Quaestiones et responsiones ad orthodoxos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
84.1.1
θνητοῦ ὑπάρχει καὶ οὐχὶ τῆς ψυχῆς. συνεργίας οὖν δέεται τοῦ σώματος πρὸς τὴν κατάληψιν τῶν αἰσθητῶν τὸ ἔμψυχον καὶ ἡ ἐμψυχία, οὐχὶ ἡ ψυχή· ἄλλο γὰρ τὸ ἔμψυχον καὶ ἄλλο ἡ ψυχή, ὥσπερ ἄλλο τὸ κατὰ μετουσίαν καὶ ἄλλο τὸ κατ' οὐσίαν.
84.2.1
Ἐρώτησις. Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν εἶναι τὸν Δαυὶδ ὁ θεὸς ἀπεφήνατο, πῶς μετὰ ταῦτα μοιχείαν καὶ φόνον ὁ αὐτὸς προφήτης εἰργάσατο; καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμί σηνται, διατί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συνέστησε καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε; τούτου δὲ ἔχοντος οὕτως, πῶς ἡ γραφὴ ἀληθεύει λέ γουσα, ὅτι" τέκνα μοιχῶν ἀτέλεστα"; Ἀπόκρισις. Καὶ καθὸ διὰ τῆς μετανοίας τὰ οἰκεῖα σφάλ ματα διωρθώσατο ὁ Δαυίδ, καὶ κατὰ τοῦτο εὑρέθη ὡς καρδία θεοῦ τοῦ μὴ βουλομένου" τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι στρέψαι καὶ ζῆν αὐτόν". καὶ ὃν μὲν μοιχικῶς ἐγέννησεν ἐκ τῆς τοῦ Οὐρίου, τοῦτον ἐθανάτωσεν ὁ θεὸς διὰ τὸ εἶναι" τέκνα μοι χῶν ἀτέλεστα", τοὺς δὲ μετὰ τοῦτον γεννηθέντας οὐκ ἐθανάτωσε διὰ τὸ λαβεῖν αὐτὸν ταύτην μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐρίου εἰς γυναῖκα ἔννομον. τιμῶν δὲ τὴν μετάνοιαν ὁ θεὸς ἐν τοῖς ἐκ τῆς τοῦ Οὐρίου γεννηθεῖσι συνεστήσατο τοῦ Δαυὶδ τὸ γένος καὶ τὸν Χρι στὸν διὰ τὴν αὐτὴν αἰτίαν ἐξ αὐτῆς κατάγεσθαι πεποίηκεν.
84.3.1
Ἐρώτησις. Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδατὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βω 85 μοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ' ὧν εἰς τὰ σεβά σματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις; ποῦ δὲ καὶ εὑρήσομεν αὐτὸν ἀμοιβὰς τοσούτων κατορθω μάτων δεξάμενον, καὶ πρὸς ποῖον ἔπειτα ὄφελος μετὰ τοσούτων κατορθωμάτων μέγεθος αἱ περὶ τὸν Ἰωσίαν συναντήσασαι συμφο ραὶ γραφῇ παρεδόθησαν; Ἀπόκρισις. Καιρὸς ἀμοιβῆς τῶν ἐν εὐσεβείᾳ μετὰ ἀρε τῆς κατορθωμάτων οὐχ ὁ παρών ἐστιν, ἀλλ' ὁ μέλλων, καθ' ὃν αἱ ἀμοιβαὶ ἀναφαίρετοι εἰσαεὶ προσμένουσι τοῖς δεχομένοις αὐτάς. ὀδυνηρὸν δὲ τέλος ἐδέξατο τῆς ζωῆς Ἰωσίας, διὰ τὸ παρακούειν αὐτὸν τοῦ προφήτου Ἱερεμίου, εἰρηκότος αὐτῷ ἐκ προστάγματος τοῦ θεοῦ μὴ ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως Αἰγύπτου εἰς πόλεμον, καθώς φησιν ὁ Ἔσδρας. ἵνα οὖν καθαρὸν ἁμαρτη μάτων αὐτὸν ἐκ τοῦ βίου παραλάβῃ ὁ δεσπότης θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι ταύτης τῆς παρακοῆς πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ" εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται"; οἱ δὲ υἱοὶ τοῦ Ἰωσίου, εἰ μεινάντων αὐτῶν ἐν τῇ εὐσεβείᾳ τοῦ πατρὸς αὐτῶν αἰχμάλωτοι ἐγένοντο, εἶχεν ἂν χώραν ὁ τῶν Ἑλλήνων λόγος, ὅτι ἀνθ' ὧν ἐπλημμέλησεν ὁ Ἰω 86 σίας εἰς τὰ τῶν εἰδώλων σεβάσματα, οἱ υἱοὶ αὐτοῦ αἰχμάλωτοι ἐγένοντο. εἰ δὲ ἀπέστησαν μὲν τῆς εὐσεβείας τοῦ πατρὸς αὑτῶν, ἀνελάβοντο δὲ τῶν εἰδώλων τὴν λατρείαν καὶ εἰδωλολατροῦντες ᾐχμαλωτίσθησαν, προδήλως ψευδὴς ὁ τῶν Ἑλλήνων λόγος.
84.4.1
Ἐρώτησις. Εἰ μακροθυμεῖν ἡμᾶς πρὸς πάντας ἡ γραφὴ διδάσκει, πῶς οὐκ ἔπταισεν Ἑλισσαῖος θανατώσας δι' ἀρᾶς τοὺς ὑβρίσαντας αὐτὸν παῖδας, καὶ μάλισθ' ὅτι βρέφεσιν ἀπειροκάλοις μνησικακήσας τὸν διὰ τῶν θηρίων αὐτοῖς ἀντὶ ψιλῆς καὶ εὐτε λοῦς ὕβρεως ἐπήγαγε θάνατον; Ἀπόκρισις. Ὅτε διὰ μακροθυμίας τῶν σφαλλομένων οὐ γίνεται διόρθωσις, τότε ἡ ἀποτομία τῆς μακροθυμίας τοῖς ἀδιορ θώτως πταίουσίν ἐστι χρησιμωτέρα. οὐ χρὴ οὖν διαβάλλειν τὸν προφήτην ἐπὶ τῇ ἀποτομίᾳ, εἰρηκότα τὴν μακροθυμίαν μὴ παρέ χουσαν τοῖς ἁμαρτάνουσι τῆς ἁμαρτίας τὴν αἴσθησιν. καὶ ἐπειδὴ τὰς φωνὰς ταύτας, ἃς ἀτιμάζοντες τὸν προφήτην ἔλεγον οἱ παῖ δες, παρὰ τῶν γονέων αὑτῶν ἐδιδάχθησαν, τῶν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς ἐσχηκότων– τὸ γὰρ" ἀνάβαινε, φαλακρέ", πρὸς διασυρμὸν ἔλεγον τῆς τοῦ Ἠλία ἀναλήψεως, ὡσανεὶ τοῦτο λέγοντες·" λαμβανέτω καὶ σὲ πνεῦμα καὶ ῥιψάτω σε εἰς ὄρος ἄβα τον, ὡς κἀκεῖνον ἔρριψεν, ἵνα ἀπαλλαγῶμεν καὶ σοῦ, ὡς ἀπηλ λάγημεν ἐκείνου–, διὰ τοῦτο τῇ ἀναιρέσει τῶν παίδων ἐμαστίγωσε τοὺς γονεῖς, ἵνα μάθωσι μὴ ἀτιμάζειν τοὺς προφήτας καὶ δι' αὐ τῶν τὸν θεόν.
84.5.1
Ἐρώτησις. Εἰ πᾶσα πλάνη τῇ τοῦ Χριστοῦ παρουσίᾳ κα τήργηται, πῶς διὰ τῶν καλουμένων ἐγγαστριμύθων οἱ δαίμονες 87 φθέγγονται; πῶς δὲ οὐκ εὐτελῆ καὶ καταφρονήσεως ἄξιον τὸν 87 χριστιανισμὸν παριστῶσιν, ὅταν ἐν σώμασι χριστιανῶν τὰ μὲν τῆς ἀπάτης ἐπιδείκνυνται ἔργα, τοὺς δὲ τῆς μαντείας ἀποφθέγγονται λόγους; Ἀπόκρισις. Εἰ κατὰ τὸ εἰρημένον" οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα", ἀλλ'" ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξου σίαν καὶ δύναμιν", δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη, ἀλλ' οἷς μὲν ὁ Χριστὸς πεπίστευται, τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται· οἷς δὲ ὁ Χριστὸς ἔτι ἀπιστεῖται, τούτοις ἐνεργοῦσιν οἱ δαίμονες τὴν πλάνην. τὰ δὲ σώματα, οἷς οἱ ἐγγαστρίμυθοι κέχρηνται πρὸς τὸ λαλεῖν καὶ πράττειν τὰ τῆς μαντείας ῥήματά τε καὶ ἔργα, οὐκ ἔστιν ἀληθινὰ σώματα, ἀλλὰ φαντάζουσιν οἱ δαίμονες τὰς ὄψεις τῶν ὁρώντων ὡς σώματα ὁρᾶν τὰ μὴ σώματα. ς Δʹ. Ἐρώτησις. Εἰ οὐδαμοῦ ὀνόματα δαιμόνων ἡ γραφὴ τοὺς ἀνθρώπους ἐδίδαξε, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ κυρίου τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὠνόμαζον ὄνομα, ἐν τούτῳ φάσκοντες αὐτὸν ἐκβάλλειν τοὺς δαίμονας; καὶ αὐτὸς ὁ δεσπότης ὡς γινώ σκουσι τοῖς μαθηταῖς τὴν τοῦ δαίμονος κλῆσιν ἔλεγεν," εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν". τίς δὲ ἡ ἑρμηνεία τοῦ τοιούτου ὀνόματος; Ἀπόκρισις. Ὥσπερ τὸ εἶναι δαίμονας ὑπ' αὐτῶν τῶν δαιμόνων ἐμάνθανον οἱ ἄνθρωποι, οὕτω καὶ τὰς ὀνομασίας αὐτῶν ὑπ' αὐτῶν ἐδιδάχθησαν· πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς δαίμοσι καὶ οὐ θεῷ, ὕστερον εἶπεν ἡ θεία γραφὴ" ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ", καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαί 88 μονας οὐδαμοῦ φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει ὅτι" ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ", οὕτω καὶ περὶ τῆς ὀνομασίας αὐ τῶν μηδὲν εἰρηκυῖα λέγει τῶν δαιμόνων τὰ ὀνόματα, τοῦ τε Βεελ ζεβοὺλ καὶ τοῦ Βελίαρ·" ποία" φησί" συμφώνησις Χριστοῦ πρὸς Βελίαρ"; οἷς γὰρ ἐκέχρηντο οἱ ἐπαοιδοὶ δαίμοσι πρὸς τὰ προ κείμενα αὐτοῖς ἔργα, τούτων ἀναγκαίως παρ' αὐτῶν ἐμάνθανον, ὥσπερ τὸν τρόπον τῆς θεραπείας, οὕτω καὶ τὴν προσηγορίαν τῆς κλήσεως αὐτῶν. Εἴρηται δὲ τῷ Ὠριγένει τούτων τῶν ὀνομάτων ἡ ἑρμηνεία ἐν τῇ ἑρμηνείᾳ τῶν ἑβραϊκῶν ὀνομάτων.
84.6.1
Ἐρώτησις. Εἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδεται, καθώς τινες ἔφασαν καὶ ἡ νῦν διδάσκει κατάστασις, διατί πρὸ νόμου τὸ θύειν προσέταττεν τῷ Νῶε καὶ μάλιστα ὅτι εἰδω λικαὶ θυσίαι οὐδέπω ἐγένοντο; εἰ δὲ ἥδετο ταύταις, διατί μετὰ τὸν νόμον ἡ τούτων χρῆσις ἐπαύσατο; Ἀπόκρισις. Οὐδεὶς τῶν θυσάντων τὰ ἄλογα θυσίαν τῷ θεῷ πρὸ τοῦ νόμου κατὰ τὴν θείαν διάταξιν ἔθυσε, κἂν φαίνε ται ὁ θεὸς ταύτην προσδεξάμενος, τῇ ταύτης ἀποδοχῇ δεικνύων τὸν θύσαντα εὐάρεστον αὐτῷ. ἃ δὲ προσέταξε τῷ Ἁβραὰμ λαβεῖν ζῷα τριετίζοντα, ὡσαύτως δὲ καὶ κριόν, ὃν ὑπὲρ τοῦ Ἰσαὰκ προ σήνεγκε θῦσαι, οὐχ ὡς ταῖς τούτων θυσίαις ἡδόμενος, ἀλλὰ χρείας ἕνεκεν προμηνυτικῆς τῶν ἐσομένων· τῷ δὲ Νῶε οὐδαμοῦ φαίνεται ὁ θεὸς προστάξας προσαγαγεῖν αὐτῷ τὴν τῶν ἀλόγων θυσίαν.
84.7.1
Ἐρώτησις. Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλιςσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ οὔτε διπλᾶ τὰ ἔργα Ἠλιοὺ ἐποίησεν, 89 οἷον ὑετῶν ἐποχὴν καὶ λιμοῦ ἐπαγωγήν, πυρὸς κατὰ θυσιῶν οὐ ράνιον φοράν, ἱερέων Ἑλλήνων σφαγάς, πεντηκοντάρχων ὁλοκαυ τώσεις καὶ τὰ λοιπά, ἀλλ' ἕτερα μὲν ἐκεῖνος, ἕτερα δὲ οὗτος εἰργάσατο θαύματα; πόθεν οὖν ὁ Ἑλισσαῖος δειχθήσεται τὴν ἑαυ τοῦ αἴτησιν καὶ τὴν τοῦ Ἠλία ὑπόσχεσιν κομισάμενος; Ἀπόκρισις. Οὐκ ᾐτήσατο Ἑλισσαῖος τὸ διπλοῦν τοῦ πνεύματος, πρὸς ποίησιν τῶν αὐτῶν διπλῶν ἔργων, ἀλλὰ πρὸς τὸ ἰσχύειν ἁπλῶς ἐκτελεῖν ὅσα ἦν χρεία τοῦ γενέσθαι ὑπ' αὐτοῦ μετὰ μείζονος δυνάμεως περιουσίας. τῆς δὲ αἰτήσεως, ὅτι οὐκ ἀπέτυχε. μαρτυροῦσι τὰ δι' αὐτοῦ γεγονότα θαύματα, ὧν τινὰ μὲν διπλᾶ, τινὰ δὲ ἁπλᾶ ἐξετέλεσε· τὸ γὰρ ἐγείρειν δύο νεκρούς, ἕνα μὲν ζῶντος αὐτοῦ, ἕνα δὲ τελευτήσαντος, τὸ διπλοῦν ἐδήλου τῆς ἐν λοιποῖς θαύμασιν, εἰ ἐβούλετο περιουσίας, τῆς ἐν αὐτῷ θείας τοῦ πνεύματος χάριτος. καὶ ἐπὶ μὲν τοῦ Ἠλία πρὸς τὴν χρείαν ἐγέ νετο τοῦ ἐλαίου ἡ ἐπίδοσις, ἐπὶ δὲ τοῦ Ἑλισσαίου καὶ ὑπὲρ τὴν χρείαν. καὶ ὁ μὲν Ἠλίας πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἄμυναν τῶν ἐχθρῶν, ὁ δὲ Ἑλισσαῖος ἵππους πυρὸς καὶ ἀνα βάτας κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς βοήθειαν τῷ Ἰσραήλ.
84.8.1
Ἐρώτησις. Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφή, ὅτι" πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη", ὅπερ οὐκ εἶπεν ἐπί τινος τῶν ἄλλων, ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λαζάρου, ἢ τοῦ υἱοῦ τῆς χήρας, ἢ τῆς θυγατρὸς τοῦ Ἰαείρου, ἀλλ' ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε; πῶς οὖν ἐπὶ τούτων μόνον σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει, ὅτι" ἐνεφανίσθη σαν πολλοῖς", ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι; 90 καὶ εἰ τῷ ὄντι ἄψυχα ἀνέστησαν σώματα καὶ ἐπεβίωσαν, ἢ εὐθέως ἐτελεύτησαν, ἢ μένουσιν ἐν ἀθανασίᾳ καὶ ὅποι, καὶ τί τοῖς μετ' ἐκείνους ἐκ τῶν ἐπ' αὐτοῖς γεγονότων τὸ ὄφελος δίδωσι, δίδαξον. Ἀπόκρισις. Εἰ τελείαν ἀνάστασιν ταύτην καλοῦμεν τῶν ἀνισταμένων ἀνθρώπων, τῶν ψυχῶν εἰσοικιζομένων πάλιν εἰς τὰ σώματα τῶν ἀνισταμένων, δῆλον ὅτι πάντες, οἵ τε ἤδη ἀναστάν τες, οἵ τε μέλλοντες ἀνίστασθαι ὑπὸ τοῦ κυρίου, τέλειοι ἀνέ στησαν· ἀδύνατον γὰρ νεκρῶν γενέσθαι ἀνάστασιν, τῆς ψυχῆς μὴ εἰσοικιζομένης εἰς τὸ οἰκεῖον σῶμα. κἂν οὖν εἴπῃ ἡ θεία γραφή, ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν, ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι' ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστα σιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην. καὶ καθώσ περ ὅταν εἴπῃ ἡ θεία γραφή" ὁ ἐγείρας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώ ματα", οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν, οὔτε φαντασίας ὑπόνοιαν δίδωσιν, ἀλλὰ τελείας ἀναστάσεως τὴν πίστιν, οὕτως καὶ ὅταν λέγῃ" πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη", τὴν τε λείαν λέγει ἀνάστασιν. γέγονε δὲ τούτων τῶν ἁγίων ἡ ἀνάστασις ἀπόδειξις τοῦ λυτικὸν εἶναι τὸν τοῦ Χριστοῦ θάνατον τοῦ θανάτου πάντων ἀνθρώπων τοῖς ἐν τῷ παρόντι πιστεύουσι καὶ πάσαις ταῖς ἐν τῷ Ἅδῃ ψυχαῖς· δι' ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μένουσιν ἐν ἀθανασίᾳ, καθάπερ Ἐνὼχ καὶ Ἠλίας, καὶ εἰσὶ σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ, ἀναμένοντες τὴν κοινωνίαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως, γινομένην κατὰ τὴν ἐναλλαγήν, καθ' ἥν, ὥς φησιν ὁ ἅγιος ἀπόστολος," πάντες ἀλλαγησόμεθα"· εἰς γὰρ ἀθάνατόν τε καὶ ἄφθαρτον ζωὴν οὔπω γέγονέ τινος ἡ ἀνάστασις, 91 πλὴν τοῦ σωτῆρος Χριστοῦ. διὸ" καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν" καὶ" ἀπαρχὴ τῶν κεκοιμημένων" ἀνηγόρευται.
