη, τῶν τε πρὸ τοῦ Δαυὶδ καὶ τῶν μετὰ τὸν Δαυίδ· ὁ δὲ Ἠλὶ μόνος ἦν κατὰ νόμον πατὴρ τοῦ Ἰωσήφ, τοῦ διὰ τὴν κατὰ νόμον υἱότητα ἕως τοῦ Νάθαν κατὰ τὴν σχέσιν ἀναγομένου. τὸ δὲ τὸν δεσπότην Χριστὸν ὀνομασθῆναι υἱὸν τοῦ Ἰωσὴφ δύο πατέρας ἐσχηκότος, τὸν μὲν κατὰ φύσιν τὸν δὲ κατὰ νόμον, ἡ θεία χάρις ᾠκονόμησεν, ἵνα, ὅταν ἀκούωμεν τὸν Χριστὸν υἱὸν μὲν ὄντα τοῦ Ἰωσήφ, μὴ γεννηθέντα δὲ ἐξ αὐτοῦ, μὴ ξενισθῶμεν· ὥσπερ γὰρ αὐτὸς ὁ Ἰωσὴφ υἱὸς μὲν ἐκλήθη τοῦ Ἠλί, μὴ γεννηθεὶς δὲ ἐξ αὐτοῦ, ὅτι τῷ θείῳ νόμῳ οὕτως ἔδοξεν ἐκ τῆς γυναι κὸς τοῦ Ἠλὶ δοῦναι υἱὸν τῷ Ἠλί, οὕτως ἔδοξε τῷ θεῷ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ δοῦναι υἱὸν τῷ Ἰωσὴφ μὴ γεννηθέντα κατὰ φύσιν ἐξ αὐτοῦ." Ἰωσήφ", φησίν," υἱὸς Δαυίδ, μὴ φοβηθῇς πα ραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου"· τὸ γὰρ ἐκ τῆς γυναικός τινος χωρὶς πορνείας τικτόμενον υἱός ἐστιν ἐξ ἀνάγκης τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ᾧ τρόπῳ βούλεται δοῦναι ὁ θεὸς υἱὸν τῷ ἀνδρί, ἢ διὰ συνάφειαν ἢ χωρὶς συναφείας. οὐκ ἀποφάσει δὲ χρώμενοι οἱ εὐαγγελισταὶ τὴν ἔκθεσιν ἐποιήσαντο τῶν ἐν ταῖς γενεαλογίαις ὀνο μασθέντων, ἀλλὰ ταῖς ἐγγράφοις ἱστορίαις. Ἑβραῖοι γὰρ ἦσαν ἐξ Ἑβραίων οἱ τὰς γενεαλογίας συγγραψάμενοι ἅγιοι εὐαγγελισταί, παρ' οἷς πολλή τις ἦν ἡ σπουδὴ τοῦ ἐγγράφως ἔχειν τῆς βασι λικῆς τε καὶ ἱερατικῆς φυλῆς τὴν γενεαλογίαν. ἀμέλει μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ἔσδρας οὓς οὐχ εὗρεν ἐν τῷ τῶν ἱερέων καταλόγῳ γενεαλογουμένους, τούτους ἐξέβαλεν ἀπὸ τῆς ἱερατικῆς λειτουργίας, καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τῶν Πα ραλειπομένων.
17.15.1
Ἐρώτησις. Ἐπειδὴ ὁ Ἡσαΐας εἰς τὸν δεσπότην Χριστὸνπροφητεύων φησί" τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται", ἐπὶ δυσδιη 29 γήτου ἆρα ἢ ἀδιηγήτου λέγει, καὶ ἐπὶ τῆς θεότητος ἢ ἐπὶ τῆς σαρκὸς ταύτην ἐκληπτέον τὴν δόξαν; Ἀπόκρισις. Ἡ μὲν κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ γενεαλογεῖται καὶ ὁ τρόπος ταύτης ἐν γραφικῇ διαθέσει κατήγγελται, καθάπερ ἤδη προείπαμεν, ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· ἡ δὲ κατὰ τὴν θεότητα αὐτοῦ γέννησίς ἐστιν ἀγενεαλόγητος. ἐμφαίνει οὖν ἡ προφητικὴ ῥῆσις τὸ ἀδιήγητον, οὐ τὸ δυσδιήγητον τῆς γεννήσεως.
