Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones et responsiones ad orthodoxos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
56.1.1
Νʹ. Ἐρώτησις. Εἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, ὥσπερ οὔτε ἦν, πῶς οὐκ ἦν παρὰ τὸν νόμον; εἰ δὲ παρὰ τὸν νόμον ἦν, πῶς ὑπὸ τῶν ἐννόμων ἐδέχθη; πῶς δὲ οὐ παράνομοι οἱ ὑπὸ τὸν νόμον ὄντες καὶ τὸ παρὰ τὸν νόμον δεξάμενοι βάπτισμα; εἰ δὲ ὑπὲρ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νόμον μήτε παρὰ νόμον μήτε ὑπὲρ νόμον λεγόμενον, κατὰ τί γινόμενον εὑρεθήσεται; Ἀπόκρισις. Τὸ βάπτισμα Ἰωάννου προοίμιον ἦν τοῦ εὐαγγελίου τῆς χάριτος, διὸ καὶ ὑπὲρ τὸν νόμον ἦν· οὐδὲ γὰρ ἐνε δέχετο τοὺς κατὰ νόμον ἁμαρτήσαντας ἐν τούτῳ διὰ μετανοίας καὶ πίστεως τοῦ Χριστοῦ δέξασθαι τὴν συγχώρησιν, μὴ ὄντι ὑπὲρ τὸν νόμον.
56.2.1
Ἐρώτησις. Εἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ ὅτι αὐτός ἐστιν ἠβούλετο, ὅτε ἀπέστειλεν αὐτοὺς πρὸς αὐτόν, τοῦτο γάρ τινες εἰρήκασι, διατί μὴ κατὰ ἀπόφασιν εἶπεν αὐτοῖς, ἀλλὰ κατὰ πεῦσιν δι' αὐτῶν τῷ Χριστῷ προσήγα γεν; εἰ δὲ αὐτὸς διὰ τὸ τῇ εἱρκτῇ ἑαυτὸν ἐμβεβλῆσθαι ἐκ τῶν λεγομένων ποικίλως εἰς τὴν περὶ αὐτοῦ ἀμφιβολίαν κατέστη, καὶ γὰρ τοῦτο εἰρήκασιν ἕτεροι, διατί. ὡς μηδέπω αὐτὸν ἐλθόντα ἐγνωκὼς ἐπηρώτα; τὸ γὰρ" σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδο κῶμεν", ὡς μηδέπω μὲν τὸν Χριστὸν παραγενόμενον, ἔρχεσθαι δὲ αὐτὸν προσδοκώμενον τὴν ὑπόνοιαν δίδωσι· πεπεισμένος γὰρ τοῦτο, οὐκ ἂν ἐπηρώτησε" σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερός τις παρ' ἐκεῖνον"; Ἀπόκρισις. Ὅτι μὲν οὐκ ἠγνόει ὁ Ἰωάννης, ὅτι ἐλήλυθενἤδη ὁ Χριστός, παντί που δῆλόν ἐστιν· ἐπειδὴ δὲ διάφοροι φῆμαι 57 περὶ ὧν ἐποιήσατο θαυμάτων ὁ Ἰησοῦς διέτρεχον, τῶν μὲν λε γόντων Ἠλίας εἶναι ὁ ταῦτα πεποιηκώς, τῶν δὲ Ἱερεμίας. τῶν δὲ ἄλλος τις τῶν προφητῶν, ταύτας τὰς φήμας ἀκούων ὁ Ἰωάννης ἐν τῇ εἱρκτῇ πέμπει τοὺς μαθητὰς αὑτοῦ μαθεῖν, εἰ ὁ τὰ σημεῖα ποιῶν αὐτός ἐστιν ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς, ἢ ἕτερός τις, ὁ παρὰ τῶν πολλῶν θρυλλούμενος. γνοὺς δὲ ὁ Ἰησοῦς τοῦ Ἰωάννου τὸν σκοπόν, ἐπὶ τῆς παρουσίας τῶν μαθητῶν Ἰωάννου ἐποίησε πολλὰ θαύματα, πείθων αὐτοὺς καὶ δι' αὐτῶν καὶ τὸν Ἰωάννην, ὡς αὐτὸς εἴη πεποιηκὼς καὶ τὰ ἐπ' ὀνόματι ἑτέρων φημιζόμενα θαύματα, ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς.
56.3.1
Ἐρώτησις. Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χρι στὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; πῶς δὲ αὐτὸς ἐπαγγειλάμενος πρὸς ἑαυτὸν ἕλκειν οὐκ ἐναντιοῦται τῷ" οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ἑλκύσῃ αὐτόν"; Ἀπόκρισις. Ἀπὸ τοῦ οἰκείου τέλους πᾶς λόγος κρίνεται· τέλος δὲ τὸ πάντας ἕλκειν πρὸς ἑαυτόν," ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν". οὐ χρὴ οὖν τὰ τοῦ τέλους πρὸ τοῦ τέλους ἀπαιτεῖν. ἕλκει δὲ ὁ πατὴρ πρὸς τὸν υἱὸν τῷ δοῦναι τῷ υἱῷ τὴν ἐξουσίαν τε καὶ δύναμιν τοῦ δύνασθαι πάντας ἕλκειν πρὸς ἑαυτόν· διὸ οὐδὲν ἐναντίον ἐν τοῖς λόγοις.
56.4.1
Ἐρώτησις. Εἰ ἐν τοῖς δαιμονιῶσιν οἱ δαίμονες διηνεκῶς ἐνοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; εἰ δὲ τοῦτο ποιοῦσι τῶν πασχόντων πρὸς βραχὺ χωριζόμενοι, πῶς, ὅτε ἀοράτῳ δυ νάμει ἀπ' αὐτῶν διωχθῶσιν, οὐκέτι ἐν αὐτοῖς ἴχνη τῆς οἰκείας παρουσίας δεικνύουσιν; 58 Ἀπόκρισις. Ἀδύνατον τὸν [δαίμονα] τοῖς δαιμονιῶσι ποιῆσαι τῇ ἀπουσίᾳ ἅπερ ποιεῖ τῇ παρουσίᾳ· οὐ γὰρ βουλήσει μόνον ἐνεργοῦ σιν [οἱ δαίμονες], ἀλλὰ καὶ παρουσίᾳ. διὸ μὴ παρόντος τοῦ δαίμονος, οὐδὲ τὰ ἴχνη αὐτοῦ πάρεστιν. ἡ γὰρ ἀπελαύνουσα αὐτὸν ἀόρατος δύνα μις φόβον αὐτῷ ἐντίθησι τοῦ μηκέτι πλησιάζειν τῷ θεραπευομένῳ.
56.5.1
Ἐρώτησις. Εἰ μόνου θεοῦ ἐστιν ἰσχὺν καὶ ζωὴν διδόναι τοῖς σώμασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες, ἐνισχύοντες τῶν δαιμονιώντων τὰ σώματα, ὥστε δεσμὰ καὶ ἁλύσεις συντρίβειν;" ἐδεσμεῖτο γάρ", φησίν," ἁλύσεσι καὶ πέδαις καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὴν ἔρημον". Ἀπόκρισις. Οὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύ ναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαρρήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, ἀλλ' αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέρρησσε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τὰ τοῦ δαίμονος ἔργα.
56.6.1
Ἐρώτησις. Εἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι, διατί παρακουσθέντων τῶν χρησμῶν τοῖς Ἕλλησι τιμωρίας ἐπήγαγον, καὶ θεραπευθέντων τῶν εἰδώλων ταύτας ἀνέ σχον καὶ ἀγαθὰ αὐτοῖς ἀντὶ τούτων παρέσχον; πόθεν οὖν αὐτοῖς δύναμις εἰς τὴν ἑκατέρου ἐνέργειαν; Ἀπόκρισις. Ἔθος ἦν τοῖς δαίμοσι πρὸς πλάνην ἀνθρώπων προσάπτειν ἑαυτοῖς, ὥσπερ τοῦ θεοῦ τὸ ὄνομα, οὕτω καὶ τὰ ἔργα. ὅτι δὲ οὐκ ἔστι τοῖς δαίμοσιν ἰσχὺς ἀμυντικὴ τῶν ἀνη 59 κόων, δείκνυται ἐκ τῆς καταλύσεως, ἣν ὑπέμεινεν ὁ ἑλληνισμὸς ὑπὸ τοῦ χριστιανισμοῦ· φανερῶς γὰρ ὤφθη ὁ ἑλληνισμὸς οὐχ ἑτέρᾳ δυνάμει κατὰ τοῦ χριστιανισμοῦ χρησάμενος, πλὴν τῇ διὰ χειρὸς ἀνθρώπων καὶ ξιφῶν· εἰ γὰρ εὐπόρει ὁ ἑλληνισμὸς θείας δυνάμεως, ὑπερμαχούσης αὐτοῦ καταλυομένου, οὐκ ἂν τῇ ἀνθρω πίνῃ δυνάμει ἐχρήσατο, σῴζειν ἐν αὐτῇ μάτην προσδοκήσας καὶ ἑαυτὸν καὶ τοὺς θεοὺς αὑτοῦ ἐκ τῆς καταλύσεως· ὅπερ ἐστὶ μέ γιστος ἔλεγχος τῆς τῶν δαιμόνων καταλύσεως καὶ ἀσθενείας καὶ τοῦ μηδέποτε αὐτοὺς δυνηθῆναι θεῖα ἔργα ἐκτελεῖν. τιμωρητικὰ τῶν ἐναντίων καὶ εὐεργετικὰ τῶν ὑπηκόων. ἔτι δέ, εἰ πᾶσα θε ραπεία ζώντων ἐστὶ καὶ αἰσθανομένων, πῶς οὐκ ἔστι προδήλως ψευδὲς τὸ" θεραπευθέντων δὲ τῶν δαιμόνων ἀνέσχον τὰς τιμω ρίας", τῶν μήτε ζώντων μήτε αἰσθανομένων, ἀλλ' ὥσπερ πρὸς τὰς θεραπείας, οὕτω καὶ πρὸς τὴν παρακοὴν τῶν χρησμῶν ἀναισθή τως ἐχόντων;
56.7.1
Ἐρώτησις. Εἰ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ λέγει ὅτι" δύο δύο" καὶ" ἑπτὰ ἑπτὰ" ἐν τῇ κιβωτῷ εἰσηνέχθησαν ἄλογα, πῶς οὐ δʹ καὶ ιδʹ ἐκ τῶν ἀκαθάρτων καὶ καθαρῶν εἰσηνέχθη; τινὲς γὰρ εἰρήκασι τοῦτο, τινὲς δὲ ὅτι δύο καὶ ἑπτὰ μόνον. τίς οὖν ἐκ τῶν δύο ἀληθέστερον εἶπεν; Ἀπόκρισις. Ἀληθέστερον εἶπεν ὁ εἰπὼν δʹ καὶ ιδʹ τοῦ εἰπόντος δύο καὶ ἑπτά· τὸ γὰρ" δύο δύο" εἶπεν ἀντὶ τοῦ δύο ἄρ ρενα καὶ δύο θήλεα, καὶ" ἑπτὰ ἑπτὰ" ἀντὶ τοῦ ἑπτὰ ἄρρενα καὶ ἑπτὰ θήλεα, καθαρὰ μὲν τὰ ἑπτὰ ἑπτά, ἀκάθαρτα δὲ τὰ δύο δύο.