84.9.1
Ἐρώτησις. Τί ἑρμηνεύεται τὸ ὑφί, τὸ νέβελ, τὸ γόμορ, τὸ σίκλον, τὸ βασιλικὸν καὶ τὸ ἅγιον, ὁ στατήρ, ἡ δραχμή, ὁ κοδράντης, ὁ ὁρμίσκος, τὸ δίδραχμον, τὸ τάλαντον, τὸ ἀσσάριον, τὸ θεραφίμ, τὸ βεζέκ, τὸ σαβαώθ, τὸ ἀδωναΐ, τὸ ἐφούδ; ἀμφο τέρων δὲ ἡμῖν ἀναγκαία ἡ γνῶσις, ἐπειδὴ ἑκάτερα τῇ γραφῇ περιέχεται. Ἀπόκρισις. Εἴρηται τῷ Ὠριγένει, ἀνδρὶ ἐπισταμένῳ τὴν τῶν Ἑβραίων διάλεκτον, πάντων τῶν ἐν ταῖς θείαις γραφαῖς ἐμφερομένων ἑβραϊκῶν ὀνομάτων ἢ μέτρων ἡ ἑρμηνεία. τὴν ἑρμη νείαν ἐκείνην ζητήσας εὑρήσεις ἐν αὐτῇ τὴν πάντων ἑρμηνείαν ὧν ἐζήτησας.
84.10.1
Ἐρώτησις. Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ ἀναιρέσεως τῇ ποιή σει τῶν θαυμάτων ὁ δεσπότης διέπρεπε, καθώς φησιν ὁ Ματ θαῖος, καὶ πάντας ἡ περὶ τούτων φήμη τοὺς ἐν τῇ Ἰουδαίᾳ κατέλαβε, πῶς μετὰ τὴν τοῦ προδρόμου ἀναίρεσιν ἀκούων τὰ ὑπὸ τοῦ Χριστοῦ γενόμενα θαύματα Ἡρώδης τοῖς Ἰουδαίοις ἔλεγεν, ὅτι Ἰωάννης ἐστὶ πρὸς ζωὴν ὑποστρέψας ὁ ποιῶν τὰ σημεῖα; ταῦτα γὰρ ἡμῖν διηγεῖται ὁ μακάριος Μάρκος. Ἀπόκρισις. Ὅτι μὴ πάντα τὰ ὑπὸ τοῦ σωτῆρος γεγονότα θαύματα πάντες οἱ ἀκούσαντες ἐνὶ καιρῷ ἤκουσαν, ἀλλ' οἳ μὲν πρότερον, οἳ δὲ ὕστερον, μαρτυροῦσιν αἱ φωναὶ τῶν εἰρηκό 92 των τὸν Ἰωάννην εἶναι ἐργάτην τῶν θαυμάτων τῶν γεγενημένων ὑπὸ τοῦ σωτῆρος μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου· οὐκ ἂν γὰρ ἔλεγον τοῦτο, εἰ ἦσαν ἀκούσαντες τὰ πρὸ τῆς ἀναιρέσεως Ἰωάν νου γεγονότα θαύματα ὑπὸ τοῦ σωτῆρος. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ὁ Ἡρώδης μετὰ τὴν ἀναίρεσιν Ἰωάννου ἀκούει τὰ ἔργα τῶν μαθητῶν τοῦ Ἰησοῦ, τὰ ἐπ' ὀνόματι τοῦ Ἰησοῦ γεγονότα· τότε γὰρ ἤκουσεν ὁ Ἡρώδης τὸ ὄνομα τοῦ Ἰησοῦ, ὅτε ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰησοῦς εἰς τὰς πόλεις καὶ κώμας κηρύτ τειν τὴν μετάνοιαν καὶ θεραπεύειν τὰς νόσους, καθά φησι Μάρκος ὁ εὐαγγελιστής· καὶ γὰρ αὐτὸς Ἰωάννης πρὸ τῆς ἐγέρσεως τοῦ υἱοῦ τῆς χήρας οὐκ ἦν ἀκούσας πάντα ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἔν τε τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἱερουσαλήμ, καίτοι πολλῶν ὄντων τῶν ἤδη γεγενημένων ὑπὸ τοῦ σωτῆρος θαυμάτων, καὶ πρὸ τοῦ βληθῆναι τὸν Ἰωάννην εἰς φυλακὴν καὶ μετὰ τὸ βληθῆναι αὐτόν· τότε γὰρ ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν μαθεῖν, εἰ αὐτὸς εἴη ὁ προσδοκώμενος ἐλθεῖν, καθά φησι Λουκᾶς, [ὅτε]***, [Λουκᾶς] μὲν ὁ εὐαγγελιστὴς τοῦτο, Ἰωάννης δὲ ὁ εὐαγγελιστὴς ἐκεῖνο. Ρʹ. Ἐρώτησις. Εἰ, καθὼς ἡ θεία διδάσκει γραφὴ καὶ ἡμεῖς πεπιστεύκαμεν," ἁμαρτίαν" γεννηθεὶς ὁ Χριστὸς" οὐκ ἐποίησε", πῶς πάλιν ἀληθεύει ἡ γραφὴ μεθ' ὅρκου βοῶσα, ὅτι" οὐδεὶς γεννηθεὶς, ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκώς, ὃς οὐκ ἠνόμησεν"; πῶς δὲ καὶ βρέφος τὸ σύγχρονον τῷ τόκῳ τὸ τέλος δεξάμενον, ἢ βραχυήμερον 93 ζωὴν κομισάμενον, ἁμαρτίαν καὶ ἀνομίαν ἢ τὰ τούτων ἐναντία ποιῆσαι ἠδύνατο; Ἀπόκρισις. Τὸ" οὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησεν", οὐ δείκνυσι ψευδὲς τὸ περὶ τοῦ Χρι στοῦ εἰρημένον, τὸ" ἁμαρτίαν οὐκ ἐποίησε"· περὶ γὰρ τοῦ ἐξ ἀνδρὸς καὶ γυναικὸς γεννηθέντος εἴρηται ὁ λόγος οὗτος. ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ θεοτόκου ἐγεν νήθη Μαρίας. νοεῖται δὲ καὶ ὁ λόγος οὕτως. οὐδεὶς πεφυκὼς ἁμαρτάνειν ἢ ἀνομεῖν, ὃς οὐχ ἥμαρτεν ἢ οὐκ ἠνόμησε· πέφυκε δὲ ἁμαρτάνειν ὁ κατὰ τὴν αὐθαίρετον προαίρεσιν ἄγων ἑαυτὸν εἰς τὸ πράττειν ἃ βούλεται, εἴτε ἀγαθὰ εἴτε φαῦλα. τὸ δὲ βρέφος, ἅτε οὔπω ὂν τῆς τοιαύτης δυνάμεως, δῆλον ὅτι οὐδὲ πέφυκεν ἁμαρτάνειν. καὶ τὸ" τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ' οὐδείς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς", οὐδενὶ τρόπῳ ἁρ μόττει τῷ βρέφει· τὸ γὰρ" βίος" ἀντὶ τῆς πολιτείας εἴληπται ἐνταῦθα, τῷ βρέφει δὲ ὥσπερ οὐκ ἔστι πολιτεία, οὐδὲ βίος.
84.11.1
Ἐρώτησις. Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι κινούμενοι ἑαυτοῖς καὶ τοῖς παισὶ τὰς γαμετὰς ἐκ τῆς οἰκείας συγγενείας εἰλήφασι, πῶς οὐ παρὰ τὸν εὐσεβῆ τῶν προγόνων σκοπὸν Ἰωσὴφ καὶ Μωυσῆς διεπράξαντο, ὃ μὲν Αἰγυπτίαν, ὃ δὲ Μαδιανίτιδα γυ ναῖκα γημάμενος; Ἀπόκρισις. Οἱ μὲν πατριάρχαι, φόβῳ τοῦ μὴ ἐκτραπῆναι τοὺς αὑτῶν τῆς εὐσεβείας, οὐκ ἐπέτρεπον αὐτοῖς ἐκ τῶν ἐθνικῶν λαβεῖν γυναῖκας· ὁ δὲ Μωυσῆς καὶ Ἰωσὴφ τοῦ τοιούτου φόβου ἦσαν ἀνώτεροι. οὐδὲν οὖν κατὰ παράβασιν τοῦ σκοποῦ τῶν πα τέρων πεποιηκότες φαίνονται ὅ τε Μωυσῆς καὶ Ἰωσήφ, λαβόντες 94 γαμετὰς ἐθνικάς· οὐ γὰρ μόνον αὐτοὶ οὐκ ἐξετράπησαν τῆς εὐσε βείας ὑπὸ τῶν γυναικῶν ἑαυτῶν, ἀλλὰ καὶ αὐτὰς μετέφερον εἰς τὴν ἑαυτῶν εὐσέβειαν.