17.16.1
Ἐρώτησις. Εἰ τὴν ἀρχαίαν μὲν λατρείαν ἀνεῖλεν ὁ θεός, ὡς αὐτῇ μὴ ἀρεσκόμενος, τὴν δὲ τῶν χριστιανῶν ὡς ἀρεστὴν αὐτῷ ἀντεισήγαγεν, οἱ δὲ ὀρθόδοξοι μόνοι θεῷ ἀρέσκοντες Ἑλλή νων τε καὶ Ἰουδαίων καὶ πάντων αἱρετικῶν κατὰ τὸν ἀριθμόν. ὑπάρχουσιν ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυ νάμεως τοῦ ταύτην ἀντ' ἐκείνης ἑλομένου λατρείαν τὴν πλάνην μένειν ἀνεκρίζωτον, πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης κατάλυσις, πλάνης ἑτέρας κατεχούσης τὸν κόσμον; Ἀπόκρισις. Τοῦ δεσπότου θεοῦ λατρείαν λατρείας ἀντει σάγειν διὰ τῆς παλαιᾶς διαθήκης προωρισμένου, εἰ μὴ ἀντεισήγαγε ταύτην ἐκείνης, ἐνῆν τότε μόνον ἐπὶ πτωχείᾳ δυνάμεως διαβάλλειν τὸν θεόν, ὡς προορισάμενον τὰ ὑπὲρ δύναμιν· νῦν δὲ ταύτην ἀντ' ἐκείνης εἰσαγαγών, πρῶτον μὲν κηρυττομένην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν, ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις 30 τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν. τὸ δὲ κατὰ τὴν λατρείαν, διδασκαλίαν πί στεώς τε καὶ πολιτείας, εἰ μὴ πάντες οἱ δεξάμενοι τὴν λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων ἔσχον καὶ ἔχουσιν, ἀλλ' οἳ μὲν ὀρθῶς, οἳ δὲ οὐκ ὀρθῶς, τοῦτο οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως, τὸ ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς μὴ νοεῖν τὰ ὑπ' αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμελείας. εἴρηται δὲ ἐν τῇ εἰσαγομένῃ λατρείᾳ περὶ τῆς τῶν ὀρθοδόξων ὀλιγότητος. ποτὲ μὲν" πολλοὶ μέν" φησί" κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί", ποτὲ δὲ" ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν". ὡσαύτως δὲ καὶ περὶ τῶν αἱρέσεων, ἃς ὁ κύριος ἐν ταῖς ἑαυτοῦ παραβολαῖς ζιζάνια καὶ σαπροὺς ἰχθύας ὠνόμασεν. εἰ τοί νυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν χριστιανῶν λατρείᾳ, ἀλλὰ τῇ τῶν πραγμάτων μαρτυρίᾳ* ἐκ τῶν προλαβόντων πεπιστευμένα ἔχουσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται πρόφασις ἡ τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως, ἢ τοῦ ἀνωφελῆ λέ γειν τὴν λατρείαν, λατρείας ἀντεισαγομένην, νῦν μὲν λυτικὴν οὖ σαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστερον δὲ καὶ τῶν αἱρέσεων.
17.17.1
Ἐρώτησις. Εἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρό παια, λοιμῶν ἐφόδους, τῶν τεμενῶν τὰς λύσεις, προειρήκασι προ φῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ' Ἕλλησι διὰ χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζονται, ἅπαξ παρ' ἑκατέ ρου μέρους τῆς τῶν ἐσομένων γεγενημένης προρρήσεως; 31 Ἀπόκρισις. Τοῦ αὐτοῦ θεοῦ ἐστι ταῦτα πάντα, καὶ ἡ πρόρρησις τῶν λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν. ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυεν ἃ ἔμελλε ποιεῖν· ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ εὐλόγησε, τοὺς δ' ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερα δὲ ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης Ἰεζεκιήλ–" καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύεσθαι μαντείαν καὶ τοῦ ἀναβρά σαι ῥάβδον καὶ τοῦ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκο πήσασθαι ἐκ δεξιῶν αὐτοῦ· καὶ ἐγένετο μαντεῖον ἐν Ἱερουσα λὴμ" καὶ τὰ ἑξῆς–, οὕτω καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων, ὅσα διὰ τῶν ἔργων ἐδέξατο τὴν ἔκβασιν, αὐτὸς προεμήνυσε. δια φορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή, πρῶτον μὲν ὅτι θεὸν οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προφῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν πίστιν καὶ τὴν λατρείαν· καὶ πάντα ὅσα περί τε τῆς τῶν ἑλληνικῶν θεῶν τε καὶ μαντείων καθαιρέσεως καὶ τῆς τῶν χριστιανικῶν πραγμάτων συστάσεως προεῖπον οἱ προφῆται, τὴν ἔκβασιν ἐδέξατο· ἔπειτα δέ, ὅτι οὐδὲν ὧν προεῖπον οἱ μάντεις, ἢ κατὰ τοῦ τῆς ἀληθείας θεοῦ καὶ τῶν σεβομένων αὐτόν, ἢ ὑπὲρ τῆς συστάσεως τῶν ἑλληνικῶν πραγμά των, τὴν ἔκβασιν ἐδέξατο. καὶ τούτων μάρτυς ἡ τῶν Ἀσσυρίων ἀναίρεσις, οἳ ἀπὸ τῆς οἰκείας μαντείας ὁρμώμενοι ἔλεγον" μὴ ἄνευ κυρίου. ἀνέβην ἐπὶ τὴν γῆν ταύτην τοῦ ἐρημῶσαι αὐτήν; 32 κύριός μοι εἶπεν ἀνάβηθι καὶ ἐρήμωσον αὐτήν", καὶ ἀναβὰς παρὰ τὴν μαντείαν ἐρημώθη.