56.8.1
Ἐρώτησις. Ἐπειδὴ τὴν τῶν πολυομμάτων ζῴων ὀπτασίαν 60 Ἡσαΐας καὶ Ἰεζεκιὴλ ἐθεάσατο, ἆρα ἀμφοτέροις ἕν τι ἀπεκαλύπτετο, ἢ θατέρῳ ἐδείκνυτο θάτερον; τί δὲ καὶ ἐδήλου τὸ δεικνύμενον; Ἀπόκρισις. Διὰ μὲν τῆς κατὰ τὸν προφήτην Ἡσαΐαν ὀπτασίας τὸ κατὰ Χριστὸν ἐδήλου μυστήριον, καθήμενον ἐπὶ θρόνου δόξης καὶ τῇ βρώσει τῆς ἁγίας αὑτοῦ σαρκὸς καθαρισμὸν ποιοῦντα ἁμαρτίας εὐσεβῶν ἀνθρώπων τῶν ἐν πάσῃ τῇ γῇ δοξαζόντων τὴν ἁγίαν καὶ ὁμούσιον τριάδα ἐπὶ τῷ μεγέθει τῶν θείων δω ρεῶν, ἧς τῷ ὀνόματι βαπτισθέντες ἐδικαιώθησαν, λαβόντες τῆς τῶν οὐρανίων τε καὶ αἰωνίων ἀγαθῶν μετουσίας τὴν ἐλπίδα· ὃν γὰρ ἐθεάσατο ὁ προφήτης ἄνθρακα τοῖς ἀκαθάρτοις αὐτοῦ χείλεσι προσαγόμενον εἰς κάθαρσιν ἀνομιῶν καὶ ἁμαρτιῶν, μήνυμα εἶχε τῆς δεσποτικῆς σαρκός, καθαριζούσης τὸ συνειδὸς τῶν ἐσθιόντων αὐτὴν ἀπὸ πάσης ἁμαρτίας. διὰ δὲ τῆς κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίας τὰ μέλλοντα ἐδήλου συμβήσεσθαι τῷ Ναβουχο δονόσορ βασιλεῖ Βαβυλῶνος, ψυχαγωγίαν ἔχοντα τῶν ἐν τῇ αἰχμα λωσίᾳ ἐν Βαβυλῶνι ὄντων Ἰσραηλιτῶν· ἐθεάσατο γὰρ ὁ προφή της τὰ τετραπρόσωπα ζῷα, ὁμοίωμα ἔχοντα ἀνθρώπου τε καὶ λέοντος, μόσχου τε καὶ ἀετοῦ. λέγει δὲ καὶ ὁ προφήτης Δανιὴλ περὶ τοῦ Ναβουχοδονόσορ, ὅτι ηὐξήθησαν οἱ ὄνυχες αὐτοῦ ὡς ἀετοῦ καὶ αἱ τρίχες αὐτοῦ ὡς λέοντος, καὶ χόρτον ἐψώμισαν αὐτὸν ὡς τὸν μόσχον, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἐκ ταύ της δὲ τῆς ὀπτασίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις τοῖς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυναστείαν ἀποβλεψαμένοις, ἐν ἀπογνώσει καθεστῶσι τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας. ἵνα οὖν ἀπὸ ταύτης τῆς ἀπογνώσεως μεταστήσῃ τοὺς Ἰσραηλίτας ὁ θεὸς καὶ 61 παρασκευάσῃ αὐτοὺς πρὸς τὴν αὑτοῦ δυναστείαν ἀποβλέπειν, δείκνυσι τῷ προφήτῃ ἡμέρου τε καὶ ἀνημέρου ζῴου τὴν σύζευξιν καὶ βαρυσώ μου καὶ πετεινοῦ τὴν σύμπτησιν· ἥμερον γὰρ ζῷον ὁ ἄνθρωπος, ἀνή μερον δὲ ὁ λέων καὶ βαρύσωμον μὲν ζῷον ὁ μόσχος, πετεινὸν δὲ καὶ κοῦφον ζῷον ὁ ἀετός. ἐν ἐκείνοις μὲν δηλοῖ τὴν τῆς βασιλείας ἐξ ἀνημέρου εἰς ἡμερότητα μετάστασιν, ἐν τούτοις δὲ [τὴν] τῆς βα ρύτητος τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβολήν· ὑπόζυγος γὰρ ὁ μόσχος, ζυγοῦ δὲ ἐλεύθερος ὁ ἀετός. δείκνυσι δὲ τῷ προφήτῃ καὶ τροχόν, ἐν τῷ τροχῷ μηνύων τὴν τῶν Ἰουδαίων ἀναγωγὴν εἰς αἰχμαλωσίαν καὶ ἐπαναγωγὴν εἰς τὰ ἴδια.
56.9.1
Ἐρώτησις. Διατί ἐπὶ τοῦ Ἰεζεκιὴλ κατακέχρηται ὁ θεῖος χρησμὸς τῷ τοῦ" υἱὲ ἀνθρώπου" προσρήματι, ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε; καὶ εἰ τὴν παγκόσμιον ἀνάστασιν ἐπὶ τῶν ξηρῶν ὀστέων ὁ αὐτὸς προφήτης τεθέαται, καὶ εἰ τῷ ὄντι ἀνέστησαν τὰ ὀστέα, ἄνθρωποι γενόμενοι τέλειοι, καθὼς ἡ τοῦ αὐτοῦ προφήτου βίβλος διδάσκει, σαφήνισον. Ἀπόκρισις. Ἐπειδὴ ἔμελλε διὰ τοῦ προφήτου Ἰεζεκιὴλκατ' ὀπτασίαν προζωγραφεῖσθαι τῶν νεκρῶν ἡ ἀνάστασις, μέλ λουσα γίνεσθαι ἐπὶ πραγμάτων διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου κατὰ τὸ εἰρημένον" ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ οἱ ἀκούσαντες ζήσονται". διὰ τοῦτο καλεῖται τῷ τοῦ υἱοῦ τοὺ ἀνθρώπου ὀνόματι· καὶ καθάπερ Ἰησοῦς τοῦ Ναυὴ μέλλων κατ' αὐθεντίαν ἡλίῳ καὶ σελήνῃ προστάττειν τὴν στάσιν λαμβάνει τοῦ Ἰησοῦ τὸ ὄνομα τὸ ὑπὸ τῆς κτίσεως (διὰ) τὴν ὑπακοὴν τοῦ προ 62 στάγματος τιμώμενον, οὕτω καὶ ὁ Ἰεζεκιὴλ λαμβάνει τοῦ υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα καὶ διὰ τῆς ὀπτασίας ἐγείρει τοὺς νεκροὺς τῇ δυνάμει τοῦ προσρήματος, ἦν δὲ ἐπὶ τοῦ Ἰεζεκιὴλ τὰ πάντα ὀπτασία, καὶ τὰ ὀστέα καὶ ἡ τούτων ἀνάστασις. δείκνυσιν οὖν τῷ προφήτῃ ταύτην τὴν ὀπτασίαν ὁ θεός, προηγουμένως μὲν μη νύων δι' αὐτῆς τὴν ἐσομένην διὰ Χριστοῦ πανδημικὴν ἀνάστασιν τῶν νεκρῶν, ἔπειτα δὲ πρὸς τὴν ψυχαγωγίαν τῶν Ἰσραηλιτῶν, ἀπογνόντων ἑαυτοὺς τοῦ δύνασθαι ἔτι ἐλευθεροῦσθαι τῆς τῶν βαβυλωνίων δουλείας· καθάπερ γὰρ νεκρὰ σώματα ἐν τοῖς μνη μείοις κείμενα ἐλπίδα οὐκ ἔχοντα ἐγέρσεως, οὕτως ἑαυτοὺς ἐλο γίσαντο εἶναι ἐν Βαβυλῶνι, χωρὶς πάσης ἐλπίδος τῆς ἐπανόδου. δηλοῖ δὲ τοῦτο ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει·" καὶ ἐλάλησε κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν· ἀπώ λετο ἡ ἐλπὶς ἡμῶν" καὶ τὰ ἑξῆς.