84.12.1
Ἐρώτησις. Εἰ πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ λογικοῦ ἢ ἀλόγου οὐ τεθέαται θάνατον, πῶς ὃν οὐκ εἶδεν ὡς ἑωρακὼς ἀπειληθέντα ἐδειλίασε θάνατον; πῶς δὲ τοῦτον ἀγνοούμενον αὐτῷ, ὡς ἐγνω σμένον ἠπείλησεν ὁ θεός; Ἀπόκρισις. Εἰ λογικὸν ἐκεῖνον καλοῦμεν, τὸν ἔχοντα ἐν ἑαυτῷ τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων τὰς ἐννοίας, δῆλον ὅτι καὶ ὁ Ἀδὰμ λογικὸς ὢν εἶχεν ἐν ἑαυτῷ τοῦ θανάτου τὴν ἔν νοιαν. καὶ καθώσπερ μὴ ἑωρακὼς μὲν ὁ Ἀδὰμ λογικὸν ἐπὶ τῇ ἑαυτοῦ γυμνώσει αἰσχυνόμενον, ὅμως δὲ γυμνωθεὶς ᾐσχύνθη, ἐσχη κὼς ἐν ἑαυτῷ τῆς αἰσχύνης τὸ ὄνομα καὶ τὴν ἔννοιαν, οὕτως εἶχεν ἐν ἑαυτῷ καὶ τοῦ θανάτου τὴν ἔννοιαν, κἂν τὸ πρᾶγμα ἐν ἄλλῳ μήπω ἦν θεασάμενος. διὸ εὐλόγως ἐδειλίασε τὸν θάνατον, εἰδὼς αὐτὸν ἀπὸ τῆς ἐννοίας αὐτοῦ ἀντικείμενον ὄντα τῆς ζωῆς.
84.13.1
Ἐρώτησις. Ἐπειδὴ ἡ γραφὴ λέγει κρίματα καὶ δικαιώματα καὶ μαρτύρια καὶ νόμον, ἐντολὰς καὶ προστάγματα, εἰ ταῦτά εἰσιν ἀλλήλοις ἀμφότερα, ἢ ἑκάτερον ἔχει λόγον ἰδιάζοντα, δίδαξον. Ἀπόκρισις. Κρίματα μὲν λέγει τοὺς λόγους τοὺς διαστέλ λοντας τῶν οὐ πρακτέων τὰ πρακτέα,* καὶ τιμὴν μὲν τὴν ἐπὶ τῇ ὑπακοῇ, τιμωρίαν δὲ τὴν ἐπὶ τῇ παρακοῇ ὁρισαμένου· δικαιώ ματα δὲ λέγει τῶν κριμάτων τὴν ὀρθότητα, ἀπονεμητικὴν τῶν κατ' ἀξίαν ἑκάστῳ· νόμον δὲ λέγει τὴν ἔγγραφον περίληψιν πάσης τῆς ἰουδαϊκῆς λατρείας, μαρτυρίαν δὲ καλεῖ τὴν ἐπὶ τοῖς πρατ 95 τομένοις ὑπὸ τῶν δεξαμένων τὸν νόμον, ἀξίαν δι' εὐλογίας καὶ κατάρας ἀμοιβήν, ἣν πολλάκις ὁ Μωυσῆς διαμαρτυρόμενος ἔλεγε τοῖς Ἰουδαίοις συμβήσεσθαι αὐτοῖς πειθομένοις ἢ ἀπειθοῦσιν· ἐν τολὰς δὲ καὶ προστάγματα λέγει, κατὰ τὸν τρόπον τῶν λόγων ὀνομάζων τοὺς λόγους, ἐνταλτικῶς ἢ προστακτικῶς λεχθέντας, κατὰ τὴν ἔμφασιν τῆς θείας αὐθεντίας τοῦ ταῦτα ἐντειλαμένου ἢ προστάξαντος.
84.14.1
Ἐρώτησις. Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι. καθώς φησιν ἡ γραφή, ὅπερ τινὲς ἔφασαν γεγονέναι διὰ τὴν πυ ρώδη τῶν φωστήρων οὐσίαν, ὥστε τοῖς ἐπικειμένοις τὸν οὐρανὸν πιαινόμενον ὕδασι τῇ ὑποκειμένῃ τῶν φωστήρων φλογὶ μένειν ἀχείρωτον, πῶς οἱ ταῦτα λέγοντες ἀληθεύουσι, τῶν φωστήρων οὐκ ἐν τῷ οὐρανῷ, ἀλλ' ὑπὸ τὸν οὐρανὸν κινουμένων; εἰ δὲ τού τους ἐν τῷ οὐρανῷ λέγοιεν εἶναι, πῶς τὴν κινητικὴν ἐνέργειαν ἔχουσι, τοῦ οὐρανίου σώματος τὸ ἀκίνητον ἔχοντος; εἰ δὲ σὺν τῷ οὐρανῷ τὰ ἄστρα λαμβάνει τὴν κίνησιν, πῶς οὐκ ἀληθεύσειεν ὁ σφαῖραν τὸν οὐρανὸν προσαγορεύων μῦθος; εἰ δὲ τοῦτο μὲν ἀπρε πές, τὸ δὲ προλεχθὲν περὶ τῶν φωστήρων νοῆσαι ἀκόλουθον, πῶς οὐκ ἄχρηστος τῶν ἄνω ὑδάτων ἡ σύστασις; τί δὲ καὶ αὐτὴ ἐν τῇ συντελείᾳ γενήσεται, ἄνω μὲν τῶν δικαίων, κάτω δὲ τῶν ἁμαρ τωλῶν τὰς τῶν πρακτέων ἀμοιβὰς τότε μελλόντων κομίζεσθαι; Ἀπόκρισις. Κἂν ὑπὸ τὸν οὐρανόν εἰσιν οἱ φωστῆρες, ἀλλ' ἡ φορὰ τῆς τῶν πυρωδῶν οὐσιῶν ἐνεργείας κατὰ φύσιν ἐπὶ τὰ ἄνω γίνεται. διὸ εὔλογον αἰτίαν ἀποδεδώκασιν οἱ εἰρηκότες πρὸς διαμονὴν τοῦ στερεώματος πεφορτῶσθαι τοῦ οὐρανοῦ τὰ νῶτα τοῖς ὕδασιν. οὐ τοῦτο δὲ μόνον ἐστὶν αἴτιον τοῦ εἶναι τὰ ὕδατα ἐν τοῖς 96 νώτοις τοῦ οὐρανοῦ, τὸ ἀχείρωτον αὐτὸν εἶναι τῇ ὑποκειμένῃ φλογὶ 96 τῶν φωστήρων, ἀλλὰ καὶ τὸ βαρεῖσθαι αὐτὸν ἐπὶ τὸ κάτω ὑπὸ τοῦ πλήθους τῶν ἐν νώτοις αὐτοῦ ὑδάτων καὶ μὴ δονεῖσθαι ὑπὸ τῆς βιαίας τῶν ἀνέμων φορᾶς, καὶ τὸ τὴν ἄκραν ἐξ αὐτῶν ἐπὶ τὸ κάτω πέμπεσθαι ψυχρότητα, ἀφ' ἧς μιγείσης τῇ ἄκρᾳ τοῦ ἡλίου θερμότητι ἀποτελεῖται τῶν ἀέρων ἡ σύγκρασις πρὸς τὴν διαμονὴν τῶν ἐπὶ τῆς γῆς ζῴων τε καὶ φυτῶν. ἐν δὲ τῇ συντελείᾳ, οὐκ ἐν τῷ νῦν οὐρανῷ καὶ ἐν τῇ νῦν γῇ κομίζονται τῶν πρακτέων τὰς ἀμοιβὰς οἱ ἄνθρωποι, ἀλλ' ἐν τῷ καινῷ οὐρανῷ καὶ ἐν τῇ καινῇ γῇ, κατὰ τὸ εἰρημένον·" ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἣν ἐγὼ ποιῶ· μένει ἐνώπιόν μου εἰς τοὺς αἰῶνας". καὶ πάλιν·" κατ' ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται". καὶ πάλιν·" ἔτι ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν"· τὸ δὲ σαλευόμενον δηλοῖ τὴν μετάστασιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
84.15.1
Ἐρώτησις. Εἰ ὡς βιβλίον τὸν οὐρανὸν ἑλίσσεσθαι καὶ τὰ ἄστρα ὡς φύλλα πίπτειν ἐπὶ τῆς γῆς προλέγει μὲν ὁ κύριος, καὶ ὁ προφήτης δὲ τούτοις προκατήγγειλε σύμφωνα, πῶς ἡ παντελὴς τοῦ στερεώματος ἀπώλεια διὰ τῶν ἐκείνων λόγων οὐ δείκνυται; τίς οὖν ἡ τῶν τοιούτων ῥημάτων διάνοια καὶ πῶς τὸ τῶν στοιχείων συνίσταται ἄφθαρτον; Ἀπόκρισις. Ὥσπερ τοῦ στερεώματος τὴν ποίησιν παραβολικῶς ἡ θεία γραφὴ παρείκασε ποτὲ μὲν τῇ ἐκτάσει τῆς δέρ ρεως, λέγουσα" ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν", ποτὲ δὲ τῷ 97 καπνῷ στερεωμένῳ (" ὁ οὐρανός" φησίν" ὡσεὶ καπνὸς ἐστε ρεώθη"), ποτὲ δὲ τῷ περιφερεῖ τῆς καμάρας (" ὁ τανύσας" φησί" τὸν οὐρανὸν ὡσεὶ καμάραν"), οὕτω καὶ τὴν ἀνάλυσιν αὐτοῦ παραβολικῶς παρείκασε ποτὲ μὲν βιβλίῳ ἑλισσομένῳ, ποτὲ δὲ στοιχείῳ λυομένῳ πυρί, καθά φησιν ὁ ἀπόστολος Πέτρος ἐν τῇ δευτέρᾳ αὑτοῦ καθολικῇ ἐπιστολῇ, ποτὲ δὲ ἱματίῳ παλαιουμένῳ· ἀνάγκη γὰρ τῇ εἰσαγωγῇ τοῦ κρείττονος οὐρανοῦ τοῦ καινῶς γινο μένου ἀναιρεῖσθαι τὸ στερέωμα, ὡς ἄχρηστον ὂν πρὸς ἐκείνην τὴν κατάστασιν, ἵνα τῇ αὐτοῦ ἀπωλείᾳ κἂν τότε τὸ μάταιον τοῦ περὶ τῆς ἀγεννησίας τε καὶ ἀφθαρσίας τοῦ οὐρανοῦ φρονήματος μά θωσιν οἱ ἀίδιόν τε καὶ ἀγένητον θεόν τε καὶ ἔμφρονα τοῦτον εἰρηκότες.