17.18.1
Ἐρώτησις. Εἰ πάντες μὲν ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκό τες κολάζονται, πλέον δὲ οἱ ἐγνωκότες τὸ τοῦ θεοῦ θέλημα καὶ μὴ ποιήσαντες, τί τὸ κέρδος τοῦ χριστιανοῦ καὶ τοῦ Ἕλληνος, τοῦ βαπτισθέντος καὶ τοῦ μὴ βαπτισθέντος, τοῦ ὀρθοδόξου καὶ τοῦ μὴ ὀρθοδόξου; Ἀπόκρισις. Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, δῆλον ὅτι ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνη μένος, χείρων ἐστὶ τῶν ἀπίστων· τοσοῦτον γὰρ χείρων ἐστὶ τῶν ἀπίστων, ὅσον χεῖρόν ἐστι τὸ μετὰ γνώσεως ἁμαρτάνειν τοῦ ἄνευ γνώσεως, ὅσον τὸ ἀναπολόγητον ἁμάρτημα τοῦ ἀπολογίαν ἔχοντος ἁμαρτήματος. ΙΘʹ. Ἐρώτησις. Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυλάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν κολάσεσιν; Ἀπόκρισις. Τοσοῦτον οὐκ ἐζήτησαν οἱ αἱρετικοὶ πάσῃ δυ νάμει τὴν ἀλήθειαν, ὅσον καὶ ὑποδεικνυμένην αὐτοῖς ταύτην παρὰ τῶν αὐτὴν εὑρηκότων οὐκ ἀνέχονται δέξασθαι αὐτήν. καὶ εἰ μὲν ἀληθὴς αὕτη ἡ ἀπολογία, ἐχρῆν αὐτοὺς ἀλλήλοις συγγινώσκειν σφαλλομένοις, ὡς ἀσθενείᾳ δυνάμεως καὶ οὐ πονηρίᾳ γνώμης τὰς αἱρέσεις συστησαμένοις, μαχομένας ἑαυταῖς τε καὶ τῇ ἀληθείᾳ. 33 νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ ἀλλοτρίῳ τοῦ φρο νήματος, δῆλοί εἰσιν ὅτι ἐκ τῆς φιλοδοξίας ἢ ἀντιπαθείας τῶν αἱρε σιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς ἐσχήκασι τῆς συστάσεως αὐτῶν· δι' ἣν αἰτίαν" λύκοι βαρεῖς" ὑπὸ τοῦ ἀποστόλου ὠνομά σθησαν οἱ τῶν αἱρέσεων ἀρχηγοί. ὅτι δὲ ἀδύνατόν ἐστιν ἀποτυ χεῖν τῆς εὑρήσεως τῷ ἐν ὅλῃ καρδίᾳ τε καὶ δυνάμει ζητοῦντι τὴν ἀλήθειαν, μαρτυρεῖ ὁ κύριος λέγων" πᾶς ὁ αἰτῶν λαμβά νει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται".
17.19.1
Ἐρώτησις. Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦνται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκα θάρτων, καρπῶν γῆς τε φορὰ καὶ ἐλαίου ἀνάβλυσις, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους; Ἀπόκρισις. Ὥσπερ τὸ" ἀνέτειλε τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους" οὐκ ἔστι βε βαιωτικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ, ἀλλὰ παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βεβαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖσθαί τινας ἐν αὐτοῖς δυνά μεις. εἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυ νάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀναξίους τῆς πρὸς αὐ τὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας·" κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν"; λέγων πρὸς αὐτοὺς" οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζό μενοι τὴν ἀνομίαν"· ὁ γὰρ διδάξας ἡμᾶς ψωμίζειν καὶ ποτίζειν ἐχθρὸν πεινῶντα καὶ διψῶντα, πολλῷ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν 34 ἐδίδαξεν ἡμᾶς ποιεῖ, σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς τῶν ἀξίως 34 τὸν δοτῆρα τῆς χάριτος οὐκ ἐγνωκότων.
17.20.1
Ἐρώτησις. Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητὸν διαδείκνυται, τούτου δὲ οἱ ἁμαρτωλοὶ κἀκείνου οἱ δίκαιοι ἐν τῇ κρίσει μετέχουσι, πῶς ἀληθεύει ὁ λέγων ἀπάθειαν μετὰ τὴν ἀνά στασιν τοὺς ἀνθρώπους κομίζεσθαι; Ἀπόκρισις. Ἀπαθεῖς λεγόμεθα ἀνστάντες, ὅτι ἀφ' ὧν ἐσμεν κατὰ φύσιν, τροπὴν οὐ δεχόμεθα, οὔτε εἰς τὰ ἀντικείμενα κατὰ τὸ ὂν καὶ μὴ ὄν, οὔτε εἰς τὰ ἐναντία κατὰ τὸ μᾶλλον καὶ ἧττον· οἷον, ἐκ τῆς χαρᾶς οὐ τρεπόμεθα εἰς λύπην, οὔτε χαίρο μεν ἐπὶ τοῦ αὐτοῦ ἀγαθοῦ, ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον. κἂν ἐπὶ μείζοσι μὲν ἀγαθοῖς μᾶλλον χαιρόμεθα, ἐπ' ἐλάττοσι δὲ ἧττον, ἀλλὰ καὶ οὕτω κατὰ τὴν ἀναλογίαν τῶν ἀγαθῶν μένει τὸ ποσὸν τῆς χαρᾶς ἄτρεπτον. καὶ τοῦτο μὲν ἐπὶ τῶν εἰς ζωὴν ἀνισταμέ νων· ἐπὶ δὲ τῶν εἰς κρίσιν ἀνισταμένων ὁ αὐτὸς λόγος, ὅταν ἀπαλλάττωνται, ὥσπερ τοῦ θανάτου, οὕτω καὶ τῆς κρίσεως· κατὰ γὰρ τὸν σωτῆρα, τῶν ἀνισταμένων οἳ μὲν εἰς ζωὴν οἳ δὲ εἰς κρίσιν ἀνίστανται.
