Quaestiones et responsiones ad orthodoxos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
52.1.1
ΜΕʹ. Ἐρώτησις. Εἰ καθώς φασί τινες ὁ κατακλυσμὸς ἐν παντὶ τῷ κόσμῳ οὐ γέγονεν, ἀλλ' ἔνθα οἱ τότε ἄνθρωποι ᾤκουν, πῶς ἀληθὲς ὅτι" ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τῶν ὑψηλῶν ὀρέων ιδʹ πήχεις"; Ἀπόκρισις. Οὐ δοκεῖ ἀληθὲς εἶναι τὸ μὴ ἐν παντὶ τῷ κόσμῳ τὸν κατακλυσμὸν γεγονέναι, εἰ μή τι ἄρα κοιλότεροι ἦσαν οἱ τόποι, ἔνθα ὁ κατακλυσμὸς γεγένηται, τῶν λοιπῶν τόπων τῆς γῆς.
52.2.1
Ἐρώτησις. Εἰ τῶν ἀλόγων ἁπάντων δημιουργὸς εἷς ἐστιν, ὁ θεός, διατί τὸ διχηλοῦν ὁπλὴν καὶ μηρυκισμὸν ἔχον καθαρὸν εἶναι ἀπεφήνατο; καὶ πάλιν, διατί τὸ μηρυκισμὸν μὲν ἔχον, οἷον κάμηλος, ὁπλὴν δὲ μὴ διχηλοῦν ἐν τοῖς ἀκαθάρτοις τέτακται; καὶ τὸ ἔμπαλιν, τὸ ὁπλὴν μὲν διχηλοῦν, μηρυκισμὸν δὲ μὴ ἔχον, οἷον χοῖρος, ἐν τοῖς καθαροῖς οὐ λελόγισται, καὶ ἐν τοῖς ἰχθύσι δὲ τὰ ἀλεπίδωτα; καὶ τὰ πετεινὰ δὲ διατί διῄρηνται, καίτοι τινῶν καθαρῶν, εἴ γε συγχωροῦνται, ταὐτὰ τοῖς ἀκαθάρτοις ἐσθιόντων καὶ πραττόντων; Ἀπόκρισις. Φύσει μὲν καθαρὰ ὑπάρχει πάντα τὰ ζῷα καὶ καλὰ ἐξ ἀρχῆς ὑπὸ τοῦ θεοῦ γεγονότα, κατὰ τὸ εἰρημένον" καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν" καὶ τῆς θείας τετυχηκότα εὐλογίας, λεγούσης" αὐξάνεσθε καὶ πληθύνεσθε". ἀλλ' ἐπειδὴ ἐβούλετο ὁ θεός, ὥσπερ ἐν πᾶσι τοῖς ἀνθρωπίνοις, οὕτως καὶ ἐν τοῖς ἐσθιομένοις, ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δου λείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζῴων καὶ πε τεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνό μασεν, ὧν τὴν βρῶσιν ἀπεῖργε. καθαρὰ οὖν ταῦτα καὶ ἀκάθαρτα 53 λέγονται, καθαρὰ μὲν διὰ τὴν φύσιν, ἀκάθαρτα δὲ διὰ τὸν νό μον. ἄλλως δὲ πάλιν καθαρὰ καὶ ἀκάθαρτα λέγονται διὰ ταύτην τὴν αἰτίαν· ἐπειδὴ ἐν τῇ Αἰγύπτῳ τότε πάντα τὰ ζῷα πλὴν χοίρου ἐθεοποιοῦντο, διὰ τοῦτο τῶν ζῴων τὰ μὲν καθαρὰ τὰ δὲ ἀκάθαρτα ὠνόμασεν, καὶ τὰ μὲν καθαρὰ ἐπέτρεψεν αὐτοῖς θύειν καὶ ἐσθίειν, τὰ δὲ μὴ ἐσθίειν ὡς ἀκάθαρτα, δι' ἑκατέρου δει κνύων αὐτὰ ἀνάξια ὄντα τῆς τοῦ θεοῦ προσηγορίας τε καὶ τιμῆς, καὶ διὰ τὸ θύεσθαι καὶ ἐσθίεσθαι αὐτὰ καὶ διὰ τὸ καλεῖσθαι αὐτὰ ἀκάθαρτα.