84.16.1
Ἐρώτησις. Εἰ διὰ τὴν ἡμετέραν χρείαν κατ' ἀρχὰς ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύεται, οἷον κτήνη μὲν καὶ θηρία καὶ πετεινὰ φθείρεται, οὐρανὸς δὲ καὶ γῆ φθορᾶς ἀπαλλάσσεται, καὶ τὰ μὲν φθείρεται, ὡς ἀνενδεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δηλωθέντα μένει στοιχεῖα, [ὡς] τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν, ἀὴρ καὶ θάλαττα πῶς οὐκ ἄχρηστα, εἰ τότε μένοιεν ἄφθαρτα, οὔτε εἰς πνοὰς οὔτε ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας [ἕνεκα] χρῃζόντων ἡμῶν ἐξ αὐτῶν διὰ τὸ ἀνενδεές, ὡς ἔφην, τοῦ σώματος; Ἀπόκρισις. Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον" παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου", δῆλον ὅτι ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα, τὰ τοῦ σχήματος ἕνεκεν τοῦ κόσμου γεγονότα, συμπαρα 98 χθήσεται τῷ τοῦ κόσμου σχήματι, εἰσαχθήσεται δὲ" καινὸς οὐρανὸς καὶ καινὴ γῆ", ἐν οἷς μέλλει δίδοσθαι δικαίοις τε καὶ ἀδίκοις ἡ τῶν πρακτέων ἀμοιβή. τῷ δὲ ἀέρι, εἰ καὶ πρὸς ἀναπνοὴν τότε οὐ χρῄζομεν, ἀλλὰ πρὸς τὴν κίνησίν τε καὶ τοπικὴν μετάβασιν ἀναγκαίως αὐτῷ χρησόμεθα·" ἁρπαγησόμεθα" γάρ, φησίν," ἐν νε φέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα".
84.17.1
Ἐρώτησις. Εἰ μόνοις τοῖς κατὰ γνώμην καλοῖς παρὰ θεοῦ ἔπαινος δίδοται, οἱ παῖδες οἱ παρ' Ἡρώδου τὴν διὰ ξίφους λα βόντες ἀναίρεσιν καὶ τὰ ἐπὶ τοῦ κυρίου νήπια, ἡνίκα ἐπὶ τοῦ κτή νους καθήμενος τὴν Ἱερουσαλὴμ κατελάμβανε, τὸν ὕμνον φθεγξά μενα, ποῖον ἔχουσι δικαίως χρεωστούμενον ἔπαινον; κἀκεῖνοι γὰρ τὴν σφαγὴν παρὰ γνώμην ἐδέξαντο, καὶ ταῦτα οὐ γνώμῃ οἰκείᾳ, ἀλλὰ χάριτι θείᾳ ἐν Ἱερουσαλὴμ τὸν ὕμνον ἐφθέγξαντο. Ἀπόκρισις. Εἰ χάρισμα θεοῦ ἐστι τὸ ὑπὲρ Χριστοῦ πά σχειν–" ὑμῖν" φησίν" ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν"–, ἔπασχον δὲ καὶ τὰ βρέφη ὑπὲρ Χριστοῦ, θείας ἄρα ἠξιώθησαν χάριτος. τίς οὖν οὐκ ἐπαινέσειε ταῦτα δικαίως, τῇ δόσει τῆς θείας χάριτος ἐπαι νεθέντα ὑπὸ θεοῦ τοῦ καὶ τοῖς παρὰ γνώμην καλοῖς τὸν ἔπαι νον δαψιλευομένου; ἔτι δέ, εἰ πρὸς τὸν ἔπαινον τῶν διὰ τὴν εὐσέβειαν θλιβομένων ἀνταποδίδωσιν ὁ θεὸς θλῖψιν τοῖς θλί ψασιν αὐτούς, ἀνάγκη ἄρα καὶ τὰ βρέφη τὰ ἀναιρεθέντα ὑπὸ Ἡρώδου ἐπαινεῖσθαι τούτῳ τῷ ἐπαίνῳ, τῷ διὰ τὴν ἐκδίκησιν τῶν θλίψεων." δίκαιον" φησὶν ὁ ἀπόστολος Παῦλος" παρὰ θεῷ ἀντα ποδοῦναι τοῖς θλίψασιν ὑμᾶς θλῖψιν, ὑμῖν δὲ τοῖς θλιβομένοις ἄνεσιν ἐν τῇ βασιλείᾳ αὐτοῦ". 99
84.18.1
Ἐρώτησις. Εἰ ἡ χάρις διὰ τοῦτο κέκληται χάρις, διὰ τὸ τοῖς πταίουσι τοῦ νόμου συγχωρεῖν ἑτοιμότερον, πῶς τὰ τῇ χά ριτι πρέποντα ἐν τῷ νόμῳ μᾶλλον εὑρίσκεται; ὃ μὲν γὰρ ῥαντι σμοῖς τισι καὶ θυσίαις ἀλόγων καὶ διαφοραῖς βαπτισμάτων τοὺς πταίοντας καθ' ἑκάστην ἀποπλύνει τῆς μέμψεως, ἡ δὲ χάρις ἓν μόνον χαρίζεται βάπτισμα, τῆς τῶν ἁμαρτημάτων παρεκτικὸν συγ χωρήσεως. ἀλλ' εἰ μὲν ἅπαξ μόνον ὑπεπίπτομεν πταίσμασιν, ἅπαξ μόνον καὶ τῆς ἀφέσεως ἐδεόμεθα. πολλάκις δὲ ἁμαρτάνοντες, δῆλον ὅτι καὶ πολλάκις τῆς ἀφέσεως χρῄζομεν· ὅπερ οὐχ ἡ χάρις, ἀλλ' ὁ νόμος διὰ τῶν προλεχθέντων ῥαντισμῶν καὶ τῶν λοιπῶν παρέ χειν ἐπίσταται. πῶς οὖν οὐ δειχθήσεται τοῦ νόμου ἡ χάρις φι λανθρωποτέρα περὶ τοὺς ἁμαρτάνοντας, ὡς προείρηται ἐχόντων τῶν πραγμάτων; Ἀπόκρισις. Τῶν τοιούτων πταισμάτων ὁ νόμος διὰ τοῦ βαπτίσματος καὶ θυσίας δίδωσι τὴν ἄφεσιν τῶν μηδὲν συντελούν των εἰς βλάβην πολιτείας καὶ ζωῆς ἀνθρώπων, οἷον ὡς τὸ ἅψα σθαι νεκροῦ ἢ λεπροῦ ἤ τινος τῶν τοιούτων· τῶν δὲ ἄλλων πται σμάτων γεγενημένων εἰς βλάβην πολιτείας ἢ ζωῆς ἀνθρώπων οὐ δίδωσι συγχώρησιν, οὔτε διὰ τοῦ βαπτίσματος οὔτε διὰ τῆς τῶν ἀλόγων θυσίας, ἀλλὰ δικαίαν τε καὶ ἀξίαν ἀμοιβὴν τοῖς πταίσασι δίδωσι διὰ τοῦ ἴσου τῆς ἀντιπλήξεως." ψυχήν" φησίν" ἀντὶ ψυ χῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος". ὅπου δὲ τὸ ἴσον τῆς ἀνταποδόσεώς ἐστιν ἀπρεπές, ἐκεῖ τὸν διὰ πυρὸς ἢ λίθου ἢ ξίφους θάνατον ἀνταποδίδωσι τοῖς πταίσασι· τὴν μὲν γὰρ θυγατέρα τοῦ ἱερέως πορνεύσασαν διὰ πυρὸς ἀναλίσκει, τὴν δὲ τοῦ λαϊκοῦ ἀνδρὸς διὰ λίθου, τὴν δὲ ὕπανδρον διὰ ξίφους, καὶ οὐδαμοῦ ἰσχὺς τῷ νόμῳ ἐκ φιλανθρωπίας διὰ βαπτισμῶν τε καὶ 100 θυσιῶν σῶσαι τῶν τοιούτων τινά. τῆς δὲ χάριτος πολλή τίς ἐστι πρὸς τὴν τῶν ἁμαρτανόντων σωτηρίαν ἡ ἰσχύς· αὕτη γὰρ καὶ τοῦ νόμου κρατοῦντος, εἰ μὴ κατέλαβε τὸν βασιλέα Δαυὶδ διπλοῖς θανατηφόροις περιπεπτωκότα ἁμαρτήμασιν, ἀνοίξασα αὐτῷ τῆς με τανοίας τὴν θύραν, οὐκ ἂν εὗρε παρὰ τῷ νόμῳ σωστικὴν ἁμαρ τωλῶν φιλανθρωπίαν. αὕτη ἔταξεν ἐν τῷ κόσμῳ τῶν ἁμαρτωλῶν ἰατρὸν δόκιμον, τὴν μετάνοιαν, τὴν δυναμένην καὶ τοὺς" ἑβδομη κοντάκις ἑπτὰ" πταίοντας ἰάσασθαι, μόνον εἰ βουληθεῖεν κεχρῆσθαι τῶν τῆς μετανοίας βοηθημάτων.