56.10.1
Ἐρώτησις. Εἰ καλὰ τὰ τοῦ βίου πάντα, διατί οἱ τού των ἀπεχόμενοι ἐν γραφαῖς ἐπαινοῦνται καὶ οἱ ἀντεχόμενοι αὐτῶν διαβάλλονται; εἰ δὲ φαῦλα τυγχάνει, διατί τὰ φαῦλα τῇ ἡμετέρᾳ ζωῇ συμπαρέζευκται, καὶ ταῦτα ἀγαθοῦ τοῦ δημιουργοῦ τυγχάνοντος Ἀπόκρισις. Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου καλῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ' ἑκά τερον πρέποντι λόγῳ γινόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχε σθαι αὐτῶν ἐστιν ἐπαινετόν. ἐναντίως δὲ γινόμενον, ἀμφότερά ἐστι ψεκτά. ὅτι δὲ οὐδὲν φαῦλον κατ' οὐσίαν συμπαρέζευκται τῇ ἡμε τέρᾳ ζωῇ, δηλοῖ ἡ θεία γραφὴ τῶν δημιουργημάτων ἐπαινοῦσα τὴν γένεσιν, λέγουσα" καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν". παρατρεψάντων δὲ ἡμῶν ἑκουσίως τὰ καλά, τὰ φαῦλα ὑφίσταται· οὐκ ἔστι γὰρ φαῦλον ἐν τῷ βίῳ, τῶν ἐν αὐτῷ 63 καλῶν ἀτρέπτων μενόντων, ὥστε μηδὲν εἶναι φαῦλον παρὰ τὴν παρατροπὴν τοῦ καλοῦ. οὐδὲν οὖν συμπαρέζευκται φαῦλον τῇ ἡμε τέρᾳ ζωῇ· τὰ γὰρ φαῦλα χρήσει ἀλόγῳ ἐστὶ φαῦλα καὶ οὐ φύ σει, προαιρετὸν δὲ καὶ τὸ χρῆσθαι καὶ τὸ μὴ κεχρῆσθαι ἢ κα λῶς ἢ φαύλως.
56.11.1
Ἐρώτησις. Εἰ ἐν τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις. διατί Μωυσῆς μὲν οὐρανὸν καὶ γῆν τῷ λαῷ διαμαρτύρεται, Ἡσαΐας δὲ κατηγορῶν τοῦ λαοῦ τούτοις ἀκούειν ἐγκελεύεται; Ἀπόκρισις. Τὰ λεγόμενα πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρὸς τοὺς ἐν αὐτοῖς λέγεται λογικούς, ὡς τὰ λεγόμενα πρὸς τὴν πό λιν πρὸς τοὺς πολίτας λέγεται, ὡς τὸ" Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν". οὐ γὰρ ἡ πόλις ἀπέκτεινε καὶ ἐλιθοβόλησεν, ἀλλ' οἱ πολῖται.
56.12.1
Ἐρώτησις. Διατί ὁ κύριος ἔλεγε, πρὸς τὴν Μαρίαν μετὰ τὴν ἔγερσιν" μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πα τέρα"; εἰ μὲν οὖν πρὸ τῆς ἀναλήψεως οὐδενὶ ἐξῆν αὐτοῦ ἅπτε σθαι, πῶς μετὰ μικρὸν τοῖς μαθηταῖς καὶ τῷ Θωμᾷ ποιεῖν ἐπέ τρεπε τοῦτο; εἰ δὲ ἐξῆν, πῶς ὃ ἔμελλε μετὰ μικρὸν τοῖς πολ λοῖς ἐπιτρέπειν, ἀπηγόρευσε πρὸ μικροῦ ἐπὶ ταύτης; Ἀπόκρισις. Τὸ" μή μου ἅπτου" εἴρηται πρὸς τὴν Μα ρίαν ὑπὸ τοῦ σωτῆρος, κατὰ τὴν ἔννοιαν τοῦ" μή μοι ἀκολούθει, ὥστε διὰ παντὸς συνεῖναί μοι κατὰ τὴν πρὸ τοῦ σταυροῦ μου διαγωγήν"· ἐβούλετο γὰρ κατὰ μικρὸν ἀπεθίζειν τοὺς μαθητὰς τῆς τοῦ σώματος αὐτοῦ θέας καὶ παρουσίας. διὸ οὔτε διὰ παντὸς ὡρᾶτο τοῖς μαθηταῖς ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἐν αἷς διέ τριβεν ἐπὶ τῆς γῆς μετὰ τὴν ἀνάστασιν, οὔτε πάντῃ ἀθέατον αὐ 64 τοῖς ἑαυτὸν κατέστησεν· ἀλλ' ἐκ διαλείμματος ἀμφότερα ἐποιεῖτο, καὶ τὸ ὁρᾶσθαι αὐτοῖς καὶ τὸ μὴ ὁρᾶσθαι.
56.13.1
Ἐρώτησις. Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη, ἄρρεν καὶ θῆλυ, ἐν τῇ κοσμοποιίᾳ παρῆχθαι; ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι πρὸς σύστασιν τοῦ μὴ ἐξ ἀλό γων δορᾶς τοὺς δερματίνους χιτῶνας τοῖς πρώτοις ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δεδόσθαι. Ἀπόκρισις. Εἰ ἐν ἑκάστῳ γένει ἔστι τινὰ γεναρχῆ, καὶ τὰ μὲν γεναρχῆ εἰσιν ἔργα τοῦ θεοῦ, τὰ δὲ ὑπὸ τὰ γεναρχῆ εἰσιν ἔργα φύσεως. διὰ σπορᾶς καὶ γεννήσεως ὑφεστῶτα, δῆλον ὅτι ἑκάστου γένους* πλὴν τῆς μιᾶς ζυγῆς ἑκάστου γένους ἀρρενοθή λεος οὐκ ἐποίησεν ὁ θεός. χιτῶνας δὲ δερματίνους ἐποίησεν ὁ θεὸς οὐκ ἀνθρωπίνως, ἀλλὰ δημιουργικῶς· οὐ γὰρ ζῷα σφάξας καὶ τούτων τὰ δέρματα συρράψας χιτῶνας ἐποίησεν, ἀλλ' αὐτοὺς χιτῶνας τοὺς δερματίνους ἐδημιούργησεν. ἀλλ' ἴσως ἐρεῖ τις ὅτι, εἰ ἐδημιούργησεν ὁ θεὸς τοὺς δερματίνους χιτῶνας μετὰ ἑπτὰ ἡμέρας τῆς δημιουργίας, πῶς λέγει ἡ γραφή, ὅτι" κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ᾧ ἤρ ξατο ποιεῖν"; γινωσκέτω ὁ τοῦτο λέγων, ὅτι ὧν ἤρξατο ποιεῖν κατέπαυσε τὴν ποίησιν, τουτέστι τοῦ ποιεῖν τὰ μὴ ὄντα· τὰ δὲ δέρματα, ἃ νῦν ποιεῖ, οὐ νῦν ἄρχεται ποιεῖν, ἀλλ' ἐν τῇ ποιή σει τῶν ζῴων καὶ τὰ δέρματα αὐτῶν ἐγένοντο πάλαι. κατὰ ταῦτα δὲ καὶ τὸ" ἔπλασεν ἔτι κύριος ὁ θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ κτήνη καὶ τὰ θηρία τῆς γῆς καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ" καὶ τὰ ἑξῆς· τὸ γὰρ" ἔτι" τὴν δευτέραν σημαίνει τούτων γένεσιν. 65
56.14.1
Ἐρώτησις. Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες, νῦν δὲ ἡμεῖς ὑμνοῦντες τῇ ὡσαννὰ φωνῇ καὶ τῇ τοῦ ἀλληλούια κεχρήμεθα, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; Ἀπόκρισις. Ἑρμηνεία ἐστὶ τοῦ μὲν ἀλληλούια τὸ" ὑμνήσατε μετὰ μέλους τὸ ὅν", τοῦ δὲ ὡσαννὰ" μεγαλωσύνη ὑπερ κειμένη".
56.15.1
Ἐρώτησις. Εἰ ἄτρεπτον τὸν θεῖον, πῶς βλασφημούμενον καὶ εὐφημούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις τῆς ἑκατέρων πράξεως πολλάκις ἀξίας ἀντέδωκεν; Ἀπόκρισις. Μένων ὁ θεὸς ἐν τῇ οἰκείᾳ αἰσθήσει τε καὶ δικαιοσύνῃ ἀτρέπτως ἑκάστῳ τὸ κατ' ἀξίαν ἀποδίδωσιν, οὐ νῦν κατὰ παρατροπὴν τοῦτο ποιεῖν εὑρών, ἀλλ' ἀεὶ ἐσχηκὼς καὶ ἔχων τὸ ἐν τούτοις ἄτρεπτον· τὸ δὲ ἐν ἴσῃ τάξει ἔχειν τοὺς βλασφή μους καὶ τοὺς εὐχαρίστους ἀναισθησίας ἦν ἢ ἀδικίας, ἅπερ ἐστὶ θεοῦ ἀλλότρια.
