Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones et responsiones ad orthodoxos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
ˉϟˉʹ. Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν ὁ θεὸς τὸν Δαυὶδ εἶναι ἀπε φήνατο, πῶς μοιχείαν καὶ φόνον εἰργάσατο; ˉϟˉαˉʹ. Εἰ πάντων βασιλέων Ἰούδα θερμότερον ζῆλον ὁ Ἰωσίας ἐπεδείξατο, τὰς στήλας συντρίψας καὶ τοὺς ναοὺς καὶ βωμοὺς καταστρέψας, ξίφει ἐτελεύτα καὶ υἱοὶ αὐτοῦ ᾐχμαλωτεύθησαν. ˉϟˉβˉʹ. Πῶς οὐκ ἔπταισεν Ἑλισσαῖος δι' ἀρᾶς θανατώσας τοὺς παῖδας; ˉϟˉγˉʹ. Εἰ πᾶσα ἀπελήλαται πλάνη διὰ τῆς Χριστοῦ παρουσίας, πῶς διὰ τῶν ἐγγαστριμύθων οἱ δαίμονες φθέγγονται; ˉϟˉδˉʹ. Εἰ οὐδαμοῦ ὀνόματα τῶν δαιμόνων ἡ γραφὴ λέγει, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὄνομα ὠνόμαζον; ˉϟˉεˉʹ. Εἰ ταῖς τῶν ἀλόγων θυσίαις θεὸς οὐχ ἥδεται, πῶς πρὸ τοῦ νόμου θεὸς τῷ Νῶε προσέταττε θύειν, καὶ μάλιστα εἰδω λικαὶ μηδέπω οὖσαι θυσίαι; ˉϟˉϛˉʹ. Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλισσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ τὰ ἔργα ἐποίησεν; ˉϟˉζˉʹ. Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς μετὰ τὸ δεσποτικὸν πάθος πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη; ˉϟˉηˉʹ. Τί ἑρμηνεύεται τὸ ὑφὶ τὸ γόμορ τὸ νέβελ ὁ στατὴρ ἡ δραχμὴ καὶ τὰ λοιπά; ˉϟˉθˉʹ. Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ σφαγῆς ὁ Χριστὸς ἐθαυμα τούργει, πῶς μετὰ τοῦτο ἔλεγεν ὁ Ἡρώδης, ὅτι" ὃν ἐγὼ ἀπε κεφάλισα Ἰωάννην, οὗτος ἀνέστη καὶ θαυματουργεῖ"; ˉρˉʹ. Εἰ ὁ Χριστὸς γεννηθεὶς κατὰ σάρκα ἁμαρτίαν οὐκ ἐποί ησε, πῶς λέγει ἡ γραφή, ὅτι" οὐδείς ἐστι τῶν γεννηθέντων, ὃς οὐχ ἥμαρτε"; ˉρˉαˉʹ. Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι ἑαυτοῖς καὶ τοῖς παισὶν ἐκ τῆς ἰδίας συγγενείας γαμετὰς εἰλήφασι, πῶς Ἰωσὴφ καὶ Μωυσῆς ἀλλοφύλους ἠγάγοντο; 10 ˉρˉβˉʹ. Εἰ πρὸ τῆς παραβάσεως Ἀδὰμ οὐδενὸς ἐθεάσατο θά νατον, πῶς ὃν οὐκ εἶδεν ἀπειληθέντα ἐδειλίασε; ˉρˉγˉʹ. Τί διαφέρουσι πρὸς ἄλληλα τὰ παρὰ τῆς γραφῆς λεγό μενα κρίματα καὶ δικαιώματα καὶ μαρτύρια καὶ νόμος καὶ ἐντο λαὶ δίδαξον. ˉρˉδˉʹ. Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, πῶς ἀληθεύουσιν οἱ τοῦτο λέγον τες, τῶν φωστήρων οὐκ ἐν οὐρανῷ κτλ; ˉρˉεˉʹ. Εἰ ὡς βιβλίον ὁ οὐρανὸς εἱλίσσεται καὶ τὰ ἄστρα ὡς φύλλα ἐν τῇ βʹ παρουσίᾳ πίπτουσι, πῶς οὐ παντελὴς ἀπώλεια τοῦ στερεώματος δείκνυται; ˉρˉϛˉʹ Εἰ διὰ τὴν ἡμετέραν χρείαν ἡ κτίσις γέγονεν, ἡμεῖς δὲ ἄφθαρτοι ἀνιστάμεθα καὶ ἀνενδεεῖς, πῶς οὐκ ἄχρηστος ἡ τῆς κτίσεως ἀφθαρσία; ˉρˉζˉʹ. Εἰ τοῖς ἐν γνώσει καλῶς πραττομένοις ἀμοιβαὶ ἀποδί δονται, πῶς τὰ ἐπὶ Ἡρώδου ἀναιρεθέντα νήπια ἀμοιβῶν ἀπο λαύσουσι; ˉρˉηˉʹ. Εἰ ἡ χάρις διὰ τὸ τὰ πταίσματα συγχωρεῖν λέγεται χάρις, πῶς μᾶλλον ἐν τῷ νόμῳ τοῦτο εὑρίσκεται, διὰ τῶν περιρ ραντηρίων τὰ πταίσματα καθαιρόμενοι; ˉρˉθˉʹ. Εἰ τὸν φοβούμενον ὁ κύριος ἀτελῆ ἐν τῇ ἀγάπῃ φησίν, πῶς πάλιν ὁ αὐτὸς λέγει" φοβήθητε δὲ μᾶλλον τὸν ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον"; ˉρˉιˉʹ. Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς προσέταξε γίνεσθαι, ὥστε τὴν περὶ αὐτῶν τιμὴν δείκνυσθαι, πῶς οὐχ Ἕλληνες τι μιώτεροι ἀνθρώπους θύοντες; ˉρˉιˉαˉʹ. Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν τῶν ὀρθοδόξων λατρείαν τὴν τῶν θαυμάτων χάριν δεδώρηται ὁ Χριστός, διατί αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες, ἡνίκα κτλ; ˉρˉιˉβˉʹ. Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώ σεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα, πῶς ἡμεῖς ἀνακολούθως πρὸ τῶν ἡσσόνων κτλ; 11 ˉρˉιˉγˉʹ. Εἰ περιττὸν καὶ λεῖπον ἐν τῷ σώματι ἡμῶν ὁ δημι ουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέ ρος τῶν Ἰουδαίων περιετέμνετο; ˉρˉιˉδˉʹ. Εἰ ὁ τὰ κατὰ δύναμιν προσταχθεὶς ποιῆσαι, ἔπαινον ποιήσας κομίζεται, δῆλον ὅτι ὁ τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας ἐπιτάγματα ἀνεύθυνός ἐστιν. ˉρˉιˉεˉʹ. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος οὐ δίδωσιν, ἀλλ' ἐπάγει κίνδυνον ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ Δαυὶδ ἐργασάμενος συγγνώμης ἠξίωται; ˉρˉιˉʹ. Εἰ πᾶσι τοῖς ἀνθρώποις ἀναγκαία ἡ τῆς εὐχῆς βοή θεια, ταύτης δὲ οὐκ ἐδεῖτο ὁ δεσπότης Χριστός, πῶς συχνότερον ταύτῃ ὁ κύριος ἐκέχρητο; ˉρˉιˉζˉʹ. Εἰ πάντων ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ μίαν ἡ ψυχὴ οὐσίαν, πῶς ὃ μὲν ἀργὸς ὃ δὲ ὀξὺς κάθηται; ˉρˉιˉηˉʹ. Εἰ ὑπὸ τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ διὰ τὴν νηπιότητα, διατί οἱ ἐν τῇ χάριτι τούτοις κέχρηνται; ˉρˉιˉθˉʹ. Εἰ συγγνώμην ἡ ἀκούσιος ἔχει ἄγνοια, πῶς οἱ ἐξ ἀγνοίας τὸν Χριστὸν σταυρώσαντες Ἰουδαῖοι ἀνυποίστων δεινῶν ἐπειράθησαν; ˉρˉκˉʹ. Εἰ πάντες μέλλουσιν οἱ ἀποθανόντες ἀναστήσεσθαι, πῶς πληρωθήσεται τὸ κρίνειν ζῶντας καὶ νεκροὺς τὸν κύριον; ˉρˉκˉαˉʹ. Εἰ οἱ καταλιμπάνοντες πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ ἀδελφοὺς καὶ τὰ λοιπά, ἑκατονταπλασίονα λήψονται, ἆρα καὶ γυ ναῖκας ρʹ ἀπολήψονται; ˉρˉκˉβˉʹ. Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ἐχρήσατο, πῶς οἱ καιόμενοι καὶ τεμνόμενοι ἀναστήσονται; ˉρˉκˉγˉʹ. Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπέλαβον, διατί ὁ κύριος αὐτοὺς οὐ διωρθώσατο, ἀλλ' εἴρηκεν" οὐχ ὑμῶν ἐστι γνῶναι"; 12 ˉρˉκˉδˉʹ. Εἰ τὸ τέλειον τότε νοοῦμεν, ὅτε πάντα κέκτηται τέλεια, πῶς ὁ θεὸς προϋπάρχων τῆς κτίσεως μετ' αὐτὴν τὸ δημιουργὸς προσέλαβεν ὄνομα; ˉρˉκˉεˉʹ. Εἰ τὸ δυνάμει τι εἶναι ἔλαττόν ἐστι τῇ ἐνεργείᾳ, πῶς ὁ τῆς τοῦ κόσμου ποιήσεως, ποιητὴς ὢν δυνάμει οὐκ ἐνεργείᾳ, ἐλαττώσει οὐχ ὑποπίπτει; ˉρˉκˉϛˉʹ. Εἰ τὸ κλίνειν γόνυ ἐν ταῖς εὐχαῖς τῶν ἑστώτων μᾶλλον θεῷ οἰκειοῖ, διατί ἐν ταῖς κυριακαῖς καὶ τὸ πάσχα ὅλον μέχρι τῆς νʹ γόνυ οὐ κλίνουσιν οἱ εὐχόμενοι; ˉρˉκˉζˉʹ. Εἰ ἐκ τοῦ τάφου Χριστὸς ἀναστὰς τὰ ἐντάφια κατέ λιπε, πῶς μετὰ τὴν ἀνάστασιν οὔτε γυμνὸν οὔτε ἄλλοθεν αὐτὸν ἀμφιασθέντα ἡ γραφὴ ἱστορεῖ; ˉρˉκˉηˉʹ. Εἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων ἀδύνατον εἰσελθεῖν, πῶς εἰσῆλθεν ὁ κύριος; καὶ εἰ τοῦτο ἐγένετο, πῶς τὸν λίθον ὁ ἄγγελος κυλίσας ἀνέστη ὁ κύριος; ˉρˉκˉθˉʹ. Εἰ πάσης τῆς κτίσεως δεσπότης ὁ θεὸς ὑπάρχει, διατί πρὸς μόνον τὸ ἀνατολικὸν κλῖμα τὰς προσευχὰς ποιοῦμεν καὶ οὐκ ἐν παντὶ τόπῳ, κατὰ τὸν ἀπόστολον; ˉρˉλˉʹ. Εἰ μήτε τῶν ἀπὸ τῶν δένδρων καρπῶν μήτε κρεῶν οἱ πρὸ τοῦ κατακλυσμοῦ ἤσθιον, πῶς Κάϊν καὶ Ἄβελ ὃ μὲν ἀπὸ τῶν καρπῶν ὃ δὲ ἀπὸ τῶν στεάτων θυσίας προσέφερον; ˉρˉλˉαˉʹ. Εἰ βασιλεία θεοῦ ἐστιν ἡ ἀνάστασις, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιοῦνται, πῶς ὁ ἀπόστολος πόρνους καὶ μοι χοὺς ταύτης ἀποτυχεῖν ἔφησε; ˉρˉλˉβˉʹ. Τίς ἡ διαφορὰ ἀναθέματος καὶ καταθεματισμοῦ δίδαξον. ˉρˉλˉγˉʹ. Εἰ τῶν ἀγαθῶν ἁπάντων τὸ καλλιστόν ἐστιν ὁ θεός, τὸ δὲ κακυνόμενον τὸ πάντων ἐστὶ χείριστον, πῶς οὐ πάσης τῆς κτίσεως ὁ ἄνθρωπος χείριστον, μόνος κακούμενος; ˉρˉλˉδˉʹ. Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ἐστὶν ὁ θεός, διατί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν εὐσθενέσιν εἰσῴκισε σώμασιν; ˉρˉλˉεˉʹ. Εἰ κακὸν ἀντὶ κακοῦ καὶ λοιδορίαν ἀντὶ λοιδορίας 13 ἀντιδιδόναι ὁ ἀπόστολος ἀπηγόρευσε, πῶς αὐτὸς ἐναντία ἐποίησε τὸν ἀρχιερέα ὑβρίσας καὶ τὸν Ἀλέξανδρον; ˉρˉλˉϛˉʹ. Εἰ καὶ κατὰ τόνδε τὸν βίον ἐν εὐπραγίαις, ὡς τοὺς κατὰ τὸν Ἀβραάμ, ὁ θεὸς ἀμείβεται, πῶς καὶ τοὺς εἰδωλολάτρας εὐπραγοῦντας μέχρι τῆς αὑτοῦ παρουσίας εἴασε; ˉρˉλˉζˉʹ. Εἰ ὁ τὸ ψεῦδος λαλῶν ἐκ τοῦ πονηροῦ ἐστι, πῶς ἔξω μέμψεως ὁ Ἰακὼβ νομισθήσεται τῷ πατρὶ ψευσάμενος καὶ τὴν τοῦ ἀδελφοῦ εὐλογίαν κλέψας; ˉρˉλˉηˉʹ. Εἰ τὸ μὴ πληροῦν τὸν νόμον καὶ ἔξω τῆς Ἱερουσα λὴμ ποιεῖν τι παρανομία νενόμισται, πῶς οἱ ἐν Βαβυλῶνι οὐ παρηνόμουν προσευχόμενοι; ˉρˉλˉθˉʹ. Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων ἀεὶ γίνονται, πῶς ὁ κύριος ὡς ξένα τινὰ ταῦτα πρὸ τῆς συντελείας εἴρηκε γίνεσθαι; ˉρˉμˉʹ. Εἰ τὰ καθόλου στοιχεῖα τῆς κτίσεως ἐθεοποίησαν ἄν θρωποι, ὁ δὲ θεὸς κατ' αὐτῶν ἀπεφήνατο λέγων" θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν", ἆρα καὶ τὰ στοιχεῖα ἀπο λοῦνται; ˉρˉμˉαˉʹ. Εἰ ὁ ἀποστέλλων ἔνθα οὐκ ἔστιν ἀποστέλλει, ὁ θεὸς ἀπερίγραπτον ἔχων φύσιν καὶ πανταχοῦ παρών, πῶς ἀποστέλλεται; ˉρˉμˉβˉʹ. Εἰ τὰ Σεραφὶμ ἀτενίσαι εἰς τὴν τοῦ θεοῦ μὴ δυνά μενα δόξαν καλύπτει τὰ πρόσωπα, πῶς τὰ πολυόμματα ἀτενίσαι οὐκ ἠδύνατο; ˉρˉμˉγˉʹ. Εἰ διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν ὑποχείριοι Ἰουδαῖοι χριστιανοῖς ἐγένοντο, πῶς οἱ αἱρετικοὶ καὶ αὐτοὺς τοὺς χριστια νοὺς ὑποχειρίους λαβόντες κολάσει ὑπέβαλον; ˉρˉμˉδˉʹ. Εἰ ὅριον τῇ ψάμμῳ ὁ κύριος τῇ θαλάττῃ ἐποίησε, πῶς ἐν διαφόροις ὑπερβαίνει τόποις; ˉρˉμˉεˉʹ. Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν τοῦ θέλοντος δείκνυσι, πῶς ὁ παντοδύναμος θεὸς πάντας θέλων σωθῆναι οὐ σῴζονται κτλ; 14 ˉρˉμˉϛˉʹ. Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ ὁμιλίᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν γαμικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο; ˉρˉμˉζˉʹ. Εἰ ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰ περὶ ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, πῶς οὐ μάτην ἐν καιρῷ ἀνομβρίας εὐχόμεθα, τοῦ θείου ὅρου ἅπαντα περιέχοντος; ˉρˉμˉηˉʹ. Εἰ ἡ τοῦ σαββάτου ἀργία τῆς τοῦ θεοῦ καταπαύσεως πα ραδέδοται, πῶς οὐ χρονικὴν τὴν τοῦ ἐργάζεσθαι ἐνέργειαν δείκνυσι; ˉρˉμˉθˉʹ. Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται καὶ πολλὰ τὰ ἐν τῇ κτίσει οὐ μόνον πρὸς ἄλληλα ἀπόλλυσιν, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἀνθρώπους, πῶς πάντα καλά εἰσιν; ˉρˉνˉʹ. Εἰ τὴν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτη ρίας ὁ ἐχθρὸς κατεργάζεται μηχανώμενος, ταῖς μελλούσαις ὑπο βάλλειν κολάσεσι βουλόμενος, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ ἄλογα ἀεὶ τὰ φαῦλα μετέρχονται; ˉρˉνˉαˉʹ. Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως ἔπεμψε, πῶς ἐν τῇ θείᾳ γραφῇ νόμος καὶ νομοθέτης ὁ Μωσῆς ὀνομάζεται; ˉρˉνˉβˉʹ. Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆ σιν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ αὐτὸν ἡ γραφὴ προσηγόρευσε, πῶς οὐδαμοῦ Ἐμμανουὴλ ἐκλήθη; ˉρˉνˉγˉʹ. Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ἀπηγόρευται, πῶς ὁ Χρι στὸς τοὺς ἑαυτοῦ γονέας ἀθετήσας ἀναμάρτητος δείκνυται; ˉρˉνˉδˉʹ. Εἰ πρὸ τοῦ τάφου ἡ Μαρία τὸν κύριον τῷ μύρῳ ἤλειψεν, πῶς ἡμεῖς πρὸ τοῦ βαπτίσματος ἐλαίῳ χριόμεθα, ὕστερον δὲ τῷ μύρῳ σφραγιζόμεθα; ˉρˉνˉεˉʹ. Εἰ δίκαιος ὁ τὸν ἡμαρτηκότα τιμωρούμενος, πῶς δί καιος ὁ θεὸς ὁ διὰ τὸν Ἰωνάθαν καὶ τὸν Δαυὶδ τοιοῦτον λαὸν θανατώσας; ˉρˉνˉϛˉʹ. Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς διὰ παραβολῆς ὀνο μάζει, τοῦτον δὲ Ἰουδαῖοι ἐπιγνόντες ἐσταύρωσαν, πῶς ὁ Χρι στὸς καὶ ὁ ἀπόστολος ἄγνοιαν αὐτοῖς τοῦ τολμήματος ἐμαρτύρησεν; 15 ˉρˉνˉζˉʹ. Εἰ μόνος ὁ Χριστὸς τὸν νόμον ἐξεπλήρωσε, πῶς ἐπο ρεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισάβετ; ˉρˉνˉηˉʹ. Εἰ ἄγγελος τοῦ οὐρανοῦ ἀνώτερος καὶ θεοὺς ἡ γραφὴ τοὺς ἀνθρώπους ὀνομάζει, πῶς οὐχ ἁρμόζει καὶ τοὺς ἀγγέλους θεοὺς ὀνομάζεσθαι; ˉρˉνˉθˉʹ. Εἰ ὑπεραναβέβηκε μὲν τὸ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρωπος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; ˉρˉξˉʹ. Εἰ δι' ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διατί τὴν μὲν τῆς σαρκὸς βρῶσιν ὁ θεὸς ἐπιτρέπει, τὴν δὲ τοῦ αἵματος κωλύει;

Intertext edge

Open linked passage

Note