84.19.1
Ἐρώτησις. Εἰ τὸν φόβον ὁ κύριος οὐκ ἀναγκαῖον δι' ὧν λέγει παρίστησι– φησὶ γὰρ" ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ"–, πῶς πάλιν ὁ αὐτὸς διδάσκει τοὺς μαθητὰς" φοβεῖσθε" λέγων" τὸν ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον"; Ἀπόκρισις. Οὐκ εἴρηται μὲν τῷ κυρίῳ τὸ" ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ", εἰ καὶ ὁ εἰρηκὼς τοῦτο κατὰ κύριον εἴρηκε· τὸ δὲ" φοβεῖσθε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι", οὐκ εἴρηται πρὸς ἀναίρεσιν τῆς τε λείας ἀγάπης, ἀλλὰ πρὸς φυλακὴν αὐτῆς· ὁ γὰρ τῷ μείζονι φόβῳ τοῦ θεοῦ τὸν ἐλάττονα ἐκλύων τῶν ἀνθρώπων φόβον τῇ ἀγάπῃ τοῦ θεοῦ τοῦτο ποιεῖ, ὥστε εἶναι τὸν μείζονα φόβον τοῦ θεοῦ ἕνεκεν τοῦ μὴ ἐκπεσεῖν τῶν ἠγαπημένων· ὅσον γὰρ τίμιόν ἐστι τὸ πιστευόμενον, τοσοῦτον ἀγαπᾶται, καὶ ὅσον ἀγαπᾶται, τοσοῦτον ὁ ἀγαπῶν τὴν ἔκπτωσιν αὑτοῦ φοβεῖται, ἕως ἄν ἐστιν ἐν τῷ ὑπὲρ τοῦ ἀγαπωμένου ἀγῶνι. λυθέντος δὲ τοῦ ἀγῶνος, συλλύεται αὐτῷ καὶ ὁ φόβος τῆς τῶν ἀγαπωμένων ἐκπτώσεως. ὥστε ἕως τότε ἀναγκαῖός ἐστιν ὁ τοῦ θεοῦ φόβος· οὐδὲ γὰρ ὡς τὸ μισεῖν ἀναιρετικόν ἐστι τῆς ἀγάπης– ἀδύνατον γὰρ τὸ τὸν αὐτὸν καὶ μι 101 σεῖν καὶ ἀγαπᾶν– οὕτω καὶ τὸ φοβεῖσθαι· ἐνδέχεται γὰρ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ φοβεῖσθαι.
84.20.1
Ἐρώτησις. Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς ἐν τῷ νόμῳ προσέταξε γίνεσθαι, ὥστε ταύταις τὴν περὶ αὐτὸν τοὺς ἀνθρώπους τιμὴν ἐπιδείκνυσθαι, πῶς διὰ τὸ θύειν ἀνθρώπους Ἕλληνες δεί κνυνται [τοῖς] ἑαυτῶν [θεοῖς] ἀσεβέστεροι (ὅπερ φάσκουσιν ὑπὸ τῶν παλαιῶν γεγονέναι χάριν τοῦ πλείονος τιμῆς τοὺς παρ' αὐτοῖς νομι ζομένους θεοὺς ἀξιοῦσθαι), μειζόνως αὐτοὺς τῇ τῶν λογικῶν θυσίᾳ τιμῶντες; ὅσῳ γὰρ τοῦ ἀλόγου τὸ λογικὸν τιμιώτερον, τοσούτῳ καὶ ἡ τούτου θυσία σεμνοτέρα ἐκείνης. καὶ τοῦτο δείκνυται ἐκ τῶν κατὰ τὸν Ἰεφθάε σαφέστερον, ὅς, τὴν ἰδίαν θυγατέρα προσκομίσας θυσίαν, ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ὑπὸ τοῦ ἀποστόλου ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν μνημονεύεται. Ἀπόκρισις. Οὐ χρὴ ἡμᾶς σκοπεῖν τὴν κατὰ τὸν νόμον [τῷ] θεῷ προσφερομένην θυσίαν, ὅτι τῶν ἀλόγων ἐστὶν αἷμα, ἀλλὰ τὸ πῶς προσεδέξατο ταύτην ὁ θεὸς προσαγομένην αὐτῷ. εἰ μὲν γὰρ τὸ αἷμα τῶν ἀλόγων τῷ θεῷ προσφερόμενον οὕτως προσεδέξατο ὁ θεός, ὡς εἰ τὴν ἑαυτοῦ ψυχὴν προσέφερεν ὁ τοῦτο προσενέγκας, δῆλον ὅτι ἡ μὲν θυσία τὴν πρώτην τάξιν ἔσχεν ἀπὸ τῆς εὐδο κίας τοῦ ταύτην οὕτως προσδεξαμένου καὶ ὁ θεὸς τὴν πρώτην τιμήν· ὅτι δὲ ὡς τὴν ἑαυτοῦ ψυχὴν οὕτως προσέφερε τῷ θεῷ ὁ τὸ αἷμα τῶν ἀλόγων προσενέγκας, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα·" ἀντὶ τὴς ψυχῆς" φησί" τῶν προσφερόντων τὸ αἷμα τῶν θυσιῶν αὐτῶν εἰσφέρεται εἰς τὰ ἅγια τῶν ἁγίων". μὴ οὖν ἀπὸ τῆς φύ σεως τοῦ προσαγομένου, ἀλλ' ἀπὸ τῆς διαθέσεως τοῦ προσδεχο 102 μένου κρῖναι [δεῖ] τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀνθρώπων μὴ βουληθέντος ἀνα λῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ' ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δεδωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξά νεσθαί τε καὶ διαμένειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τά ξιν. οἱ δὲ παρ' Ἕλλησι θρῃσκευόμενοι θεοί, ἅτε δαιμόνων αὐτῶν πονηρῶν καὶ μισανθρώπων ὄντων, θυσίαις ἔχαιρον μειωτικαῖς τε καὶ ἀφανιστικαῖς τοῦ γένους τῶν ἀνθρώπων· ὅπερ ἐστὶ δεῖγμα μέγι στον τῆς μὲν αὐτῶν θηριώδους ἀπανθρωπίας, τῆς δὲ τῶν Ἑλλήνων ἀθεότητος, τῷ ἀφανισμῷ τοῦ γένους τῶν ἀνθρώπων μειζόνως, ὥς φασι, μᾶλλον δὲ αἰσχίστως πειρωμένων τιμᾶν τοὺς ἑαυτῶν θεούς. αἰτία δὲ δι' ἣν ὁ Ἰεφθάε ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν ἠριθμήθη, αὕτη ἐστίν. ᾐτήσατο ὁ Ἰεφθάε νίκην κατὰ τῶν ἐχθρῶν. ὑπὲρ ταύ της τῆς νίκης εὐχαριστικὴν εὐχὴν ἀορίστως ηὔξατο τῷ θεῷ, προ σαγαγεῖν εἰς θυσίαν τὸ ἐκ τοῦ οἴκου ἐξερχόμενον πρῶτον καὶ προσερχόμενον εἰς ἀπάντησιν αὐτῷ ἐκ τοῦ πολέμου τροπαιούχῳ ἐπανερχομένῳ. δραξάμενος δὲ ὁ διάβολος τὸ ἀόριστον τῆς εὐχῆς ἐμηχανᾶτο ἐξ αὐτοῦ θεῖναι τῷ Ἰεφθάε παγίδα παραβάσεως· καὶ κινεῖ τὴν θυγατέρα αὐτοῦ, μονογενῆ οὖσαν, μετὰ κιθάρας ἐξελθεῖν ἐκ τοῦ οἴκου εἰς τὴν ἀπάντησιν αὐτοῦ, ἵνα φεισαμένου τοῦ Ἰεφθάε τῆς θυγατρὸς ἀναγκασθῇ ποιήσασθαι τῆς εὐχῆς τὴν ἀθέτησιν. ἀλλ' ὅμως παγίδα θεὶς ὁ διάβολος τοῦ θηράματος οὐκ ἔτυχε, προ τιμωτέραν ἡγησαμένου τοῦ Ἰεφθάε τῆς ζωῆς τῆς θυγατρὸς τὴν ἀπόδοσιν τῆς εὐχῆς. συνεχώρησε δὲ ὁ θεὸς προσενεχθῆναι αὐτὴν εἰς θυσίαν, οὐχ ὡς ἀνθρωπίνῳ αἵματι τερπόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων τοῦ μηδέποτε ἀορίστως εὔξασθαι τῷ θεῷ· πολλὰ γάρ ἐστιν ἄτοπα τὰ κατὰ τὴν οὕτως ἀόριστον εὐχὴν συμβησόμενα, ὧν τοῦ μὴ γενέσθαι προνοησάμενος ὁ θεὸς 103 συνεχώρησε θυσίαν γενέσθαι τοῦ Ἰεφθάε τὴν θυγατέρα· ὅπερ οὐκ ἦν τῆς προαιρέσεως προηγουμένως οὔτε τοῦ θεοῦ οὔτε τοῦ Ἰεφθάε, ἀλλὰ συμβεβηκός πως τῷ ἀορίστῳ τῆς εὐχῆς. ἐπειδὴ οὖν ὁ Ἰεφθάε τὴν εἰς θεὸν εὐσέβειαν φυλάττων διὰ τῆς θυσίας τῆς θυ γατρὸς ἀνεδείχθη, διὰ τοῦτο αὐτοῦ γέγονεν ἡ μνήμη ἐν τῷ κα ταλόγῳ τῶν δικαίων.
