Quaestiones et responsiones ad orthodoxos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
82.1.1
νισμὸς καὶ προσδοκήσας ἐν αὐταῖς ἄλυτον φυλάττειν ἑαυτόν, τὸν μὲν ἑλληνισμὸν ἔλυσαν, τὸν δὲ χριστιανισμὸν ἔστησαν κατὰ κράτος.
82.2.1
Ἐρώτησις. Εἰ ἕως τῆς τῶν σωμάτων ἐγέρσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτῃ ἐξε τάζεται καταστάσει μέχρι τῆς ἀναστάσεως; Ἀπόκρισις. Οὐχ ἣν ἔχουσιν αἱ ψυχαὶ ἐπὶ τοῦ παρόντος κατάστασιν, ταύτην ἔχουσι καὶ μετὰ τὴν τοῦ σώματος ἔξοδον. ἐν ταῦθα μὲν τὰ τῆς φύσεως πάντα κοινὰ ὑπάρχει, δικαίων τε καὶ ἀδίκων, καὶ οὐδεμία ἐστὶν ἐν αὐτοῖς διαφορὰ κατὰ τοῦτο, οἶον τὸ γεννᾶσθαι καὶ τὸ ἀποθνήσκειν, τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, τὸ πλουτεῖν καὶ τὸ πένεσθαι καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. μετὰ δὲ τὴν ἐκ τοῦ σώματος ἔξοδον εὐθὺς γίνεται τῶν δικαίων τε καὶ τῶν ἀδίκων ἡ διαστολή· ἄγονται γὰρ ὑπὸ τῶν ἀγγέλων εἰς ἀξίους αὐτῶν τόπους, αἱ μὲν τῶν δικαίων ψυχαὶ εἰς τὸν παράδεισον, ἔνθα συντυχία τε καὶ θέα ἀγγέλων τε καὶ ἀρχαγγέλων, κατ' ὀπτα σίαν δὲ καὶ τοῦ σωτῆρος Χριστοῦ, κατὰ τὸ εἰρημένον" ἐκδημοῦν τος ἐκ τοῦ σώματος καὶ ἐνδημοῦντος πρὸς τὸν κύριον"· αἱ δὲ τῶν ἀδίκων ψυχαὶ εἰς τοὺς ἐν τῷ Ἅδῃ τόπους, κατὰ τὸ εἰρη μένον περὶ τοῦ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος·" ὁ Ἅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι" καὶ τὰ ἑξῆς. καὶ εἰσὶν ἐν τοῖς ἀξίοις αὐτῶν τόποις φυλαττόμενοι ἕως τῆς ἡμέρας τῆς ἀνα στάσεως καὶ ἀνταποδόσεως.
82.3.1
Ἐρώτησις. Καὶ εἰ, καθὼς ἔφης, πρὸ τῆς ἀναστάσεως οὐκ ἔστι τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφε 83 λος, εἰς τὸν παράδεισον αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης, καὶ μά λισθ' ὅτι ὁ μὲν παράδεισος αἰσθητός, νοητὴ δὲ ἔστι τῆς ψυχῆς ἡ οὐσία; Ἀπόκρισις. Ὄφελος γέγονε τῷ λῃστῇ, εἰς τὸν παράδεισον εἰσελθόντι, τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι' ἧς ἠξιώθη τοῦ συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως· καὶ ἔχει τοῦ παραδείσου τὴν αἴσθησιν, καθ' ἣν ὁρῶσιν αἱ ψυχαὶ ἑαυτάς, ἔτι δὲ καὶ τοὺς ἀγγέλους καὶ τοὺς δαίμονας– οὐ γὰρ νοήσει ὁρᾷ ψυχὴ ψυχήν, οὔτε ἄγγελος ἄγγελον, οὔτε δαίμων δαίμονα, ἀλλὰ κατὰ τὴν ῥηθεῖσαν ἐννοηματικὴν αἴσθησιν ὁρῶσιν ἑαυτούς τε καὶ ἀλλή λους–, ἔτι τε καὶ τὰ σωματικὰ πάντα
82.4.1
Ἐρώτησις. Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθητῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, αἰσθητὰ δὲ τὰ καλὰ καὶ τὰ φαῦλα τυγχάνουσι, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χω ρισθεῖσα τοῦ σώματος; εἰ δὲ ἀναισθητεῖ, δῆλον ὅτι νενέκρωται· νεκρῶν γὰρ καὶ ζώντων διαφορὰν ἀναισθησία διακρίνει καὶ αἴσθησις, Ἀπόκρισις. Πᾶσαι αἱ κτισταί τε καὶ λογικαὶ οὐσίαι διπλᾶς ἔχουσι καταληπτικὰς δυνάμεις, αἰσθητικήν τε καὶ νοητικήν· αἰ σθητικὴν μὲν τὴν ἐννοηματικὴν λεγομένην, καθ' ἣν καταλαμβά νουσιν ἑαυτάς τε καὶ ἀλλήλας· νοητικὴν δέ, καθ' ἣν δέχονται τὴν γνῶσιν τοῦ ὑπὲρ ἐκείνας. οὐ συνεργίᾳ οὖν τοῦ σώματος αἱ ψυχαὶ τῶν αἰσθητῶν λαμβάνουσι τὴν αἴσθησιν, ἀλλ' αὐτὴ ἡ ψυχὴ αἴ σθησις οὖσα τῇ ἑαυτῆς παρουσίᾳ αἰσθητικὸν τὸ ζῷον ποιεῖ. καὶ ὡς μὲν πρὸς τὸ ζῷόν ἐστιν αἴσθησις, ὡς δὲ πρὸς ἑαυτὴν αἰσθη τική, καὶ οὐδέποτε γίνεται νεκρά· ἡ γὰρ νέκρωσις τοῦ ἐμψύχου,