Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones et responsiones ad orthodoxos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1.1
Λςʹ. Ἐρώτησις. Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωσέως γέγονε, πῶς ἐπάγει ἡ γραφὴ τὸ" ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ ὡσαύτως οἱ τῶν Αἰγυπτίων"; ἢ γὰρ ψευδὲς τὸ πάντα γενέσθαι αἷμα ὑπὸ Μωυσέως τὰ ὕδατα, ἢ πάλιν τὸ τοὺς ἐπαοιδοὺς πεποιηκέναι ὡσ αύτως. καὶ περὶ τῶν λοιπῶν τῶν κατ' αὐτοὺς θαυμάτων ὁ αὐ τὸς λόγος. Ἀπόκρισις. Πάντων τῶν ὑδάτων τῶν ἐπάνω τῆς γῆς αἷμα γενομένων, ἠναγκάζοντο οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὀρύττειν φρέατα καὶ ἀντλεῖν ὕδωρ, ποτίζειν τε ἐξ αὐτοῦ ἑαυτούς τε καὶ τὰ ζῷα αὑτῶν καὶ τὰ θρέμματα. ἐκ τούτου οὖν τοῦ ὕδατος, τοῦ ἐκ τῶν φρεάτων ἀντλουμένου, ἐποίησαν οἱ ἐπαοιδοὶ τὸ αἷμα, καὶ οὐδαμῶς διέψευσται ὁ λόγος. καὶ τὰ μὲν ὑπὸ Μωσέως γενόμενα θαύματα, ἅτε κατὰ τὴν θείαν γεγενημένα ἐνέργειαν, κατὰ μετα βολὴν γεγένηται φύσεως, τοῦ προκειμένου εἰς τὴν φύσιν τοῦ ἐκτε λουμένου μεθισταμένου. τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις τῶν ὁρώντων τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν καὶ τὸ μὴ αἷμα ὡς αἷμα καὶ τοὺς μὴ βατράχους ὡς βατράχους.
45.2.1
Ἐρώτησις. Εἰ ἐναντία ἑαυτῷ Μωυσῆς οὐκ ἐδίδασκε, τὰ μὲν ὀστέα τοῦ Ἰωσὴφ ἐπαγόμενος, τὸν δὲ ἁπτόμενον νεκροῦ ὡς ἀκάθαρτον μυσαττόμενος, καὶ εἰ ἦν τις ἄλογος περὶ τούτων αἰ τία, ταύτην μὲν νυνὶ μάθωμεν· τίνος δὲ ἕνεκεν ἡ γραφὴ οὐκ εἶπε δι' ἣν αἰτίαν ἐκεῖνα ποιῶν Μωυσῆς ταῦτα ἐδίδασκεν; Ἀπόκρισις. Ἐπειδὴ τελευτῶν Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφό 46 τερα τῷ Μωυσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου, λέγοντος" μὴ ἅψησθε νεκροῦ", ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον· ἀδύνατον γὰρ ἦν αὐτῷ ἀμφότερα φυλάττειν ἀπαράβατα, καὶ τὸν νόμον καὶ τὸν ὅρκον. τῇ μὲν οὖν φυλακῇ τοῦ ὅρκου λύει τὴν ἐλάτ τονα φυλακὴν τοῦ νόμου· πανταχοῦ γὰρ τὸ ἔλαττον αἱρετώτερον τοῦ μείζονος κακοῦ· καὶ τοιαῦτα πολλὰ εὑρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς ἁμαρτίαν τῶν παραβαι νόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβηκυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπταήμερον περικύκλωσιν τῆς Ἱε ριχὼ καὶ τὴν ἐν σαββάτῳ προσαγωγὴν τῶν θυσιῶν, ἅτινα περιέ χουσι τοῦ σαββάτου τὴν λύσιν. ἔτι δέ, εἰ ἔταξεν ὁ προφήτης τοὺς ἐκ διαδοχῆς βαστάζοντας τοῦ Ἰωσὴφ τὰ ὀστέα καὶ κατὰ καιροὺς διὰ τῆς ἐν τῷ καθαρῷ ὕδατι κατὰ τὸν νόμον ἀποπλύσεως τούτους τοῦ μιάσματος καθαρίζεσθαι, οὐδ' οὕτως ἐναντίον ὧν εἶ πέν τι διεπράξατο ὁ προφήτης· τὸ δὲ ζητεῖν διατί οὐκ εἶπεν ὁ προφήτης τούτων τὴν αἰτίαν, ὅμοιόν ἐστι τῷ λέγειν διατί μὴ πᾶσαι αἱ γραφαὶ ἡρμηνευμέναι παρεδόθησαν παρὰ τῶν ἐκτεθεικότων αὐτάς· ἐπειδὴ γὰρ ἐν τῇ τοῦ πράγματος διηγήσει ἐμφαντικῶς περιέχεται ἡ τοῦ πράγματος αἰτία, διὰ τοῦτο οὐκ ἐδοκίμασε τὸ ἐκθετικῶς ταύτην δηλῶσαι.