56.16.1
Ἐρώτησις. Εἰ εὐσεβεῖ ζήλῳ κινούμενος ὁ Σαοὺλ τὰς ἐγγα στριμύθους ἀνεῖλε, διατί συνηλάθη, ὥστε παρ' ἐγγαστριμύθου ζη τῆσαι πρόρρησιν; καὶ εἰ τῷ ὄντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγεν, ἐπειδὴ τοῦτο φησὶν ἡ γραφή; καὶ ὅτι ἀληθεύει μὲν αὕτη, τὸ δὲ πρᾶγμα ἀσεβὲς δῆλον. Ἀπόκρισις. Ὁ ζήλῳ θείῳ ποιῶν τι, οὗτος οὐ θεομαχεῖ. ὑπόνοιαν δὲ ὁ Σαοὺλ ἐσχηκὼς εἰς τὸν Δαυίδ, ὡς ὅτι εἰς αὐτὸν μετέθηκεν ὁ θεὸς τὴν βασιλείαν, παντοίως ἐμηχανᾶτο ἀναιρεῖν τὸν Δαυίδ, ἵνα εἰς ἔργον μὴ ἐκβῇ ἡ ἐπ' αὐτὸν θεία ψῆφος. ἀνεῖλε δὲ τὰς ἐγγαστριμύθους, τούτῳ προσδοκήσας διαλλάξαι τὸν 66 θεόν, ὥστε ἀνατρέψαι τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας οἰ κείαν ψῆφον, οὐ τὴν ἀσέβειαν τῶν ἐγγαστριμύθων μισῶν, ἀλλὰ τὴν βασιλείαν φιλῶν. καὶ ἐπειδὴ οὐ προσεδέξατο ὁ θεὸς τὸν σκοπὸν αὐτοῦ, διὰ τοῦτο αὐτὸν ἐγκατέλιπεν ἐπιδεηθῆναι ὧν οὐκ ἀγαθῷ σκοπῷ ἐποιή σατο τὴν ἀναίρεσιν· τὰ δὲ ἄλλα πάντα τὰ ὑπὸ τῆς ἐγγαστριμύθου γε γονότα, κατὰ τὴν ἐνέργειαν γεγένηται τοῦ δαίμονος τοῦ τὰς ὄψεις φαντάσαντος τῶν ὁρώντων τὸν οὐκ ὄντα Σαμουὴλ ὡς τὸν Σα μουὴλ ὁρᾶν. ἡ δὲ ἀλήθεια τῶν ῥημάτων γέγονεν ἐκ τοῦ θεοῦ τοῦ δεδωκότος τῷ δαίμονι ἐν σχήματι τοῦ Σαμουὴλ ὀφθῆναι τῇ ἐγγαστριμύθῳ καὶ δεῖξαι τοῦ μέλλοντος τὴν δήλωσιν. καὶ ἐπειδὴ τοῦ Σαμουὴλ οὐκ ἤκουσεν ὁ Σαούλ, τοῦ εἰρηκότος αὐτῷ τῆς βασιλείας τὴν ἀφαίρεσιν, ἀλλὰ καὶ μετὰ τὴν θείαν ψῆφον τὴν ἀποδοκιμά σασαν αὐτὸν τῆς βασιλείας ἔτι ἀντεποιεῖτο τῆς βασιλείας, διὰ τοῦτο ἀνάξιον αὐτὸν ἔκρινεν ὁ θεὸς τοῦ διὰ τῶν ἀνακειμένων αὐτῷ προμηνῦσαι αὐτῷ τὰ ἐσόμενα, καθάπερ πεποίηκε καὶ ἐπὶ τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, τὸν ἀπιστήσαντα τοῖς τῆς ἀληθείας προφήταις καὶ πιστεύσαντα τοῖς ψευδοπροφήταις· δι' ἣν αἰτίαν ἔπεμψεν αὐτῷ πνεῦμα ψευδές, καθώς φησιν ἡ βίβλος τῶν Βασιλειῶν· ᾧ πιστεύσας ὁ Ἀχαάβ, ἀπατηθεὶς ἀπῆλθεν εἰς πόλεμον καὶ ζῶν οὐκ ἀνέκαμψεν.
56.17.1
Ἐρώτησις. Εἰ ἄρρεν καὶ θῆλυ ἕνεκεν παιδοποιίας ἐκτίσθη, ταύτης ἐν τῇ ἀναστάσει οὐ γινομένης, ἆρα ἀνίστανται οἱ ἄνθρω ποι τὴν τῶν παιδοποιῶν μορίων διαφορὰν ἔχοντες; καὶ εἰ τοῦτο, πῶς οὐκ ἔστι περιττὸν τὸ μέλη ἐπάγεσθαι ἄπρακτα; Ἀπόκρισις. Εἰ καὶ πρὸς παιδοποιίαν οὐκ ἔστι χρήσιμα τὰ γεννητικὰ μόρια μετὰ τὴν ἀνάστασιν, ἀλλὰ πρὸς ἀνάμνησιν 67 τοῦ διὰ τῶν τοιούτων μορίων εἰληφέναι τοὺς ἀνθρώπους τὴν γέν νησίν τε καὶ αὔξησιν καὶ τὴν διαμονήν ἐστι χρήσιμα· εἰσαγόμεθα γὰρ δι' αὐτῶν εἰς ἔννοιαν τῆς τοῦ θεοῦ σοφίας τῆς ταῦτα μη χάνημα κατὰ τοῦ θανάτου ταξαμένης φυλακτικὰ τοῦ γένους ἡμῶν ἐν ἀθανασίᾳ τῇ διαδοχῇ τῶν τικτομένων.
56.18.1
Ἐρώτησις. Εἰ τὴν παράβασιν καὶ τὴν μέλλουσαν δι' αὐτῆς ἐπάγεσθαι τῷ λαῷ τιμωρίαν ὁ Μωσῆς προεφήτευσε, διατί μετ' ᾠδῆς αὐτὰ ἔλεγε, χαύνωσιν μᾶλλον ἤπερ ὠφέλειαν εἰδότος τῶν ᾀσμάτων τοῖς ἀνθρώποις ἐνεργάζεσθαι; Ἀπόκρισις. Κατὰ τὰ ἐν ταῖς ᾠδαῖς ἐμφερόμενα διηγή ματα ἁρμοδίως καὶ οἱ ῥυθμοὶ τῶν μελῶν ἐγένοντο, ἄγοντες τὰς ψυχὰς εἰς τὴν πρέπουσαν τοῖς ᾀδομένοις αἴσθησιν· ἢ γὰρ γοερὼς ἢ θρηνῳδῶς ἢ κατανυκτικῶς ἢ τρόποις ἑτέροις ᾔδοντο, ἐξοριστι κοῖς χαυνώσεως ἐκ τῆς διανοίας τῶν ᾀδόντων.
56.19.1
Ἐρώτησις. Εἰ χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν ἡ ἰατρικὴ τοῖς ἀνθρώποις, ὡς τὰ πράγματα δείκνυσι, τίνος ἕνεκεν μὴ ὑπὸ εὐσεβῶν ἀλλ' ὑπὸ τῶν ἐναντίων ἡ τοῦ τοιούτου ἀγαθοῦ γεγένηται εὕρεσις; Ἀπόκρισις. Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων καὶ ὑπὸ Σολομῶντος τοῦ βα σιλέως, ὧν οὐδεὶς τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν· ἰατρικὴν δὲ ἀληθινὴν ἡγοῦντο οἱ εὐσεβεῖς τὴν τὰς ψυχὰς ἰατρεύ ουσαν, ὡς τῇ τεθεραπευμένῃ ψυχῇ ἕπεται τοῦ σώματος ἡ σω 68 τηρία· ὁ γὰρ φροντίζων τῆς σωτηρίας ὡς δεῖ, τῆς ἐκ τῶν ὑλι κῶν οὐ δεῖται βοηθείας, ὑπήκοον ἔχων ἀεὶ τὴν θείαν χάριν εἰς παροχὴν σώματός τε καὶ ψυχῆς ἀγαθῶν· ἀψευδὴς γὰρ ὁ λόγος ὁ τοῦ σωτῆρος, ὁ λέγων" ζητεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν".
56.20.1
Ἐρώτησις. Εἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ ψόγον ἐξ ἔργων οὐκ ἔχουσι, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν ὑπὸ ἄλ λων μὲν βαπτισθέντων καὶ μηδὲν πραξάντων καὶ τῶν μὴ βαπτι σθέντων καὶ ὁμοίως μηδὲν πραξάντων; Ἀπόκρισις. Αὕτη ἐστὶν ἡ διαφορὰ τῶν βαπτισθέντων πρὸς τὰ μὴ βαπτισθέντα, τοῦ τυχεῖν μὲν τὰ βαπτισθέντα τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν, τὰ δὲ μὴ βαπτισθέντα μὴ τυχεῖν· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι.
56.21.1
Ἐρώτησις. Εἰ δύο ἡμῖν ὁ Μωσῆς οὐρανῶν ἐξέθετο τὴν γένεσιν, πῶς πλειόνων διδάσκει ἡμᾶς ἡ γραφὴ ὕπαρξιν, ποτὲ μὲν λέγουσα" οἱ οὐρανοὶ τῶν οὐρανῶν", ποτὲ δὲ" ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ" καὶ" θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους" καὶ" ἡρπάγη ἕως τρίτου οὐρανοῦ", καὶ οὐκ εἶπεν ἕως τρίτου μέρους τοῦ οὐρανοῦ, ἀλλὰ ἀπολύτως" ἕως τρίτου οὐρανοῦ"; καὶ πολλὰ δὲ τούτοις εὑρήσει τις ἐν τῇ γραφῇ παραπλήσια. πῶς οὖν τὰ ἐναντία ἀλλήλοις ἀμφότερα δυνατὸν ἀληθεύειν; Ἀπόκρισις. Ὁ Μωσῆς μὲν ἡμῖν τοὺς οὐρανοὺς ἀριθμῶν οὐ παρέδωκεν οὔτε ἕνα οὔτε δύο οὔτε πλείονας· εἴωθεν δὲ ἡ γραφὴ τὰ διαστήματα τῶν διαστημάτων ἐν τῷ ἀέρι ὑπερκείμενα 69 οὐρανοὺς ὀνομάζειν, ὡς" τὰ πετεινὰ τοῦ οὐρανοῦ" καὶ" ὑετὸς ἐξ οὐ ρανοῦ" καὶ" τὰ ἄστρα τοῦ οὐρανοῦ". ἐκ τῆς ἀκολουθίας οὖν τῶν κειμένων φωνῶν νοοῦμεν οὐρανοὺς κατ' οὐσίαν μὲν δύο καὶ πρὸς τούτοις ἕτερον, οὗπερ τῆς θέας ἔτυχεν ὁ μακάριος Παῦλος, κατὰ διαστήματα δὲ καὶ πλείονας. οὕτω δὲ νοουμένων τῶν οὐρανῶν οὐδεμία ἐναντίωσις ἐν τοῖς λόγοις ὑπολειφθήσεται.
