Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones et responsiones ad orthodoxos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1.1
μωμένων καθεῖλε τὴν δυναστείαν, καθὼς ὁρᾶται τὰ πράγματα. ἔχοντες δὲ ἐν τούτοις τῆς τοῦ Χριστοῦ δυνάμεως τὰ γνωρί σματα, οὐ χρὴ λέγειν τὰ τοῦ Χριστοῦ θαύματα ἐν ψιλῇ κεῖσθαι διηγήσει.
44.2.1
Ἐρώτησις. Εἰ" ἐπαιδεύθη Μωυσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἦν δυνατὸς ἐν ἔργοις καὶ λόγοις", καθώς φησιν ἡ γραφή, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν καὶ τὰ τούτοις ἑπό μενα μετῄει ὁ αὐτὸς μακάριος προφήτης; τῶν γὰρ Αἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα διδάγματα. διατί οὖν ἐπὶ τοιούτοις λόγοις ἢ ἔργοις θαυμάζεται; Ἀπόκρισις. Θαυμάζει τὸν προφήτην ἡ θεία γραφὴ ἐπὶ τῇ δυνάμει τῶν ἔργων καὶ τῶν λόγων, οὐχ ἕνεκεν τῶν λόγων καὶ τῶν ἔργων καθ' αὑτά· ἀνάξια γὰρ ἦν ἐκεῖνα καθ' αὑτὰ πρὸς τὰ ἐγ κώμια τοῦ προφήτου· ἀλλ' ἐπειδὴ δι' ἑκατέρας μὲν περίβλεπτος ὑπῆρχε τοῖς Αἰγυπτίοις ὁ προφήτης, τῆς τε τοῦ λόγου παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων δὲ τὴν εἰς θεὸν εὐσέβειαν προετίμησε, διὰ τοῦτο αὐτὸν ἐθαύμασεν ἡ γραφή. ἀστρονομία δὲ καὶ ἀστρολογία καὶ γεωμετρία παρ' Αἰγυπτίοις τότε χυδαῖά τε καὶ πεζὰ καὶ ἀγοραῖα μαθήματα λελόγιστο. τίμια δὲ ἦν παρ' αὐτοῖς τότε μαθήματα τὰ ἱερογλυφικὰ καλούμενα, τὰ ἐν τοῖς ἀδύτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐγκρίτοις παραδιδόμενα· ὧν ὁ προφήτης, εἰ καὶ τὴν εἴδησιν εἶχεν, ἀλλ' οὐκέτι καὶ τὴν χρῆσιν, ὡς ἀντικειμένην τῇ κατὰ θεὸν πολιτείᾳ τῶν Ἑβραίων. δι' ἣν καταφρονήσας πάσης τῆς ἐν Αἰγύπτῳ βασιλικῆς δυναστείας τε καὶ τιμῆς εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ.

Intertext edge

Open linked passage

Note