52.3.1
Ἐρώτησις. Εἰ ἀποχὴν καὶ μετάληψιν ἀκαθάρτων τε καὶ καθαρῶν τοῖς ἐν τῇ παλαιᾷ νόμοις ἡ διάταξις ἡ νομικὴ διηγό ρευσε, πῶς καὶ οἱ ἐν τῇ νέᾳ μετάληψιν καθαρῶν καὶ ἀποχὴν ἀκαθάρτων γινώσκουσιν, οὐδενὸς αὐτοῖς νόμου ταύτην τὴν διαφο ρὰν ἐκδιδάξαντος; ἀλλ' εἰ μὲν τοῦτο ποιοῦσι κατὰ τὴν τοῦ νόμου παράδοσιν, ἐχρῆν αὐτοὺς πάντων μεταλαμβάνειν καὶ ἀπέχεσθαι ὧν ὁ νόμος ἐκήρυξε. πῶς οὖν πάντων κατὰ νόμον οὐκ ἐσθίουσιν, [οἷον] καμηλοπαρδάλεως; εἰ δὲ μὴ τῷ νόμῳ δεδούλωνται, πῶς πάλιν τῶν ὑπ' αὐτοῦ ἀπαγορευθέντων ἀπέχονται, οἷον ἵππου ἢ καμήλου ἢ μυὸς ἤ τινος τῶν λοιπῶν ἀκαθάρτων; νυνὶ δὲ μηδὲ καθόλου τῷ νόμῳ πειθόμενοι, μηδὲ εἰς τὸ παντελὲς αὐτῷ ἀπειθοῦντες, πῶς οὐ δοκοῦσιν ἀπὸ μέρους ποιεῖσθαι τὴν ἑκάστου φυλακὴν καὶ πα ράβασιν, λέγω δὴ τοῦ νόμου καὶ τῆς χάριτος, καὶ τῇ ἀμφοτέρων ἀπειθείᾳ καὶ πεισμονῇ ὑπὸ νόμον καὶ χάριν [εἶναι] καὶ πάλιν μὴ ὑπὸ τούτοις καθεστάναι; Ἀπόκρισις. Ἐν τῇ νέᾳ διαθήκῃ οὐδὲν τῶν εἰσερχομένων εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον. ἀπέχονται δὲ ὧν οὐ μετα λαμβάνουσιν, οὐ κατὰ διαγόρευσιν τοῦ νόμου, ἀλλὰ κατὰ [τὸ] δυσάρε στον τῆς τῶν οὐ μεταλαμβανόντων ἑκουσίου συνειδήσεως. τινὲς δὲ διὰ τὴν κατόρθωσιν τῆς ἐγκρατείας, κατὰ τὴν οἰκείαν ἀρέ 54 σκειαν κοινῶς ἀπέχονται καθαρῶν τε καὶ ἀκαθάρτων, καίτοι εἰ δότες" ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχα ριστίας λαμβανόμενον". ἀλλ' ὅμως τὴν ἐπὶ τῇ κατορθώσει τῆς ἐγκρατείας εὐχαριστίαν μείζονα τῆς ἐπὶ τῇ μεταλήψει βρωμάτων εὐχαριστίας τίθενται. διὰ ταῦτα οὖν οὐδέν ἐστι κοινὸν* νόμου καὶ χάριτος ἀνὰ μέρος, ἀλλὰ χάριτος μόνης τὸ πᾶν ὑπάρχει, τῆς τε μετοχῆς καὶ τῆς ἀποχῆς τῶν μεταλαμβανόντων κατὰ τὸν εἰρη μένον τρόπον.