56.22.1
Ἐρώτησις. Εἰ τὸ προσάπτειν τῷ Χριστῷ ἄγνοιαν ἐστὶν ἀσεβές, δῆλον ὅτι πάντων ἔχει τελείαν τὴν πρόγνωσιν. πῶς οὖν οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἐνωμότου ἀρνήσεως ὁ ταῦτα μὲν προγνούς, τούτους δὲ ἐκλεξάμε νος; καὶ περὶ τῆς τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ὑπὸ τοῦ θεοῦ ποιήσεως ὁ αὐτὸς λόγος ἁρμόσειεν; Ἀπόκρισις. Εἰ ἔδει τὸν Χριστὸν δι' ἑνὸς τῶν αὐτοῦ μαθη τῶν παραδοθῆναι," ἵνα ἡ γραφὴ πληρωθῇ", δῆλον ὅτι αἴτιός ἐστιν ὁ Χριστὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα· ταύτης γὰρ αὐτὸς ὁ Ἰούδας ἦν αἴτιος, ἣν μέλλουσαν προειδὼς ὁ θεὸς προεῖπε διὰ τῆς γραφῆς. καὶ οὐκ ἔστιν ἡ πρό γνωσις αἰτία τοῦ μέλλοντος ἔσεσθαι, ἀλλὰ τὸ μέλλον ἔσεσθαι αἴτιον τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἕπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἕπεται ἡ πρόγνωσις. οὐδαμῶς οὖν ὁ προγινώ σκων αἴτιός ἐστι τοῦ μέλλοντος ἔσεσθαι. ὥστε οὐχ ὁ Χριστός ἐστιν αἴτιος τῆς προδοσίας, ἀλλ' ἡ προδοσία αἰτία τῆς τοῦ Χρι στοῦ προγνώσεως. καὶ ἐπὶ τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ὁ αὐτὸς λόγος.
56.23.1
Ἐρώτησις. Εἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ 70 σφαῖρα ὁ οὐρανὸς ἀποδείκνυται; ὁ γὰρ ἀπὸ φιλοσόφων ὅσιος ἀνὴρ εἶπεν ὅτι," ὥσπερ σικύα σώματι, οὕτως ὁ οὐρανὸς ἐπίκειται τῇ γῇ, καὶ ὃ μὲν διὰ τὸ κοῦφον ἀνωφερής, ἣ δὲ διὰ τὸ βαρύ ἐστι κα τωφερής· διὸ τῇ ἀνθολκῇ ὑπ' ἀλλήλων συνέχονται". εἰ δὲ τοῦτο ἀληθές, ὅλου τοῦ οὐρανίου κύκλου εἰς τὴν γῆν ἐρηρεισμένου, ἔνδον ἀνάγκη ὑπάρχειν τοὺς φωστῆρας καὶ φαίνειν ἀεί. πῶς οὖν ἀπο κρύπτονται; Ἀπόκρισις. Εἰ ὁμολογουμένως πολλά ἐστιν ἕτερα τὰ ἐν τῷ αὐτῷ καὶ ἴσῳ ἐπιπέδῳ ὄντα καὶ διὰ τὸ μῆκος τοῦ διαστή ματος κεκρυμμένα ὄντα τῆς ὄψεως, οἷον τὰ πλοῖα τὰ ἐν τῇ θα λάσσῃ ὑπ' ἀλλήλων μὴ ὁρώμενα, τοῦ πλάτους τῇ τῶν ὑδάτων ἐπιφανείᾳ περιορίζοντος τὴν ὄψιν περαιτέρω μὴ ἀνατείνεσθαι τοῦ ὁρίζοντος, τί θαυμαστόν, εἰ καὶ ἐπὶ τῶν φωστήρων γίνεται ἡ ἐπίκρυψις διὰ τὴν αὐτὴν αἰτίαν; τὸ δὲ διὰ τὴν ἀνθολκὴν οὐρα νοῦ καὶ γῆς ἵστασθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπὶ μὲν τοῦ πρώ του οὐρανοῦ καὶ τῆς γῆς ἔνεστι τοῦτο εἰκάσαι διὰ τὸ ἅμα γεγε νῆσθαι αὐτά, ἐπὶ δὲ τοῦ στερεώματος καὶ τῆς γῆς οὐκέτι· ἵστατο γὰρ ἡ γῆ πρὸ τοῦ στερεώματος, τὴν ἅπασαν βαστάζουσα ὑγρὰν οὐσίαν, χωρὶς ἀνθολκῆς τοῦ στερεώματος· ὕστερον γὰρ τῆς γῆς γέγονε τὸ στερέωμα.
56.24.1
Ἐρώτησις. Εἰ διὰ τὸ καθ' Ἕλληνας σφαῖραν ὄντα καὶ κινεῖσθαι τὸν οὐρανὸν ἐν τόπῳ ἐστί, πῶς διὰ τὸ ὡς καμάραν πε πῆχθαι ἢ ὡς δέρριν κατὰ τὴν γραφὴν ἐκτετάσθαι ὁ οὐρανὸς οὐκ ἐν τόπῳ ἐστίν; ὥσπερ γὰρ τὸ κινούμενον, οὕτω καὶ τὸ πηγνύ μενον ἐν τόπῳ ἀνάγκη νομίζεσθαι. εἰ δὲ τοῦτο, πῶς τὴν ἐπὶ τῇ περιγραφῇ τοῦ οὐρανοῦ παρ' ἀλλήλων κατάγνωσιν δικαίαν οὐχ 71 ἕξομεν; εἰ δὲ ὁ οὐρανὸς κατὰ ἀμφοτέρους ἐν τόπῳ καὶ ἑκατέροις ἡ τοῦ τόπου ποιότης καὶ ποσότης καθέστηκεν ἄγνωστος, τί πλέον θάτεροι θατέρων κεκτῆσθαι δυνάμεθα, τῆς περὶ τῶν προλε χθέντων καταγνώσεώς τε καὶ ἀγνοίας ἑκατέρους ἐπίσης κατε χούσης; Ἀπόκρισις. Εἰ μὲν γὰρ ἔλεγον οἱ χριστιανοὶ τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ, καθάπερ λέγουσιν οἱ Ἕλληνες, ἴση ἂν ἔμελ λεν εἶναι ἡ παρ' ἀλλήλων κατάγνωσις, λεγόντων μὴ εἶναι τὸν οὐρανὸν ἐν τόπῳ· φωναῖς δὲ σημαντικαῖς τοῦ ἐν τόπῳ εἶναι τὸν οὐρανὸν πρὸς ἀλλήλους χρησαμένων, παντελῶς ἀνῄρηται ἡ τοιαύτη κατάγνωσις. εἰ δὲ τοῦ μὲν σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ σφαιρικῶς κινεῖσθαι ἀδυνάτου ὄντος, τοῦ δὲ ὡς καμάραν εἶναι αὐτοῦ δυνατοῦ δεικνυμένου, οὐδεμία ἄρα ἡ τῶν χριστιανῶν ἐπὶ τῇ ἀγνοίᾳ κατάγνωσις. περὶ δὲ τοῦ τόπου ἐκ τῶν καθ' ἡμᾶς στοχαζόμεθα περὶ αὐτοῦ, ὅτι ὥσπερ παρ' ἡμῖν ὅταν ᾖ περιφερὲς σῶμα, ὁμαλόν τε καὶ κοῖλον καὶ πανταχόθεν ἰσοπερίμετρον, ἐὰν πωμασθῇ ἐπὶ τὰ ὕδατα, βαστάζεται ἐπὶ τῶν ὑδάτων, τούτῳ τῷ τρόπῳ βαστάζεται ὁ οὐρανὸς ὑπὸ τῶν ὑδάτων." ὁ τανύσας", φησί," τὸν οὐρανὸν ὡσεὶ καμάραν"· τῷ τῆς καμάρας ὀνόματι τὸ περι φερὲς ἐδήλωσε τοῦ σώματος τοῦ οὐρανοῦ. βαστάζει οὖν τὸν μὲν οὐρανὸν τὰ ὕδατα, τὰ δὲ ὕδατα ἡ γῇ, τὴν δὲ γῆν τὸ θεῖον πρό σταγμα·" ὁ κρεμάσας γὰρ τὴν γῆν" φησίν" ἐπ' οὐδενός".