17.21.1
Ἐρώτησις. Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι καὶ τὴν τῶν δικαίων λογιζόμενοι ἄνεσιν, ἢ πάλιν οἱ ἐν ἀνέσει τυγχάνοντες καὶ τὴν τῶν ἁμαρτωλῶν ἐνθυμούμενοι κόλασιν; τότε γὰρ ἑκάτερον πλείονα δίδωσι θατέρῳ τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ παρά θεσις δείκνυται. Ἀπόκρισις. Εἰ τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθή 35 σεως τιμῆς τε καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται τιμῆς τε καὶ τιμωρίας, καὶ οὐκ ἐνδέχεται τῇ παραθέσει τῶν ἀντικειμένων δέ ξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ τὴν μείωσιν· ἄτρεπτα γὰρ τὰ ἐκεῖ πάντα, ὥσπερ κατὰ τὸ ποιόν, οὕτως καὶ κατὰ τὸ ποσόν.
17.22.1
Ἐρώτησις. Εἰ τὴν γνῶσιν καλοῦ τε καὶ κακοῦ παρὰ τοῦ θεοῦ σὺν τῷ εἶναι εἰλήφαμεν, πῶς οὐκ ἔστιν αἴτιος ἑκατέρου ὁ καὶ τὴν γνῶσιν ἀμφοτέρων καὶ δύναμιν ἐγκαταβεβλημένος τῇ φύ σει πρὸς τὴν ἐκείνων ἐκπλήρωσιν; Ἀπόκρισις. Οὐ μόνον τοῦ εἶναι ἡμᾶς καὶ τοῦ γινώσκειν τε καὶ πράττειν τὸ καλὸν καὶ μὴ πράττειν τὸ κακὸν δέδωκεν ἡμῖν τὴν δύναμιν ὁ θεός, ἀλλὰ καὶ τὸ αὐθαίρετον ἡμῖν ἐχαρίσατο καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν γινωσκομένων τὸ δοκοῦν κατέ στησεν ἡμᾶς κυρίους. καὶ τὸ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ κακοὺς οὐκ ἐν τῇ γνώσει ἔθηκε τῶν γινωσκομένων, ἀλλ' ἐν τῇ αἱρέσει τῶν αἱρουμένων. οὐκ ἄρα οὖν ὁ θεὸς αἴτιος τοῦ εἶναι ἡμᾶς ἀγαθοὺς ἢ κακούς, ἀλλ' ἡ προαίρεσις ἡμῶν· ὥσπερ γὰρ ὁ ὁρῶν γυναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ' ὅταν ἡ γνῶσις ἐξυπνίσῃ τὸ τῆς ἐπιθυμίας πάθος, οὐδ' οὕτω πόρνος ἐστίν, ἀλλ' ὅταν συγκατατίθεται τῷ πά θει ἡ προαίρεσις, τότε ἐστὶ πόρνος ἢ κατὰ τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτω καὶ τῶν ἀγαθῶν καὶ κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐτοὺς εἶναι ἢ κακούς, ἀλλ' ἡ προαίρεσις ἡ κατὰ προτίμησιν τὸ δοκοῦν αἱρησαμένη.
17.23.1
Ἐρώτησις. Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κολάζει πρὸς τὴν πρᾶξιν τῶν ἀνθρώπων ἕκαστον, πῶς δικαίως ποιεῖ τὰ ἀμφότερα, ἑκάτερα παρ' αὐτοῦ τοῦ ἀνθρώπου ἔχοντος; 36 Ἀπόκρισις. Τὸ ἡμεῖς καὶ τὸ ἐφ' ἡμῖν ἀλλήλων διαφέρει. ἡμεῖς μὲν ἄρρενες καὶ θήλειαι ἐσμέν, ἐφ' ἡμῖν δὲ τὸ εἶναι σώ φρονας ἢ πόρνους. στεφανούμεθα οὖν ἢ κολαζόμεθα διὰ τὸ ἐφ' ἡμῖν· ἐφ' ἃ γὰρ ἡ προαίρεσις ἡμῶν ἄγει ἡμᾶς, δι' αὐτὰ στε φανούμεθα ἢ κολαζόμεθα· ἃς γὰρ πρὸς τὸ πράττειν δέδωκεν ἡμῖν ὁ θεὸς δυνάμεις, ταύτας ὑπέταξε τῇ ἐξουσίᾳ τῆς προαιρέσεως, καὶ πρὸς τὴν προαίρεσιν ἔχει ὁ θεὸς τὴν δίκην, κυβερνητικὴν οὖ σαν τῶν ἐν ἡμῖν προαιρετικῶν δυνάμεων, καὶ οὐ πρὸς τὴν φύσιν. ἐλάβομεν δὲ παρὰ τοῦ θεοῦ τοῦ πράττειν καὶ τοῦ μὴ πράττειν τὴν ἐξουσίαν, πράττειν μὲν τὰ δίκαια, μὴ πράττειν δὲ τὰ ἄδικα. ὅταν οὖν οὕτω πράττωμεν καὶ μὴ πράττωμεν, δικαίως στεφανού μεθα· μετατιθέντες δὲ τὸ πράττειν καὶ τὸ μὴ πράττειν εἰς τὸ ἀντικείμενον, δικαίως κολαζόμεθα.