84.21.1
Ἐρώτησις. Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθοδόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ' ἀρχὰς ὁ δεσπότης δεδώρηται Χριστός, διατί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ' αὐτῶν τῶν ὀρθοδόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ' ἡ μὲν τῆς πλάνης λα τρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετικῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν; Ἀπόκρισις. Εἰ μὲν τῶν αἱρετικῶν ζώντων ἢ ἀποθανόντων ἡ θεία χάρις ἐνήργει τὰ χαρίσματα, εἶχεν ἂν τὸ γιγνόμενον εὔλογον ἀπορίαν· εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες ἅγιοί εἰσιν ἀπόστολοι προφῆται καὶ μάρτυρες, ὧν τὰ λείψανα κεῖν ται ἐν ταῖς ἐκκλησίαις, δῆλον ὅτι καὶ νῦν οἱ ὀρθόδοξοι ἐνεργοῦσι τὰ θαύματα· ὀρθόδοξοι γάρ εἰσιν οἱ ἀπόστολοι προφῆταί τε καὶ μάρτυρες, ὧν τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι' ὧν τὰ θαύματα ἐκτελεῖται, του τέστι τῶν ὀρθοδόξων.
84.22.1
Ἐρώτησις. Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα– ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται– πρότερον τὰ τοῦ νόμου, εἶθ' οὕτως τὰ εὐαγγελικὰ παρειληφότων μαθήματα, 104 πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν πρὸ τῶν ἡσσόνων τὰ μείζονα μανθάνοντες, λέγω δὲ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα; μιᾶς γὰρ ἡμῶν καὶ τῶν πρὸ ἡμῶν τυγχα νούσης τῆς φύσεως, μίαν εἶναι καὶ τὴν τάξιν ἐχρῆν τῆς μαθή σεως, ἐπειδὴ καὶ ἐν τοῖς μαθήμασιν, ἐὰν μὴ φθάσῃ τὰ χείρονα, τὰ ἀμείνω κωλύεται. Ἀπόκρισις. Εἰ τὴν ἀνάγκην, ἣν ἔχει ἐκεῖνα τὰ μαθή ματα, ὧν, εἰ μὴ προηγεῖται τῶν ἡσσόνων ἡ μάθησις, τὰ ἀμείνω κωλύεται, ταύτην εἶχε καὶ τὰ ἡμέτερα μαθήματα, οὐδ' ἂν ἐδυ νήθημεν οὐδὲ ἀνακολούθως μαθεῖν τὰ ἡμέτερα μαθήματα. ἀλλ' ἐπειδὴ τὰ ἡμέτερα δυνατὸν καὶ ἀνακολούθως μαθεῖν, δῆλον ὅτι ἀπήλλακται τὰ ἡμέτερα μαθήματα ἐκείνης τῆς ἀνάγκης. τὸ δὲ ἀνάγκης ἀπηλλαγμένον, ὡς ἂν γένηται, ἀδιάβλητόν ἐστιν ἐπὶ τῇ ἀνακολουθίᾳ. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λύσιν τοῦ ἐν τῇ ἐρω τήσει σοφίσματος· πρὸς αὐτὴν δὲ τὴν ἐρώτησιν οὕτως ἀποκρινόμεθα· ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ' ὡς ἐμάνθανον οἱ ἀπόστολοι πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγγέλια, οὕτω καὶ ἡμᾶς ἐδίδαξαν· μαρτυροῦσι δὲ τούτων αὐτῶν αἱ φωναί, ἐν αἷς κατήγγειλαν τὸ εὐαγγέλιον· πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες ἐκ τῶν πρώτων τὰ ἥσσονα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα δείκνυται· τὸ γὰρ" προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν κατ' ἐμέ", καὶ τὸ" εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου", καὶ τὸ" οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ ἡ σάρξ μου εἶδε διαφθοράν", φωναί εἰσι τοῦ νόμου, προκαταγγείλαντος ἐν αὐ ταῖς τὸν Χριστόν· αἷς καὶ ὁ ἀπόστολος Πέτρος χρησάμενος τοῖς Ἰουδαίοις τὸ εὐαγγέλιον ἐκήρυξε. καὶ ὡς μὲν πρὸς τὴν μάθησιν 105 οὐδὲν διέστηκε τοῦ νόμου τὰ εὐαγγέλια, ὡς δὲ πρὸς τὴν ἐπαγ γελίαν καὶ ἀπόδοσιν διέστηκε· τί γάρ ἐστιν ὁ νόμος; εὐαγγέλιον προκατηγγελμένον. τί δὲ τὸ εὐαγγέλιον; νόμος πεπληρωμένος.
84.23.1
Ἐρώτησις. Εἰ περιττὸν καὶ λεῖπον ἐν τῇ τοῦ σώματος ἡμῶν κατασκευῇ ὁ δημιουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων περιετέμνετο; εἰς τί δὲ χρή σιμον οὐκ ἐν ἑτέρῳ μέρει, ἀλλ' ἐν τῷ παιδοποιῷ μορίῳ τὴν πε ριτομὴν οἱ πρὸ τῆς τοῦ δεσπότου Χριστοῦ παρουσίας εἰλήφασι; διατί δὲ ὡς χρησίμην ἐκείνων ταύτην λαβόντων, τῇ τοιαύτῃ χει ρουργίᾳ ὁμοίως καὶ ἡμεῖς οὐ κεχρήμεθα; Ἀπόκρισις. Ἐπειδὴ διὰ τὸ γῆρας τοῦ Ἀβραὰμ καὶ τῆςἐλευθέρας γαμετῆς αὐτοῦ ἐν ἀπογνώσει τοῦ παιδοποιεῖν ἐξ αὐτῆς καθισταμένου, ἐπαγγελίαν παιδοποιίας ἐδέξατο παρὰ θεοῦ, καὶ πιστεύσας τῷ θεῷ παρὰ καιρὸν ἡλικίας ἔσεσθαι πατὴρ τοῦ ἐκ τῆς γεγηρακυίας στείρας αὐτῷ γενομένου υἱοῦ, διὰ τοῦτο δέδωκεν αὐτῷ ὁ θεὸς σφραγῖδα ταύτης τῆς πίστεως τὴν περιτομὴν τοῦ τῆς ἀκροβυστίας μορίου, τοῦ διὰ μὲν τὸ γῆρας πρὸς παιδοποιίαν ἀχρήστου γενομένου, διὰ δὲ τὴν πίστιν τοῦ Ἀβραὰμ εἰς παιδο ποιίαν χρησίμου γενομένου. παρέπεμψε δὲ ταύτην τὴν περιτομὴν εἰς ὅλον τὸ γένος τὸ ἐκ τοῦ παρ' ἐλπίδα πατρὸς γενομένου ὑφι στάμενον εἰς ἀνεξάλειπτον μνημόσυνον τῆς τε τοῦ Ἀβραὰμ πί στεως καὶ τῆς τοῦ θεοῦ δυνάμεως," τοῦ ζωοποιοῦντος τοὺς νε κροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα." περιτεμνόμεθα δὲ καὶ ἡμεῖς, τῇ περιτομῇ τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος ἐκδυόμενοι τὸν Ἀδάμ, δι' ὃν ἁμαρτωλοὶ κατασταθέντες τεθνήκαμεν, καὶ ἐν δυόμενοι τὸν Χριστόν, δι' ὃν δικαιωθέντες ἀνιστάμεθα ἐκ τῶν νε 106 κρῶν·" ἐν ᾧ" φησὶν ὁ ἀπόστολος" περιετμήθητε περιτομὴν ἀχει ροποίητον ἐν τῇ ἀπεκδύσει τοῦ σώματος ὑμῶν".