45.3.1
Ἐρώτησις. Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην ὁ κύ ριος ἐλέγχων εὐλάβειαν ἔλεγεν ὅτι τάφοι κεκονιαμένοι εἰσί, πε πληρωμένοι ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ ἐν τῷ 47 νόμῳ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος λέγεται, τί ἄτοπον ἐργάζονται Ἕλληνες τοὺς νεκροὺς καὶ τοὺς τούτων μυσαττόμενοι τάφους, ὑπό τε παλαιᾶς καὶ καινῆς ἀκαθάρτου τοῦ νεκροῦ καλουμένου; πῶς δὲ ἀμφοτέροις ὁ κύριος ἐναντία οὐκ ἔπραξεν, ὅτε τὸν υἱὸν τῆς χήρας ἀνιστῶν ἥψατο τῆς σοροῦ καὶ τὴν θυγατέρα τοῦ Ἰαείρου τῆς χειρὸς ἐκράτησεν; εἰ γὰρ ἀμφότεροι τελευταῖον ἀνέστησαν. ἀλλὰ τὴν ἁφὴν τὰ νεκρὰ ἐδέξαντο σώματα. Ἀπόκρισις. Τῶν ἀνθρώπων τὰ νεκρὰ σώματα καὶ οἱ τού των τάφοι μυσάττονται διὰ τὴν ἑπομένην αὐτοῖς βαρεῖαν δυσω δίαν, οὐχ ἁπλῶς διὰ τὴν νέκρωσιν· εἰ γὰρ ἁπλῶς διὰ τὴν νέ κρωσιν ἐμυσάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζῴων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζών των χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ τρίχαις καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύ ναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως. εἰ δὲ νεκρὰ μὲν καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀν θρώπων τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν κατὰ τὴν τῶν ἰατρῶν τέχνην ὄντων ἀνιάτων; παρεικάζει δὲ ὁ κύ ριος τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκο νιαμένοις, ὅτι ὥσπερ τῇ αἰσθήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νεκρῶν σωμάτων ἡ δυσωδία καὶ ἡ ἀκαθαρσία, οὕτω καὶ ἡ ἐκείνων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὕτη ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία. ὥσπερ γὰρ χωρισθείσης τῆς ψυχῆς τοῦ σώματος νεκρὸν τὸ σῶμα καὶ δυσῶδες 48 καὶ ἀκάθαρτον, οὕτω χωρισθέντος τοῦ φόβου τοῦ θεοῦ τῆς ψυχῆς νεκρὰ ὑπάρχει ἡ ψυχὴ καὶ δυσώδης καὶ ἀκάθαρτος. κατ' ἐναντίω σιν δὲ πράξας ὁ κύριος οὐδὲν οὔτε τῇ παλαιᾷ οὔτε τῇ καινῇ δείκνυται· οὐκ ἦν γὰρ ὑπὸ τὸν νόμον, ὅτε τοὺς ἐν τῇ ἐρωτήσει ἤγειρε νεκρούς· ἀπὸ γὰρ τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας, οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς. διὸ οὐκ ἐμιάνθη ἁψάμενος τοῦ νεκροῦ. κατὰ δὲ τὴν καινὴν ἐκεῖνα μόνα ἦν μιαντικὰ ἀνθρώπων, τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα κακά. τὸ δὲ ἅπτεσθαι νεκροῦ οὐ μιαίνει τὸν ἄνθρωπον.