56.25.1
Ἐρώτησις. Εἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἡμῖν ἐνταῦθα ὑπάρχει διά τε τὰς τοῦ σώματος χρείας καὶ τὰ ἐπιτη δεύματα καὶ τὰ συναλλάγματα, ἀνενδεοῦς ἐν τῇ ἀναστάσει ἀνιστα μένου τοῦ σώματος, εἰ μὲν τῇ αὐτῇ τῶν μορφῶν διαφορᾷ ἀνι 72 στάμεθα, πῶς οὐκ ἄχρηστος αὕτη; εἰ δὲ ἐν μιᾷ ὁμοιότητι, τίς ἡ τούτου ἀπόδειξις; πῶς δὲ ἡ περὶ Λαζάρου καὶ τοῦ πλουσίου πα ραβολὴ τῶν μορφῶν οὐ δείκνυται τὸ διάφορον; πάντως γὰρ ἐκ ταύτης τὸν Λάζαρον ἐπέγνω ὁ πλούσιος. εἰ δὲ λέγοιέν τινες, ὡς γνῶσις ἐδόθη αὐτῷ πρὸς τὴν τοῦ Λαζάρου καὶ τοῦ Ἀβραὰμ ἐπί γνωσιν, πόθεν τοῦτο παραστήσουσι; καὶ ἐπὶ τοῦ κυρίου δέ, ἡνίκα τὰ" σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη καὶ ἐνεφανίσθησαν πολλοῖς"; πάντως τῇ ἰδίᾳ μορφῇ τοῖς γνωρίμοις ἕκαστος εὐεπί γνωστος γέγονεν. Ἀπόκρισις. Πολλαὶ μέν εἰσιν αἱ αἰτίαι δι' ἃς χρὴ τοὺς ἀνισταμένους ἐν τῇ οἰκείᾳ ἀνίστασθαι μορφῇ, πρῶτον μὲν πρὸς ἔνδειξιν τῆς θείας καὶ μεγάλης γνώσεως τοῦ θεοῦ, τοῦ δυνηθέν τος ἐν τοσούτῳ ἀριθμήτῳ πλήθει τῶν ἀνισταμένων ἑκάστῳ ἀπο σῴζειν τὴν οἰκείαν μόρφωσιν· ἔπειτα δὲ ἵνα μὴ νομισθῇ δημιουρ γῶν καινοὺς ἀνθρώπους καὶ μὴ τοὺς τεθνηκότας ἀνιστῶν, διὰ τοῦτο ἕκαστον τῶν ἀνισταμένων ἐν τῇ οἰκείᾳ ἐγείρει μορφῇ, οὐκ ἀώρῳ μέντοι τῇ ἡλικίᾳ· ἔτι δέ, ἵνα μὴ ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον, χρὴ ἕκαστον ἐκ τῶν ἀνισταμένων τὴν οἰκείαν ἔχειν μορφήν· ἀγνοουμένων γὰρ τῶν μορφῶν τοῦ τε ἀδικήσαντος καὶ τοῦ ἀδικηθέντος, ἀπόλ λυται τῆς κρίσεως τὸ δίκαιον· ἔτι δέ, εἰ λυθεισῶν τῶν χρειῶν δι' ἃς ἀναγκαία γέγονε τῶν μορφῶν ἡ διαφορά, περιττὴ καὶ ἄχρη στος εὑρίσκεται αὕτη. ἀνάγκη ἄρα σὺν ταύτῃ περιττὴ καὶ ἄχρη στος εἶναι καὶ τῶν ὀνομασιῶν ἡ διαφορά. πῶς οὖν ὁ πλούσιος τὸν Λάζαρον καλεῖ, ἐκ τῆς κατὰ τὴν ὀνομασίαν διαφορᾶς μὴ γνω ριζομένων τῶν προσώπων; τὸ δὲ κατὰ τὸν Λάζαρον καὶ τὸν πλού σιον διήγημα οὔτε παραβολή ἐστιν, εἰ καὶ παραβολικῶς εἴρηται, 73 οὔτε ἱστορία, εἴ γε ἡ μὲν παραβολή ἐστι λόγος ὁμοιότητα περιέ χων τοῦ γεγονότος πράγματος πρὸς τὸ ἐσόμενον, ἱστορία δὲ λόγος διήγησιν περιέχων τοῦ ἤδη γεγονότος πράγματος· οὔτε γὰρ πρὸ τῆς ἀναστάσεως τῶν ἑκάστῳ βεβιωμένων ἡ ἀνταπόδοσις γίνεται, οὔτε μετὰ τὴν ἀνάστασιν ἀληθὲς τὸ" ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν". ἔστι δὲ τὸ περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀν θρώπους.
56.26.1
Ἐρώτησις. Εἰ μόνος ἀθάνατός ἐστιν ὁ θεός, κατὰ τὸν ἀπόστολον, πῶς ἀληθὲς κατ' αὐτὸν τὸ" πάντες μὲν οὐ κοιμηθη σόμεθα"; Ἀπόκρισις. Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθάνατοι, ἀλλ' ἐκ τῆς οἰκείας οὐσίας.
56.27.1
Ἐρώτησις. Εἰ τῇ τετάρτῃ ἡμέρᾳ τῶν φωστήρων ἡ ποί ησις γέγονεν, ἐξ αὐτῶν δὲ ὁ ἀριθμὸς τῶν ἡμερῶν συνίσταται, πῶς αἱ πρὸ τῆς παραγωγῆς τῶν φωστήρων τρεῖς ἡμέραι ἀμφίβολον τὸν μετὰ τὴν παραγωγὴν τῶν φωστήρων ἀριθμὸν οὐ δεικνύουσιν; Ἀπόκρισις. Ἐκ τῆς παραγωγῆς τοῦ φωτὸς ὁ διαμερισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ ἐκ τοῦ διαμερισμοῦ φωτὸς καὶ σκότους ἡ ἡμέρα καὶ ἡ νὺξ ὑπέστη. ὅθεν δῆλον ὅτι πρὸ τῆς τῶν φωστήρων ποιήσεως ἡ κατὰ τὸν ὅρον τοῦ θεοῦ ἐπικράτεια φωτὸς ἐποίει τὴν ἡμέραν καὶ ἡ ἐπικράτεια τοῦ σκότους τὴν νύκτα. γενομένων δὲ τῶν φωστήρων ἐτάχθησαν ἐξουσιάζειν ὃ μὲν τοῦ 74 φωτὸς καὶ τῆς ἡμέρας, ὃ δὲ τοῦ σκότους καὶ τῆς νυκτός· ὁ γὰρ δημιουργὸς τὸ φῶς μετὰ τῆς ὡρισμένης αὐτοῦ ἐπικρατείας τῷ μείζονι τῶν φωστήρων ἀπεκλήρωσε· καὶ τοιαύτας ἡμέρας, ἃς νῦν ποιεῖ τὸ φῶς μετὰ τοῦ φωστῆρος, ἐποίει καὶ πρὸ τῆς ποιήσεως τῶν φωστήρων, κατὰ τὸν ὅρον τοῦ θεοῦ τοῦ τὴν ἐπικράτειαν αὐτοῦ ὁρίσαντος δωδεκάωρον· ἐκεῖνος γὰρ ὁ ὅρος καὶ νῦν ἐπείγει τὸν ἥλιον πρὸς τὴν ἐξ ἀρχῆς ἔμμετρον δωδεκάωρον κίνησιν.
56.28.1
Ἐρώτησις. Ἐπειδὴ διαφόρως τινὲς ἡρμήνευσαν καὶ ἀσαφῶς τὸ" ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ", τὴν σαφήνειαν αὐτοῦ δίδαξον. Ἀπόκρισις. Εἴπομεν ἐν τοῖς ἀνωτέρω, ὅτι οὐρανοὺς οἶδεν ἡ θεία γραφὴ καλεῖν ἢ τοὺς κατ' οὐσίαν, ὡς τὸν πρῶτον οὐρα νὸν καὶ τὸ στερέωμα, ἢ τοὺς κατὰ τὰ ἐν τῷ ἀέρι διαστήματα. τὸ οὖν" ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ", ἵνα εἴπῃ τοὺς οὐρανοὺς ἔθετο σκήνωμα τοῦ ἡλίου· ἡ γὰρ ἐκ τῆς τῶν Ἑβραίων γλώττης εἰς τὴν τῶν Σύρων γλῶτταν μεταγωγὴ τῆς λέξεως οὕτω γεγένηται·" ἐν αὐτοῖς ἔθετο τοῦ ἡλίου τὸ σκήνωμα". δηλοῖ δὲ δι' ἑτέρου ψαλμοῦ ὁ προφήτης Δαυὶδ αὐτὸ τοῦτο, καὶ φησίν" ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν"· ἡ γὰρ ἔκτασις τῶν δέρρεων τὴν σκηνὴν ἀποτελεῖ. τῇ ποικιλίᾳ οὖν τῶν οὐσιῶν καὶ τῇ διαφορᾷ τῶν χρειῶν δείκνυσιν αὐτοὺς εἶναι γενητούς· ἡ γὰρ ἀγένητος φύ σις πρὸς τὴν ἀγένητον φύσιν κατὰ τὴν φύσιν οὐκ ἔχει διαφοράν, τὸ δὲ καὶ χρείας ἕνεκεν εἶναι τοιόνδε ἢ τοιόνδε ἀλλότριόν ἐστι τῆς ἀγενήτου φύσεως.
56.29.1
Ἐρώτησις. Εἰ" ὥσπερ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τὸ τριήμερον, οὕτως καὶ ὁ κύριος ἐν τῇ καρδίᾳ τῆς γῆς", πῶς οὐ 75 δοκήσει τοῦ κυρίου ὁ θάνατος γέγονεν; Ἰωνᾶς γὰρ μὴ θανὼν ἐνο μίσθη τεθνάναι. εἰ δὲ κατὰ ἀλήθειαν ὁ κύριος τοῦ θανάτου ἐγεύ σατο, πῶς τὸ κατὰ τὸν Ἰωνᾶν ὑπόδειγμα οὐ διέψευσται; Ἀπόκρισις. Οὐ τὸν θάνατον τῷ θανάτῳ συμπαρέβαλεν, ἀλλὰ τὴν τριήμερον ἐν τῷ τάφῳ παραμονὴν τοῦ σωτῆρος τῇ τριημέρῳ ἐν τῷ κήτει παραμονῇ τοῦ Ἰωνᾶ. ἄλλως δέ, εἰ κατὰ πάντα ὅμοια ἦν τὰ κατὰ τὸν Ἰωνᾶν τοῖς κατὰ τὸν σωτῆρα, οὐκ έτι ἐδύνατο ἐκεῖνα τούτων εἶναι τύποι ἢ εἰκόνες. χρὴ οὖν τὴν ἀλήθειαν πλέον τι τοῦ τύπου ἔχειν, κατὰ τὸ εἰρημένον" πλέον τοῦ Ἰωνᾶ ὧδε". ὑπόδειγμα δὲ ἀψευδὲς νοεῖται τὸ κατὰ τὸν Ἰωνᾶν τοῦ κατὰ τὸν σωτῆρα τοῦτον τὸν τρόπον· ὅτι, ὥσπερ ὁ Ἰωνᾶς σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς καταστροφῆς τῶν Νινευιτῶν τὴν τριήμερον ἐκ τοῦ κήτους ἀνα γωγήν, οὕτω καὶ ὁ σωτὴρ σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς βασιλείας τῶν οὐρανῶν τὴν τριήμερον ἐκ τοῦ τάφου ἀνάστασιν.