17.24.1
Ἐρώτησις. Εἰ τὰ σωματικώτερον περί τε θεῶν παρὰ τῶν ποιητῶν καὶ περὶ τοῦ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατὰ ἀλ ληγορίαν ἑτέραν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα δείκνυται; Ἀπόκρισις. Τὰ ἀλληγορικῶς παρὰ τῶν προφητῶν περὶ τοῦ θεοῦ λεχθέντα κατὰ ἀναφορὰν ἐλέχθη ἐκ τῶν φύσει εἰς τὰ μὴ φύσει, οἷον ὡς τὸ" ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας". ἐπὶ μὲν τῶν ἀνθρώπων τὸ" ὠσφράνθη" κατὰ φύσιν, ἐπὶ δὲ θεοῦ κατα χρηστικῶς καὶ οὐ φύσει. τὰ δὲ παρὰ τῶν ποιητῶν μυθικῶς περὶ τῶν θεῶν λεγόμενα οὐ λέγεται κατὰ ἀναφορὰν ἐκ τῶν φύσει εἰς τὰ μὴ φύσει· οὐ γὰρ καταπίνει ὁ ἄνθρωπος ἄνθρωπον κατὰ φύ σιν, ἵνα κατὰ ἀναφορὰν νοήσωμεν καὶ τὸν Κρόνον καταπιόντα τὸν Δία. ἔστι δὲ ὁ μῦθος λόγος ἀσύστατος, πλὴν τοῦ ψεύδους οὐκ ἔχων ἄλλο τι. 37
17.25.1
Ἐρώτησις. Εἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμέ νων ἑκάστῳ ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευ τήσαντα περιττῶς οὐκ ἀνίστανται, οὔτε τῶν ἔργων ἀμοιβὰς κομι ζόμενα, οὔτε ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας ἄωρον λα βεῖν δυνάμενα αἴσθησιν; Ἀπόκρισις. Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ" σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει", τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ καὶ τὸ πιστεύειν τῶν βρεφῶν τὴν ἀνάστασιν· ὁ γὰρ τὴν ἀφθαρ σίαν αὐτοῖς παρέχων, δύναται καὶ τὴν αἰσθητικὴν τῶν προσόντων ἀγαθῶν χαρίσασθαι αὐτοῖς δύναμιν. πλὴν οὐδὲ" ἔστιν ἐκεῖ μικρὸς ἢ μέγας", ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι· τὸ γὰρ" ἐγείρεται ἐν δυνάμει" οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. ἔτι δέ, εἰ οὐ γίνεται τῶν βρεφῶν ἀνάστασις, εὑρεθήσεται ὁ θεὸς μάτην πλασάμενος αὐτά. εἰ δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ αὐτὰ εἰς τὸ εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως. πῶς δὲ οὐκ ἄκαιρον τὸ πρὸς τὴν ἐκδίκησιν τῆς τῶν βρεφῶν ἀναιρέσεως κατακρίνειν τὸν Ἡρώδην, τῶν βρεφῶν οὐκ ὄντων τῶν ἐκδικουμένων; μαρτυρεῖ δὲ τούτοις τὰ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν τῇ κοιλίᾳ τῆς μητρός, τῆς ἀγαλλιάσεως σκιρτήματα, καὶ ὁ ὕμνος τῶν νηπίων καὶ θηλαζόντων.
17.26.1
Ἐρώτησις. Εἰ ἐψευσμένον ὑπάρχει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετικῶν διδόμενον βάπτισμα, διατί οἱ ὀρθόδοξοι τὸν προσ φεύγοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ' ὡς ἐν ἀλη θεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι; εἰ δὲ καὶ χειροτονίαν τύχοι παρ' ἐκείνων δεξάμενος καὶ ταύτην ὡς βεβαίαν αὐτοὶ ἀποδέχονται, πῶς οὖν ὁ δεχθεὶς καὶ οἱ δεξάμενοι τὸ ἄμεμπτον ἔχουσιν; Ἀπόκρισις. Τοῦ αἱρετικοῦ ἐπὶ τὴν ὀρθοδοξίαν ἐρχομένου. 38 τὸ σφάλμα διορθοῦται, τῆς μὲν κακοδοξίας τῇ μεταθέσει τοῦ φρονήματος, τοῦ δὲ βαπτίσματος τῇ ἐπιχρίσει τοῦ ἁγίου μύρου, τῆς δὲ χειροτονίας τῇ χειροθεσίᾳ, καὶ οὐδὲν τῶν πάλαι μένει ἄλυτον.