45.4.1
Ἐρώτησις. Εἰ πεπλήρωτο ὁ οἶκος ἔνθα ὁ κύριος ἦν, ὁπηνίκα ὁ παράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγ κάσθησαν οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι' αὐτῆς καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι ὄχλοι οὐκ ἐπλήγησαν, τῆς ὀροφῆς λυομένης; Ἀπόκρισις. Αἰσθανόμενοι οἱ ἐν τῷ οἴκῳ μελλούσης τῆς ὀροφῆς ἀποστεγοῦσθαι πάντως ὑπεχώρησαν· οὐ γὰρ οὕτως ἦσαν ἀνόητοι οἱ τὴν ὀροφὴν ἀποστεγοῦντες, ὥστε μὴ βοᾶν τοῖς ἐν τῷ οἴκῳ ὑποχωρεῖν, ἵνα μὴ πλήσσωνται· οὐδὲ γὰρ ὅλης τῆς ὀροφῆς ἦν χρεία ἀποστεγοῦσθαι, ἀλλὰ τόσον ὅσον ἤρκει εἰς τὴν ὑποχάλασιν τοῦ παραλύτου.
45.5.1
Ἐρώτησις. Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος παρέπεται φύ λαξ, καθὼς ἡ θεία διδάσκει γραφή, οἱ δὲ ἄνθρωποι ποτὲ μὲν αὔξησιν, ποτὲ δὲ μείωσιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τῶν λοι πῶν συμφορῶν, διὰ τὰς ἑαυτῶν πράξεις ὑπέμειναν, οἱ τούτων ἄγγελοι αὐξήσεως καὶ μειώσεως ὄντες ἀνεπίδεκτοι, ποίαν τότε 49 λειτουργίαν ἐπλήρουν, ἑκάστου τῶν ἀγγέλων παρὰ θεοῦ λειτουρ γίαν ἐξ ἀρχῆς εἰληφότος; Ἀπόκρισις. Οἱ μὲν ἄγγελοι πάντες, ἄρχοντές τε καὶ ἀρ χόμενοι, ἀεὶ λειτουργίαν ἐκπληροῦσι χρειώδη τοῖς ἀνθρώποις καὶ τοῖς διὰ τὸν ἄνθρωπον· οἱ δὲ λειτουργίαν εἰληφότες τὸ παρέπεσθαι τοῖς ἀνθρώποις φύλακες ἀεὶ μὲν αὔξονται, μειοῦνται δὲ οὐδέποτε· ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι, ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς, ἕως τοῦ καιροῦ τῆς τοῦ κόσμου ἀνακτήσεως· πρὶν ἢ δὲ ταγῶσι παρέπεσθαι τοῖς ἀνθρώποις καὶ φυλάττειν αὐτούς, ἐν ταῖς ἄλλαις ὑπὲρ ἀνθρώπων λειτουργίαις λειτουργοῦσι τοῖς οἰκείοις ἄρχουσιν.
45.6.1
Ἐρώτησις. Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν τῇ γῇ καταπέμπουσι, διατί τὰς νεφέλας οἱ καλούμενοι νεφοδιῶκται ἐπα οιδαῖς τισι παρασκευάζουσιν ἔνθα βούλονται χαλάζας καὶ ἀμέτρους ὑετοὺς ἀκοντίζειν; Ἀπόκρισις. Τοῦτο ἐπειδὴ κατὰ τὰς γραφὰς ἀμάρτυρον. διὰ τοῦτο καὶ ἄπιστον· καὶ γὰρ αὐτὸς ὁ ταύτην περὶ τούτου ἐρω τήσας τὴν ἐρώτησιν, οὐκ ἀφ' ὧν ἐθεάσω γιγνομένων τὴν ἐρώ τησιν πεποίηκας, ἀλλ' ἀφ' ὧν ἤκουσας.
45.7.1
Ἐρώτησις. Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγει" ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν"; Ἀπόκρισις. Οὐκ εἴ τι θνητὸν τῇ φύσει, τοῦτο ἀνάγκη πάντως ἀποθανεῖν. καὶ τούτου ἡ ἀπόδειξις τὸ θνητοὺς ὄντας τῇ φύσει τόν τε Ἐνὼχ καὶ τὸν Ἠλίαν ἐν ἀθανασίᾳ ἔτι διαμένειν, τοῦ" γῆ εἶ καὶ εἰς γῆς ἀπελεύσῃ" γενομένους ἀνωτέρω. ἀληθὲς οὖν τὸ θνητὴν τὴν φύσιν πεποιηκέναι τὸν θεὸν καὶ τὸν θάνατον 50 εἰσελθεῖν εἰς τὸν κόσμον τῇ τοῦ ἀνθρώπου παρακοῇ· εἰ μὲν γὰρ ὥσπερ ἐποίησεν ὁ θεὸς θνητὴν τὴν φύσιν, οὕτως ἐποίησε καὶ τὸν θάνατον, οὐκ ἂν διὰ τῆς παρακοῆς τοῦτον εἰσήγαγεν, ἀλλὰ χωρὶς παρακοῆς· εἰ δὲ διὰ τῆς παρακοῆς ὁ θάνατος καὶ ὁ θεὸς τὴν παρακοὴν οὐκ ἐποίησεν, οὐδ' ἄρα τὸν θάνατον.