56.30.1
Ἐρώτησις. Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέγουσι γεγονέναι, ἐκ τῆς ποσότητος τοῦτο τῶν τότε πρα χθέντων στοχαζόμενοι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας, ἐν ᾗ ἡ παρά δοσις γέγονεν; Ἀπόκρισις. Ἀπόδειξις τοὺ μὴ τῇ τετράδι, ἀλλὰ τῇ πέμπτῃ παραδεδόσθαι τὸν κύριον, αὕτη ἐστίν. ἐν τῇ νυκτί, ἐν ᾗ παρε δόθη, ἐν ταύτῃ ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ἐκρίθη καὶ κατεκρίθη· τῷ πρωὶ δὲ ἐχομένῳ τῆς νυκτὸς ταύτης παρέδωκαν αὐτὸν τῷ Πιλάτῳ. ἐν ᾗ δὲ ἡμέρᾳ παρέλαβεν αὐτὸν ὁ Πιλᾶτος, ἐν ταύτῃ αὐτὸν καὶ ἐσταύρωσε. παραλαβὼν δὲ αὐτὸν τῷ πρωὶ τῆς παρα σκευῆς ἐσταύρωσεν αὐτόν. οὐ χρὴ οὖν ταῖς γραφικῶς ὡρισμέ 76 ναις ὥραις προσθεῖναι κατὰ στοχασμὸν τὸ ἀσύστατον· φησὶ γὰρ Ματθαῖος ὁ εὐαγγελιστὴς οὕτως·" πρωίας δὲ γενομένης, συμβού λιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν. καὶ δήσαντες αὐτὸν ἀπήγα γον καὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι". ὡσαύτως δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστής φησιν·" ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί". καὶ πάλιν·" ὁ οὖν Πιλᾶτος ἀκούσας τούτων τῶν λόγων ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαβαθᾶ. ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡσεὶ ἕκτη". εἰ τοίνυν τῇ νυκτὶ μὲν παρεδόθη καὶ ἐκρίθη ὑπὸ τῶν ἀρ χιερέων καὶ κατεκρίθη, τῷ πρωὶ δὲ παρεδόθη τῷ Πιλάτῳ καὶ τῇ ἕκτῃ ὥρᾳ τῆς παρασκευῆς ἐσταυρώθη, δῆλον ὅτι τῇ πέμπτῃ ἡ παράδοσις γεγένηται.
56.31.1
Ἐρώτησις. Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, διατί ἐκχυθέντος ἐκείνου τὸ ζῷον ἀπόλλυται, καὶ διὰ ποίων ὑπο δειγμάτων δείκνυται ὅτι ἐστὶ ψυχὴ ἐν τῷ σώματι ἢ ἕτερόν τι ἐν τῇ κτίσει ἀόρατον; Ἀπόκρισις. Ἔχοντες τὰς φωνὰς τοῦ δημιουργοῦ τῆς κτίσεως τὰς διαστελλούσας τὴν ψυχὴν τοῦ σώματος, ἀξιοπιστότερα τούτων ὑποδείγματα εἰς παράστασιν τῆς τοῦ ζητουμένου ἀληθείας οὐκ ὀφείλομεν ἀπαιτεῖν· τῷ γὰρ δοῦναι τῷ Διαβόλῳ κατὰ πάσης τῆς σωματικῆς τοῦ Ἰὼβ συστάσεως ἐξουσίαν τοῦ πατάξαι αὐτήν, ὡς βούλεται, καὶ κωλῦσαι αὐτὸν τοῦ μὴ ἅψασθαι αὐτοῦ τῆς ψυ χῆς, δείκνυσι τὴν ἄπληκτον ψυχὴν ἕτερόν τι παρὰ τὴν πεπληγ 77 μένην αὐτοῦ σάρκα. ὡσαύτως δὲ καὶ τὸ" μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι" τοῦτο δηλοῖ, τὸ εἶναί τι τοῦ ἀναιρεθέντος ἀνθρώπου τὸ ἐν ἀθα νασίᾳ διαμένον καὶ μετὰ τὸν τοῦ σώματος θάνατον, ὅπερ ἄτοπον λέγειν αἷμα τὸ ἐκχυθὲν καὶ φθαρέν. πρόδηλον ἄρα ὅτι ἔστι τι ἡ ψυχὴ ἀόρατον τοῖς ἀνθρώποις κατὰ τὴν οἰκείαν φύσιν.
56.32.1
Ἐρώτησις. Διατί ὁ ἑπτὰ ἀριθμὸς ἐναλλαγὴν δέχεται; καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται, καὶ ἡ τοῦ ἀνθρώπου κατὰ τὴν ἡλικίαν προκοπὴ ἐν τούτῳ τῷ ἀριθμῷ λαμ βάνει τὴν ἐπίδοσιν, ὀδόντων μὲν φυομένων τῷ ἑβδόμῳ μηνί, τῷ δ' αὐτῷ ἔτει ἀλλασσομένων τούτων, διπλασιασθέντων δὲ πάλιν, σπερματικὴν προσκτωμένου δύναμιν. καὶ ἵνα συντόμως εἴπω, ὁ ἀριθμὸς τῶν ἑπτὰ τὴν αὔξησιν τῶν ἀνθρώπων ἐργάζεται καὶ τῶν νοσημάτων ποιεῖται διάκρισιν, καὶ ἐν νόμῳ δὲ τῶν λοιπῶν ἀριθμῶν τὸ αἰδεσιμώτερον κέκτηται. Ἀπόκρισις. Πρὸς τὴν δύναμιν τῆς φύσεως τῶν ἔργων ἡ τῆς φύσεως ἐκπλήρωσις γίνεται καὶ οὐ πρὸς τὴν χρονικὴν παράτασιν ἑβδομάδι μηνῶν ἢ ἐνιαυτῶν ὡρισμένην· διὸ τὰ ὀνομα σθέντα ἔργα τῆς φύσεως ἐν τῇ ἐρωτήσει πολλάκις θᾶττον ἢ βρα δύτερον τῶν ἑπτὰ ἀριθμῶν ἐπὶ τὴν οἰκείαν ἄγει ἡ φύσις τελειό τητα· ἅπερ οὐκ ἂν ἐγίνετο, εἰ ἡ φύσις τῇ ἑβδομάδι καὶ μὴ ἡ ἑβδομὰς τῇ φύσει ἠκολούθει. οὐχ ἡ ἑβδομὰς οὖν αἰτία τῆς ἐκ πληρώσεως τῶν ἔργων τῆς φύσεως, ἀλλ' ἡ δύναμις τῆς φύσεως αἰτία τῆς ἑβδομάδος, καθ' ἣν συμβῆναι τῇ φύσει τὰ οἰκεῖα ἔργα ἐκτελέσαι. ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων ἀριθμῶν μηνῶν τε καὶ ἐνιαυτῶν, δι' ὧν ἐκπληροῦται τὸ ἔργον τῆς φύσεως ἐν τοῖς 78 λοιποῖς ζῴοις τε καὶ φυτοῖς, ἡ δύναμις τῆς φύσεώς ἐστιν αἰτία τοῦ ἴσου χρόνου, καὶ τοῦ πλείονος καὶ ἐλάττονος. αἰδεσιμώτερος δὲ ἐν τῇ θείᾳ γραφῇ ὁ ἑπτὰ ἀριθμός, ὅτι ἐν αὐτῷ περιέχεται ὁ πᾶς χρόνος τῆς τε τοῦ κόσμου ποιήσεως καὶ τῆς τοῦ πεποιη κότος αὐτὸν καταπαύσεως, ἑξὰς μὲν τῆς ποιήσεως, μονὰς δὲ τῆς καταπαύσεως. ἵνα οὖν φυλαχθῇ ἡ μνήμη τῆς τοῦ κόσμου ποιή σεως ἐν τοῖς ἀνθρώποις, διὰ τοῦτο τιμιώτερον τῶν ἄλλων ἀριθμῶν ἔταξε τὸν ἐπτὰ ἀριθμὸν ἐν τῇ θείᾳ γραφῇ.
56.33.1
Ἐρώτησις. Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιείκεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδο ται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν οὐ δυνάμενα; Ἀπόκρισις. Τὸ χαίρειν ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ὑπερη φανείας ἀπαγορεύει, ὡς ἀναιρετικὸν τοῦ χαίρειν καλῶς· τὸ χαί ρειν δὲ ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ἐπιεικείας, οὐ μόνον οὐκ ἀποτρέπει, ἀλλὰ τὸ ἐναντίον ἐπὶ τὴν τοιαύτην χαρὰν ἐπιτρέπει, ποτὲ μὲν λέγων ὁ σωτήρ" χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς", ποτὲ δὲ ὁ ἀπόστολος φησίν" χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ χαίρετε· τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις", τῷ διπλασιασμῷ τοῦ" χαίρετε" τὴν ἐπίτασιν τῆς χαρᾶς ἐμφαί νων. οὔτε οὖν ἡ χαρὰ ἀναιρεῖ τὴν ἐπιείκειαν, οὔτε ἡ ἐπιείκεια ἀναιρεῖ τὴν αἴσθησιν τῆς χαρᾶς, ἀλλὰ δι' ἑκατέρας ἑκατέρα φυ λάττεται.