52.4.1
Ἐρώτησις. Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ τεθέαται, εἶχε τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, καθὼς ἡμῖν ἡ γραφὴ παραδίδωσιν– ἡ γὰρ τοῦ" πάντα" φωνὴ πε ριληπτικὴ ἀμφοτέρων τῶν προλεχθέντων καθέστηκεν–, εἶτα θῦσαι καὶ φαγεῖν ὁ αὐτὸς ἀπόστολος ἀπροσδιορίστως κελευόμενος παρῃ τήσατο," μηδαμῶς κύριε" λέγων," ὅτι οὐδέποτε κοινὸν ἢ ἀκά θαρτον ἔφαγον", πῶς διὰ τῶν αὐτῶν ῥημάτων οὐ δείκνυται πάντα μὲν ἀπαγορεύσας τὰ ἄλογα ὡς ἀκάθαρτα, μεμφόμενος δὲ τὸν* τὴν βρῶσιν αὐτῶν* τὴν ἐξ αὐτῶν ἐπιτρέψαντι, ὡς ἀκαθάρτου ἐδωδῆς κελεύσαντι ἀπογεύσασθαι; Ἀπόκρισις. Ἀπὸ τῆς τοῦ Πέτρου ἀποκρίσεως μανθάνομεν τίνα ἦν τὰ ἐνόντα ἐν τῇ σινδόνι, τουτέστι τὰ ἀκάθαρτα μόνα, καὶ οὐκ ἐξ ἀνάγκης ἡ τοῦ" πάντα" φωνὴ περιέχει καὶ τὰ καθαρά· δυνατὸν γὰρ [τῷ]" πάντα τὰ τετράποδα καὶ τὰ πετεινὰ τῆς γῆς" λέγεσθαι καὶ τὰ ἀκάθαρτα. τὸ δὲ" οὐδαμῶς κύριε, ὅτι οὐ δέποτε κοινὸν ἢ ἀκάθαρτον ἔφαγον" πρὸς τὴν θέαν πάντων τῶν ἐπὶ τῇ σινδόνι δειχθέντων αὐτῷ ἀπεκρίνατο καὶ οὔ τινων. τὸ οὖν σκεῦος, ἐν ᾧ ἦν" πάντα τὰ πετεινὰ καὶ τὰ τετράποδα τῆς γῆς", 55 κατὰ παράληψιν εἴρηται τοῦ ἀκαθάρτου, ἀντὶ τοῦ" ἐν ᾧ ἦν πάντα τὰ ἀκάθαρτα πετεινά τε καὶ τετράποδα τῆς γῆς". καὶ ὥσπερ ὅταν λέγῃ ἡ γραφή, ὅτι" παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν", ἡ τοῦ" παντὸς" φωνὴ οὐ περιέχει πιστόν τε καὶ ἄπιστον ἄνδρα, ἀλλὰ πιστὸν μόνον– ὁ γὰρ πιστὸς ἀνήρ ἐστι σῶμα τοῦ Χριστοῦ καὶ ὁ Χριστὸς τοῦ πιστοῦ ἀνδρὸς λέγεται κεφαλή–, οὕτως οὐδὲ ἡ τοῦ" πάντα" φωνὴ περιεκτική ἐστι καθαρῶν τε καὶ ἀκαθάρτων, ἀλλὰ τῶν ἀκαθάρτων μόνον, δι' ὧν προεμηνύθη τῷ Πέτρῳ ἡ πρόσληψις τῶν ἀκαθάρτων ἐθνῶν, ὧν τῇ πίστει τοῦ Χριστοῦ ἐκαθάρισεν ὁ θεὸς τὰς καρδίας.
52.5.1
Ἐρώτησις. Εἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διατί περὶ τῆς χρίσεως τοῦ Σαοὺλ λέγει μεταμεμελῆσθαι καὶ περὶ τῆς κατα στροφῆς τῆς Νινευὴ ὅτι μετενόησεν; Ἀπόκρισις. Ὁ δεσπότης Χριστὸς καὶ κατὰ τὸ ὑπάρχειν καὶ κατὰ τὸ πράττειν τὰς πρεπούσας αὐτῷ πράξεις ἄτρεπτός ἐστι· προνοῶν δὲ τῶν τρεπομένων πρὸς τὸ λυσιτελὲς τοῖς ὑπ' αὐτοῦ προνοουμένοις τρέπει τὰ πράγματα. διὸ καὶ πρὸς τὸ συγγινώ σκειν καὶ πρὸς τὸ μὴ συγγινώσκειν ἀτρέπτως ἔχει. συγγινώσκει ἄρα τρεπτῶς τοῖς διορθοῦσι τὰ ἑαυτῶν πταίσματα, τοῖς δὲ ἀδιορ θώτως ἔχουσι πρὸς τὰ κακά, ἀτρέπτως οὐ συγγινώσκει. τὸ οὖν" μετα μεμέλημαι" τὸ ἄτρεπτον αὐτοῦ ἐμφαίνει, τὸ μὴ κατὰ τὸ συγγινώ σκειν· ἄτρεπτος γάρ ἐστιν ὁ θεός. τὸ δὲ" μετενόησεν ὁ κύριος" τὸ αὐτὸ δηλοῖ, τὸ μὴ κατὰ τὸ συγγινώσκειν· ἄτρεπτος γὰρ ἔστιν ὁ θεὸς καὶ ἀεὶ ἐν τοῖς αὐτῷ πρέπουσι ποιεῖν διαμένει· τροπὴν γὰρ εἰς τὸ ποιεῖν τὰ μὴ πρέποντα αὐτῷ οὐ δέχεταί ποτε.