45.8.1
Ἐρώτησις. Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ μὲν τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ προσετέθησαν χρόνοι; τὸ γὰρ προστεθὲν ὑπὸ τοῦ προορισθέντος ἀριθμοῦ δῆλον ὅτι λαμβάνεται. πόθεν οὖν ἐπὶ τῶν τελευτώντων τὸ τοῦ χρόνου ἀόριστον δείκνυται; Ἀπόκρισις. Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται ἐκ τῶν γραφικῶν φωνῶν οὕτως." ἐάν" φησίν" ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος νεάνιδα μεμνηστευμένην καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, τὸν μὲν ἄνθρωπον ἀποκτείνατε, τὴν δὲ νεάνιδα μὴ ἀποκτείνητε· ὃν γὰρ τρόπον ἐπεγείρεται ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ πατάσσων αὐτὸν (φονεύεται) ψυχή, οὕτως ἐγέ νετο τὸ πρᾶγμα τοῦτο· καὶ ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν". οὐκ ἂν δὲ παρείκασεν ἡ θεία γραφὴ τὴν βεβιασμένην κοί μησιν τῇ βεβιασμένῃ ἀναιρέσει, εἰ ἦν ὁ θάνατος τοῦ ἀνθρώπου ὡρισμένος· τὸ γὰρ παρὰ θεοῦ ὡρισμένον ἀβίαστόν τε καὶ ἀπαρά βατον· ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὔτε τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκία προσετέθησαν οἱ χρόνοι τῆς ζωῆς, ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πάθους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος. 51
45.9.1
Ἐρώτησις. Καὶ εἰ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, πῶς ἐν τῷ γάμῳ ὁ κύριος ἔλεγε τὸ" οὔπω ἥκει ἡ ὥρα μου" καὶ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τὸ" οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ"; Ἀπόκρισις. Εἰ καὶ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, ἀλλ' ὅμως τῶν παρ' ἡμῖν ἢ περὶ ἡμᾶς γιγνομένων τὰ μὲν γίγνεται ἐν ἐπιτηδείῳ καιρῷ, τὰ δὲ ἐν ἀνεπιτηδείῳ. κα λεῖ οὖν ἡ θεία γραφὴ τὸν ἐπιτήδειον πρὸς τὸ γιγνόμενον πρᾶγμα καιρὸν παρουσίαν τῆς ὥρας, τὸν δὲ ἀνεπιτήδειον ἀπουσίαν τῆς ὥρας· καὶ ἐπειδὴ μετὰ τὴν ποίησιν τοῦ οἴνου καιρὸν ἐπιτήδειον ἡγεῖτο ὁ κύριος τῆς ἐκ τοῦ γάμου ἀναχωρήσεως, διὰ τοῦτο πρὸ τῆς ποιήσεως τοῦ οἴνου εἶπεν" οὔπω ἥκει ἡ ὥρα μου". καὶ πάλιν ἐπειδὴ ἐν τῷ καιρῷ τοῦ πάσχα τῶν Ἰουδαίων ἐχρῆν τὸν κύριον συλληφθῆναι καὶ παθεῖν ἃ ἔπαθε, διὰ τοῦτο πρὸ τοῦ πάσχα ἐρρέθη περὶ αὐτοῦ, ὅτι" οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ", οὐ τῆς ἀνάγκης τῆς ὥρας κωλυούσης αὐτοῦ τὴν σύλληψιν, ἀλλ' ἡ τοῦ θεοῦ πρόνοια. εἰ γὰρ τῇ ἀνάγκῃ τῆς ὥρας ἐκωλύετο τοῦ κυρίου ἡ σύλληψις, οὐκ ἂν ταύτην προσῆψεν ἡ θεία γραφὴ τῷ χωρισμῷ τοῦ τόπου·" ἀνεχώρησε" γάρ, φησίν," ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι"· οὐ μὴν οὐδὲ πρὸ τούτου εἰς Αἴγυπτον ἀνεχώρει, ἱκανῆς οὔσης τῆς ὥρας φυλάττειν αὐτὸν ἀσύλληπτον.

Intertext edge

Open linked passage

Note