84.24.1
Ἐρώτησις. Εἰ ὁ προσταχθεὶς ποιῆσαι τὰ κατὰ δύναμιν ἔπαινον ἢ μέμψιν ἐν τῷ ποιῆσαι ἢ μὴ ποιῆσαι κομίζεται, δῆλον ὅτι ὁ τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας ἐπιτάγματα ὑπάρχει ἀνεύθυνος. πῶς οὖν ὁ νόμος τὰ ὑπὲρ δύναμιν ἐπιτάττων, τουτέστι τὸ μὴ ἁμαρτάνειν, τὸν ἁμαρτάνοντα ὑποβάλλει κολάσεσι, τοῦ ἀνθρώπου ἀδυνάτου ὄντος πρὸς τὴν τοῦ νόμου ἐκπλήρωσιν; μαρτυρεῖ δὲ τούτοις ὁ ἀπόστολος," οὐ δικαιωθήσεται" λέγων" ἐξ ἔργων νό μου πᾶσα σάρξ". Ἀπόκρισις. Τὸ παντὶ ἀνθρώπῳ ἀδύνατον, τοῦτο καὶ τινὶ ἀνθρώπων ὑπάρχει δυνατόν· οἷον τὸ πέτεσθαι ἐν τῷ ἀέρι, ὡς ὁ ἀετός, τινὶ ἀνθρώπων ἐστὶν ἀδύνατον. καὶ ἀνάπαλιν τὸ τινὶ ἀν θρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, τοῦτο καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει. ἀλλ' εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον τῇ κατὰ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυνατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις· λέγει γὰρ ὁ μὲν μακάριος Παῦλος ὁ ἀπόστολος περὶ ἑαυτοῦ, ὅτι" κατὰ δικαιο σύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος"· ὁ δὲ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ τοῦ Ζαχαρίου καὶ τῆς γυναικὸς αὐτοῦ Ἐλι σάβετ, ὅτι" ἦσαν δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευό μενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμ πτοι". τί δέ ἐστι πᾶσα ἡ κατὰ τὸν νόμον δικαιοσύνη, ἢ τὸ ἀγα πᾶν μὲν τὸν θεὸν ὑπὲρ ἑαυτόν, τὸν πλησίον δὲ ὡς ἑαυτόν, ὅπερ οὐκ ἔστιν ἀδύνατον ἀνθρώποις βουληθεῖσι; τὸ" ἐξ ἔργων νόμου 107 οὐ δικαιωθήσεται πᾶσα σάρξ", οὐ διὰ τὸ μὴ δύνασθαι τὰ ἀδύ νατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά· τῇ γὰρ βου λήσει πρὸς τὰ δυνατὰ κεχρήμεθα, οὐ πρὸς τὰ ἀδύνατα· τοῖς γὰρ δυνατοῖς καὶ ἐφ' ἡμῖν οὖσιν ὁ ἔπαινος ἢ ὁ ψόγος γίνεται πρα χθεῖσιν ἢ μὴ πραχθεῖσι· τοῦ δὲ διὰ τὸ μὴ αἱρεῖσθαι καὶ οὐ διὰ τὸ μὴ δύνασθαι ἁμαρτάνομεν οἱ ἄνθρωποι, ἔστι τοῦτο σημεῖον, τὸ μὴ πάντας ἀνθρώπους πᾶσι τοῖς τῆς ἁμαρτίας εἴδεσιν ἐμπεσεῖν, ἀλλὰ τινὰς μὲν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας, τινὰς δὲ ἑτέρῳ, καὶ τινὰς μὲν πλείοσι, τινὰς δὲ ἐλάττοσι, τινὰς δὲ οὐδενί, κατὰ τοὺς προειρημένους δικαίους· ὅπερ οὐκ ἂν συνέβη ἀνθρώποις, τὸ τινὶ μὲν εἴδει τῆς ἁμαρτίας ἁμαρτάνειν, τινὶ δὲ οὐδέποτε ἁμαρ τάνειν, εἰ ἀδυναμίᾳ φύσεως καὶ οὐκ ἀβουλίᾳ προαιρέσεως ἁμαρ τάνομεν οἱ ἄνθρωποι.
84.25.1
Ἐρώτησις. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος τῷ ἡμαρτηκότι οὐ δίδωσιν, ἀλλὰ κίνδυνον αὐτῷ ἐπάγει ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ προφήτης Δαυὶδ ἐργασά μενος οὐ παρὰ τὸν σκοπὸν τοῦ νόμου συγγνώμης ἠξίωται; καὶ εἰ μὲν ἀγαθὸν ἡ συγγνώμη, διατί τὸ ἀσύγγνωστον τῷ νόμῳ συνέ ζευκται; εἰ δὲ φαῦλον, ὅπερ οὐκ οἶμαι, πῶς ὁ τῶν ἀγαθῶν χο ρηγὸς τὸ φαῦλον τῷ προφήτῃ κεχάρισται; Ἀπόκρισις. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τῷ ἡμαρτηκότι ὁ νόμος οὐ δίδωσι, πῶς ἐν τῇ ρηʹ ἐρωτήσει προτέ τακται τῆς χάριτος ὁ νόμος, ὡς ταύτης ἑτοιμότερος καὶ φιλαν θρωπότερος εἰς ἄφεσιν ἁμαρτημάτων τοῖς ἁμαρτάνουσιν, οὓς καθ' ἑκάστην ἡμέραν διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς τῶν ἀλόγων θυσίας τῆς μέμψεως ἀπολύει, νῦν δὲ ἐν τῇ προκειμένῃ ἐρωτήσει ῥανὶς οὐχ ὑπολέλειπται τῷ νόμῳ φιλανθρωπίας, ἀλλὰ συνέζευκται αὐτῷ τὸ ἀσύγγνωστον, κίνδυνον ἐπάγον τῷ ἡμαρτηκότι ἀπαραί 108 τητον; καὶ πρὸς μὲν τὸ μὴ ἀνεπισήμαντον ἐᾶν τῶν ἐρωτήσεων τὴν ἐναντίωσιν εἰρήσθω ταῦτα· πρὸς δὲ τὴν ἐρώτησιν ἀποκρι νούμεθα, ὅτι εἰ καὶ ὁ νόμος τὸ ἀσύγγνωστον ἔχει, ἀλλὰ καὶ ἡ χάρις μετάνοιαν δέδωκε τῷ ἡμαρτηκότι· τὸ γὰρ" αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις, ἀλλὰ λούσασθε καὶ καθαροὶ γένεσθε· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ"· καὶ τὸ" οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν", φωναί εἰσι τῆς θείας χάριτος, ἁμαρτωλοὺς καλοῦσαι εἰς εὐπείθειαν τοῦ νόμου, διὰ μετανοίας εἰληφότας τῶν προημαρτη μένων τὴν συγγνώμην. ἀγαθὴ μὲν οὖν ἐστιν ἡ συγγνώμη καὶ τῆς θείας χάριτος δῶρον· οὐκ ἔστι δὲ οὐδὲ κατὰ τὸν νόμον οὐδὲ κατὰ τοῦ νόμου, ἀλλ' ὑπὲρ τὸν νόμον καὶ ὑπὲρ τοῦ νόμου· ὑπὲρ τὸν νόμον μέν, ὅτι χάρις· ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ τῆς μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπείθειαν τοῦ νόμου, καθάπερ καὶ τὸν Δαυίδ. ΡΙ ʹ. Ἐρώτησις. Εἰ πᾶσι μὲν ἀνθρώποις διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἀναγκαία ἡ διὰ τῆς εὐχῆς ὑπάρχει βοήθεια, ταύτης δὲ οὐ προσέδει τῷ δεσπότῃ Χριστῷ, οἷα δεσπότῃ καὶ ἀρκοῦσαν πρὸς πάντα κεκτημένῳ τὴν δύναμιν, διατί παρὰ τῶν ἀποστόλων συχνό τερον ὑπὸ τῆς γραφῆς τὸν κύριον μανθάνομεν προσευχόμενον; Ἀπόκρισις. Ὥσπερ πεινάσας ὁ κύριος καὶ διψήσας καὶ κοπιάσας, δακρύσας τε καὶ ἱδρώσας, καίτοι δυνάμενος διὰ περιου σίαν δυνάμεως μηδὲν τούτων ὑπομένειν, διὰ δὲ τὸ παρέχειν γνώρισμα τῆς ἀνθρωπίνης αὑτοῦ φύσεως ἑκουσίως ὑπέμεινε τὰ τῆς φύσεως αὐτοῦ ἀσθενῆ, οὕτως καὶ τὸ εὔξασθαι διὰ τὴν αὐτὴν αἰτίαν· εἰ γὰρ ἑκουσίως ὑπομεμενηκότος αὐτοῦ τὰ ἀσθενήματα τῆς ἑαυτοῦ φύσεως τολμῶσί τινες λέγειν μὴ ὑπάρχειν αὐτὸν τῆς ἡμετέρας φύσεως, πῶς οὐκ ἂν ἔλεγον αὐτὸ τοῦτο μετὰ περιουσίας τῆς ἀποδείξεως,