17.27.1
Ἐρώτησις. Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος εἰσηκούσθη· καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν ἐκείνης τῆς ἡμέρας ἀπώλειαν· εἰ δὲ οὐκ ἠκούσθη, πῶς οὐ δείκνυται ἁμαρτωλὸς παρακουσθείς;" θέλημα γάρ" φησί" τῶν φοβουμένων αὐτὸν ποιήσει"· περὶ δὲ τῶν ἁμαρτωλῶν, ὅτι" ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν". Ἀπόκρισις. Ὁ σκοπὸς τοῦ Ἰὼβ οὗτος ἦν ἐν τῇ προκειμένῃ κατάρᾳ, ὡς εἰ ἔλεγεν" εἴθε ἦν ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεν νήθην, κατὰ τὴν ἡμέραν ταύτην κεκατηραμένη". διατί;" ἵνα ἐγώ" φησί" μὴ ἐγεννήθην". οὐ γὰρ ἐνδέχεταί τινα γεννηθῆναι ἐν τῇ τοιαύτῃ ἡμέρᾳ τῇ οὕτω κεκατηραμένῃ. ἢ οὐκ ἔστιν οὖν ἡ κατάρα αὕτη οὕτω γεγενημένη, ὡς ἀναμένουσα τὴν ἔκβασιν; εἰ γὰρ ἦν οὕτως γεγενημένη, ἀνεκαλέσατο ἂν τὴν ἰδίαν φωνήν, ἀπαλλαγέντος αὐτοῦ τῶν θλίψεων καὶ ἐν τοῖς κρείττοσι γενομένου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς κατάρας ἐφθέγξατο ῥήματα, ἧς ἀπαλλαγεὶς οὐκ ἔστι δῆλον ὅτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς ἡμέρας εἶχε γνώμην.
17.28.1
Ἐρώτησις. Εἰ ἐν τοῖς ἀπηγορευμένοις ὑπὸ τῶν εὐσεβῶν ἡ τῶν παλμῶν ἐστι παρατήρησις, διατί οἱ εὐσεβεῖς πάσῃ δυνά μει ταύτην ἀπωθεῖσθαι βουλόμενοι οὐκ ἰσχύουσιν, ἢ φαιδρὸν ἢ σκυθρωπὸν μηνυούσης ταύτης; καὶ εἰ μὲν φαῦλον τοῦτο, πῶς 39 παρὰ τὴν ἡμετέραν ἐπιγίνεται πρόθεσιν; εἰ δὲ ἀγαθόν, ὅπερ οὐκ οἶμαι, τίνος ἕνεκεν ἀπηγόρευται; Ἀπόκρισις. Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώ ματος· ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφιστάμενον πάντων τῶν ζῴων. διὸ ἀνάξιον ἔκριναν οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελλόντων τὸ τοιοῦτον σωματικὸν κίνημα. καθάπερ οἱ πταρμοὶ ῥινῶν καὶ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν παραγίνονται πρόθεσιν, οὕτω καὶ ὁ παλμός· ἔτι δὲ τοῖς εἰληφόσι τῆς μελλούσης καταστάσεως τὴν ἐλπίδα καὶ ἕνα ἔχουσι τὸν σκοπόν, τὸ πρὸς ἐκείνην διὰ παντὸς παρεσκευασμένως ὑποβλέπειν, περιττόν ἐστι τὸ φαιδρὸν ἢ σκυ θρωπὸν ἐνταῦθα διὰ παλμῶν προγινώσκειν. καὶ εἰ ὁ αὐτὸς παλ μὸς ὁ προμηνύων πλοῦτον τῷ βιωτικῷ ἀνθρώπῳ προσγίνεται καὶ τῷ ἀσκητῇ, πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις τοῦ πλούτου, τῆς προαιρέσεως τοῦ ἀσκητοῦ οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ παρόντων οὐχ αἱρουμένης, ἀλλ' οὐδὲ τὴν κτῆσιν τῶν παρόντων;
17.29.1
Ἐρώτησις. Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ τῶν ὑδάτων λαμβάνουσι, πῶς" εἰς ζωὴν αἰώνιον" ὁ δεσπότης Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγαγεῖν" ἁλιεῖς" αὐτοὺς εἶναι" ἀνθρώπων" ἐπηγγείλατο; Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προτέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων. προσέ 40 θηκε δὲ τὸ" εἰς ζωήν", τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ὑπο δεικνυμένῳ προσθέμενος.