56.34.1
Ἐρώτησις. Ἐπειδή τινες περὶ τῆς τοῦ κόσμου συστάσεως ἔφασαν στοχαζόμενοι ὡς ἑξακισχίλια ἔτη μόνα συστήσεται, εἰ 79 ἀληθὲς τοῦτο δι' ὑποδειγμάτων ἐναργῶν ἐπιδείκνυται εἴ τε ἐκ τῆς θείας γραφῆς καὶ εἰ ἄδηλον, μάθωμεν. Ἀπόκρισις. Ἔνεστι διὰ πολλῶν γραφικῶν φωνῶν τεκμήρασθαι ἀληθεύειν τοὺς λέγοντας ἑξακισχίλια ἔτη εἶναι τὸν χρό νον τῆς παρούσης τοῦ κόσμου συστάσεως, ποτὲ μὲν λέγουσα" ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ", ποτὲ δὲ" εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε", ποτὲ δὲ" ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου". πᾶσαι δὲ αἱ τοιαῦται φωναὶ ἐν τῇ ἕκτῃ ἐρρέθησαν χιλιάδι, ἐν ᾗ ἐσμεν.
56.35.1
Ἐρώτησις. Εἰ τότε ἄφθονος δείκνυται ἕκαστος, ὅτε, ὅπερ ἐπίσταται καὶ δύναται καλὸν ποιεῖν, τοῖς πλησίον χαρίζεται, πῶς οὐ φθονερὸς ὁ θεὸς πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιή σας; ἐπεὶ δὲ καλὸν τὸ θεός* εἰ δὲ μὴ φθονερός, πῶς οὐκ ἀδυνα μίᾳ τοῦτο οὐκ ἐποίησε; δυοῖν γὰρ θάτερον ὑποπτεύειν ἀνάγκη. Ἀπόκρισις. Πολύτροπός τίς ἐστιν ἡ ἐν ταύτῃ τῇ ἐρωτήσει περιεχομένη ἀτοπία· ἐν αὐτῇ γὰρ συντέτακται τοῖς κτίσμασιν ὁ θεός, τοῖς ἀφθόνως χαριζομένοις τοῖς πλησίον ἃ δύνανται ποιεῖν ἢ ἐπίστανται καλά· τὸ γὰρ πλησίον θεοῦ, οὐ χρῄζει θεοῦ εἰς παροχήν· ἔχει γὰρ πρὸς αὐτὸν ἐν ἅπασι τὸ ἴσον. ἔτι δέ, εἰ θεοὺς μόνον ἐποίει ὁ θεός, τὸν κόσμον οὐκ ἂν ἐποίει· ἀναγ καίως γὰρ χρῄζει ὁ κόσμος τῶν μερῶν τῶν καθυπέρβασιν καὶ ὑπόβασιν οὐσίας ἀλλήλων διαφερόντων· ἔτι δέ, εἰ τῶν ἀδυ νάτων γίνεται οὐδέν, ἀδύνατον δὲ γενέσθαι θεόν– ἄκτιστος γὰρ καὶ ἀποίητος ὁ θεός–, πῶς οὐκ ἔστιν ἄλογον τότε λέγειν τὸν θεὸν ἄφθονον, ὅτε τὰ μὴ ἐνδεχόμενα ποιεῖ; ἔτι δὲ καλόν ἐστιν ὁ θεός, ὅτι ἄκτιστός ἐστι καὶ κτίστης. οὐδὲν δὲ τῶν κτιστῶν 80 κατ' οὐσίαν δύναται γενέσθαι ἄκτιστον, τουτέστι θεός, ἔοικε δὲ αὕτη ἡ ἐρώτησις τῷ λέγοντι λόγῳ" καλός ἐστιν ὁ ὀφθαλμὸς καὶ τιμιώ τερος τῶν ποδῶν". ἀλλ' εἰ ἄφθονός ἐστιν ὁ θεός, διατί οὐκ ἐποίησε τοὺς πόδας ὀφθαλμούς; συνάγει γὰρ καὶ ὁ λόγος οὗτος τὴν αὐτὴν ἄλογον ἀτοπίαν, τὸ ἢ διὰ φθόνον ἢ δι' ἀδυναμίαν μὴ πεποιη κέναι τὸν θεὸν τοὺς πόδας ὀφθαλμούς.
56.36.1
Ἐρώτησις. Εἰ τότε καλὸν φαίνεται τὸ καλόν, ὅτε συγκρί νεται τῷ κακῷ, καλὸν δὲ ὁ κόσμος, δῆλον ὅτι κακὸν ὁ μὴ κό σμος, τουτέστι τὸ πρὸ κόσμου. καὶ εἰ μὲν ἀμφότερα ἐκ θεοῦ, τουτέστι τὸ πρὸ κόσμου καὶ ὁ κόσμος, πῶς οὐχ ἑκάτερα ἐξ αὐ τοῦ, τουτέστι τὸ καλὸν καὶ τὸ φαῦλον; εἰ δὲ θάτερον μὲν ἐξ αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξ αὐτοῦ, πῶς οὐκ ἔστιν αὐτόματον καὶ μὴ ὑπ' αὐτὸν τὸ μὴ ἐξ αὐτοῦ; πῶς δὲ ἀληθεύει ὁ λέγων," ὅτι ἐξ αὐτοῦ τὰ πάντα"; ἐν γὰρ τοῖς πᾶσι καὶ τὰ πρώην οὐκ ὄντα καὶ νῦν ὄντα περιέχεται. Ἀπόκρισις. Τὸ κακὸν οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ἐκ τροπὴν τοῦ καλοῦ. διὸ ὕστερον τοῦ καλοῦ τὸ κακόν· ἐκτροπὴ γάρ ἐστι τοῦ καλοῦ· ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὐκ ἐκ τῆς συγ κρίσεως τοῦ καλοῦ τὸ κακὸν φαίνεται κακόν, ἀλλ' ἐκ τῆς οἰκείας φύσεως. τὸ δὲ πρὸ τοῦ κόσμου μὴ ὄν, πάντῃ οὐκ ὂν ἦν· καὶ τὸ πάντῃ μὴ ὄν, οὔτε καλόν ἐστιν οὔτε κακόν. διὸ τῷ οὕτω μὴ ὄντι οὐδὲν συγκρίνεται. ἔτι δὲ τὸ πάντῃ μὴ ὂν οὔτε ἐκ θεοῦ οὔτε ἐξ ἄλλου οὔτε αὐτόματόν ἐστι. πρὸ τοῦ κόσμου οὖν οὐδὲν ἕτερον ἦν, πλὴν θεοῦ. τοίνυν τῆς συγκρίσεως τῶν ὄντων οὔσης πρὸς τὰ ὄντα, οὐκ ἄρα συγκρίνεται ὁ κόσμος τῷ μὴ κόσμῳ, οὐδὲ ἐν τῷ κόσμῳ περιέχεται τὸ μὴ κόσμος· τὸ γὰρ μὴ κόσμος οὐδέν ἐστι, τὸ δὲ περιεχόμενον ὄν ἐστι. καὶ ὅτε λέγομεν ἐκ τοῦ μὴ ὄντος 81 τὸν θεὸν πεποιηκέναι τὰ ὄντα, οὐ θέσιν τοῦ ὄντος διδόαμεν τῷ μὴ ὄντι, ἀλλὰ τὴν παντελῆ ἀναίρεσιν τοῦ ὄντος.
56.37.1
Ἐρώτησις. Εἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστιανισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ νικηθεῖσα ἡ ἀληθὴς θεοσέβεια νυνὶ τὴν ἀνάκλησιν δέδεκται; ὅτι γὰρ πρὸ τῆς πλάνης ἐκράτει ἡ ἀλή θεια, μαρτυροῦσιν αἱ θεῖαι γραφαί, τὸν Ἀδὰμ καὶ πολλοὺς ἐφε ξῆς μετ' αὐτὸν δηλοῦσαι οὐκ εἰδώλοις ἀλλὰ τῷ θεῷ λατρεύσαντας, κἄν τινες αὐτῶν ἐν ἀτόποις ἐξητάσθησαν πράξεσιν. Ἀπόκρισις. Εἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προ φητῶν τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ– γίνεται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν χριστιανῶν" βασιλείαν ἀσάλευτον" τὴν κατὰ τὸν προφήτην Δανιὴλ δοθεῖσαν αὐτῷ–, δῆλον ὅτι οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς ἐλπίδα. ἄλλως τε, εἰ καθ' ἣν ἐκράτει ποτὲ δυναστείαν ὁ ἑλληνισμὸς τὸν λαὸν τοῦ θεοῦ, λυθείσης ταύτης, οὐδαμῶς πάλιν ταύτην ἀνέλαβε, πῶς οὐ μάτην νῦν προσδοκᾷ τὴν ἀνάκλησιν τῆς παλαιᾶς αὑτοῦ δυναστείας; τίνος δὲ ἕνεκεν καὶ προσδοκᾷ ταύτην ὁ ἑλληνισμός; πάντως ἵνα βασάνοις ἀναγκάσῃ τοὺς χριστιανοὺς ἀφίστασθαι μὲν τῆς τοῦ Χρι στοῦ ἀγάπης τε καὶ πίστεως, προσέχειν δὲ ταῖς λατρείαις τῶν δαιμόνων. ἀλλ' αἱ βάσανοι αὗται, αἷς πάλαι χρησάμενος ὁ ἑλλη

Intertext edge

Open linked passage

Note