17.30.1
Ἐρώτησις. Εἰ σώφρονι λογισμῷ οἱ μοναχοὶ κατεχόμενοι τὰς γαμικὰς ἡδονὰς ἀπεστράφησαν, διατί ἐν ταῖς καθ' ὕπνον φαντασίαις τὰ ἀβούλητα πάσχουσι, καὶ οὐ μόνον εἰς τὰς τυχού σας ἀλλ' ἔστιν ὅτε μητράσι καὶ ἀδελφαῖς ὁμιλεῖν ἐν τῇ φαντα σίᾳ νομίζουσι; τίσιν οὖν χρηστέον πρὸς τὴν ἀπαλλαγὴν τοῦ τοιού του πολέμου; καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων ἀπέ χεσθαι καὶ εἰ προσιέναι αὐτοῖς χρή, ἢ λουσάμενον ἢ ἑτέρῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαίρεσθαι δίδαξον, ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρὰ τῶν λογικωτέρων ἡ ζήτησις. Ἀπόκρισις. Ἐπειδὴ οἱ ἀνακείμενοι θεῷ ἄγρυπνον ἔχουσιν ἐχθρὸν ἀντίπαλον, τὸν πᾶσι τοῖς δυνατοῖς αὐτῷ τρόποις μηχανώ μενον θεῖναι τοῖς εὐσεβέσι μῶμον, διὰ τοῦτο τὰ ἀβούλητα καθ' ὕπνον πάσχουσι. καίτοι εἰδὼς ὁ ἀντίπαλος, ὅτι τοῖς οὐκ ἐφ' ἡμῖν οὔτε ἐπὶ τοῖς σεμνοῖς ἐπαινούμεθα, οὔτε ἐπὶ τοῖς αἰσχροῖς ψεγό μεθα– ὁ γὰρ ἔπαινος καὶ ὁ ψόγος τῶν μετὰ συγκαταθέσεως τοῦ λογισμοῦ ὑφ' ἡμῶν πραττομένων ἐστί–, καὶ ὅτι τὰ ἐνύπνια τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, ἀλλ' ὅμως καὶ διὰ τῶν ἐνυπνίων κινεῖ ἐν ἡμῖν ἀμφοτέρων τὰς πράξεις, καὶ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν ταύτας ἔχων ἐν ἑαυτῷ τὰς ἐλπίδας, μήπως ἢ τῇ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν ἐργασίᾳ ἐξεγείραι ἡμᾶς εἰς ματαίαν καύχησιν τῶν ἡμῖν μὴ πεπραγμένων, ἢ τῇ τῶν αἰσχρῶν ἐργασίᾳ δυνηθείη εὑρεῖν ἡμᾶς ἐπὶ τῇ ἀνόμῳ πράξει τερπομένους. ἀλλὰ τὸ μὲν ἰδεῖν τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ' ἡμῖν· τὸ δὲ τερφθῆναι ἐπὶ τῇ οὕτως ἀβουλήτῳ πράξει ἢ λυπηθῆναι, τοῦτο ἐφ' ἡμῖν ἐστι. κἂν μὲν οὖν εὑρῇ ἡμᾶς ἐπὶ τῇ ἀβουλήτῳ πράξει τερπομένους, 41 καυχᾶται ὡς νικητὴς ὁ ἀντίπαλος· ἐὰν δὲ λυπουμένους ἡμᾶς, μα ταιοῦται τῇ βουλῇ ἡττώμενος. ἱκανὸν οὖν ὑπάρχει πρὸς τὴν ἀπαλ λαγὴν τοῦ κακοῦ τὸ λυπηθῆναι ἐπὶ τῷ ἀβουλήτως συμβεβηκότι καὶ δάκρυσιν ἀποπλύνειν τὸ μυσαρὸν τῶν οὕτως ἀβουλήτως ἐν ἡμῖν ὑφισταμένων φαντασιῶν, ἀπέχεσθαι δὲ τοὺς οὕτω τὰ ἀβούλητα πά σχοντας τῆς κοινωνίας τῶν θείων μυστηρίων οὐδ' ὅλως δίκαιόν ἐστιν· εἰ δὲ μή γε, ἀναιροῦμεν κατὰ τοῦτο τῶν βουλητῶν τε καὶ τῶν ἀβουλήτων κακῶν τὴν διαφοράν.
17.31.1
Ἐρώτησις. Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ κύριος καὶ δεσπότης Χριστὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλή θυνται, σχεδὸν δὲ ὁ σῖτος ἐξέλιπε; καὶ τίς ἡ ἀπόδειξις τοῦ εἶναι σῖτον τὸν ἐκλείψαντα; πῶς δὲ τῆς συναυξήσεως τούτων ἡ πρόρ ρησις οὐ διέψευσται; Ἀπόκρισις. Ἀπόδειξις τοῦ σῖτον εἶναι τὸν ἐκλείψαντα αὕτη ἐστίν, ἡ περὶ αὐτοῦ πρόρρησις λέγουσα·" διὰ τὸ πληθυν θῆναι τὴν ἁμαρτίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν". καὶ πά λιν·" ἐν ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προ σέχουσι πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων". καὶ πά λιν·" ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφονται, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται". καὶ πάλιν·" εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὑτῶν". ὅτι δὲ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐκ ἐκλείπει ὁ σῖτος, δηλοῖ ὁ κύριος λέγων·" διὰ δὲ τοὺς ἐκλεκτούς, οὓς ἐξε λέξατο ὁ πατήρ, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι". ἀλλ' εἰ μὲν συνέβη τι τῷ σίτῳ, τὸ μὴ εἰρημένον περὶ αὐτοῦ αὐξανομένου τε 42 καὶ ἐκλειπομένου, δῆλον ὅτι διέψευσται ὁ περὶ αὐτοῦ λόγος· εἰ δὲ ἐξ ἀρχῆς τοῦ κηρύγματος ἕως τῆς συντελείας τοῦ αἰῶνος πάντα τὰ συμβησόμενα αὐτῷ διὰ τῶν προρρήσεων δεδήλωται, φανερὸν ὑπάρχει ὅτι οὐδαμῶς διέψευσται ὁ περὶ αὐτοῦ λόγος, ἀλλ' εἰ μὲν ἔστι τὰ ζιζάνια, ἀνάγκη εἶναι καὶ τὸν σῖτον· ἐκ γὰρ τῆς ἀλλή λων παραθέσεως ὁ μὲν σῖτος γνωρίζεται ὅπερ ἐστίν, ὡσαύτως καὶ τὰ ζιζάνια· καὶ θατέρου μὴ ὄντος, οὐδὲ τὸ ἕτερον γνωρίζεται ὅπερ ἐστίν.
17.32.1
Ἐρώτησις. Εἰ πρὸ μὲν τοῦ πάθους ὁ κύριος ηὔχετο ἁγια σθῆναι καὶ τηρηθῆναι ὑπὸ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα ὁ Ἰούδας ἀπώλετο, πῶς ἡ ὑπὲρ αὐτῶν προσενεχθεῖσα εὐχὴ φαίνεται δεδεγμένη; πῶς δὲ δείκνυται ἀληθές, ὅτι" οἶδα ὅτι πάν τοτέ μου ἀκούεις"; Ἀπόκρισις. Ἡ μὲν τοῦ Ἰούδα ἀπώλεια ἔκτοτε γεγένηται, ἐξ οὗ τε λαβὼν ὁ κύριος τὸν ψωμὸν καὶ βάψας αὐτῷ ἐπέδωκε· καὶ λαβὼν ὁ Ἰούδας τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, καὶ ἐξελθὼν ἀπέρρηξεν ἑαυτὸν τῶν λοιπῶν μαθητῶν. ἡ δὲ ὑπὲρ τῶν μαθητῶν εὐχὴ μετὰ τὸν χωρισμὸν τοῦ Ἰούδα ἐγένετο, καὶ τοῦτο δείκνυται ἐξ αὐτῆς τῆς εὐχῆς· εὐξάμενος γὰρ ὁ κύριος ἔλε γεν·" οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ". γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ ἡ ὑπὲρ τῶν μα θητῶν εὐχή, ἔπειτα τὸ πάθος τοῦ κυρίου.
17.33.1
Ἐρώτησις. Εἰ ὁ θεός ἐστι δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς μέρεσι τῆς κτί σεως δύνανται; καὶ γὰρ θαλάττης ὁρμὰς καὶ ἀνέμων φορὰς καὶ 43 μυῶν καὶ θηρίων ἐπιδρομάς, ὡς ὁρῶμεν, κωλύουσι. καὶ εἰ τὰ ὑπὸ τοῦ κυρίου μὲν γεγονότα θαύματα ἐν μόνῃ τῇ διηγήσει φέ ρεται, τὰ δὲ παρ' ἐκείνου πλεῖστα καὶ ἐπ' αὐτῶν δεικνύμενα τῶν πραγμάτων, πῶς οὐκ ἀπατᾷ τοὺς ὁρῶντας; καὶ εἰ μὲν κατὰ θείαν τοῦτο συγχώρησιν γέγονε, πῶς ὁδηγὸς πρὸς ἑλληνισμὸν οὐ γέγονεν ἡ τοιαύτη συγχώρησις; εἰ δὲ μὴ τοῦτο, πῶς οὐ δυνάμει τῶν δαιμόνων ἐκεῖνα γεγένηται; πάλιν δέ, εἴπερ [ὁ θεὸς] ὡς ἀγαπητῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήργησε, διατί μὴ διὰ προφητῶν ἢ δι' ἀπο στόλων τὰ τοιαῦτα γεγένηται; εἰ δὲ μὴ ἠρέσκετο ὡς φαύλῳ, τίνος ἕνεκεν τὸ φαῦλον ἢ εὐθὺς οὐκ ἐκώλυσεν, ἢ μετὰ βραχὺ οὐ κα τέλυσεν, ἀλλ' ἕως αἰῶνος τῶν μερῶν τῆς κτίσεως κρατεῖν συ νεχώρησεν; Ἀπόκρισις. Ὁ μὲν Ἀπολλώνιος, ὡς ἀνὴρ ἐπιστήμων τῶνφυσικῶν δυνάμεων καὶ τῶν ἐν αὐταῖς συμπαθειῶν τε καὶ ἀντιπα θειῶν, κατὰ ταύτην τὴν ἐπιστήμην τὰ τελέσματα ἐποιεῖτο, οὐ κατὰ τὴν θείαν αὐθεντίαν. διὸ ἐν ἅπασι τοῖς ἀποτελέσμασιν ἐδε ήθη τῆς τῶν ἐπιτηδείων ὑλῶν παραλήψεως, συνεργούσης αὐτῷ πρὸς τὴν τοῦ τελουμένου ἐκπλήρωσιν. ὁ δὲ σωτὴρ ἡμῶν Χριστὸς κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδαμῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασιν αὐτοῦ καὶ προρρήσεσιν ἠκο λούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα. καὶ τὰ μὲν ὑπὸ τοῦ Ἀπολ λωνίου γεγονότα τελέσματα, ἐπειδὴ κατὰ τὴν ἐπιστήμην γεγένην ται τῶν φυσικῶν δυνάμεων πρὸς τὴν σωματικὴν τῶν ἀνθρώπων εὐεργεσίαν, οὐκ ἀνέτρεψεν ὁ κύριος· αὐτὸν δὲ τὸν δαίμονα τὸν ἐν τῷ ἐκείνου ἀγάλματι ἱδρυμένον, τὸν ἐν ταῖς μαντείαις ἀπατήσαντα τοὺς ἀνθρώπους ὡς θεὸν σέβειν καὶ τιμᾶν τὸν Ἀπολλώνιον ἐφί μωσε, καταργήσας αὐτοῦ τὰς μαντείας· σὺν αὐτῷ δὲ καὶ τῶν λοι πῶν δαιμόνων τῶν ἐν τῷ θεῶν ὀνόματι ὑπὸ τῶν Ἑλλήνων τι